TLG 4138 152 :: EPHRAEM SYRUS :: Sermo in pulcherrimum Ioseph EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Sermo in pulcherrimum Ioseph Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 21–41c. Citation: Page — (line) | ||
260(t) | Λόγος εἰς τὸν πάγκαλον Ἰωσήφ | |
1 | Ὁ Θεὸς τοῦ Ἀβραάμ, ὁ Θεὸς τοῦ Ἰσαάκ, ὁ Θεὸς τοῦ Ἰακώβ, ὁ Θεὸς 〈ὁ〉 εὐλο‐ γημένος, ὁ ἐκλεξάμενος τὸ σπέρμα τὸ ἅγιον τῶν ἰδίων θεραπόντων τῶν ἀγαπησάν‐ των σε, δώρησαι ὡς ἀγαθός, ἵνα βλύσῃ ἐν ἐμοὶ τὰ ῥεῖθρα τῆς χάριτος ἐν πολλῇ δαψιλείᾳ, ὅπως ἂν δυνηθείην φαιδρόν τε καὶ μέγιστον ἱστορῆσαι θέατρον τοῦ παγ‐ | |
---|---|---|
5 | κάλου Ἰωσήφ, τοῦ γεγονότος ἀεὶ σεμνοῦ στηρίγματος τοῦ βαθυτάτου γήρως τοῦ πατριάρχου Ἰακώβ. Οὗτος γάρ, οὗτος ὁ παῖς, ἐκ νεαρᾶς ἡλικίας τὰς δύο παρουσίας τοῦ Χριστοῦ διέγραψε· τὴν πρώτην, τὴν γενομέμην ἐκ παρθένου Μαρίας, καὶ τὴν μέλλουσαν πάλιν ἐκθροεῖν τὰ σύμπαντα. Οὐκοῦν νῦν, ἀγαπητοί, ὑπὸ Χριστοῦ ἠγαπημένοι, ἑδραῖοι γενώμεθα, γεγηθό‐ | |
10 | τες τῇ ψυχῇ, ὡς ἀμετεώρως ἀκούειν καὶ θεωρεῖν τηλικαῦτα πράγματα εὐπρεπε‐ | |
στάτου παιδός. Ἐγὼ δέ, ἀδελφοί μου, οὐ τοῦτο μόνον λέγω, ὅτι εὐπρεπέστατόν ἐστι | 260 | |
261 | τὸ μειράκιον, ἀλλὰ καὶ θαυμαστόν, καὶ πηγὴ σωφροσύνης, νικητὴς ἄριστος, τρό‐ παιον θαυμαστόν. Διὸ δὴ μάλιστα τύπος ἐγένετο τῆς μελλούσης ἐκείνης τοῦ Κυρίου παρουσίας. Ἐκβαλέτω οὖν ἕκαστος τῆς ἰδίας ψυχῆς ἅπασαν μέριμναν τῶν γηΐνων πρα‐ | |
5 | γμάτων, καὶ δεξάσθω ἐν πόθῳ τὰ μελικὰ ᾄσματα· εἰσὶ γὰρ πνευματικά, εὐφραίνον‐ τα τὴν ψυχήν. Ὥσπερ γὰρ ὁ Κύριος ἀπεστάλη πρὸς ἡμᾶς ἐκ τοῦ κόλπου τοῦ πατρι‐ κοῦ τοῦ σῶσαι πάντας ἡμᾶς, οὕτω 〈καὶ〉 ὁ παῖς Ἰωσὴφ ἐκ τοῦ κόλπου τοῦ πατρικοῦ Ἰακὼβ ἀπεστάλη ἱστορῆσαι τοὺς ἰδίους ἀδελφούς. Καὶ καθὼς οἱ ἀπηνεῖς ἀδελφοὶ τοῦ Ἰωσήφ, ἅμα ἐθεάσαντο αὐτὸν προσεγγίζοντα, ἤρξαντο λογίζεσθαι πονηρίαν | |
10 | κατ’ αὐτοῦ, καίτοι φέροντος αὐτοῦ πρὸς αὐτοὺς εἰρήνην παρὰ τοῦ πατρός, οὕτω καὶ οἱ Ἰουδαῖοι σκληροκάρδιοι ἀεί, ἄμα θεάσαντες τὸν Σωτῆρα ἔλεγον, οὗτός ἐστιν ὁ κληρονόμος, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται τὸ πᾶν. Καὶ ὅπως ἀδελφοὶ τοῦ Ἰωσὴφ ἔλεγον, ἀνέλωμεν δὴ αὐτόν, καὶ ἀπαλλασσώμεθα τῶν ἐνυπνίων αὐτοῦ, τὸν | |
αὐτὸν δὴ τρόπον καὶ οἱ Ἰουδαῖοι ἔλεγον, δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ κατάσχω‐ | 261 | |
262 | μεν τὴν κληρονομίαν αὐτοῦ. Οἱ ἀδελφοὶ τοῦ Ἰωσὴφ ἐσθιόμενοι ἅμα δὴ ἐπώλησαν αὐτόν, σφάξαντες τῇ προθέσει· οὕτω τὸν αὐτὸν τρόπον καὶ οἱ Ἰουδαῖοι βδελυκτοί, τὸ πάσχα ἐσθίοντες, ἔσφαξαν τὸν Σωτῆρα. Ἡ κάθοδος Ἰωσὴφ εἰς Αἴγυπτον σημαίνει τὴν τοῦ Σωτῆρος ἡμῶν κάθοδον ἐπὶ τῆς γῆς. Καὶ ὃν τρόπον Ἰωσὴφ ἐν τῷ θαλάμῳ | |
5 | ἔνδον κατεπάτησε πᾶσαν ἰσχὺν τῆς ἁμαρτίας, λαμπρὰ περιθέμενος τὰ τῆς νίκης ἔπαθλα κατὰ τῆς Αἰγυπτίας τῆς ἑαυτοῦ δεσποίνης, οὕτω καὶ ὁ Κύριος ἡμῶν, ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν, τῇ ἑαυτοῦ δεξιᾷ, καταβὰς εἰς τὸν ᾅδην, ἐκεῖσε ἐξέλυσε πᾶσαν τὴν δυναστείαν τοῦ δεινοτάτου καὶ δυσαλώτου τυράννου. Ἐπειδὴ ἁμαρτίαν ἐνίκησεν Ἰωσήφ, ἐν τῇ φρουρᾷ τίθεται, μέχρις ὥρας στέμματος· οὕτω καὶ ὁ Κύριος | |
10 | ἡμῶν, ἵνα ἄρῃ πᾶσαν ἁμαρτίαν τοῦ κόσμου, ἐν τῷ μνήματι τίθεται. Ἰωσὴφ ἐν τῇ φρουρᾷ διετῆ χρόνον ἐποίησε, διατρίψας ἐκεῖσε ἐν ἀδείᾳ μεγάλῃ· ὁ δὲ Κύριος ἡμῶν τρεῖς ἡμέρας ἐν ᾅδῃ ἔμεινεν, ὡς δυνατός, μὴ ὑπομείνας φθοράν. Ἰωσὴφ ἐκ φυλακῆς | |
τῇ κελεύσει Φαραὼ ἐκβάλλεται εὐμενῶς, ὡς τύπος ἀληθινός, ἑρμηνεύων ῥᾳδίως | 262 | |
263 | ἐνυπνίων τὴν λύσιν, εὐθηνίαν σημαίνων τὴν μέλλουσαν ἔσεσθαι· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἠγέρθη ἐκ νεκρῶν τῇ ἰδίᾳ δυνάμει, σκυλεύσας τὸν ᾅδην, προσφέ‐ ρων τῷ Πατρὶ αὐτοῦ τὴν ἡμῶν καταλλαγήν, κηρύσσων ἀνάστασιν καὶ ζωὴν αἰώ‐ νιον. Ἰωσὴφ ἐκάθισεν ἐν ἅρματι Φαραώ, λαβὼν ἐξουσίαν ἐπὶ πᾶσαν Αἴγυπτον· ὁ δὲ | |
5 | Σωτὴρ ἡμῶν, βασιλεὺς πρὸ αἰώνων, ἀνελθὼν εἰς οὐρανοὺς ἐν νεφέλῃ φωτεινῇ, ἐκ δεξιῶν τοῦ Πατρὸς κάθηται μετὰ δόξης, ἐπάνω τῶν Χερουβείμ, ὡς Υἱὸς μονογε‐ νής. Ἐν δὲ τῷ βασιλεύειν Ἰωσὴφ εἰς Αἴγυπτον, λαβὼν ἐξουσίαν κατὰ τῶν ἐχθρῶν αὐτοῦ, ἄγονται ἑκουσίως οἱ ἀδελφοὶ αὐτοῦ ἔμπροσθεν τοῦ βήματος τοῦ θανέντος ὑπ’ αὐτῶν· ἄγονται προσκυνεῖν μετὰ φόβου καὶ τρόμου ἔμπροσθεν τοῦ πραθέντος ὑπ’ | |
10 | αὐτῶν εἰς θάνατον, καὶ φόβῳ προσκυνοῦσιν ἐνώπιον Ἰωσήφ, ὃν οὐκ ἐβουλήθησαν βασιλεύειν ἐπ’ αὐτούς. Ἐπιγνοὺς δὲ Ἰωσὴφ τοὺς ἀδελφοὺς αὐτοῦ, ἀνέδειξε φο‐ | |
νευτὰς ἐν μιᾷ αὐτοῦ ῥήσει· μαθόντες δὲ ἐκεῖνοι, ἔστησαν ἄνεοι ἐν αἰσχύνῃ μεγάλῃ, | 263 | |
264 | μὴ τολμῶντες φθέγξασθαι, μὴ ἔχοντες παντελῶς τί ἀπολογήσασθαι, γινώσκοντες ἀκριβῶς τὴν ἑαυτῶν ἁμαρτίαν ἐν τῇ ὥρᾳ ἐκείνῃ, ᾗ πέπρακαν αὐτόν· ὁ δὲ δοκῶν ἐν αὐτοῖς διαπεφθάρθαι ἐν ᾅδῃ, εὑρέθη αἰφνιδίως βασιλεύων ἐπ’ αὐτούς. Οὕτω καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ, ὅταν ἔλθῃ ὁ Κύριος ἐν νεφέλαις ἀέ‐ | |
5 | ρων, κάθηται ἐπὶ θρόνου τῆς αὐτοῦ βασιλείας, καὶ ἄγονται δέσμιοι ὑπὸ Ἀγγέλων φοβερῶν πάντες οἱ ἐχθροὶ αὐτοῦ ἔμπροσθεν τοῦ βήματος αὐτοῦ, ὅσοι οὐκ ἠθέλησαν βασιλεύειν ἐπ’ αὐτούς. Ἐνόμισαν γὰρ τότε οἱ ἄνομοι Ἰουδαῖοι ὅτι, ἐὰν σταυρωθῇ, θνῄσκει ὡς ἄνθρωπος· μὴ πεισθέντες οἱ ἄθλιοι ὅτι Θεὸς τυγχάνει ἥκων εἰς σωτηρίαν τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν. Καθάπερ Ἰωσὴφ ἔλεγε παρρησίᾳ τοῖς ἀδελφοῖς αὐτοῦ | |
10 | ἐκφοβῶν καὶ ἐκτρέμων, ἐγώ εἰμι Ἰωσήφ, ὃν ὑμεῖς ἀπέδοσθε εἰς δουλείαν, νῦν δὲ βασιλεύω ὑμῶν, μὴ θελησάντων, οὕτω καὶ ὁ Κύριος δείκνυσι τὸν σταυρὸν ἐν τύπῳ φωτοειδεῖ τοῖς αὐτὸν σταυρώσασι καὶ ἐπιγινώσκουσιν αὐτὸν τὸν σταυρὸν καὶ τὸν Υἱὸν τοῦ Θεοῦ τὸν σταυρωθέντα ὑπ’ αὐτῶν. | |
Οἴδατε πῶς ἀκριβῶς γέγονεν ὁ Ἰωσὴφ τύπος ἀληθινὸς τοῦ ἰδίου Δεσπότου, | 264 | |
265 | ἐπειδὴ ἡ ἀρετὴ αὐτοῦ ἐξήνθησεν ἐκ νεαρᾶς ἡλικίας ἑκουσίᾳ τῇ γνώμῃ. Ἀρχὴν λοι‐ πὸν λαβόντες ἥξομεν ἐξηγεῖσθαι τὰς τοῦ ὁσίου παιδὸς ἀρετὰς ἐκφράσαντες. Οὗτος ὁ μακάριος ἑπτακαίδεκα ἔτη χρόνον διέτριψεν ἐν οἰκίᾳ πατρικῇ, προκόπτων καθ’ ἑκάστην εἰς τὸν φόβον τοῦ Θεοῦ καὶ καλῇ καταστάσει καὶ τιμῇ τῶν γονέων. Βλέπων | |
5 | δὲ ἀτοπίαν εἰς τοὺς ἀδελφοὺς αὐτοῦ, ἀνήγγειλε τῷ πατρὶ αὐτοῦ βραχύ τι ἐκ τῶν πολλῶν· ἀληθῶς γὰρ ἀρετὴ οὐ δύναται συμφυῆναι μετὰ τῆς ἀδικίας· ἄτοπον γὰρ τυγχάνει. Τούτου γὰρ χάριν ἐκεῖνοι ἐμίσουν τὸν Ἰωσήφ, ἐπειδὴ ἀλλότριος τῆς κα‐ κίας αὐτῶν ὑπῆρχεν. Ἐνάρετος ὢν ὁ παῖς, ἔχων ἐνύπνια ἑώρα ἐκεῖνα τὰ μέλλοντα συμβήσεσθαι εἰς αὐτὸν κατ’ οἰκονομίαν παρὰ Θεοῦ ὑψίστου. Ὁ δὲ πατὴρ Ἰακώβ, μὴ | |
10 | γνοὺς τὸ ἐν τῷ κρυπτῷ μῖσος τὸ κατὰ Ἰωσήφ, ἁπλότητι ἀγαπῶν τὸν Ἰωσήφ, δι’ ἄνθος ἀρετῆς διαπρέποντα ἀεὶ ἐκ νέας ἡλικίας. Νεμόντων δὲ ἐκείνων τὰ πρόβατα ἐν Συχέμ, συνέβη τὸν Ἰωσὴφ εἶναι σὺν τῷ πατρί· ὁ δὲ πατὴρ Ἰακώβ, ὡς πατὴρ φιλόστοργος, ἐμερίμνα δι’ αὐτῶν ἐν Συχέμ· καὶ λέγει τῷ Ἰωσήφ· δεῦρο, τέκνον, | |
ὕπαγε πρὸς τοὺς ἀδελφούς σου, καὶ ἱστόρησον ἀκριβῶς τὴν ὑγείαν αὐτῶν, ἅμα καὶ | 265 | |
266 | τῶν ποιμνίων· ἀνάκαμψαι δὲ ἐν τάχει. Λαβὼν δὲ Ἰωσὴφ τὴν ἐντολὴν τοῦ πατρός, ἀπῄει μετὰ χαρᾶς πρὸς τοὺς ἀδελφούς του, κομίζων εἰρήνην ἐκ προσώπου τοῦ πα‐ τρός, ἅμα καὶ τὴν μέριμναν, ἣν εἶχε περὶ αὐτῶν. Ἀπιόντος δὲ αὐτοῦ, πλανᾶται τὴν ὁδόν, μὴ εὑρὼν τοὺς ἀδελφοὺς σὺν τοῖς αὐτῶν ποιμέσι. Λυπουμένου δὲ καὶ στένον‐ | |
5 | τος δι’ αὐτούς, εὗρεν αὐτὸν ἄνθρωπος, δείξας αὐτῷ τὴν ὁδόν. Ὡς δὲ μηκόθεν αὐτοὺς ἑώρακεν ὁ Ἰωσήφ, ἀπῄει μετὰ χαρᾶς ἐπιποθῶν ἅπαντας τοῦ ἠσπάσθαι αὐτούς. Ἀ‐ πιόντος δὲ αὐτοῦ, ἰδόντες αὐτὸν ἐκεῖνοι καὶ ὡς θῆρες ἄγριοι ἀνελεῖν ἐβούλοντο τὸν Ἰωσήφ· αὐτὸς δὲ ὡς ἀρνίον ἄκακον ἀπεῖχε τὸ ἐμπεσεῖν εἰς τὰς χεῖρας τῶν πικρο‐ τάτων λύκων. Ὡς δὲ ἤγγισεν αὐτούς, ἠσπάσατο εὐμενῶς, εἰρήνην φέρων ἐκ προ‐ | |
10 | σώπου τοῦ πατρός· αὐτοὶ δὲ παραχρῆμα ἀναστάντες, ὡς θῆρες ἄγριοι, ἐξέδυσαν τὸν χιτῶνα τὸν ποικίλον, ὃν ἦν ἐνδεδυμένος, καὶ ἔβρυχον εἷς ἕκαστος ζῶντα αὐτὸν καταπιεῖν, ὠμοὶ καὶ ἀνελεεῖς τῇ αὐτῶν ἀπεχθείᾳ, καὶ τὸν σεμνὸν ἐκεῖνον καὶ ἅγιον παῖδα διαφόρως ᾔκιζον δι’ οἰκείαν μανίαν. | |
Θεωρῶν δὲ ὁ Ἰωσὴφ ἑαυτὸν ἐν κακοῖς ὄντα, παντελῶς οὐδεὶς ὑπῆρχεν ἔχων | 266 | |
267 | οἰκτιρμόν, εἰς δέησιν λοιπὸν χωρεῖ, καὶ δάκρυα καὶ στεναγμοὺς προβάλλεται, καὶ ὑψώσας φωνὴν αὐτοῦ ἐδέετο αὐτῶν, λέγων· εἰς τί ὑμεῖς ὀργίζεσθε; Παρακαλῶ πάν‐ τας ὑμᾶς ἀνέχεσθαί με βραχύ τι, ἵνα δεηθῶ, ἀδελφοί μου. Ἡ μήτηρ μου κεκοίμη‐ ται, καὶ Ἰακὼβ ἄχρι τοῦ νῦν πενθεῖ αὐτὴν καθ’ ἑκάστην, καὶ βούλεσθε ἄλλο πένθος | |
5 | προσάγειν τῷ πατρὶ ἡμῶν, τοῦ προτέρου ἐμμένοντος καὶ μήπω διαβάντος. Παρα‐ καλῶ πάντας ὑμᾶς ἀνέχεσθαί με βραχύ, μὴ χωρισθῶ τοῦ Ἰακώβ, μὴ κατέλθῃ τὸ γῆρας αὐτοῦ μετ’ ὀδύνης εἰς ᾅδην. Ὁρκίζω οὖν ὑμᾶς πάντας κατὰ τοῦ Θεοῦ τῶν πατέρων ἡμῶν, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τὸν ἐξ ἀρχῆς καλέσαντα τὸν Ἀ‐ βραάμ, καὶ εἰπόντα· ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ | |
10 | οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω καὶ δωρήσομαι. Καὶ πλη‐ θυνῶ τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, τὴν οὖσαν ἀναρίθμητον. Τὸν Θεὸν τὸν ὕψιστον, τὸν δώσαντα ὑπομονὴν τῷ Ἀβραάμ, μονογενῆ υἱὸν αὐτοῦ εὐπροθύμως προσενεγκεῖν εἰς θυσίαν | |
τὸν Ἰσαάκ, ἵνα λογισθῇ τῷ Ἀβραὰμ ἡ ὑπομονὴ εἰς καύχημα. Τὸν Θεόν, τὸν ῥυσάμε‐ | 267 | |
268 | νον Ἰσαὰκ ἐκ θανάτου καὶ δόντα κριὸν ἀντ’ αὐτοῦ εἰς ὁλοκάρπωσιν εὐπρόσδεκτον. Τὸν Θεὸν τὸν ἅγιον, τὸν δώσαντα εὐλογίαν τῷ Ἰακὼβ ἐκ στόματος Ἰσαὰκ πατρὸς αὐτοῦ. Τὸν Θεόν, 〈τὸν〉 καταβάντα μετ’ Ἰακὼβ ἐκ Χαρρὰν εἰς Μεσοποταμίαν, ὅθεν ἐξῄει Ἀβραάμ. Τὸν Θεόν, τὸν ῥυσάμενον Ἰακὼβ ἐκ θλίψεως καὶ εἰπόντα δοῦναι | |
5 | αὐτῷ εὐλογίαν. Μὴ στερηθῶ τοῦ Ἰακώβ, καθὼς Ῥαχὴλ ἐστερήθην· μὴ πενθήσῃ με, καθὼς Ῥαχὴλ ἐπένθησε· μήτε πάλιν σκοτισθῇ τὰ ὄμματα Ἰακώβ, καθορᾶν προσ‐ δοκῶντα τὴν εἴσοδόν μου τὴν πρὸς αὐτόν. Πέμψατέ με πρὸς Ἰακώβ, τὸν πατέρα μου, δάκρυά μου δεξάμενοι. Προπέμψατέ με πρὸς αὐτόν. Ταῦτα αὐτοῦ ὁρκίσαντος κατὰ τοῦ Θεοῦ τῶν πατέρων, παραχρῆμα ἐπέβαλον | |
10 | οἱ δεινοὶ εἰς λάκκον, μήτε τὸν Θεὸν φοβηθέντες, μήτε ὅρκον αἰδεσθέντες, καίτοι περιπτυσσομένου αὐτοῦ τοῖς ἴχνεσι πάντων, καὶ βρέχοντος τοῖς δάκρυσι τὰ ἴχνη τῶν ἀδελφῶν, καὶ βοῶντος καὶ λέγοντος, ἀδελφοί, ἐλεήσατέ με, ἐβλήθη παρευθὺς ἐν τῷ λάκκῳ παρ’ αὐτῶν. Ἐμβληθέντος δὲ τοῦ Ἰωσὴφ ἐν τῷ λάκκῳ τῆς ἐρήμου, ἐν δά‐ | |
κρυσι πικροτάτοις καὶ θρήνοις ἐλεεινοῖς ἐθρήνησε καὶ αὑτὸν καὶ τὸν πατέρα Ἰακώβ, | 268 | |
269 | δακρύων τε ἔλεγεν ἐν στεναγμοῖς ἀλαλήτοις· ἔφη δέ· πάτερ Ἰακώβ, ἴδε τὰ συμ‐ βάντα τῷ τέκνῳ σου, ὅτι ἰδοὺ ἐν τῷ λάκκῳ βέβλημαι, ὥσπερ νεκρός. Ἰδοὺ αὐτὸς προσδοκᾷς με ἐπανελθεῖν πρὸς σέ, πάτερ, καὶ νῦν ἐν τῷ λάκκῳ κατάκειμαι, ὥσπερ φονεύς. Αὐτός, πάτερ, εἴρηκάς μοι, πορεύθητι, ἐπίσκεψαι τοὺς ἀδελφούς σου σὺν | |
5 | ποιμέσιν, ἀνακάμψας μετὰ σπουδῆς, καὶ ἰδού, αὐτοὶ ὥσπερ λύκοι ὠμότατοι γε‐ γόνασι, καὶ μετ’ ὀργῆς ἐχώρισάν με ἀπὸ σοῦ, καλὲ πάτερ. Οὐκέτι γὰρ θεωρεῖς με, οὔτε τῆς φωνῆς μου ἀκούεις, οὔτε πάλιν τὸ γῆράς σου ἐπ’ ἐμὲ στηρίζεται, οὐδὲ πά‐ λιν ἐγὼ ὁρῶ τὰς ἁγίας σου πολιάς, ὅτι νεκροῦ τεθαμμένου οὐκ ἀμείνων εἰμὶ ἐγώ. Κλαῦσον, πάτερ, τὸ τέκνον σου, καὶ ὁ υἱός σου τὸν πατέρα, ὅτι οὕτως ἐχωρίσθην ἐκ | |
10 | παιδόθεν τοῦ προσώπου σου. Τίς δώσει μοι περιστερὰν φθεγγομένην ἐν λέξεσιν, ἵνα ἐλθοῦσα ἀναγγελῇ τῷ γήρᾳ τὸν κλαυθμόν μου; Ἐξέλιπον, πάτερ, τὰ δάκρυα καὶ οἱ στεναγμοί· ἠτόνησε καὶ ἡ φωνή· καὶ οὐκ ἔστιν ὁ βοηθῶν. Ὦ γῆ, ὦ γῆ, ἡ βοήσασα πρὸς τὸν Θεὸν τὸν ἅγιον περὶ Ἄβελ τοῦ δικαίου, | |
ἀναιρεθέντος ἀδίκως, καθώς ἐστι παράδοσις ἐκ προγόνων πατέρων, ὅτι ἡ γῆ ἐβό‐ | 269 | |
270 | ησε πρὸς τὸν Θεὸν διὰ τὸ αἷμα τοῦ δικαίου, αὐτὴ καὶ νῦν βόησον πρὸς Ἰακὼβ τὸν πατέρα μου, γνωρίζουσα αὐτῷ σαφῶς τὸ συμβάν μοι παρὰ τῶν ἀδελφῶν μου. Ὡς δὲ οἱ ὠμοὶ ἐνέβαλον τὸν Ἰωσὴφ ἐν τῷ λάκκῳ, ἐκάθισαν τοῦ φαγεῖν καὶ πιεῖν μετὰ χαρᾶς. Ὥσπερ ἄν τις νικήσας πόλεμον πτερώσηται, οὕτω καὶ οὗτοι μετὰ | |
5 | χαρᾶς τῆς καρδίας ἀνέκειντο. Καὶ ἐσθιόντων αὐτῶν καὶ πινόντων ἐν χαρμοσύνῃ, ἄφνω ἦραν τοὺς ὀφθαλμούς, καὶ βλέπουσιν ἐρχομένους ἐμπόρους Ἰσμαηλίτας, ἀπιόντας εἰς Αἴγυπτον, ἔχοντας καὶ καμήλους βαστάζοντας ἀρώματα· καὶ λέγουσι πρὸς ἀλλήλους· πολὺ κρεῖττον ἡμῖν ἐστιν ἀποδόσθαι τὸν Ἰωσὴφ τοῖς ξένοις τοῖς ἐμπόροις τούτοις, ἵνα ἀπελθόντος τελευτήσῃ ἐν χώρᾳ ἀλλοτρίᾳ, καὶ μὴ ἔστω ἡ χεὶρ | |
10 | ἡμῶν ἐν ἡμετέρῳ ἀδελφῷ. Καὶ ἀνείλκυσαν αὐτὸν ἐκ τοῦ λάκκου τὸν ἴδιον ἀδελφόν, ὡς θῆρες ἄγριοι, καὶ λαβόντες τὴν τιμὴν αὐτοῦ ἀπέδοντο τοῖς ἐμπόροις, μὴ μνη‐ σθέντες πατρὸς αὐτῶν τὴν μέριμναν καὶ τὴν λύπην. Τῶν δὲ ἐμπόρων ὁδευόντων, κατήντησαν ἐν τῇ ὁδῷ ἐν τόπῳ τοῦ ἱπποδρόμου ἔνθα ἐστὶν ὁ τάφος Ῥαχήλ· ἐκεῖσε γὰρ ἦν θανοῦσα ἐν ὁδῷ τοῦ ἱπποδρόμου, ἐπανιόν‐ | |
15 | τος Ἰακὼβ ἐκ τῆς Μεσοποταμίας. Ὡς δὲ εἶδεν Ἰωσὴφ τὸν τάφον Ῥαχὴλ τῆς μη‐ | 270 |
271 | τρὸς αὐτοῦ, προσδραμὼν ἔπεσεν ὑπεράνω τοῦ μνήματος, καὶ ὑψώσας φωνὴν αὐτοῦ ὠλόλυξεν ἐν δάκρυσι, καὶ ἐβόα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, λέγων οὕτω· Ῥαχήλ, Ῥαχήλ, μῆτερ ἐμή, ἐγέρθητι ἐκ τοῦ χοὸς καὶ θέασαι τὸν Ἰωσήφ, ὃν ἠγάπησας, τί γέγονεν. Ἰδού, οὕτως αἰχμάλωτος ἀπάγεται εἰς Αἴγυπτον, ἐν χερσὶν ἀλλοτρίων, παραδοθεὶς | |
5 | ὡς κακοῦργος. Οἱ ἀδελφοί μου ὁλόγυμνον ἀπέδοντο εἰς δουλείαν, καὶ Ἰακὼβ οὐκ ἐμάνθανεν ὅτι ἐγὼ παρεδόθην. Ἄνοιξόν μοι, μῆτερ ἐμή, καὶ δέξαι με 〈ἐν〉 τῷ τάφῳ σου. Μία ἡ κλίνη ἐμοῦ καὶ σοῦ γενέσθω δὴ ὁ τάφος σου. Δέξαι, Ῥαχήλ, τὸ τέκνον σου, ἵνα μὴ ἔσται βιοθανής. Δέξαι, μῆτερ, τὸν ἐξαίφνης στερηθέντα τοῦ Ἰακώβ, καθ’ ὃν τρόπον καὶ ἀπὸ σοῦ ἐστερήθην παιδόθεν. Ἄκουσον, μῆτερ ἐμή, τοὺς στεναγμοὺς | |
10 | τῆς καρδίας μου, καὶ δέξαι με ἐν τῷ τάφῳ σου. Οὐκέτι γὰρ βαστάζουσιν οἱ ὀφθαλ‐ μοί μου δακρύειν, οὐδὲ ἡ ψυχή μου εὐτονεῖ ὀλολύζειν ἐν στεναγμοῖς. Ῥαχήλ, Ῥα‐ χήλ, οὐκ ἀκούεις φωνῆς υἱοῦ σου Ἰωσήφ; Ἰδού, βίᾳ ἀπέρχομαι, καὶ οὐ θέλεις με δέξασθαι; Τὸν Ἰακὼβ ἐκάλεσα, καὶ τῆς φωνῆς μου οὐκ ἤκουσεν. Ἰδοὺ πάλιν καὶ σὲ καλῶ, καὶ οὐδὲ σύ μου ἀκούεις. Ἐνταῦθα ἀποθανοῦμαι, ὑπεράνω τοῦ τάφου σου, | |
15 | ἵνα εἰς γῆν ἀλλοτρίαν μὴ ἀπέλθω ὡς κακοῦργος. | 271 |
272 | Ὡς δὲ ἐθεάσαντο αὐτόν, πάντες ὁμοθυμαδὸν οἱ ἄνδρες Ἰσμαηλῖται, οἱ λαβόν‐ τες τὸν Ἰωσήφ, ὅτι οὕτως ἔδραμε καὶ ἐπ’ ὄψιν ἔπεσεν ὑπεράνω τοῦ τάφου τῆς μη‐ τρὸς αὐτοῦ Ῥαχήλ, πρὸς ἀλλήλους ἔλεγον· οὗτος ὁ νεανίας γοητείας βούλεται ἐργάσασθαι εἰς ἡμᾶς, ὅπως ἂν δυνηθῇ ἀποδρᾶσαι ἀφ’ ἡμῶν, ἡμῶν μὴ γινωσκόν‐ | |
5 | των πῶς ἀφανὴς γίνεται. Συλλάβωμεν δὴ αὐτόν, καὶ δήσωμεν ἀσφαλῶς, ἵνα μὴ πάντας ἡμᾶς ἀφανεῖς καταστήσῃ. Προσελθόντες δὲ αὐτῷ εἶπον ἐμβριμώμενοι· ἐγέρθητι λοιπόν, καὶ παῦσαι γοητεύων, ὅπως μὴ πατάξαντές σε ἐπάνω τοῦ μνήμα‐ τος, ζημιωθῶμεν τὸ χρυσίον τὸ δοθὲν ὑπὲρ σοῦ. Ἀναστάντος δὲ αὐτοῦ, εἶδον αὐτὸν ἅπαντες φλεγόμενον τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ πικροῦ κλαυθμοῦ, καὶ ἤρξαντο | |
10 | ἕκαστος ἐπερωτᾶν ἐπιεικῶς· τί δακρύεις; Δεινῶς γὰρ ἀδημονεῖς, ἀφ’ οὗ εἶδες τὸν τάφον τοῦτον, ὄντος σου ἐν ὁδῷ τοῦ ἱπποδρόμου τούτου. Θαρσαλέως λέγε ἡμῖν ἐκβαλὼν τὴν δειλίαν, τίς σου ἐστὶν ἡ ἐργασία, καὶ διατί ἀπεδόθης. Ἐκεῖνοι οἱ ποι‐ μένες, ὅταν σε ἀπέδοντο, οὕτως ἡμῖν ἔλεγον· ἀσφαλίσασθε αὐτόν, ὅπως μὴ ἀπο‐ δράσῃ ἀφ’ ὑμῶν ἐν τῇ ὁδῷ· ἀθῶοί ἐσμεν καὶ ἡμεῖς, ἰδοὺ προείπαμεν. Τοίνυν λέγε | |
15 | ἡμῖν ἀκριβῶς, τίνος δοῦλος ὑπάρχεις· ἐκείνων τῶν ποιμένων ἢ ἐλευθέρου τινός; Καὶ | |
γνώρισον ἡμῖν, ἕνεκα τίνος ἐπάνω τοῦ μνήματος ἔπεσες ποθεινῶς; Ἡμεῖς σε ὠνη‐ | 272 | |
273 | σάμεθα, καὶ δεσπόται σου ἐσμέν. Φράσον ἡμῖν πάντα τὰ κατὰ σέ. Ἐὰν κρύψῃς ἀφ’ ἡμῶν τὰ κατὰ σέ, τίνι ἔχεις γνωρίσαι; Παῖς ἡμῶν τυγχάνεις. Καθὼς εἶπον ἡμῖν ἐκεῖνοι οἱ ποιμένες, ἀποφυγεῖν βούλει, ἡμῶν ῥᾳθυμησάντων. Ἀλλὰ παρακλήθητι, καὶ εἰπὲ ἡμῖν σαφῶς, τίς σου ἐστὶν ἡ πρᾶξις· φαίνῃ γὰρ ἡμῖν ἐλεύθερος. Οὐ χρη‐ | |
5 | σόμεθά σοι ὡς δούλῳ, ἀλλ’ ὥσπερ ἀδελφῷ ἢ υἱῷ ἠγαπημένῳ. Βλέπομεν γὰρ με‐ γίστην ἐλευθερίαν καὶ πολλὴν ἐπιστήμην ἐν πολλῇ καταστάσει· ἄξιος γὰρ εἶ καὶ βασιλεῖ παρίστασθαι, καὶ σὺν μεγιστᾶσι τιμᾶσθαι, νεανία. Τὸ γὰρ κάλλος σου τοῦτο ἐν εὐπρεπείᾳ πολλῇ καὶ τιμῇ, ἐν ἐξουσίᾳ στήσει σε ἐν τάχει, καὶ ἔσῃ ἡμῶν φίλος καὶ γνώριμος ἐκεῖσε, ὅπου σε ἀπάγομεν, τοῦ εἶναί σε ἐν χαρᾷ. Τίς γὰρ οὐ ποθήσειε | |
10 | τοιοῦτον παῖδα πλήρη κάλλους ὀφθαλμῶν, εὐγενῆ τε καὶ σοφόν; Ὑπολαβὼν δὲ ὁ Ἰωσὴφ εἶπεν αὐτοῖς ἐν στεναγμοῖς· οὔτε δοῦλος ἐγενόμην, οὔτε γόης, οὔτε πάλιν ἡμαρτηκώς τι, ἀπεδόθην χερσὶν ὑμῶν· ἀλλὰ υἱὸς ἠγαπημέ‐ νος ἐγενόμην τῷ πατρί μου, ὁμοίως καὶ τῇ μητρί μου παμφίλτατος υἱός. Ἐκεῖνοι δὲ οἱ ποιμένες ἀδελφοί μου τυγχάνουσι, καὶ ὁ πατήρ μου ἀπέστειλεν ἰδεῖν αὐτούς, πῶς | |
15 | ἔχουσιν· ὡς πατὴρ φιλόστοργος ἐμερίμνα τὰ περὶ αὐτῶν· ἐχρόνισαν γὰρ ἐκεῖνοι | 273 |
274 | χρόνον τινὰ ἐν ὄρεσι, χάριν τούτου ἀπεστάλην παρὰ τοῦ πατρὸς ἰδεῖν αὐτούς. Ἐκεῖ‐ νοι δὲ λαβόντες με παραχρῆμα ἀπέδοντο ὑμῖν εἰς δουλείαν, ζήλῳ δεινῷ φερόμενοι· ἀπώσαντό με ἐκ πατρός, μὴ φέροντες τὴν ἀγάπην, ἣν ἠγάπα με ὁ πατήρ. Ὁ δὲ τά‐ φος ἐνθάδε τῆς μητρός μου ἐστίν. Ὡς γάρ ποτε ἀνήρχετο ὁ πατήρ μου ἐκ τῆς Χαρ‐ | |
5 | ράν, ἔνθεν διῆλθεν ἀπελθεῖν εἰς τὸν τόπον, ὃν νῦν οἰκεῖ· καὶ παριόντος τοῦ πατρός μου, θνῄσκει ὧδε ἡ μήτηρ μου, καὶ θάπτεται ἐν τῷ τάφῳ τούτῳ, ἐν ᾧ ὑμεῖς θεωρεῖτε. Ἀκούσαντες δὲ ἐκεῖνοι, ἐδάκρυσαν περὶ αὐτοῦ, καὶ λέγουσιν αὐτῷ· μὴ φο‐ βηθῇς, νεανία· εἰς γὰρ μεγίστην τιμὴν σὺ ἀπέρχῃ εἰς Αἴγυπτον. Ὁ χαρακτὴρ γάρ σου δηλοῖ περὶ τῆς σῆς εὐγενείας. Εὐπρόθυμος γενοῦ δὲ μᾶλλον ἀπαλλαγεὶς ἐκ τοῦ | |
10 | φθόνου καὶ μίσους τῶν ἀδελφῶν τῶν σε ἡμῖν πεπρακότων. Οἱ δὲ ἀδελφοὶ τοῦ Ἰωσήφ, ὅταν αὐτὸν ἀπέδοντο, ἐνέγκαντες τράγον κατέ‐ σφαξαν εὐπροθύμως, καὶ τὸν χιτῶνα Ἰωσὴφ τοῦ ὁσίου μολύναντες, παραυτίκα ἀπέ‐ στειλαν τῷ πατρὶ αὐτῶν, φάσκοντες· ἡμεῖς τοῦτον εὑρήκαμεν ἐρριμμένον ἐν ὄρεσι, καὶ εὐθέως ἔγνωμεν ὅτι τοῦτό ἐστι τὸ ἔνδυμα τοῦ ἀδελφοῦ ἡμῶν, καὶ ἐν λύπῃ ἐσμὲν | |
15 | πάντες περὶ αὐτοῦ. Χάριν τούτου πρὸς σέ, πάτερ, ἐπέμψαμεν τὸν χιτῶνα τὸν ποικί‐ | 274 |
275 | λον τοῦ Ἰωσήφ, μὴ εὑρόντες τὸν ἀδελφὸν ἡμῶν. Ἐπίγνωθι δὲ καὶ αὐτός, ἐάν ἐστι τοῦ υἱοῦ σου· πάντες γὰρ ἔγνωμεν εἶναι τοῦ Ἰωσήφ. Ἰδὼν δὲ ὁ Ἰακὼβ τὸν χιτῶνα, ἐβόησε μετὰ κλαυθμοῦ καὶ ὀδυρμοῦ πικροτά‐ του, λέγων· τοῦ Ἰωσὴφ τοῦ υἱοῦ μου ἐστὶ τοῦτο τὸ ἔνδυμα. Θηρίον πονηρὸν κατέ‐ | |
5 | φαγε τὸν υἱόν μου. Ὀλολύζων δὲ ἔλεγεν ἐν στεναγμοῖς ἀφορήτοις· ἐγὼ ἀντὶ σοῦ, υἱέ, διατί μᾶλλον οὐκ ἐβρώθην ἐγώ; Διατί ἐμοὶ αὐτίκα οὐ συνήντησε τὸ θηρίον, καὶ ἐξ ἐμοῦ ἐμφορηθὲν κατέλιπέ σε, υἱέ μου; Διατί οὐκ ἐσπάραξε τὸ θηρίον ἐμὲ μᾶλλον, καὶ γέγονα αὐτοῦ βρῶμα εἰς πλησμονήν; Οἴμοι, οἴμοι, τὰ σπλάγχνα μου σπαράτ‐ τονται ὑπὲρ Ἰωσήφ! Οἴμοι, οἴμοι, ποῦ ἐσφάγη ὁ υἱός μου, ἵνα ἀπελθὼν τὰς πολιάς | |
10 | μου καταξανῶ ὑπεράνω τοῦ κάλλους αὐτοῦ! Οὐκέτι γὰρ θέλω ζῆσαι, μὴ θεωρῶν τὸν Ἰωσήφ. Ἐγώ εἰμι ὁ αἴτιος τοῦ θανάτου σου, τέκνον. Ἐγώ εἰμι ὁ τυφλώσας τοὺς φωτεινούς σου ὀφθαλμούς. Ἐγώ, τέκνον, ἀνεῖλόν σε, ὁ ἀποστείλας σε πορευθῆναι ἐν τῇ ἐρήμῳ θεάσασθαι τοὺς ἀδελφούς σου σὺν ποιμέσι. Κλαύσομαι τὸ λοιπόν, τέ‐ | |
κνον, καὶ πενθήσω πᾶσαν ὥραν, μέχρις οὗ εἰς τὸν ᾅδην κατέλθω πρὸς σέ, υἱέ μου. | 275 | |
276 | Καὶ ἀντὶ τοῦ σώματος, τὸν χιτῶνά σου, Ἰωσήφ, θήσομαι πρὸ ὀφθαλμῶν, δακρύων ἀδιαλείπτως. Ἰδοὺ πάλιν ὁ χιτών σου εἰς ἕτερον μέγα πένθος καθίστησί με, υἱέ μου· ὑπάρχει γὰρ ὁλόκληρος, ὥστε οἶμαι οὐκ ἔφαγέ σε θηρίον, ὦ φίλτατε, ἀλλ’ ἐκ χειρῶν ἀνθρώπων ἐξεδύθης καὶ ἐσφάγης. Εἰ γάρ, ὡς οἱ ἀδελφοί σου φάσκουσιν ὅτι ἐβρώ‐ | |
5 | θης, ὁ χιτών σου κατὰ μέρους ἂν ἐσχίσθη· οὐ γὰρ πρῶτον ἐνδέχεται τὸ θηρίον ἐκδῦσαί σε, καὶ ἔπειτα ἐκ τῶν σαρκῶν σου ἐμφορηθῆναι. Ἐὰν δὲ πάλιν ἐξέδυσε καὶ ἔπειτα κατέφαγεν, ἀμόλυντος ἂν ὁ χιτών σου ἀφ’ αἵματος ἦν. Οὐκ ὀνύχων τὰ σχί‐ σματα, οὐκ ὀδόντων τὰ πήγματα τοῦ θηρίου ὑπάρχουσιν ἐν τῷ χιτῶνι. Πόθεν αἷμα; Εἰ δὲ πάλιν τὸ θηρίον τὸ φαγὸν Ἰωσὴφ μόνον ὑπῆρχε, πῶς πάντα εἶχεν ἐργάσασθαι; | |
10 | Τοῦτο ἐμοὶ μονωτάτῳ πένθος καὶ κοπετός ἐστιν, ἵνα πενθήσω τὸν Ἰωσὴφ καὶ κό‐ ψομαι τὸν χιτῶνα. Δύο πένθη, δύο κλαυθμοὶ καὶ κοπετοὶ πικρότατοι, τοῦ Ἰωσὴφ καὶ τοῦ χιτῶνος! Τὸ πῶς ἄρα ἐξεδύθη! Ἀποθανοῦμαι, Ἰωσήφ, τὸ ἐμὸν φῶς καὶ στήριγμα· ὁ χιτών σου σὺν ἐμοὶ νῦν καταβήτω εἰς ᾅδην· οὔτε γὰρ θέλω βλέπειν τὸ φῶς χωρίς σου, υἱέ μου Ἰωσήφ. Ἐκλιπέτω ἡ ψυχή μου σὺν τῇ ψυχῇ σου, Ἰωσὴφ | |
15 | τέκνον μου. | 276 |
277 | Οἱ δὲ Ἰσμαηλῖται λαβόντες τὸν Ἰωσήφ, ἐν σπουδῇ κατήγαγον αὐτὸν εἰς Αἴγυ‐ πτον, διαλογιζόμενοι ἅμα διὰ τὸ κάλλος αὐτοῦ χρημάτων ἐπιτυχεῖν ἐκ μεγιστᾶνός τινος. Αὐτῶν δὲ παριόντων ἐκ μέσου τῆς πόλεως, καὶ ἰδοὺ ὁ Πετεφρὴς αὐτίκα συνήν‐ τησεν αὐτοῖς, καὶ ἰδὼν τὸν Ἰωσὴφ ἐπυνθάνετο παρ’ αὐτῶν, λέγων· εἴπατε δή, ἔμπο‐ | |
5 | ροι, πόθεν ὁ νεανίας; Οὐ γὰρ ἔοικεν ὑμῖν· διότι πάντες ὑμεῖς Ἰσμαηλῖται, οὗτος δὲ περικαλλής. Οἱ δὲ ἀπεκρίναντο, λέγοντες· πάνυ εὐγενέστατος καὶ πλήρης ἐπιστή‐ μης ὑπάρχει ὁ παῖς οὗτος. Δοὺς δὲ αὐτοῖς τιμήν, ὅσην ἂν ἐβούλοντο πόθῳ, τὸν Ἰω‐ σὴφ ὠνήσατο παρ’ αὐτῶν. Καὶ εἰσαγαγὼν αὐτὸν εἰς τὸν ἴδιον οἶκον, ἐπηρώτα μαθεῖν τὴν ἀνατροφὴν αὐτοῦ. Ὁ δὲ ἀληθὴς βλαστὸς τοῦ ὁσίου σπέρματος τοῦ δικαίου Ἀ‐ | |
10 | βραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, προέκοπτεν ἀρετῇ καὶ πολλῇ καταστάσει ἐν οἰκίᾳ Πε‐ τεφρῆ, ἡμέραν καθ’ ἡμέραν ἀσκῶν ἐν ἀκριβείᾳ, βλέμματι καὶ ῥήματι σωφροσύνης τὸν βαθμόν, ἔχων ἀδιαλείπτως τὸν Θεὸν τὸν ἅγιον πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ, τὸν πάντα ἐφορῶντα· τὸν Θεὸν τῶν πατέρων, τὸν ῥυσάμενον αὐτὸν ἐκ λάκκου τοῦ θα‐ νάτου καὶ μίσους τῶν ἀδελφῶν. Πλὴν ἡ καρδία αὐτοῦ ἐλυπεῖτο συνεχῶς περὶ τοῦ | |
15 | πατρὸς αὐτοῦ, τοῦ ὁσίου Ἰακώβ. | 277 |
278 | Θεωρῶν δὲ Πετεφρὴς τὴν κατάστασιν τοῦ νεανίου, πολλήν τε ἐπιστήμην καὶ εὐγνωμοσύνην, πάντα, ἃ ἐκέκτητο, διὰ χειρῶν Ἰωσὴφ δέδωκε τοῦ παγκάλου, ὡς γνησίου υἱοῦ. Καὶ παντελῶς οὐκ ᾔδει τί ἐποίει Ἰωσὴφ ἐν πᾶσι πράγμασιν, οὔτε μέχρι ῥήματος, εἰ μὴ μόνον τὸν ἄρτον ὃν ἤσθιεν ἐν τῇ ὥρᾳ· εἶδε γὰρ τὸν Ἰωσὴφ | |
5 | πάνυ ὄντα πιστόν. Μάλιστα πεῖραν λαβὼν ὅτι ἐπληθύνοντο τὰ ὑπάρχοντα αὐτοῦ ἐν χειρὶ τοῦ Ἰωσήφ, καὶ χαρὰ ἦν μεγάλη παισί τε καὶ παιδίσκαις ἐν πᾶσι τοῖς ἀγαθοῖς τοῖς γινομένοις ὑπ’ αὐτοῦ. Ἡ δὲ δέσποινα αὐτοῦ ἰδοῦσα τὸν Ἰωσὴφ κάλλει καὶ ἐπιστήμῃ κεκοσμημένον, ἐτρώθη ἔρωτι καὶ μανίᾳ σατανικῇ, καὶ σφοδρῶς ἐπεθύμει κοιμηθῆναι μετ’ αὐτοῦ, | |
10 | καὶ τὸν σεμνὸν ἐκεῖνον καὶ πηγὴν σωφροσύνης εἰς βόθρον ἀσελγείας ἐμβαλεῖν ἐπε‐ θύμει. Μυρία τεχνάσματα καὶ καλλωπίσματα ποιοῦσα ἐλογίζετο ἀφειδῶς ἐργά‐ σασθαι εἰς ἀπάτην τοῦ νέου. Ὥραν μὲν καθ’ ὥραν ἀλλάσσουσα τὰς ἐσθῆτας, καὶ τὴν ὄψιν στίλβουσα, καὶ χρυσὸν ἐπιτιθεῖσα, νεύμασι σατανικοῖς καὶ μειδιάμασιν αἰ‐ σχροῖς ἐδελέαζεν ἡ τάλαινα τὰ ὅσια ὄμματα τοῦ δικαίου· ὑπελάμβανε γὰρ ἐκείνη ἐν | |
15 | τούτοις τοῖς σχήμασι ῥᾳδίως παγιδεῦσαι τὴν ψυχὴν τοῦ ὁσίου. Ἰωσὴφ δὲ τὸν φόβον | 278 |
279 | τοῦ Θεοῦ τετειχισμένος, οὔτε μέχρι νεύματος ἀπέβλεπεν εἰς αὐτήν. Ἰδοῦσα δὲ ἐκείνη ὅτι τὰ τεχνάσματα τῶν πολλῶν καλλωπισμάτων ἤργει πρὸς τὸν δίκαιον, πλείονι καύσωνι ἐκαίετο καὶ σφοδρῶς ἐλογίζετο, μὴ εὑρίσκουσα αὐτὸν τί ἔτι ποιήσειε. Καὶ λοιπὸν ἐνεθυμεῖτο ἀναιδῶς προσκαλέσασθαι αὐτὸν εἰς | |
5 | ἔργον ἀτιμίας, παρατηροῦσα ἅμα ὡσεὶ ἀσπὶς μαινομένη τοῦ ἐκχέειν ἐπ’ αὐτὸν τὸν ἰὸν τῆς ἀσελγείας· καὶ ἀναισχύντῳ προσώπῳ ἔλεγε πρὸς τὸν ὅσιον· ὦ Ἰωσήφ, κοι‐ μήθητι μετ’ ἐμοῦ, μὴ δειλανδρήσας παντελῶς· θαρσαλέως μοι πρόσελθε· ἀπολαύσω ἐγὼ τοῦ σοῦ κάλλους εἰς κόρον· κορέσθητι δὲ καὶ σὺ αὐτὸς τῆς ἐμῆς εὐμορφίας. Τῶν οἰκετῶν πάντων ἐν τῷ οἴκῳ σὺ ἔχεις ὅλην τὴν ἐξουσίαν. Ἄλλος ὅλως οὐ τολμᾷ εἰσιέ‐ | |
10 | ναι πρὸς ἡμᾶς, οὔτε ἀκούειν τὴν ἡμῶν ἐργασίαν. Ἐὰν δὲ τὸν ἄνδρα μου φοβούμε‐ νος οὐ θέλεις, ἐγὼ αὐτὸν ἀναιρῶ, δοῦσα αὐτῷ φάρμακον. Λοιπόν, πρόσελθέ μοι, καὶ πλήρωσον τὴν ἐπιθυμίαν μου, ὅτι πάνυ φλέγομαι εἰς τὸν σὸν πόθον. Ὁ δὲ ἀδαμάντινος λίθος, ψυχῇ καὶ σώματι, οὐχ ἡττήθη τῷ νοΐ, καὶ μάλιστα ἐν τοιαύτῃ ζάλῃ· ἀλλ’ ἀποκρούσας πάντα τὰ γενόμενα διὰ τὸν φόβον τοῦ Θεοῦ, | |
15 | [καὶ] τῇ πρεπούσῃ αὐτῷ καὶ καλῇ καταστάσει ἐπληροφόρει αὐτὴν ἐν ῥήμασι θεϊκοῖς, | 279 |
280 | λέγων αὐτῇ οὕτως· ὦ γύναι, οὐκ ἔστι καλὸν τοῦτο, πρᾶξαι τὴν ἁμαρτίαν μετὰ σοῦ, τῆς δεσποίνης μου· τὸν γὰρ Θεὸν ἐγὼ φοβοῦμαι. Ἰδοὺ γὰρ ὁ κύριός μου πάντα μοι παρέδωκε τὰ ὑπάρχοντα ἐν οἰκίᾳ καὶ ἀγροῖς, καὶ οὐκ ἔστιν ἄλλο τι, ὃ οὐκ ἔστιν ὑπὸ τὴν χεῖρά μου, πλὴν γάρ σου, τῆς δεσποίνης μου. Ἄτοπόν μοι οὖν ἐστι τηλικαύτην | |
5 | ἀγάπην ἀθετῆσαι τοιούτου δεσπότου, μάλιστα καὶ οὕτω με ἀγαπήσαντος. Πῶς ἔχω ποιῆσαι τοιαύτην ἁμαρτίαν ἐνώπιον τοῦ Θεοῦ, ὃς ἐτάζει καρδίας καὶ νεφρούς; Ταῦτα δὲ ἔλεγεν ὁ Ἰωσὴφ τὰ ὅσια ῥήματα καθ’ ὥραν πρὸς τὴν ἑαυτοῦ δέ‐ σποιναν, νουθετῶν, παρακαλῶν, ἐπιτιμῶν, ἐγκαλῶν, καὶ οὐδὲν θεϊκὸν ἐδέχετο· ἀλλ’ ὡς ἀσπίδος βυούσης τὰ ὦτα αὐτῆς, ἔτι περισσότερον ἐφλογίζετο, βρυούσης ἐν αὐτῇ | |
10 | κακῆς ἐπιθυμίας. Καθ’ ὥραν παρετήρει τοῦ εὑρεῖν καιρὸν ἐπιτήδειον τοῦ ἀναιδῶς βιάσασθαι τὸν σώφρονα. Θεωρῶν δὲ Ἰωσὴφ ὅτι οὕτως ἀναιδῶς τὸ γύναιον, ὡς θηρίον, ἐπέρχεται φθείρειν αὐτόν, ἀνύψωσε τὸ ὄμμα αὐτοῦ πρὸς τὸν Θεὸν τῶν πα‐ τέρων, καὶ συνεχῶς παρεκάλει τὸν Ὕψιστον, λέγων οὕτως· ὁ τοῦ Ἀβραὰμ καὶ Ἰ‐ | |
σαὰκ καὶ Ἰακὼβ Θεός, ὁ μέγας καὶ φοβερός, ἐξελοῦ με ἐκ τοῦ θηρίου τούτου· ἰδοὺ | 280 | |
281 | γάρ, αὐτὸς θεωρεῖς, Δέσποτα, τὴν μανίαν τῆς γυναικός, πῶς ἐν τῷ κρυπτῷ ἀπο‐ κτεῖναί με βούλεται ἐν πράξεσιν ἀσέμνοις, ἵνα ἔσομαι ἀποθανὼν ἐν ἁμαρτίαις ἅμα σὺν αὐτῇ καὶ τελείως χωρισθῶ ἀπὸ Ἰακὼβ τοῦ πατρός μου. Ἔρρυσάς με ἀπὸ θα‐ νάτου, Δέσποτα, ἐκ παρανόμων ἀδελφῶν· ῥῦσαί με πάλιν καὶ ἐνταῦθα ἐκ θηρίου | |
5 | μαινομένου, ἵνα μή εἰμι τοῖς ἔργοις ἀλλότριος τῶν πατέρων μου τῶν σφοδρῶς καὶ εὐσεβῶς ἀγαπησάντων σε, Κύριε. Καὶ στενάζων ἐκ βάθους τῆς καρδίας αὐτοῦ, τὸν Ἰακὼβ πάλιν προσεκαλεῖτο, λέγων· εὖξαι αὐτός, πάτερ, ὑπὲρ τοῦ τέκνου σου Ἰω‐ σήφ, ὅτι σφοδρὸς πόλεμος ἐπανέστη ἐπ’ ἐμέ, δυνάμενος χωρίσαι με ἀπὸ Θεοῦ· οὗτος πολυδυνατώτατος ὑπὲρ τὸν θάνατον, ὅν μοι οἱ ἀδελφοί μου ἐπενεγκεῖν ἐβουλεύ‐ | |
10 | σαντο. Ἐκεῖνοι τὸ σῶμα ἀπέκτεινον, αὕτη τὴν ψυχὴν χωρίζει ἀπὸ Θεοῦ. Ἐγώ, πάτερ μου, ἐπίσταμαι, ὅτι αἱ εὐχαί σου ἀνέβησαν πρὸς τὸν Θεὸν τὸν ἅγιον ὑπὲρ ἐμοῦ, καὶ τούτου χάριν ἐρρύσθην ἐκ τοῦ λάκκου τοῦ θανάτου. Καὶ νῦν πάλιν δυ‐ σώπησον τὸν Ὕψιστον, ἵνα ῥυσθῶ ἐκ τοῦ θηρίου τούτου, θέλοντος τὸ τέκνον σου διαφθεῖραι· μὴ ἐχούσης δὲ τὸ αἰδεῖσθαι ἐν ὀφθαλμοῖς, μήτε πάλιν φόβον Θεοῦ ἐν | |
15 | καρδίᾳ. Εὖξαι, πάτερ, ἵνα μὴ καθὼς ἐστερήθην τοῦ σοῦ κόλπου σωματικῶς, καὶ τῆς | |
ψυχῆς ἀλλότριος γένωμαι. Πρὸς ἀδελφούς μου ἀπῆλθον, καὶ ὡς θηρία γεγόνασιν· | 281 | |
282 | ὡς λύκοι πικρότατοι ἀπέσπασάν με ἀπὸ σοῦ, καλὲ πάτερ, καὶ εἰς Αἴγυπτον κατη‐ νέχθην ἐν χερσὶν ἀλλοτρίων, καὶ ἰδοὺ πάλιν συνήντησεν ἄλλο θηρίον. Ἀδελφοὶ μὲν τοῦ ἀνελεῖν με ἐν τῇ ἐρήμῳ ἐβούλοντο, αὕτη δὲ πάλιν ἐν ταμείῳ σπαράξαι με πα‐ ρέστηκε. Εὖξαι, πάτερ, ἵνα μὴ ἀποθάνω ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν πατέρων μου. | |
5 | Ὡς δὲ λοιπὸν οὐκ ἤθελεν ὑπακοῦσαι τοῖς ῥήμασι τῆς δεσποίνης, καθ’ ὥραν ἐπιτρέχουσα αὐτῷ ὡς ἀσπὶς ἀναίσχυντος, ἐπετήρησεν εὐκαιρίαν ἐν θαλάμῳ αὐτὸν εὑρεῖν, καὶ οὕτω πρᾶξαι τὴν ἁμαρτίαν. Ὡς δὲ εὗρεν αὐτὸν ἐν τῇ κοίτῃ αὐτοῦ, ὡς ἤθελε, προσελθοῦσα ἀναιδῶς τοῦ σώφρονος, ἐβιάζετο αὐτὸν ἕλκουσα πρὸς ἑαυτὴν τοῦ ἐργάσασθαι τὴν ἀνομίαν. Ὁ δὲ ἰδὼν 〈τὴν〉 καθ’ ὑπερβολὴν ἀναίδειαν τῆς γυ‐ | |
10 | ναικός, εἰς τὴν ἄμφοδον ἐξεπήδησε μετὰ δρόμου, καὶ καθ’ ὃν τρόπον ἀετός, ὅταν ἴδῃ τοὺς θηρεύοντας, εἰς τὸν οὐρανὸν ἀνυψοῖ αὐτοῦ τὰς πτέρυγας, οὕτω καὶ Ἰωσὴφ ἀπέδρασεν ἐκ τῆς θύρας, ἵνα μὴ δόλοις πληγῇ ἐν ῥήμασιν ἢ ἐν πράξεσι· καὶ ἐν χερ‐ σὶν αὐτῆς τὸ ἴδιον ἱμάτιον αὐτοῦ καταλείψας, ἔφυγε τὰς παγίδας τοῦ Διαβόλου. Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὕτως ἔφυγεν, ἐν μεγάλῃ θυμωδείᾳ γέγονε, καὶ ἐνεθυμήθη | |
15 | καταπλῆξαι τὸν δίκαιον ἐν ῥήμασιν αἰσχροτάτοις, κατηγορεῖν αὐτοῦ βουλομένη ἔμ‐ | 282 |
283 | προσθεν τοῦ ἀνδρὸς αὐτῆς, ὅπως ἀκούσας ὁ ἀνὴρ αὐτῆς, τῷ θυμῷ τῆς ζηλοτυπίας ἐκκαυθείς, ἀνέλῃ τὸν Ἰωσήφ. Τοῦτο ἐνθυμουμένη καθ’ ἑαυτήν, ὅτι πολλῷ κρεῖττόν μοι ἐστίν, ἵνα ὁ Ἰωσὴφ ἀποθάνῃ, κἀγὼ τύχω ἀνέσεως· οὐ γὰρ φέρω καθ’ ὥραν θε‐ ωρεῖν ἐν τῷ οἴκῳ μου τὸ τοιοῦτον κάλλος αὐτοῦ, ἐμοῦ μὴ εὑρισκούσης ἀπολαβεῖν, | |
5 | φανερῶς ἢ ἐν κρυπτῷ, τοῦ κάλλους αὐτοῦ καὶ πολλῆς ἐπιστήμης. Φωνήσασα οὖν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἔφη αὐτοῖς· οἴδατε τί ἔπραξεν εἰς ἐμὲ ὁ παῖς ὁ Ἑβραῖος, ὃν ὁ ἀνήρ μου κατέστησεν ἐπὶ τῆς οἰκίας αὐτοῦ; Ἠθέλησε μετ’ ἐμοῦ γε‐ νέσθαι ἀναισχύντως. Οὐκ ἤρκεσεν αὐτῷ ἡ ἐξουσία τοῦ οἴκου μου, ἀλλὰ καὶ ἐμὲ ἠθέλησεν ἐκ τοῦ ἀνδρός μου χωρίσαι. Καὶ λαβοῦσα τὸν χιτῶνα τοῦ Ἰωσήφ, ἐδείκνυε | |
10 | τῷ ἀνδρὶ αὐτῆς, ἐγκαλοῦσα καὶ λέγουσα· ἰδοὺ εἰσήγαγες παῖδα Ἑβραῖον τοῦ ἐμπαῖ‐ ξαί με καὶ ὑβρίσαι με, τὴν γυναῖκά σου. Οὐ γινώσκεις, κύριέ μου, ὅτι σώφρων εἰμί, καὶ διὰ τοῦτο ἀνήγγειλά σοι; Καὶ ἀκούσας ταῦτα ὁ ἀνήρ, παραχρῆμα ἐπίστευσε τοῖς ῥήμασι τῆς γυναικός, ὅτι οὕτως ἐστί· καὶ εὐθέως ἐκέλευσε δοθῆναι τὸν Ἰωσὴφ ἐν τῷ οἴκῳ τῆς φυλακῆς | |
15 | μετὰ πολλῆς ἀσφαλείας καὶ ἀπειλῆς. Ἄνευ ἐξετάσεως δὲ καὶ ἐρεύνης εὐθὺς ἀπε‐ | 283 |
284 | φήνατο κατ’ αὐτοῦ τὴν ἄδικον ἀπόφασιν, λέγων· τὸν Ἰωσὴφ ἐν οἴκῳ τῆς φυλακῆς ἐμβληθῆναι κελεύω, καὶ μηδ’ ὅλως τυχεῖν ἀνέσεως. Ὁ δὲ Θεὸς τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἦν μετ’ αὐτοῦ, ὁ ἐτάζων πάντων τὰς καρδίας· καὶ δίδωσιν αὐτῷ εἰς οἰκτιρμοὺς ἐν ὀφθαλμοῖς τοῦ δεσμοφύλακος· καὶ ἀφίησιν αὐτὸν ὁ δεσμοφύλαξ ἐν | |
5 | ἀνέσει· οὐ γάρ ποτε ἀφίσταται ὁ Θεὸς τῶν φοβουμένων αὐτὸν ἐν ὅλῃ καρδίᾳ. Μετὰ ταῦτα ἥμαρτον τῷ βασιλεῖ Φαραὼ δύο εὐνοῦχοι, ὁ ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιός, καὶ ἐκέλευσεν ὁ βασιλεὺς ἐμβληθῆναι αὐτοὺς εἰς τὴν φυλακήν. Ἰω‐ σὴφ δὲ ἦν διακονῶν αὐτοῖς. Διατριψάντων δὲ ἑκατέρων ἐν τῇ φυλακῇ ἐπὶ ἔτη δύο, μεθ’ ἡμέρας τινὰς ἑκάτεροι εἶδον ἐνύπνια, καθὼς ἔμελλε συμβήσεσθαι αὐτοῖς ἐν | |
10 | τάχει. Ἰωσὴφ δὲ ὅσιος ὑπηρέτης ὢν αὐτοῖς, ὅτι ἔντιμοι ἦσαν, κατὰ τὸ ἔθος, εἰσελ‐ θὼν πρὸς αὐτοὺς διακονῆσαι, εὗρεν αὐτοὺς ἐν λύπῃ μεγάλῃ· ἦσαν γὰρ οἱ ἀμφότε‐ ροι σκυθρωποὶ καὶ ῥᾴθυμοι διὰ τὰ ἐνύπνια. Ὡς δὲ ἐπύθετο μαθεῖν τὴν αἰτίαν τῆς | |
θλίψεως αὐτῶν, ἔφασαν ἀμφότεροι· ἐνύπνια εἴδομεν, καὶ ἐν λύπῃ ἐσμέν, διότι οὐχ | 284 | |
285 | ὑπάρχει ὁ δυνάμενος φράσαι τὰ ἐνύπνια ἡμῶν, ἅπερ ἡμεῖς εἴδομεν. Ὁ δὲ ἔφη πρὸς αὐτούς· τοῦτο τοῦ Θεοῦ ἐστι, γνωρίσαι τοῖς φοβουμένοις αὐτόν. Εἴπατε δέ μοι τὰ ἐνύπνια ὑμῶν, ἵνα ὁ Θεός μου γνωρίσῃ δι’ ἐμοῦ. Ταῦτα ἀκούσαντες, ὅ τε ἀρχιοι‐ νοχόος καὶ ὁ ἀρχισιτοποιός, εἶπον τὰ ἐνύπνια αὐτῶν, ἕκαστος καθὼς εἶδεν. Ἰωσὴφ | |
5 | δὲ διεσάφησεν αὐτοῖς ἐν ὀλίγαις λέξεσι πᾶσαν τὴν ἀκρίβειαν τὴν μέλλουσαν αὐτοῖς ἔσεσθαι παρὰ τοῦ βασιλέως, καθ’ ὃν τρόπον καὶ γέγονε· τῷ μὲν ἀρχιοινοχόῳ, δέ‐ δωκεν αὐτῷ τὴν προτέραν τιμήν, τὸν δὲ ἀρχισιτοποιὸν παρέδωκε θανάτῳ. Ἐπιγνοὺς δὲ Ἰωσὴφ τὴν μέλλουσαν ἔσεσθαι τιμὴν τῷ ἀρχιοινοχόῳ, παρε‐ κάλεσεν αὐτὸν λέγων· μνήσθητί μου ἔμπροσθεν Φαραώ, καὶ δῆλα ποίησον τὰ κατ’ | |
10 | ἐμὲ ἐν τάχει, ἵνα ἐξέλθω ἐντεῦθεν· οὐδὲν γὰρ ἥμαρτον, οὐδὲ κακόν τι ἐποίησα, ὅτι ἐμβέβλημαι ἐν οἴκῳ τῆς φυλακῆς. Καὶ σπέρμα ἐκλεκτὸν καὶ μακάριον, τί ζητεῖς παρὰ ἀνθρώπου θνητοῦ! Θεὸν καταλιπών, ἄνθρωπον παρακαλεῖς! Καὶ καίτοιγε ἐπειράσθης ἀντιλήψεως Θεοῦ ἐν | |
τοσαύταις ἀνάγκαις, ὅτε καὶ τὸν χιτῶνά σου τῆς σωφροσύνης ἄθικτον διετήρησας! | 285 | |
286 | Εἰς τί μικροψυχεῖς, μακάριε, Θεοῦ σοι προνοοῦντος βασιλείαν καὶ δόξαν ὅταν αὐτὸς βούληται! Ὅταν δὲ γενναίως ὑπομείνῃς τὸν πειρασμόν, πλείονα λαμπρυνεῖς τῆς νίκης τὰ στέμματα. Ἵνα δὲ πληρωθῇ ἑκατέρων τῶν ἐνυπνίων ἡ ἐπίλυσις, καθὼς ἔφη Ἰωσήφ, | |
5 | μετὰ τρεῖς ἡμέρας ἐποίησε πότον ὁ Φαραὼ πᾶσι τοῖς μεγιστᾶσιν αὐτοῦ, ὑπεμνήσθη δὲ καὶ τοῦ ἀρχισιτοποιοῦ καὶ τοῦ ἀρχιοινοχόου. Καὶ τὸν μὲν ἀρχιοινοχόον ἀνεκα‐ λέσατο εἰς τὸν τόπον αὐτοῦ, τὸν δὲ ἕτερον παρέδωκεν εἰς θάνατον. Τοῦ δὲ ἀρχιοι‐ νοχόου ἐπιλαθομένου τοῦ Ἰωσήφ, μετὰ ἔτη δύο, κατὰ πρόνοιαν Θεοῦ, ἐνυπνιάσθη Φαραὼ ἐνύπνια μεγάλα, ὑπερβαίνοντα πάντα νοῦν σοφῶν Αἰγύπτου καὶ φαρ‐ | |
10 | μακῶν. Καὶ μεταπεμψάμενος Φαραὼ πάντας τοὺς σοφούς, καὶ ἀναγγείλας τὰ ἐνύ‐ πνια, οὐδεὶς ἠδυνήθη φράσαι αὐτῷ τὴν δύναμιν αὐτῶν. Τοῦ οὖν βασιλέως ἐν λύπῃ ὄντος πολλῇ, ὁ ἀρχιοινοχόος ἀναμνησθεὶς ἀπήγγειλε τῷ βασιλεῖ ἅπαντα τὰ κατὰ τὸν Ἰωσήφ, καὶ τὴν σύνεσιν αὐτοῦ. Ἀκούσας δὲ ὁ βασιλεὺς περὶ αὐτοῦ ἐχάρη χαρᾷ μεγάλῃ, καὶ μετεπέμψατο αὐτὸν ἐν σπουδῇ. Παραγενομένου δὲ τοῦ Ἰωσὴφ ἐκ τῆς | |
15 | φυλακῆς, εἶπεν αὐτῷ Φαραὼ ἔμπροσθεν τῶν μεγιστάνων αὐτοῦ· ἤκουσα περὶ σοῦ | 286 |
287 | ἄνδρα εἶναί σε συνετόν, δυνάμενον συγκρῖναι βαθέα ἐνύπνια. Ἀπεκρίθη δὲ Ἰωσὴφ τῷ Φαραώ· τῷ δοτῆρι τῆς σοφίας ἐστὶν ἐκφράσαι ἐνύπνια. Καὶ εἶπε Φαραὼ τὰ ἐνύ‐ πνια ἐνώπιον Ἰωσὴφ καὶ πάντων τῶν μεγιστάνων αὐτοῦ. Καὶ εὐθέως ἤκουσε τῶν ἐκφράσεων τῶν ἐνυπνίων ἐκ στόματος Ἰωσήφ, ὡς ἐκ στόματος Θεοῦ. Ἐκπλαγεὶς | |
5 | δὲ Φαραὼ εἰς τὴν τούτου παιδείαν καὶ τὴν μεγίστην αὐτοῦ συμβουλίαν· ἦν γὰρ αὐτῷ συμβουλεύσας, οὕτω λέγων· ἐπισκεψάτω δὴ ὁ βασιλεὺς ἕνα ἄνδρα συνετὸν καὶ σοφόν· καὶ καταστήσεις αὐτὸν ὥστε συνάξαι τὸν σῖτον Αἰγύπτου, ὅτι λιμὸς μέλλει ἔσεσθαι μέγας· ὅπως τὰ πολλὰ γεννήματα ἔσται ἐν καιρῷ τῆς θλίψεως. Καὶ εἶπεν ὁ βασιλεύς· σὲ καταστήσω σήμερον ἐπὶ πᾶσαν Αἴγυπτον, ὡς δεδωκότα τὴν τοιαύτην | |
10 | συμβουλήν· καὶ ἐπὶ τῷ στόματί σου λαβέτω κρίσιν Αἴγυπτος καὶ πᾶς ὁ οἶκός μου. Τότε ἀνεβίβασε τὸν Ἰωσὴφ ἐπορεύοντο. Ἰδὼν δὲ ὁ Πετεφρής, ὁ βαλὼν τὸν Ἰωσὴφ πρότερον ἐν τῇ φυλακῇ, παράδοξον | |
θαῦμα τὸ γενόμενον, ὅτι ἐκάθισεν Ἰωσὴφ ἐπὶ ἅρματος Φαραώ, ἐφοβήθη μεγάλως, | 287 | |
288 | καὶ ἠρέμα χωρισθεὶς ἐκ μέσου τῶν μεγιστάνων, ᾤχετο μετὰ δρόμου εἰς τὸν οἶκον αὐτοῦ, καὶ μετὰ φόβου μεγάλου τῇ γυναικὶ αὐτοῦ ἔλεγεν· εἶδες, ὦ γύναι, θαῦμα παράδοξον, καὶ ἡμῖν φόβος μέγας ἐγένετο· Ἰωσὴφ γὰρ ἐκεῖνος, ὁ παῖς ὁ ἡμέτερος, κύριος ἡμῶν γέγονε καὶ πάσης Αἰγύπτου, καὶ ἰδοὺ μετὰ δόξης κάθηται ἐπὶ ἅρμα‐ | |
5 | τος Φαραώ, ὡς βασιλεὺς τιμηθεὶς ὑπὸ πάντων· ἐγὼ δὲ μὴ ἰσχύων ὀφθῆναι αὐτῷ, ἠρέμα ἐχωρίσθην. Ἀκούσασα δὲ ταῦτα ἡ γυνὴ τοῦ Πετεφρῆ παρεθάρσυνεν αὐτόν, λέγουσα· ἐγώ σοι τὸ ἐμὸν ἁμάρτημα διηγήσομαι· ἐγὼ τοῦτο ἔδρασα, ἐγὼ καὶ φι‐ λήσασα τὸν πάγκαλον Ἰωσήφ, τὸν σώφρονα ἐκεῖνον, καὶ ὥραν καθ’ ὥραν ἐν πολλαῖς κολακείαις ἐνέδρευον ἀσφαλῶς, ὅπως δυνηθῶ κοιμηθῆναι μετ’ αὐτοῦ καὶ τοῦ κάλ‐ | |
10 | λους αὐτοῦ ἀπολαῦσαι· καὶ ὅμως οὐκ ἴσχυσα τοῦ σκοποῦ ἐπιτυχεῖν, καὶ οὔτε ῥήμα‐ τος ἠξίωσέ με. Ἀλλὰ καὶ ἐκράτησα βιαζομένη αὐτὸν ἀνέχεσθαί μου μικρόν, καὶ ἔξω ἔφυγεν, ὅταν αὐτοῦ σοι ὑπέδειξα τὸ ἱμάτιον αὐτοῦ. Ἐγὼ ἤμην πρόξενος τῆς αὐτοῦ βασιλείας καὶ τῆς μεγίστης αὐτοῦ δόξης. Εἰ γὰρ ἐγὼ μὴ οὕτως ἠράσθην τοῦ Ἰω‐ σήφ, οὐκ εἶχεν ἐμβληθῆναι ἐν οἴκῳ τῆς φυλακῆς, ἀλλὰ καὶ χάριτας ὤφειλεν ἐμοὶ τῇ | |
15 | γενομένῃ αἰτίᾳ τῆς δόξης αὐτοῦ. Δίκαιος καὶ ὅσιος ὁ Ἰωσήφ, ὅτι συκοφαντηθείς, οὐκ | |
ἐξέφηνέ τινι. Ἀνάστηθι οὖν, καὶ πορεύου ἐν χαρᾷ, καὶ προσκύνησον αὐτὸν μετὰ τῶν | 288 | |
289 | μεγιστάνων. Ἀναστὰς δὲ ὁ Πετεφρὴς ἐπορεύθη προσκυνῆσαι μετ’ αἰδοῦς τὸν Ἰωσήφ. Ἐν δὲ τῷ μεταξὺ ἐτελέσθησαν πάντα τὰ ἔτη τῆς εὐθηνίας τῆς μεγάλης, καὶ ἐκράτησεν ὁ λιμὸς ἐν ὅλῃ τῇ γῇ Χαναάν, καὶ ἠθύμει Ἰακὼβ μετὰ τῶν τέκνων αὐτοῦ. Ἤκουσε δὲ Ἰακὼβ ὅτι ἐν Αἰγύπτῳ ὑπάρχει γεννήματα ἐν πολλῇ δαψιλείᾳ, καὶ εἶπε | |
5 | τοῖς υἱοῖς αὐτοῦ· δεῦτε, ὑπάγετε καὶ ἀγοράσατε ἡμῖν γεννήματα ἐξ Αἰγύπτου, κα‐ θὼς ἀκήκοα, ἵνα μὴ ἐκ τοῦ λιμοῦ πάντες ἀποθάνωμεν. Λαβόντες ἐντολὰς οἱ δέκα υἱοὶ Ἰακώβ, κατέβησαν πάντες ἵνα ἀγοράσωσι βρώματα. Οὐ μέντοι ἤδεισαν ὅτι ἀδελφὸς αὐτῶν ἐστιν. Ὡς δὲ εἶδεν Ἰωσὴφ τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπέγνω αὐτοὺς πάν‐ τας, καὶ ἔφη ἐμβριμώμενος· οἱ δέκα ἄνδρες οὗτοι κατάσκοποι πονηροὶ ὑπάρχουσι, | |
10 | καὶ διὰ τοῦτο ἦλθον εἰς Αἴγυπτον. Συλλάβετε αὐτοὺς καὶ δήσατε ἀσφαλῶς· κατα‐ σκοπῆσαι γὰρ τὴν γῆν ἡμῶν εἰσεληλύθασιν ὧδε. Οἱ δὲ ἔντρομοι γεγόνασι, καὶ μετὰ φόβου ἀπεκρίναντο αὐτῷ, λέγοντες· μὴ γένοιτο, κύριε· ἀλλ’ ἐσμὲν πάντες ἀδελφοί, | |
τέκνα ἑνὸς πατρὸς δικαίου, καί ποτε δώδεκα ἦμεν τὸν ἀριθμόν, καὶ ὁ εἷς ἀνῃρέθη | 289 | |
290 | ὑπὸ θηρίου πονηροῦ, πάγκαλος γενόμενος καὶ φίλτατος τῷ πατρὶ αὐτοῦ, καὶ πενθεῖ αὐτὸν ὁ πατὴρ αὐτοῦ μέχρι τῆς ἡμέρας ταύτης. Ὁ δὲ ἀδελφὸς ἡμῶν ὁ ἄλλος μετὰ τοῦ πατρὸς ἡμῶν ἐστιν ἐν γῇ Χαναὰν παρηγορῶν αὐτόν. Ἔτι δὲ μετὰ θυμοῦ ἀπεκρί‐ νατο αὐτοῖς ὁ Ἰωσήφ, λέγων· ἐπειδὴ ἐγὼ τὸν Θεὸν τὸν ἅγιον φοβοῦμαι καὶ σέβο‐ | |
5 | μαι, τοῦτο ὑμῖν χαρίζομαι. Λάβετε τὸν σῖτον, καὶ ταχὺ ὑπάγετε πρὸς τὸν πατέρα ὑμῶν, ἐάν ἐστε ἀληθεῖς· καὶ τὸν ἀδελφὸν ὑμῶν, ὃν φιλεῖ ὁ πατὴρ ὑμῶν, ἀγάγετε πρός με ἐνταῦθα, καὶ εἶθ’ οὕτω πιστεύσω ὑμῖν. Καὶ λαβόντες τὸν σῖτον ἀπῆλθον πρὸς τὸν πατέρα αὐτῶν λυπούμενοι εἰς γῆν Χαναάν, καὶ ἀπήγγειλαν αὐτῷ τὰς πεύσεις τὰς πονηρὰς καὶ τὸν θυμὸν τοῦ ἀνδρός. | |
10 | Καὶ λίαν ἐλυπήθη ὁ πατὴρ αὐτῶν ἐπὶ τούτοις τοῖς ῥήμασι, καὶ ἔφη ἐν στεναγμοῖς· τί τοῦτο ἐδράσατε; Ἵνα τί εἴπατε τῷ δεσπότῃ τῆς Αἰγύπτου ὅτι ἄλλον ἀδελφὸν ἔχετε ὧδε; Οἱ δὲ ἀπεκρίναντο αὐτῷ· αὐτὸς ἐπηρώτησεν ἡμᾶς καὶ τὴν συγγένειαν ἡμῶν ἐν πάσῃ ἀκριβείᾳ. Λέγει αὐτοῖς ὁ Ἰακώβ· ἀποθανοῦμαι μᾶλλον ἢ ὑμεῖς λήψεσθε τὸν Βενιαμὶν ἀπὸ τοῦ κόλπου μου. Τοῦ δὲ λιμοῦ κατεπείγοντος, λέγει αὐτοῖς ὁ Ἰακώβ· | |
15 | ἐὰν ἐγὼ μόνος ἠτεκνώθην ἐκ Ῥαχήλ, καὶ τῶν ἐμῶν φιλτάτων υἱῶν ἐστερήθην, ὡς | 290 |
291 | λέγετε, ἀναστάντες, λάβετε δῶρα ἐν χερσί, καὶ τὸν ἀδελφὸν ὑμῶν, καὶ ὑπάγετε ἅμα. Καὶ ἐποίησαν, καθὰ συνέταξεν αὐτοῖς ὁ Ἰακώβ. Καὶ ἐλθόντων αὐτῶν εἰς Αἴ‐ γυπτον ἐν φόβῳ μεγάλῳ, προσεκύνησαν ἅπαντες ἔμπροσθεν τοῦ Ἰωσήφ· ὡς δὲ εἶδεν ὁ Ἰωσὴφ Βενιαμίν, τὸν ἴδιον ἀδελφόν, παρεστῶτα μετὰ φόβου καὶ δειλίας, ἐκι‐ | |
5 | νήθη τὰ σπλάγχνα αὐτοῦ πάνυ, καὶ ἐζήτει περιλαβεῖν καὶ φιλῆσαι αὐτόν, καὶ ἠρώ‐ τα αὐτόν· ζῇ ὁ πατήρ; Ὁ δὲ μετὰ φόβου λέγει· ζῇ ὁ δοῦλός σου, ὁ πατὴρ ἡμῶν. Λέγει αὐτῷ πάλιν· ἆρα ἔχει τὸν Ἰωσὴφ ἐν καρδίᾳ; Ὁ δὲ ἔφη· ναί, πάνυ ἔχει αὐτὸν ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ φλέγεται δι’ αὐτόν. Μὴ δυνάμενος δὲ αὐτὸν περιλαβεῖν ἢ ἐρωτᾶν, εἰσῆλθεν ἐν τῷ κοιτῶνι, καὶ ἐδάκρυσε πικρῶς· ἐν τῇ ὥρᾳ γὰρ ἐκείνῃ, ὅτε | |
10 | εἶδε τὸν ἀδελφὸν αὐτοῦ, παραχρῆμα ὑπεμνήσθη τοῦ καλοῦ γήρως Ἰακώβ· καὶ ἔλεγεν ἐν δάκρυσι· μακάριοι οἱ βλέποντες τὸν ἅγιον χαρακτῆρα τοῦ σοῦ γήρως, καλὲ πάτερ. Ὥς γε οἶμαι, οὐδὲ ὅλη ἡ βασιλεία μου καὶ ἡ δόξα ἀντάξια τοῦ σοῦ γή‐ | |
ρως, καλὲ πάτερ. Καὶ ἤθελον τοῦ πείθεσθαι ἐκ στόματος Βενιαμίν, εἰ ἔχεις με ἐν | 291 | |
292 | καρδίᾳ καὶ ποθεῖς με, ὡς ἐγὼ σέ. Χάριν τούτου ἠνάγκασα τοὺς ἀδελφούς μου μετὰ δόλου κατενέγκαι μεθ’ ἑαυτῶν Βενιαμὶν τὸν ἐμὸν ἀδελφόν· οὐ γὰρ αὐτοὺς ἐπί‐ στευσα λέγοντάς μοι τὰ περὶ σοῦ, ὅτι πατέρα ἔχομεν καὶ ἀδελφὸν μικρότερον. Ἐγὼ γὰρ ἐνόμιζον ὅτι φθόνῳ φερόμενοι ἀπέκτειναν καὶ τὸν φίλτατον υἱόν σου τὸν μι‐ | |
5 | κρότερον, Βενιαμίν, καὶ πλεῖον ἔβαλον τὴν ψυχήν σου εἰς ᾅδην ἐν ὀδύνῃ, καθ’ ὃν τρόπον καὶ ἐμὲ ἀπέκτειναν τῇ προθέσει αὐτῶν. Ἐμίσησαν γὰρ τοὺς δύο ἡμῶν, ὅτι ὁμομήτριοι ὑπάρχομεν, ἐγώ τε καὶ Βενιαμίν. Οἶδα, πάτερ, ὅτι σφόδρα λυπήσῃ περὶ ἡμῶν, καὶ νῦν μάλιστα περισσῶς καταπεπόθηται τὸ γῆράς σου διὰ τὸν ἀδελφόν μου τὸν Βενιαμίν. Καὶ ἰδοὺ κἀγὼ σφοδρῶς ἀλγῶ κατανοῶν τὴν θλῖψίν σου, ὅτι οὐδεὶς | |
10 | ἐξ ἡμῶν παρειστήκει τῷ γήρᾳ σου. Οὐκ ἤρκεσε τὸ ἐμὸν πένθος τὸ πρότερον, ἀλλὰ καὶ ἄλλο ἐπ’ ἄλλο πένθος προσετέθη σοι, πάτερ. Ἐγώ εἰμι ὁ αἴτιος τῶν κλαυθμῶν τῶν σῶν καὶ τῶν ὀδυρμῶν. Ἀποτόμως γὰρ ἔπραξα κατενέγκας τὸν Βενιαμίν· ἀλλ’ ἡ ἀκοὴ ἡ περὶ σοῦ ἠνάγκασέ με τοῦτο πρᾶξαι, βουλόμενος μαθεῖν εἰ ἀληθῶς ζῇ ὁ πατήρ μου. Τίς δώσει μοι πάλιν ἰδεῖν τὸν ἅγιόν σου χαρακτῆρα, καὶ ἐμπλησθῆναι | |
15 | τοῦ προσώπου σου τοῦ ἀγγελικοῦ; | 292 |
293 | Εἶτα κλαύσας πικρῶς ἐν τῷ κοιτῶνι, νιψάμενος τὸ πρόσωπον, ἐξέρχεται ἱλα‐ ρῶς. Κελεύει πάντας εἰσαχθῆναι εἰς τὸν οἶκον τοῦ συνεστιάσαι αὐτῷ. Ἀκούσατε, ἀδελφοί μου, πῶς πάντοθεν εἰς δειλίαν αὐτοὺς ἄγει ὁ Ἰωσήφ· ἕνα γὰρ ἕκαστον ἐκέλευσεν ἀνακλιθῆναι κατ’ ὄνομα καλῶν καὶ κατὰ τάξιν, ὡς ἐτέχθησαν. Καὶ ἐκέ‐ | |
5 | χρητο ἑκάστῳ σχήματι μαντευόμενος εἰς τὸ κόνδυ· ποτήριόν ἐστιν ἀργυροῦν ὃ ἐκράτει ἐν τῇ χειρὶ αὐτοῦ. Τίθησι μὲν τὸ κόνδυ καὶ ἔκρουε τῷ δακτύλῳ τῆς δεξιᾶς αὐτοῦ, καὶ τὸ κόνδυ κρουόμενον ἦχον μέγαν ἀνέπεμπεν εἰς τὰς ἀκοὰς τῶν παρε‐ στηκότων τῇ οἰκίᾳ. Εἶτα κρούσας ἅπαξ, ἔφη· πρῶτός ἐστι Ῥουβήμ, πρῶτος ἀνα‐ κλιθήτω κατὰ τιμήν. Κρούσας δὲ πάλιν, ἀνέδειξε τὸ ὄνομα τοῦ δευτέρου, λέγων· | |
10 | οὗτος Συμεὼν ὁ δεύτερος· ἀνακλιθήτω κατὰ τὴν γέννησιν. Κρούσας δὲ πάλιν τὸ τρίτον, ἔφη· Λευῒ ἀνακλιθήτω καὶ τιμηθήτω. Καὶ οὕτω πάντας ἀνέκλινε κατ’ ὄνομα καλῶν αὐτοὺς καὶ κατὰ τάξιν. Εἰς ἔκστασιν οὖν αὐτοὺς ἤνεγκε περὶ τούτου καὶ πλεί‐ ονα δειλίαν, ὥστε αὐτοὺς λογίζεσθαι ὅτι οὗτος πάντας οἶδε, μήτι γε ἄρα ἐπίσταται | |
ἐκ τούτου. Καὶ πλείονα δειλίαν εἶχον διὰ τὸ κόνδυ μᾶλλον, καὶ πρὸς ἀλλήλους ἐνε‐ | 293 | |
294 | νόουν λέγοντες ἕκαστος ὅτι ἡμεῖς τὸ πρότερον εἴπομεν ψευδόμενοι ἐκ θηρίου πονη‐ ροῦ τὸν Ἰωσὴφ ἀναιρεῖσθαι. Καὶ ἦσαν χειμαζόμενοι ἱκανῶς περὶ αὐτοῦ. Ἵνα δὲ τὴν ὑπόνοιαν αὐτῶν ἀφέλῃ, ἐκ τῆς ἰδίας τραπέζης μερίδας αὐτοῖς δίδωσι, πλείονας δὲ τῷ ἰδίῳ ἀδελφῷ· τῷ Βενιαμὶν δεκαπλασίονα δέδωκεν ὑπὲρ τοὺς ἄλλους. Τί δή‐ | |
5 | ποτε τοῦτο ποιῶν τοῖς ἀδελφοῖς καὶ ἐκ τοῦ κόνδυ δεικνύει τὸ ὄνομα ἑκάστου; Ἵνα μεῖζον τὸ ἔγκλημα ποιήσῃ αὐτοῖς. Τότε ἐκέλευσε τῷ ἰδίῳ ἐπιτρόπῳ, ἵνα δώσῃ αὐτοῖς σῖτον εἰς πλησμονὴν ἄνευ τιμῆς, καὶ ἐν τῷ μαρσίππῳ Βενιαμὶν ἀποθεῖναι λάθρα τὸ κόνδυ, καὶ ἐν τάχει ἀπο‐ λύει αὐτοὺς μετὰ χαρᾶς. Ὡς δὲ μικρὸν ἀπέστησαν τῆς πόλεως χαιρόμενοι, κατέ‐ | |
10 | λαβεν αὐτοὺς δρόμῳ ὁ ἐπίτροπος τοῦ Ἰωσήφ, βαρέα ῥήματα λέγων αὐτοῖς, καὶ ὑβρίζων ἐν ἀπειλαῖς, κλέπτας αὐτοὺς ἀποκαλῶν, καὶ ἀναξίους τῆς τιμῆς γενέσθαι. Οἱ δὲ ἀπεκρίναντο τῷ ἐπιτρόπῳ, ὅτι γε καὶ τὸ πρότερον χρυσίον εὕρομεν ἐν τοῖς μαρσίπποις ἡμῶν, καὶ ἐνέγκαμεν τῷ κυρίῳ ἡμῶν. Νῦν δὲ τὸ κόνδυ εἴχομεν κλέψαι | |
τοῦ κυρίου σου; Μὴ γένοιτο! Ὁ δὲ ἔφη αὐτοῖς· τοὺς μαρσίππους ὑμῶν ῥίψατε, ἵνα | 294 | |
295 | ἐρευνήσω. Καὶ σπεύσαντες κατήνεγκαν τοὺς μαρσίππους ἐκ τῶν ζώων· καὶ εὑρέθη τὸ κόνδυ ἐν τῷ μαρσίππῳ Βενιαμίν. Ἰδόντες δὲ διέρρηξαν τὰ ἱμάτια αὐτῶν, καὶ ἤρξαντο μετὰ πολλῆς ἀπειλῆς ἐγκαλεῖν καὶ ὑβρίζειν καὶ τὴν Ῥαχὴλ ἅμα καὶ τὸν Ἰωσὴφ σὺν μητρὶ καὶ ἀδελφῷ λέγοντες· ὑμεῖς σκάνδαλον ἐγενήθητε τῷ πατρὶ | |
5 | ἡμῶν· σὺ καὶ Ἰωσήφ, τὰ τέκνα τῆς Ῥαχήλ. Ἰωσὴφ βασιλεῦσαι ἐφ’ ἡμᾶς ἐβούλετο, σὺ δὲ πάλιν, ὁ ἀδελφὸς αὐτοῦ, ἐν αἰσχύνῃ καὶ ὀνειδισμῷ κατέστησας ἡμᾶς. Οὐχ ὑμεῖς ἐστε τὰ τέκνα τῆς Ῥαχὴλ τῆς κλεψάσης τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς, καὶ εἰπούσης ὅτι οὐκ ἔκλεψα; Καὶ ὑψώσας τὴν φωνὴν αὐτοῦ Βενιαμὶν μετὰ κλαυθμοῦ καὶ ὀδυρμοῦ ἤρξατο | |
10 | ἕνα ἕκαστον πληροφορεῖν αὐτοὺς καὶ λέγειν· ἰδού, αὐτὸς ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἐπίσταται, ὁ παραλαβὼν τὴν Ῥαχήλ, καθὼς αὐτὸς ἠθέλησεν, ὁ γινώσκων τὸν θά‐ νατον τοῦ παγκάλου Ἰωσήφ, ὃς τηρεῖ τὸν Ἰακὼβ εἰς παραμυθίαν διὰ τὸν χωρισμὸν Ἰωσήφ, νῦν δὲ πάλιν παρακαλεῖ αὐτὸν ἀοράτως, καθὼς οἶδεν, ὁ βλέπων πάντα | |
ἡμῶν πάντων καὶ ἐτάζων καρδίας καὶ νεφρούς, αὐτὸς γινώσκει τὸ κόνδυ τοῦτο, ὥς | 295 | |
296 | φατε, οὐκ ἔκλεψα αὐτό, οὐδὲ πάλιν τοιαύτην ἐνθύμησιν ἔσχον περὶ αὐτοῦ. Οὕτως ἴδω τὰς ὁσίας πολιὰς τοῦ Ἰακώβ, ὅπως φιλήσω τὰ γόνατα αὐτοῦ μετὰ χαρᾶς. Οὐκ ἔκλεψα τὸ κόνδυ τοῦτο. Οἴμοι, οἴμοι, Ῥαχήλ, τί γέγονε τὰ τέκνα σου! Ἰωσὴφ ὁ πάγκαλος, καθὼς λέγουσιν, ἐκ θηρίων ἀνῃρέθη. Ἰδοὺ πάλιν ἐγώ, μῆτερ, ἄφνω | |
5 | κλέπτης ἐγενόμην, καὶ οὐκ οἶδα πῶς. Ἐν γῇ ἀλλοτρίᾳ κατέχομαι εἰς δουλείαν. Ἰωσήφ, ἐν ἐρήμῳ ἐκ τοῦ θηρίου βιβρωσκόμενος, ἐβόησεν ἵνα εὕρῃ τὸν ῥυόμενον, καὶ οὐχ εὗρεν. Ἰδοὺ πάλιν ἐγώ, ὧ μῆτερ καλή, τοὺς ἀδελφούς μου πληροφορῶ, καὶ οὐκ ἔστιν ὁ ἀκούων καὶ πιστεύων με τὸ σὸν τέκνον. Καὶ λαβόντες ὑπέστρεψαν εἰς τὴν πόλιν πρὸς Ἰωσήφ, μὴ ἔχοντες ἀπολογίαν | |
10 | περὶ τούτου. Ὑπολαβὼν δὲ Ἰωσὴφ ἔφη αὐτοῖς μετὰ θυμοῦ· τοῦτό ἐστι τὸ ἀνταπό‐ δομα τῶν ἐμῶν εὐεργεσιῶν; Διὰ τοῦτο ἐγὼ ὑμᾶς ἐτίμησα, ἵνα ὑμεῖς τὸ κόνδυ μου ἀφέλησθε ἐν ᾧ οἰωνίζομαι; Οὐκ εἶπον ὑμῖν, ὅτι οὐκ εἰρηνικοὶ ἀλλὰ κατάσκοποί ἐστε; Διὰ δὲ τὸν φόβον τοῦ Θεοῦ τοῦτο ἐγὼ πράττω, τὸν κλέψαντα τὸ κόνδυ μου | |
τοῦτον ἐγὼ κρατῶ εἰς δουλείαν ἐμοί. Ὑμεῖς δὲ πορεύεσθε μετὰ σωτηρίας. | 296 | |
297 | Καὶ προσελθὼν εἷς ἐξ αὐτῶν, ὀνόματι Ἰούδας, ἐγονυπέτει καὶ παρεκάλει λέγων· μὴ ὀργισθῇς, κύριε, ἵνα λαλήσω. Αὐτὸς ἡμᾶς ἠρώτησας παῖδάς σου λέγων, εἰ ἔχετε πατέρα ἢ ἀδελφόν· καὶ εἴπομεν· ὅτι ἐστὶν ὁ πατὴρ ἡμῶν δοῦλος σός, ἐσχηκὼς δύο τέκνα παμφίλτατα, ὑπὲρ πάντας ἡμᾶς· καὶ τὸν μὲν ἕνα θηρίον ἐσπά‐ | |
5 | ραξεν ἐν ὄρεσι, καὶ ὁ πατὴρ πενθεῖ αὐτὸν καθ’ ἑκάστην ὥραν, καὶ ἐν ὀδύνῃ καὶ στε‐ ναγμῷ ὑπάρχει ἄχρι τοῦ νῦν, καὶ σχεδὸν εἰπεῖν ὅτι καὶ ἡ γῆ πενθεῖ εἰς τὴν φωνὴν αὐτοῦ· τὸν δὲ ἄλλον μεθ’ ἑαυτοῦ κρατεῖ εἰς παρηγορίαν ἀντὶ τοῦ πρώτου τέκνου· νῦν δὲ καθὼς ἐκέλευσας, ἠγάγομεν τὸν ἀδελφόν, καὶ εὑρέθημεν οἱ παῖδές σου ἐν δεινῇ ἀδικίᾳ. Ἐγὼ ἱκετεύω, ἵνα ἔσομαί σοι οἰκέτης ἀντὶ τοῦ παιδὸς τούτου. Μόνον | |
10 | ἀπελθέτω ὁ παῖς σὺν τοῖς ἀδελφοῖς πρὸς τὸν πατέρα, ὅτι αὐτὸν ἐγὼ ἐκδέδεγμαι ἐκ τοῦ πατρός μου, καὶ ἀπελθεῖν χωρὶς αὐτοῦ πρὸς τὸν πατέρα οὐ δύναμαι, ἵνα μὴ ἴδω τὸν τοῦ πατρός μου πικρὸν θάνατον. Ἀκούσας δὲ Ἰωσὴφ ἐλεεινὰ ῥήματα καὶ θεωρῶν αὐτοὺς πάντας μετ’ αἰσχύνης ἑστῶτας, ὁρῶν δὲ καὶ τὸν Βενιαμὶν διερρηχότα τὸν χιτῶνα αὐτοῦ, καὶ ἐν κλαυθμῷ | |
15 | προσπίπτοντα τοῖς γόνασι τῶν παρεστώτων, ἵνα αὐτοὶ δυσωπήσωσι τὸν Ἰωσὴφ | 297 |
298 | ὑπὲρ αὐτοῦ, ὅπως συγχωρήσῃ αὐτῷ κατελθεῖν μετὰ τῶν ἀδελφῶν, πάνυ εἰς ὑπερ‐ βολὴν ἐταράχθη, ἐκ τῶν σπλάγχνων αὐτοῦ κινούμενος, καὶ μετὰ σπουδῆς ἐκέ‐ λευσε τοὺς ἑστῶτας ὑποχωρῆσαι. Καὶ ἐξελθόντων, ὑψώσας τὴν φωνὴν αὐτοῦ ὁ Ἰωσὴφ μετὰ κλαυθμοῦ εἶπεν αὐτοῖς, μετὰ παρρησίας, τῇ ἑβραΐδι διαλέκτῳ· Ἐγώ | |
5 | εἰμι Ἰωσὴφ ὁ ὑμέτερος ἀδελφός· οὐκ ἐβρώθην ἐκ θηρίου, καθὼς ὑμεῖς λέγετε. Ἐγώ εἰμι ὁ ὑφ’ ὑμῶν γυμνὸς ῥιφεὶς ἐν τῷ λάκκῳ. Ἐγώ εἰμι ὁ πραθεὶς τοῖς Ἰσμαηλίταις· ὁ περιπτυσσόμενος πάντων ὑμῶν καὶ τοῖς γόνασι καὶ τοῖς ἴχνεσι· καὶ τότε οὐδείς με ἐν τοιαύτῃ θλίψει ἠλέησεν, ἀλλ’ ὡς τὰ θηρία τὰ ἄγρια ἐγχειρίσασθέ μοι. Πλήν, ἀδελ‐ φοί μου, μηδεὶς ὑμῶν δειλιάσῃ, μηδὲ φοβηθῇ, ἀλλὰ μᾶλλον ἀγαλλιᾶσθε κἀγὼ καὶ | |
10 | ὑμεῖς ὅτι ἐγὼ βασιλεύω. Καὶ ὃν τρόπον εἴπατε τῷ πατρὶ ἡμῶν τὸ πρότερον, ὅτι ἐγὼ ἐν ὄρεσιν ἐκ θηρίου ἀνῃρέθην, πάλιν ἀπελθόντες ἀναγγείλατε τῷ Ἰακώβ, λέγον‐ τες, ὅτι ζῇ ὁ Ἰωσὴφ ὁ υἱός σου, καὶ ἰδοὺ κάθηται ἐν ἅρματι βασιλείας Αἰγύπτου. Γενομένης δὲ τῆς φωνῆς τοῦ Ἰωσὴφ πρὸς τοὺς ἀδελφούς, ὑπέμειναν ὡσεὶ νεκροὶ ἀπὸ φόβου καὶ δειλίας. Καὶ προσελθὼν Ἰωσήφ, τὸ βλάστημα τοῦ Ἰακώβ, | |
15 | κατεφίλησεν ἕνα ἕκαστον αὐτῶν ἐν πόθῳ ἀμνησικάκως καθὼς ἔπρεπεν αὐτῷ, καὶ | 298 |
299 | πάνυ ἐχαροποίησεν αὐτοὺς ἐν δώροις καὶ ἐν χαρᾷ μεγάλῃ. Καὶ ἀνέπεμψε πάντας αὐτοὺς πρὸς τὸν Ἰακώβ, λέγων οὕτω· μὴ μάχεσθε καθόλου ἐν τῇ ὁδῷ, ἀλλὰ μᾶλλον πορεύεσθε μετὰ σπουδῆς πρὸς τὸν πατέρα, καὶ εἴπατε αὐτῷ· τάδε λέγει ὁ υἱός σου ὁ Ἰωσήφ· ἐποίησέ με ὁ Θεὸς πάσης Αἰγύπτου βασιλέα. Ἐλθέ, πάτερ, ἐν | |
5 | χαρμοσύνῃ καρδίας, ἵνα ἴδω τὸ ἀγγελικὸν πρόσωπον τοῦ σοῦ γήρως. Καὶ ἀπελθόντες μετὰ σπουδῆς ἀνήγγειλαν τῷ Ἰακὼβ τὰ ῥήματα Ἰωσήφ, ὅσα αὐτοῖς ἐνετείλατο. Ἀκούσας δὲ Ἰακὼβ τὸ ὄνομα τοῦ Ἰωσήφ, ἐστέναξε πικρῶς, καὶ δακρύσας εἶπεν αὐτοῖς· εἰς τί ὑμεῖς ταράσσετε τὸ πνεῦμά μου, ἵνα ἀναμνησθῶ τοῦ χαρακτῆρος τοῦ παγκάλου Ἰωσήφ, καὶ τὴν λύπην τὴν κατ’ ὀλίγον σβεσθεῖσαν ἐν τῇ | |
10 | καρδίᾳ μου θέλετε ἀνάψαι; Καὶ προσελθὼν Βενιαμίν, καταφιλῶν τὰ γόνατα αὐτοῦ καὶ τὸν πώγωνα, ἔλεγεν· ἀληθινά εἰσι τὰ ῥήματα ταῦτα, καλὲ πάτερ· καὶ ἔδειξεν αὐτῷ πάντα τὰ πεμφθέντα παρὰ Ἰωσήφ. Καὶ τότε ἐπίστευσε τοῖς ῥήμασι Βενιαμίν. Καὶ ἀναστὰς πανοικὶ μετὰ σπουδῆς καὶ μεγάλης χαρᾶς κατῆλθεν εἰς Αἴγυπτον πρὸς Ἰωσὴφ τὸν υἱὸν αὐτοῦ. | |
15 | Καὶ ἤκουσεν Ἰωσὴφ ὅτι παρεγένετο ὁ Ἰακὼβ ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστη μετὰ | 299 |
300 | χαρᾶς μεγάλης, καὶ ἐξῆλθεν ἔξω τῆς πόλεως μετὰ τῶν μεγιστάνων Φαραώ, κἀκεῖ ὑπήντησεν αὐτῷ μετὰ πολλῆς ὑπηρεσίας. Ὡς δὲ εἶδεν Ἰακὼβ Ἰωσὴφ τὸν υἱὸν αὐτοῦ, ἔπεσεν ὑπεράνω τοῦ τραχήλου αὐτοῦ μετὰ πολλοῦ πόθου λέγων· νῦν ἀποθανοῦμαι ἀφ’ οὗ εἶδον τὸ πρόσωπόν σου, τέκνον γλυκύτατον· ἔτι γὰρ σὺ ζῇς ἀληθῶς. Καὶ | |
5 | ἐδόξασαν ἀμφότεροι τὸν Θεόν. Ὑπὲρ δὲ τούτων ἁπάντων δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι· ᾧ ἡ δόξα καὶ τὸ κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς | |
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 300 |