TLG 4138 151 :: EPHRAEM SYRUS :: Sermo in Abraham EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Sermo in Abraham Citation: Page — (line) | ||
251(t) | Λόγος εἰς τὸν Ἀβραάμ | |
1 | Δειλιῶ τὸν Ἀβραὰμ ὡς τὴν ἐμὴν ὑπερβαίνοντα γλῶτταν· καὶ πρὸς τὴν αὐτοῦ μνήμην προλαβοῦσά με πάλιν ἐπαγγελία καθέλκει· καὶ τῆς ἀρετῆς ἐκείνου τὸ πέλα‐ γος δέδοικα. Πῶς γὰρ δυναίμην πρὸς λιμένας ἐλαύνειν ἅπαξ τοσαῦτα καταρξάμενος πλέειν; Σήμερον δὲ ἴδωμεν, εἰ μέχρι τέλους ἐπὶ τῆς αὐτῆς ἔμεινε γνώμης ὁ δίκαιος. | |
---|---|---|
5 | Τί δὲ τὸ κελευσθέν; Λάβε τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσα‐ άκ, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν ἐπὶ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω. Πῶς οὐ κατεπλάγη καὶ ψιλῇ τῇ τῶν ῥημάτων ἀκοῇ ὁ Ἀβραάμ; Πῶς νήφων | |
ἔμεινεν ἔτι; Πῶς οὐ γέγονεν ἄφωνος; Πῶς αὐτῶν ἄφνω τῶν φρενῶν οὐκ ἐστερή‐ | 251 | |
252 | θη; Πῶς οὐκ εἶπε παρενεχθεὶς τὴν διάνοιαν· τοῦτό μοι, Δέσποτα, τῆς πρὸς σὲ δου‐ λείας τὸ ἆθλον; Οὗτος ὁ μέγας τῆς εὐσεβείας καρπός; Τοῦτό μοι τῆς διὰ σοῦ με‐ τοικίας τὸ δῶρον; Πρὸς ποίαν διὰ σὲ καρτερίας οὐκ ἐπύκτευσα πεῖραν; Πατρίδος ἐστερήθην διὰ σὲ καὶ κτημάτων καὶ γένους. Σύ μοι δέδωκας υἱὸν οὐκ ἐλπίσαντι· | |
5 | σύ μοι πολλὰ ὑπ’ αὐτῷ παρέχειν ἀγαθὰ καθυπέσχου. Τοῦτό μοι οὖν τῶν ἐπαγγελθέντων τὸ πέρας; Ἔτι σου τῆς ὑποσχέσεως κα‐ τέχω τὰ γράμματα· ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Ἐὰν οὗτος ἀποθάνῃ, πῶς ἔχει μοι τῆς ἐπαγγελίας ἡ ἀλήθεια ζῆσαι; Ἐὰν τὴν ἀρχὴν ἀνέλῃς, πῶς ἔχει τὸ γέ‐ νος δραμεῖν; Εἰ λαβεῖν ἐβούλου, τί καὶ τὴν ἀρχὴν ἐχαρίζου; Εἴθε μοι στεῖρα διέ‐ | |
10 | μεινεν ἡ γυνή· εἴθε τῆς Σάρρας τῆς ἀπαιδίας οὐκ ἐλύθη τὸ πάθος. Ἐπέτυχον ἄν, εἰ μὴ τῆς χάριτος ἔτυχον τότε. Πολλὴν εἶχε τὸ πρᾶγμα παραψυχήν, καὶ τὸ μετ’ ἄλλων ἐστερῆσθαί με λογιζόμενος ἐκαρτέρουν. Νῦν δὲ τὸν Ἀβραάμ τις ὀνομάζων καὶ τὸν παιδοφόνον προστίθησιν. Μὴ μό‐ | |
νος τοιαῦτα καινοτομήσω τὸν βίον. Μὴ γένωμαι μῦθος τοῖς ἀνθρώποις ἀνόσιος. | 252 | |
253 | Αἰτήσαντί σοι δίδωμι τὰ σά· παρέχειν ὁμολογῶ· μόνον ἑτέρῳ τὸ σφάττειν ἐπίτα‐ ξον. Μὴ τὸν πατέρα τῆς τοῦ τέκνου θυσίας ἱερέα προβάλλου. Μὴ γένωμαι φονεύς, οὗπερ ἐγενόμην σπορεύς. Τίς γὰρ ἐλεήσει τὸν ὑφ’ ἑαυτοῦ τοξευθέντα; Τίς χειραγω‐ γήσει τρέμουσαν δεξιὰν μὴ φεισαμένην υἱῷ; Τίς ὁρίσεται φίλον τὸν τοῖς οἰκείοις | |
5 | πολεμήσαντα σπλάγχνοις; Ἀπελεύσομαι κἀγὼ τῷ παιδὶ συνθαπτόμενος. Λείψανον λειψάνῳ περιπλοκὴ γένηταί μοι, περιχυθὲν αἷμα τοῦ παιδὸς εἰς ἕνα τάφον. Ὁμοῦ πρὸς ᾅδην ὁδεύσο‐ μεν. Ζῶντος ἐχωρίσθην υἱοῦ; Συνοικήσω κἂν τελευτήσαντι. Ἅμα δέξηται ὁ θάνα‐ τος πατέρα γέροντα καὶ νέον υἱὸν παρ’ αὐτοῦ σπαρέντα. Ποίοις γὰρ ὀφθαλμοῖς | |
10 | τὴν τρισαθλίαν μητέρα τοῦ τέκνου θεάσομαι; Ταῦτά τις ἂν εἶπε μὴ ὢν Ἀβραάμ. Ὁ δὲ δίκαιος οὐδὲν τούτων εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλὰ τῷ Θεῷ πρὸς τὴν τοῦ τέκνου σφαγὴν τὴν ἀπὸ τῆς γνώμης θυσίαν προσέφερεν. Ἀναστὰς γὰρ Ἀβραάμ, φησί, τὸ πρωῒ ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέ‐ | |
λαβε δὲ μεθ’ ἑαυτοῦ καὶ δύο παῖδας καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, καὶ σχίσας ξύλα εἰς | 253 | |
254 | ὁλοκάρπωσιν ἀναστὰς ἐπορεύθη. Καὶ 〈οὐκ〉 εἶπε τῇ μητρὶ τοῦ τέκνου τὴν μέλ‐ λουσαν σφαγήν, μάθε τὸ μέλλον, μὴ κλαπῇ τὸ ἐγχείρημα· ἐνταφιάσῃ καὶ αὐτὴ σὺν δάκρυσιν ὃν ἐγέννησε· προπέμψῃ τὸν ἐπὶ θάνατον ὁδεύοντα παῖδα· συμβαδίσῃ τῷ μηκέτι λοιπὸν ὑποστρέφοντι· ἀπολαύσῃ θέας ἐσχάτης τελευταίοις φιλήμασιν. | |
5 | Ὢ τῆς ἀδαμαντίνης τοῦ δικαίου ψυχῆς! Θαρρῶ μὲν τὴν δικαιοσύνην τοῦ γυ‐ ναίου, δέδοικα δὲ ταύτης τὴν μαλακωτέρας τῆς φύσεως δύναμιν· ἀλλὰ καὶ δυσκα‐ ταγώνιστος ἡ τῆς τοιαύτης ἀκοῆς συμπλοκή. Ἰσχυρότερον τὸ πάθος, καὶ φοβοῦμαι μὴ πέσῃ παλαίουσα· μὴ βιάσηται τὴν γνώμην ἡ συμφορά. Ἂν φθάσας ἱερουργήσω τὸν Ἰσαάκ, μαθοῦσα τὴν πρόφασιν φιλοσοφήσει γενναίως, τῆς φιλουμένης ὄψεως | |
10 | μηκέτι φαινομένης λοιπόν. Καὶ ἦλθεν εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, τῇ ἡμέρᾳ τῇ τρίτῃ. Ὢ κολάσεως χρόνος! Ὢ διαστήματος συμφορά! Οἵων, οἴει, λογισμῶν ὁδοι‐ πορῶν ὁ Ἀβραὰμ ἐδέξατο πόλεμον; Πῶς εὐσέβεια παρ’ αὐτῷ καὶ φύσις ἠγωνίζετο; | |
Οὐ φείδῃ παιδός, ὁ γέρων, μεθ’ ὃν ἕτερον οὐκ ἔχεις τινά; Οὐ γίνῃ καὶ τῇ γνώμῃ | 254 | |
255 | πατήρ; Φέρεις ἐν σώματι τέκνον, καὶ τῷ τοιούτῳ βαπτίζεις τὸ σιδήριον; Κατα‐ νόησον ἀκριβῶς ὁποῖον ἐπείγῃ φονεῦσαι υἱὸν καὶ τοσοῦτον ὁπλίζῃ καλῶς. Εἰς θη‐ ρίον ὁ λογισμὸς μετεβλήθη; Φοβῇ τὸν κελεύσαντα; Φιλάνθρωπος ὁ προστάξας. Καίτοι τοιαῦτα μὲν ὡς εἰκὸς ἡ φύσις προεβάλετο δίκαια, πάλιν δὲ ἡ εὐσέ‐ | |
5 | βεια τὴν αὐτῆς ἴσως ἀντετέθη σοφίαν. Θεός, Ἀβραάμ, καὶ τοῦ γενέσθαι καὶ τοῦ γεννῆσαι προστάττει. Ἔχεις οὐδὲν ὃ οὐ παρὰ τοῦ κτίσαντος εἴληφας; Οὐ δεῖ τὸ δοθὲν τοῦ δεδωκότος προκρίνειν. Οὐ δεῖ τὴν χάριν τοῦ χαρισαμένου φιλεῖν περισ‐ σότερον. Ἀγαπᾷς τὸν υἱόν; Εἴπερ φιλεῖς τὸν υἱόν, ἐμὸν τὸ ἐπίταγμα. Οὐδεὶς δε‐ σπότου περιεργάζεσθαι γνώμην δύναται καὶ μὴ παρὰ βουλομένου λαβεῖν. Διὰ τί | |
10 | μὴ ἑκὼν ἐπιδίδως; Οὐδεὶς ἔρημος, ἔχων συνοικοῦντα τὸν πλάσαντα. Τὸ τῶν σπλάγχνων καταφλέγει σε κέντρον; Οὐ χρὴ παρὰ δούλῳ δεσποτικοῦ προστάγμα‐ τος περιγενέσθαι φύσιν. Ὃς δέδωκεν ἅπαξ παραλόγως υἱόν, δώσει θελήσας καὶ δεύτερον. Τοιαῦταί τινες ἴσως τὴν ψυχὴν ἐμερίζοντο γνῶμαι. | |
Ὡς δὲ τὸν δειχθέντα κατελάμβανε τόπον, ἔλαβε τὰ ξύλα τῆς ὁλοκαρπώσεως, | 255 | |
256 | καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ. Διὰ τί φορτοῦται καὶ σφάττεται; Τάχα τοῦ πα‐ τρὸς ὁ παῖς εὐλαβέστερος; Τί βαρεῖς ξύλοις, οἷς μέλλεις τὸ σῶμα αὐτοῦ μετὰ μικρὸν περιστέλλειν; Ἔλαβον δὲ καὶ τὸ πῦρ μετὰ χεῖρας, καὶ τὴν μάχαιραν, καὶ ἐπορεύ‐ θησαν οἱ δύο ἅμα. Ὁρῶν δὲ ὁ Ἰσαὰκ τὰ ξύλα προκείμενα, τὸ πῦρ εὐτρεπισθέν, ἠκο‐ | |
5 | νημένον τὸ σιδήριον, τὸ πρόβατον οὐδαμοῦ, ἠρώτα τὸν πατέρα· πάτερ [Ἀβραάμ], ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; Εἶπε δὲ Ἀ‐ βραάμ· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Προφητεία τῆς ἀποκρίσεως ἦν· τὸ γὰρ ἀληθῶς τῷ Θεῷ σκοπηθὲν οὔπω δεδίδακτο θαῦμα. ᾨκο‐ δόμησε δὲ Ἀβραὰμ θυσιαστήριον, καὶ συμποδίσας τὸν Ἰσαὰκ ἐπέθηκεν ἐπάνω τῶν | |
10 | ξύλων. Ἐξέτεινε δὲ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν. Ὁ δὲ Ἰσαὰκ οὐκ ἔπαθέ τι πρὸς τὰ γινόμενα. Οὐ κατεπλάγη σχηματισθεὶς εἰς σφαγήν. Ὡς ἐν ἑτέρῳ τὰ ἐν ἑαυτῷ θεωρῶν ἐκαρτέρει. Ἔχαιρε θυσία τάχα προσα‐ | |
γόμενος τῷ Θεῷ. Ὡς δὲ ἡ χεὶρ μετὰ τοῦ ξίφους μετέωρος ἦν, τοσοῦτό τε μόνον ἀ‐ | 256 | |
257 | πεῖχεν ὁ θάνατος, ὅσον τέως ἡ χείρ, ἄφνω τις ἐξ οὐρανοῦ προσκήπτει βοή· Ἀβραάμ, Ἀβραάμ, ἀνάμεινον. Τί τοσοῦτον εἰς τὸ ἔργον ἐλαύνεις, ἐμοὶ χαριζόμενος; Παῦσαι! Ὅρα γέροντος ὁρμὴν ἐπαλλήλοις χαλινουμένην κωλύμασι, καὶ ἔτι πρὸς τά‐ χος ἀκμάζουσαν. Ὁ λόγος ἐπεῖχεν· ὁ ζῆλος ἀνῆπτεν. Ὁ κελεύσας τὸν ὅρον ἀνέ‐ | |
5 | τρεπε· μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ἅψῃ τῆς ἐμῆς δωρεᾶς. Τέλος ἐπιθεῖναι τῷ προστάγματί μου βούλει; Ὁμολογῆσαι θέλεις ὅτι δέδωκας ὅπερ ᾔτησα; Ἔχω τὴν χάριν. Ἐδεξάμην τὸ δῶρον. Τὴν θυσίαν ἐτέλεσας. Ἄπαις ἐκ προθέσεως εἶ. Ἀλλ’ ἐρεῖς· κεῖται ὁ παῖς Ἰσαάκ. Παρ’ ἐμοὶ ἐγένετο προσφορά· τῆς σῆς ἐφάνη πίστεως ὁλοκάρπωμα. Ἀλλ’ εἴπερ ἐστίν, ἀλλ’ ἐμοὶ κατεσφάγη. Ὡς | |
10 | ἄλλον σοι τοῦτον ἐγὼ χαρίζομαι τὸν υἱόν. Δευτέραν αὐτοῦ γέννησιν ὑπολάμβανε ταύτην. Πρῴην γεγέννηται παραλόγως, σήμερον ζήσεται παρ’ ἐλπίδας· προαιρέ‐ σεως γάρ, οὐκ ἀναιρέσεως χρῄζω· τρόπον δοκιμάζω, οὐ φόνον ἐπιζητῶ. Οὐκ ἀνα‐ τρέπω τὸ παρ’ ἐμοῦ σοι κτῆμα ἐπιδοθέν· οὐ τέμνω δένδρον, ἀφ’ οὗ πολλῶν ἀνθρώ‐ πων δικαιοσύνης περιμένω καρπούς· οὐκ ἀφανίζω ῥίζαν τὴν κατὰ σάρκα μέλλου‐ | |
15 | σαν τὸν ἐμὸν καρποφορεῖν μετ’ ὀλίγον μονογενῆ· οὐ μάχομαι, ἀλλὰ τοῖς ἐμοῖς | 257 |
258 | ἀποφαίνομαι. Ἀλόγων παραιτοῦμαι θυσίας, καὶ λογικῶν ἐπέτρεπον γενέσθαι; Ἁμαρτωλῶν οὐ βούλομαι θάνατον, καὶ δικαίων ἔμελλον ἂν αἱρεῖσθαι σφαγήν; Ἐγώ σοι πρόβατον ἐπινοῶ πρὸς τὴν τοῦ πράγματος χρείαν. Ὅλων ἐν τῇ σῇ σκιᾷ τῶν μελλόντων εἰς οὐρανοὺς θαυμάτων παραδηλῶ τὴν ἀλήθειαν. Ἔστι κἀμοὶ μο‐ | |
5 | νογενής, Ἀβραάμ, ἀγνοούμενος. Ὅτι σὺ τὸν υἱὸν δέδωκας μὴ φεισάμενος, κἀγὼ τὸν μονογενῆ τὸν ἐμὸν μετὰ μικρὸν ἐπιδίδωμι. Σὺ τὸν σὸν ἐμοί, κἀγὼ τὸν ἐμὸν τῇ φύσει τῇ σῇ. Σὺ τὸν ὁμόφυλον, κἀγὼ τὸν ὁμοούσιον. Ὁ σὸς ἐξ ἀγόνου, καὶ ὁ ἐμὸς μετὰ μικρὸν ἐκ παρθένου. Ἐνταῦθα πρόβατον ἄλογον, μετ’ ὀλίγον ἀμνὸς λο‐ γικός. Ἡ θυσία ἐνταῦθα ξύλῳ φυτοῦ, μετ’ ὀλίγον ξύλῳ σταυροῦ. Σαβὲκ ἄφεσις | |
10 | τούτῳ προσηγορία τῷ ξύλῳ· ἄφεσις ὁμοίως ἁμαρτωλῶν ὄνομα τῷ ξύλῳ σταυροῦ. | |
Ἀπὸ συμβαίνοντος τούτῳ καὶ ἀπὸ πραγμάτων ἐκείνῳ. Τούτῳ προσδεσμεῖται | 258 | |
259 | κριός· ἐκείνῳ προσηλοῦται Χριστός. Οὗτος ὑπὲρ Ἰσαὰκ τοῦ κινδυνεύοντος σφάτ‐ τεται· ἐκεῖνος ὑπὲρ τῆς οἰκουμένης σταυροῦται. Ὁ σὸς ἐπὶ τρεῖς ἡμέρας τὴν ἐκ προσδοκίας ὑπέμεινε νέκρωσιν, καὶ ὁ ἐμὸς ἰσαρίθμους ἡμέρας τὸν ἐξ ἀληθείας ὑπὲρ ὑμῶν καταδέξεται θάνατον. Ὁ σὸς ἤλπισε μὲν τελευτᾶν, οὐκ ἐτελεύτησε δέ· | |
5 | καὶ ὁ ἐμὸς τεθνήξεται μέν, οὐ φθαρήσεται δέ. Ὁ Ἰσαὰκ ἔπαθε καὶ οὐκ ἔπαθεν· ὁ αὐτὸς ἔπαθε μὲν οἷς ἠθέλησας, οὐκ ἔπαθε δὲ οἷς ἐκώλυσα· καὶ ὁ μονογενὴς ὁ ἐμὸς πάσχει μὲν οἷς γίνεται θεατός, οὐ πάσχει δὲ οἷς πιστεύεται νοητός. Καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καὶ ἰδοὺ κριὸς εἷς κατε‐ χόμενος ἐκ τῶν κεράτων ἐν φυτῷ σαβέκ. | |
10 | Ἀληθῶς ἄρα τοῖς Ἰουδαίοις ἔλεγεν ὁ Χριστός· Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλ‐ λιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη. | |
Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | 259 |