TLG 4138 150 :: EPHRAEM SYRUS :: Sermo in Abraham et Isaac (ii) (e cod. 163 MPT Athen. Nat. Bibl., fol. 8v–17r)

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo in Abraham et Isaac (ii) (e cod. 163 MPT Athen. Nat. Bibl., fol. 8v–17r)

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 7. Thessalonica: Το περιβόλι της Παναγίας, 1998: 233–250.

Citation: Page — (line)

233

(t)

Λόγος εἰς τὸν Ἀβραὰμ καὶ Ἰσαάκ
1 Ὁ Ἰσαὰκ ἐξ ἐρήμου μήτρας φυτὸν ἐβλάστησε πολύκαρπον καὶ ἀπὸ στείρας γυναικὸς πηγὴ ἀνθρώπων ἀνέτειλεν· συνελήφθη γὰρ ἐξ ἐπαγγελίας, καὶ εἰς ἄλλους τὴν ἐπαγγελίαν ἐπλήθυνε. Καὶ ἐχαρίσθη μὲν τῷ Ἀβραάμ, αὐτὸς δὲ τοῖς ἔθνεσιν αὑτὸν διεφύλαξε· τὸν γὰρ Υἱὸν τοῦ Θεοῦ ἐν αὐτῷ ἐδεξάμεθα.
5 Ἀπὸ δικαίου δὲ φυτὸν γεννᾶται δίκαιον, ἵνα τὴν δικαιοσύνην Χριστὸν προκη‐ ρύξηται. Πρὸ τρισχιλίων ἐτῶν πρόδρομος ἐγένετο ὁ Ἰσαὰκ τοῦ Χριστοῦ, ἐπειδὴ πᾶσα
γενεὰ πατέρα αὐτὸν ἐπίσταται.233

234

Ἐγέννησε τοίνυν ἡ φύσις, ἵνα γεννήσῃ καὶ ἡ προαίρεσις· ἡ φύσις ἔτεκε τὸν ἄνθρωπον καὶ ἡ προαίρεσις ἐγέννησε τὸν δίκαιον. Συνῆλθε τὸ συναμφότερον καὶ τέ‐ λειος ὁ Ἰσαὰκ ἐν ἁγιότητι γίνεται. Τρεῖς τύπους εἶχε τὸ δίκαιον· τὴν φύσιν, τὴν πρᾶξιν, τὴν χάριν. Τὴν μὲν φύσιν,
5ὅτι ἐκ στείρας προῆλθεν, ὡς καὶ ὁ Χριστὸς ἐκ Παρθένου γεγέννηται· τὴν δὲ πρᾶξιν, ὅτι ἦν ἄκακος καὶ τοῖς ἐχθροῖς χρηστότατος, ὡς καὶ ὁ Χριστὸς σταυρούμενος τοῖς ἐχθροῖς ὑπερηύχετο· καὶ τὴν χάριν, ὅτι καὶ σφαγιαζόμενος οὐκ ἀπέθανεν, ὡς καὶ ὁ Χριστὸς θανὼν πάλιν ἀνέστη ἐκ νεκρῶν. Τί τοίνυν ἐλογίσατο ὁ Ἀβραὰμ αἰτηθεὶς θυσίαν; Καὶ μὴ πληρώσας αὐτήν, τί
10ἐνόμισε; Τὴν τοῦ κελεύσαντος διάνοιαν ἔγνω, ὅτι μετενόησεν ἆρα, ἢ ὅτι ἐψεύσατο, ἢ ὅτι ἀναστῆσαι τὸν Ἰσαὰκ ἐκ νεκρῶν οὐκ ἠδύνατο; Οὐχί. Εἰ γὰρ μὴ οὕτως ἐπίστευ‐ σεν, οὐκ ἂν τῆς θυσίας ἐνήρχετο, καθὼς εἶπεν ὁ Ἀπόστολος. Οὔτε οὖν ἠπίστησεν, οὔτε σκάνδαλον ὑπέμεινεν· ἀλλ’ εἶδε Χριστὸν ἐκτυπούμε‐ νον, καὶ συνῆκε τῆς οἰκονομίας τὴν ἔκβασιν. Εἶδεν ἐν τῷ ἰδίῳ υἱῷ τὸν τοῦ Θεοῦ Υἱόν,
15καὶ συνῆκε τοῦ μυστηρίου τὴν δύναμιν· τήν τε ἑαυτοῦ πεῖραν εἶδε πολλῶν λυσιτέ‐234

235

λειαν· καὶ γὰρ ἄχρι τῆς σήμερον ἐν τῷ τοῦ Ἰσαὰκ τύπῳ τὰ ἔθνη πείθονται ἔτι μᾶλλον καὶ μᾶλλον περὶ Χριστοῦ. Περὶ οὖν τῆς ἡμέρας ταύτης εἶπεν ἐν εὐαγγελίοις ὁ Κύριος, ὅτι ἰδὼν αὐτὴν ὁ Ἀβραὰμ ἐχάρη. Εἰ μὴ γὰρ εἶδε, τῶν προειρημένων σκανδάλων οὐκ ἂν ἀπηλλάτ‐
5τετο· διὰ τοῦτο δὲ μᾶλλον ἐχάρη, ὅτι ἄξιος εὑρέθη διπλῆς χάριτος· διότι εἶδε τὸν Θεόν, καὶ ὅτι Χριστοῦ τύπον προεχειρίσθη λειτουργῆσαι, ἔλυσέ τε τὸν κρυπτόμενον διὰ τοῦ φαινομένου. Ὅτι τὸν υἱὸν ἀπέλαβεν ἀσινῆ, καὶ τὸν σταυρὸν ἔδειξεν ἐν τῇ προσ‐ λήψει γενόμενον, οὐ γὰρ ἐν τῇ φύσει τῆς θεότητος, ἐπειδὴ τὸν ἐκφύσεως αὐτοῦ υἱὸν πάθους ἀθιγῆ ἀπέλαβε· συνέπαθε γὰρ οὐδαμῶς τῇ σαρκὶ ἡ θεότης· καὶ γὰρ ὁ Ἰσαὰκ
10ἐδέθη μηδὲν ὑποστάς· συνῆν καὶ ἡ θεότης τῷ Υἱῷ, μηδὲν παθοῦσα· ὅτι καὶ ὁ Ἰσαὰκ ἐπὶ τὸν βωμὸν τοῦ θυσιαστηρίου ἀνενήνεκτο. Ὁ μέντοι βωμὸς ἦν ὁ τύπος τοῦ Γολ‐ γοθᾶ, τὰ δὲ ξύλα ἡ εἰκών, ὁ σταυρὸς τοῦ Χριστοῦ· ὁ δὲ Ἀβραὰμ ἦν ἡ συγκατάθεσις
τοῦ Πατρός· καὶ ἡ μάχαιρα ὁ ὅρος ὃν ἔκρινε παθεῖν τὸν Υἱὸν αὐτοῦ.235

236

Λέγει ὁ Ἰσαάκ, ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ τὸ πρόβατον, πάτερ; Ἀλλὰ καὶ ὁ Ἰησοῦς εἶπε, Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο. Ἐσιώπησεν ὁ παῖς γνοὺς τὸ θέλημα τοῦ πατρός· ἡσύχασε καὶ ὁ Χριστὸς εἰπών, τὸ σὸν θέλημα γινέσθω, Πάτερ.
5 Ἴδωμεν δὴ τὸν σταυρὸν καὶ συνήσωμεν τῆς θυσίας τὴν δύναμιν. Νόει γὰρ τὸν τοῦ Ἰσαὰκ βωμὸν τὸν σταυρόν. Ἵνα γένηται θυσιαστήριον, καθώς φησιν ὁ Θεός, ἐκ λίθων ἀπελεκήτων διὰ τὸ θυσιαστήριον τοῦ ἰδίου Υἱοῦ, καὶ ὁ νόμος διηγόρευσε λί‐ θους τμηθέντας θυσιαστηρίοις μὴ ἐνίεσθαι. ᾜδει γὰρ ὅτι ὁ Χριστὸς ἐν θυσιαστηρίῳ ἀχειροποιήτῳ ἀνενεχθήσεται.
10 Διατί δὲ οὕτως ἠθέλησεν ὁ Θεός; Ἵνα δείξῃ τὴν θυσίαν, ὅτι ἀνθρώπων χεῖρες τοῦτο ποιεῖν οὐκ ὀφείλουσιν· ἐκεῖνα δὲ ποιεῖν ἀνθρώπους τὰ θυσιαστήρια, ὅπου ἄλογα προσεκομίζοντο πρόβατα. Τὸ δὲ Χριστοῦ θυσιαστήριον ποιείτω Θεός, ὅτι τὸν Υἱὸν αὐτοῦ ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους προσήγαγεν· ὅτι τὴν Ἱερουσαλὴμ ὁ Θεὸς
ἔκτισε καὶ οὐκ ἄνθρωπος· ὁμοίως καὶ τὸ τοῦ Χριστοῦ θυσιαστήριον ὁ Θεὸς ἔκτισεν.236

237

Οἶδα πατέρας θύοντας παιδεύειν τὰ τέκνα αὐτῶν, ἀλλ’ οὐχ ἑτέροις προχειρί‐ ζονται τὰ μυστήρια. Οὕτω καὶ ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν οὐκ ἀνθρώπων οἰκοδομαῖς ἀλλ’ οἰκείαις θυσιαστήριον ἔχειν ὥρισεν. Οἱ τοίνυν λόγοι εἰκόνας ἐχέτωσαν· τὰ γὰρ Χριστοῦ ὑπὲρ πάντας εἰσίν. Ἡ μὲν
5οὖν εἰρημένη εἰκὼν παρείληπται, οὐχ ἵνα σκανδαλισθῇς, ἀλλ’ ἵνα νοήσῃς, καὶ αἱ πα‐ ραβολαὶ οὐ πρὸς μείωσιν λέγονται τῆς θεότητος, ἀλλὰ πρὸς αὔξησιν. Ἄκουε οὖν ἐν φωτὶ καὶ μὴ λάλει σκοτεινά· σύνες τὰ ἔργα τοῦ φωτὸς καὶ μὴ σκοτοῦ τὴν διάνοιαν. Εὖρον δὲ καὶ τὸν σταυρὸν ἐν τῷ τύπῳ σημαινόμενον· ὃ δὴ προσ‐ ηγόρευσε φυτὸν σαβὲκ ἡ θεία οὖν Γραφή. Φυτὸν αὐτὸν καλεῖ, ὅτι οὐκ ἀπὸ γῆς ἦν,
10ἀλλ’ ἀπ’ οὐρανοῦ μετεφυτεύθη· καὶ σαβὲκ αὐτὸν ὀνομάζει, ὅτι ἐπὶ γῆς μὲν ἐλειτούρ‐ γησεν, ἐν οὐρανοῖς δὲ ῥιζωθήσεται. Εἰ ἐν τῷ τόπῳ ἐκείνῳ ἦν ἐξ ἀρχῆς τὸ πρόβατον, ἐκεῖ ἦν καὶ τὸ φυτόν, πάντως πρὸ ἀνατολῆς. Εἰ δὲ ἄφνω τὸ πρόβατον ἐκεῖσε ἀνεδεί‐
χθη, δῆλον ὅτι καὶ τὸ φυτὸν οὐκ ἐνυπῆρχε τῷ χώρῳ.237

238

Ὢ τοίνυν τοῦ ποιμένος τοῦ θαυμαστοῦ, καὶ ὢ τοῦ γεωργοῦ τοῦ ἐνδόξου· ὅτι οὐ μόνον γεωργὸς καὶ ποιμήν ἐστιν, ἀλλὰ καὶ δημιουργὸς καὶ μέγας ἐπίσκοπός ἐστιν. Ἆρα ὄντως ἐξ οὐρανοῦ τὸ φυτὸν ἤνεγκεν; Ἆρα τὸ πρόβατον πόθεν ἤγαγεν; Τί γάρ, ὁ οὐρανὸς γῆν ἔχει, ἵνα καὶ τὰ φυτὰ ἀνήγαγεν; Ἢ ἄλογα τρέφει, ἵνα πρό‐
5βατον δώσειεν; Καὶ πῶς ἐστι ποιμὴν καὶ γεωργὸς τῶν λογικῶν ψυχῶν ὁ Θεός· ὅτι τῶν μὲν ἐνεργεστέρων, ὡς πλέον δυναμένων, ποιμήν ἐστι, παρεχόμενος ταῖς ψυ‐ χαῖς τοῦ νόμου καὶ τῶν προφητῶν τὰ δικαιώματα καὶ τοῦ Εὐαγγελίου τὰ χαρί‐ σματα, διαφυλάττων δὲ καὶ ἀπὸ τῶν ἐπιβουλῶν τῆς βίας τῶν δαιμόνων καὶ τῶν τῆς σαρκὸς δηλαδὴ παθῶν;
10 Πόθεν οὖν ἤνεγκε τὸ φυτὸν καὶ τὸ πρόβατον; Ἴσως εἴποι τις ἂν ἀπὸ τοῦ παρα‐ δείσου· ἐγὼ δὲ τοῦτο οὐ λέγω. Οὐ γὰρ ὁ παράδεισος ἐδόθη εἰς τύπον, ἀλλ’ εἰς ἀλή‐ θειαν· οὔτε εἰς εἰκόνα διατρέχουσαν, ἀλλ’ εἰς αὐθεντίαν διαμένουσαν. Ἐκεῖνος δὲ ὁ εἰπών, ἐξαγαγέτω ἡ γῆ ξύλον κάρπιμον καὶ πᾶσαν ψυχὴν ζῶσαν, αὐτὸς καὶ εἶπε καὶ ἐφάνησαν. Ὁ γὰρ μυριάδας γηγενῶν κτίσας ἐν ῥιπῇ ὀφθαλμοῦ, οὐκ ἐκεῖ χρῆται
15παρὰ ἄλλου πρόβατον, οὐδὲ ἔχρῃζε παρὰ γεωργοῦ ἵνα μετενέγκας φυτεύσῃ τὸ φυτὸν238

239

τοῦ σαβέκ, ἀλλὰ τάχα οὖν ὑπέστησεν ἡμῖν τῷ λόγῳ. Ἀπὸ τοῦ Προφήτου τοίνυν ἴσως μάνθανε τὴν ἀλήθειαν, ὅτι ὁ Θεὸς προσέτα‐ ξε τῇ κολοκύνθῃ γενέσθαι ὑπὲρ κεφαλῆς αὐτοῦ, καὶ ἐν τῇ ἐρήμῳ εἶπε τῇ πέτρᾳ καὶ παρήγαγεν ὕδατα· οὐ γὰρ αἰτίας δέεται τὸ πρόσταγμα τοῦ Θεοῦ, ἀλλ’ οὐδὲ χώρου
5καὶ χρόνου. Διὸ δὴ μάθωσιν ἀπὸ τούτων οἱ τὴν ὕλην αἰτίαν λέγοντες τῶν τοῦ κόσμου μερῶν, εἰδῶν τε καὶ γενῶν εἶναι· οὐ γὰρ ἐπὶ τοῦ Ἰωνᾶ ὕλην ὁ Θεὸς διέκρινεν, ἵνα τὸ μὲν αὐτῆς ξηρὸν γῆν ποιήσῃ, τὸ δὲ ὑγρὸν ἀέρα· καὶ τὸ μὲν ὑγρὸν εἰς λεπτώτατον ὕδωρ, τὸ δὲ ξηρόν, τὸ πάνυ λεπτόν, εἰς πῦρ ἀπονείμῃ· καὶ ἀπὸ τῶν κινήσεων καὶ ὁρμῶν, τὸ μὲν
10κοῦφον γίνεσθαι πτηνόν, τὸ δὲ ἰσχυρὸν θηρία καὶ τὰ ἄλλα ἄλογα· τὸ δὲ βαρὺ ἑρπετά, καὶ τὸ χαῦνον νηκτά· τῶν δὲ ἀκινήτων δυνάμεων, τῶν εἰρημένων τεσσάρων μερῶν, τὸ μὲν ξηρὸν διαμεῖναι εἰς ξηροὺς καρπούς, τὸ δὲ θερμὸν καὶ ξηρὸν εἰς ὑγροὺς καρ‐
πούς· καὶ τὸ μὲν βαρὺ καὶ ὑγρὸν εἰς ἀμφιβίους πόας, τὸ δὲ κοῦφον καὶ ὑγρὸν εἰς φε‐239

240

ρεσβίους· καὶ ἐκ τῆς καθ’ ἕκαστον δυνάμεως τὰς διαφορὰς τῶν ξηρῶν τε καὶ ὑγρῶν, τῶν τε λαχανωδῶν καὶ ποωδῶν καὶ ῥιζωδῶν ἰδέας· οἷον ἐκ τῆς μόνον ξηρᾶς διεῖλε τὸ καθαρώτατον εἰς ἄλικος καὶ σίτου γένεσιν, τὸ δὲ ὑγρώτερον εἰς κριθὴν καὶ ἔλυ‐ μον καὶ βρόμου διανομήν, τὸ δὲ βαρύτατον εἰς τὰς καθ’ ἕκαστον χεδροπίας· πάλιν δὲ
5ἐκ τοῦ ὑγροῦ καὶ κούφου τὸ μὲν μερικῶς θερμὸν εἰς πράσα, τὸ δὲ γεῶδες θερμὸν εἰς κράμβην καὶ τὰ δριμαῖα πάντα, τὸ δὲ κουφότερον ὑγρὸν εἰς κολοκύνθας καὶ σι‐ κύους καὶ πέπονας. Πολὺς δὲ τούτων ὁ λόγος, ἐὰν θέλω καθ’ ἕκαστον ἐξηγήσασθαι. Εἰ οὖν κατηνάλωσε τὴν ὕλην ὁ Θεός, ὡς Ἕλληνές φασιν, εἰς τὰ μέρη καὶ γένη —ταύτην καὶ μέρη καὶ γένη—πόθεν οὖν ἐποίησε δένδρον καὶ πρόβατον; Πόθεν τε
10κολοκύνθαν; Καὶ ἐν ἄλλῳ καιρῷ πετεινῶν ἀπείρων πλῆθος, ὥστε κορέσαι χιλιάδας
ἐπὶ χρόνον πολύν; Πόθεν δὲ τῇ πέτρᾳ τὸ ὕδωρ καὶ τῇ σιαγόνι τοῦ ὄνου πηγήν;240

241

Ὥσπερ οὖν ταῦτα ἐκ μὴ ὄντων ἐποίησεν, οὐ γὰρ χρόνῳ μετήγαγε ταῦτα, ἵνα εἴπητε ὅτι ἀπὸ τῆς φύσεως ἐχρήσατο, οὕτω δὴ καὶ πάντα ἐκ μὴ ὄντων ἐποίησεν· οὐ γὰρ κρείττων ἐστὶν ἡ ὕλη τῶν νοερῶν πάντων ταγμάτων. Εἰ δὲ τὰ ἀμείνονα ῥώμῃ καὶ συνέσει, τάχει τε καὶ διανοίᾳ, ἐκ μὴ ὄντων ἐγένετο, τίς ἀμφισβητήσει περὶ τῶν
5ἐλαττόνων καὶ διαρρεόντων; Καὶ ὁ Παῦλος δὲ εἶπε, τὰ ὁρώμενα πρόσκαιρα, τὰ δὲ μὴ ὁρώμενα αἰώνια· ᾔδει γάρ που τῆς ἐπουρανίου οὐσίας πολὺ τὸ διάφορον πρὸς τὰ ἐπίγεια. Ἀλλὰ λοιπὸν ἐπανελθόντες ἐπὶ τὸ προκείμενον, εἴπωμεν τίς ὁ λόγος τοῦ Ἰσα‐ άκ, ἵνα μάθωμεν τὸ μυστήριον τοῦ Θεοῦ. Ἐσιώπα κρινόμενος, καὶ σφαγιαζόμενος
10συνείχετο, δηλῶν ἐκεῖνον τὸν συκοφαντούμενον καὶ σιγῶντα, τὸν σταυρούμενον καὶ ὑπὲρ τῶν θεομάχων τῷ Πατρὶ πρεσβεύοντα. Ἀλλὰ τὸ πρόβατον οὐκ ἐκ σπορᾶς ἐγεννήθη, διὰ τὸν μέλλοντα ἐκ Παρθένου τίκτεσθαι. Ἐκρατεῖτο ἐκ τῶν κεράτων ὁ κριὸς ὁ ἐνιαύσιος, ἐπειδὴ καὶ ὁ μέλλων ὑπὲρ
τοῦ γένους τῶν ἀνθρώπων σταυροῦσθαι, ἑκουσίοις δεσμοῖς προσήγετο. Οὐκ ἦν τις241

242

ὁ δήσας ἐκεῖνο τὸ πρόβατον, εἰ μὴ ὁ Θεός· καὶ τὸν Χριστὸν οὐκ ἐσταύρου ἄνθρω‐ πος, εἰ μὴ ἦν τοῦ Πατρὸς τὸ θέλημα. Τοῖς ἐμπροσθίοις ποσὶ τὰ κέρατα περιεμπλέ‐ ξαν τὸ πρόβατον ἵστατο, ἵνα δείξῃ τὸν σταυρόν, ὅτι προσεῖχε τύπον ὁλόκληρον· τὰ γὰρ κέρατα τοῦ προβάτου ἐστὶν ἡ χάρις, καὶ οἱ ἐμπρόσθιοι πόδες τῶν χειρῶν ἡ
5ἔκτασις· διὰ γὰρ Θεοῦ καὶ ἔργων ἐναρέτων ἐτελειώθη τοῦ Χριστοῦ τὸ μυστήριον. Ὢ μυστηρίων μεγίστων, κρυπτομένων ἐν τύποις μικροῖς! Ὢ θεότητος, γνώμῃ ἀποπελαζούσης εἰς τὴν τῆς ἁμαρτίας ἀναίρεσιν! Ὢ μεγίστης δυνάμεως, γελώσης ἐπὶ τῇ προπετείᾳ τοῦ διαβόλου! Ὁ Ἰσαὰκ ἥγετο ἐπὶ τὸν βωμόν, καὶ τὸ πρόβατον ἐθύετο· τὸ παιδίον ἐφθέγγετο, καὶ ὁ κριὸς ἀόρατος ἦν· ὁ νέος ἠγωνίζετο, καὶ τὸ πρό‐
10βατον ἐστεφανοῦτο. Ἤθλει ὁ Ἰσαάκ, ἵνα τύχῃ τῆς τοσαύτης χάριτος· παρελθὼν δὲ ὁ κριὸς συνέχεε τὴν τοσαύτην ὑπόθεσιν. Ἐφάνη τὸ πρόβατον καὶ τὸ μυστήριον ἀπὸ τοῦ Ἰσαὰκ κρύπτεται· ἐτύθη ὁ ἀμνὸς καὶ ὁ νέος ἀνέζησεν. Ἐλύθη ὁ Ἰσαὰκ τοῦ προ‐ βάτου δεθέντος· ἐκρατεῖτο κριὸς καὶ ὁ παῖς ἀπελύετο. Ταῦτα δὲ πάντα ἐγένετο διὰ τὴν ὑπόθεσιν τοῦ μέλλοντος τελειοῦν τοῦ σταυροῦ
15τὸ μαρτύριον. Εἰ γὰρ ἐπλησίασεν αὐτὸν προσάγεσθαι, τάχα ἂν καὶ ὁ Ἰσαὰκ ἔπασχεν242

243

εἰς μαρτύριον τῶν ἀπιστούντων· καὶ ὅτε δὲ ἦλθεν ὁ Χριστός, πολλοὶ ἀντὶ τοῦ ἑνὸς Ἰσαὰκ ἰσαάκιοι παῖδες ἀνῃρέθησαν, ἵνα τελειωθῇ τοῦ Ἰσαὰκ τὸ μυστήριον. Ὑπὲρ Χρι‐ στοῦ παθόντες τὸν ᾅδην κατέπτηξαν, ὅτι ἀθῶοι ὄντες, διὰ Χριστὸν καὶ ἄκοντες ἔπαθον. Ἰδὼν δὲ καὶ ὁ θάνατος ἐθαύμασεν, ὅτι οὐ προαίρεσις ὑπὲρ εὐσεβείας, ἀλλὰ
5φύσις ἀπορρήτῳ λόγῳ ἐμαρτύρησε· συνῆκέ τε ὅτι ὁ Δημιουργὸς προεβάλλετο τὴν ἀδαῆ φύσιν ὑπὲρ αὐτοῦ ἀγωνίσασθαι, καὶ ἐνόμισεν ὁ Ἐχθρὸς ἔκ τινος συμπτώμα‐ τος γεγενῆσθαι τὴν φύσιν· ᾔδει δὲ καὶ ὁ Κτίστης τὴν τῆς φύσεως ὁμολογίαν καὶ ἐδέ‐ ξατο τὴν μαρτυρίαν. Ὁ Θεὸς ὁ εἰπὼν ἀνενεχθῆναι εἰς θυσίαν τὸν ἀδαῆ Ἰσαὰκ καὶ ἐν τύπῳ τελειῶ‐
10σαι αὐτοῦ τὸ ὁλοκαύτωμα, αὐτὸς καὶ ἐπὶ τῶν παιδίων τὸ μαρτύριον τοῦ Χριστοῦ ἀπεδέξατο· ἐπειδὴ οὐχ ὡς ὁ Θεὸς ἀκούει, οὕτω καὶ οἱ ἄνθρωποι. Ἰωάννης μήπω γεννηθεὶς προεφήτευσε, σκιρτήσας ἐν τῇ γαστρὶ χαρᾷ ἀνεκλαλήτῳ, κατὰ τὸν Ἀπό‐ στολον, καὶ τὰ παιδία σιωπῶντα ἐμαρτύρησαν περὶ τοῦ Χριστοῦ. Ὁ Ἰακὼβ καὶ ὁ
Ἠσαῦ ἐπάλαιον ὑπερφυῶς, τὴν οἰκείαν προαίρεσιν ἐξαγορεύοντες· πῶς δὲ οἱ Χρι‐243

244

στοῦ μάρτυρες, κἂν νήπιοι ὑπῆρχον, οὐκ ἂν ὑπὲρ αὐτοῦ ἠγωνίσαντο; Ἐκεῖνοι περὶ ἑαυτῶν προεφήτευσαν, καὶ οὗτοι περὶ Χριστοῦ ἐμαρτύρησαν. Ὁ Ἰακὼβ τῆς πτέρ‐ νης ἐκράτει τὸν Ἠσαῦ, καὶ ὅπερ ἡ φύσις προεῖπε, τοῦτο καὶ ἡ προαίρεσις ἥρπασεν. Τοῦτο δὴ καὶ ἐν τοῖς παιδίοις· ἡ φύσις ἔπαθε καὶ ἡ φύσις ἐμαρτύρησεν· ἐπηκολούθει
5δὲ καὶ ἡ προαίρεσις. Ὁ γὰρ ἄνθρωπος κατὰ φύσιν ἔχει τὴν προαίρεσιν· οὐχ ἡ προ‐ αίρεσις τῷ ἀνθρώπῳ τὴν φύσιν δίδωσιν. Ὢ φύσεως, σιωπῇ λαλούσης καὶ ἐμπεριεχούσης προφητείαν τοῦ μέλλοντος! Εἰ γὰρ καὶ ἠνδρώθησαν οἱ παῖδες, ἐμαρτύρησαν ἄν, ἐπειδὴ καὶ τὸν Ἰακὼβ ἔδειξε ποιοῦντα κατὰ προαίρεσιν, ὅπερ ἡ φύσις ἐποίησε.
10 Διὰ τριῶν ἡμερῶν ἦλθεν Ἀβραὰμ ἐπὶ τὸν τόπον τὸν ἅγιον, σημαίνων τὴν ἀνά‐ στασιν ἣν οἶδεν ὁ Ἰσαάκ· κατὰ γὰρ τὴν ἐκείνου γνώμην, θανὼν ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ. Φθάσας δὲ ἐπὶ τὸν τόπον τῆς ἱερᾶς ἐκείνης θυσίας, εἶδε καὶ μυστήριον ἀπό‐ κρυφον ἐν χώρῳ ἑνί, τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν, ὃν τρόπον γέγονε καὶ ἐπὶ τοῦ Χριστοῦ. Ἀντὶ τοῦ τάφου γέγονε τοῦ Ἰσαὰκ τὸ θυσιαστήριον· ἐκεῖ γὰρ εἰς τὸ θανεῖν
15ἐπιτεθείς, ζῶν καταβέβηκε, καὶ ἐπὶ τοῦ δένδρου τὸν σταυρὸν ἐθεάσατο, ὅτι ὁ ἀμνὸς244

245

ἐν αὐτῷ ἀνεστύλωτο· καὶ ὁ σταυρὸς λειτουργὸς τοῦ μέλλοντος σῴζειν τὸ γένος ἡμῶν γέγονεν, ὅτι τὸν Ἰσαὰκ ἐλυτρώσατο. Τότε ἴσως ὁ Χριστὸς τὸν Ἰσαὰκ ἔσωσεν ἐκ τοῦ τάφου, ἐπειδὴ ὁμοίως τοὺς ἁγίους ἐκ τοῦ ᾅδου ἐρρύσατο· πολλὰ γὰρ ἔχει μυστή‐ ρια τὰ κατὰ τὸν Ἰσαὰκ γενόμενα.
5 Ὢ τοῦ καινοῦ θαύματος! Ἐκεῖ τὸ θυσιαστήριον καὶ τάφος γέγονε· καὶ ἐπὶ Χρι‐ στοῦ ὁ τάφος καὶ θυσιαστήριον πέπηγεν. Ἐν τῇ ἀναστάσει ὁ τάφος ἐκεῖ καὶ τὸ θυ‐ σιαστήριον, ἵνα πληρωθῇ τὸ Ἠσαΐου ῥητόν, ὅτι ἔσται ἡ ταφὴ αὐτοῦ τιμή. Τοιοῦτον οὖν τί αἰνίττεται; Ὅτι τὸν τάφον αὐτοῦ δεῖ γενέσθαι θυσιαστήριον, καὶ τὸ θυσιαστήριον τάφον· οὐδὲν ἄλλο σημαίνων ἢ τὴν γῆν οὐρανὸν καὶ τὸν οὐρανὸν
10γῆν γενέσθαι. Αὐτὸς γὰρ ὁ Κύριος κατήλλαξε τοῖς ἐπιγείοις τὰ ἐπουράνια· καὶ διὰ τοῦτο οἱ ἐξ οὐρανοῦ ἄγγελοι ἐπὶ γῆς κατέβησαν. Πότε δὲ τοῦτο γέγονεν; Ὅτε ὀφθὲν πλῆθος ἀγγέλων οὐρανόθεν ἐβόησε, δόξα λέγον ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρή‐
νη· ἀπὸ γῆς δὲ οὐρανόν, ὅτε θανὼν ὁ Χριστὸς τὰς ψυχὰς τῶν ἁγίων εἰς οὐρανοὺς245

246

ἀνήγαγεν· ὅταν γὰρ ὑψωθῶ, φησί, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Εἶδες πῶς ἐν ἑτέρῳ ἑκάτερον γέγονεν; Ἐν οὐρανοῖς ἡ γῆ καὶ ἐπὶ γῆς εἰρήνη, οἱ οὐρανοί; Ἀνῆλθον ὁ Ἀβραὰμ καὶ ὁ Ἰσαὰκ μονώτατοι εἰς τὸν τόπον τὸν δηλωθέντα· ἔα‐ σαν γὰρ τὴν ὄνον καὶ τοὺς παῖδας ὑπὸ τὸ ὄρος. Καὶ γὰρ ἐπὶ τῆς ἀναστάσεως, δύο
5ἔσονται ἐν τῷ μυλῶνι, ἡ μία παραληφθήσεται καὶ ἡ μία ἀφεθήσεται· οἱ δοῦλοι τῆς ἁμαρτίας ἀφίενται ἐπὶ τῆς γῆς, τὴν κρίσιν ἐκδεχόμενοι, καὶ πᾶσα ἡ ματαία κατά‐ στασις καὶ ἡ τοῦ βίου εὐτέλεια, ἧς τύπον ἔχει ἡ ὄνος, μηδὲν ἔχουσα περισῳζόμενον· ὁμοῦ γὰρ τῷ σώματι αὐτῆς συναπόλλυται. Λέγει δὲ καὶ ὁ Παῦλος ὅτι ἐν νεφέλαις ἁρπαγησόμεθα.
10 Οὐκοῦν οὗτοι εἰς τὸ ἰσαακιαῖον παραληφθήσονται. Ἐκεῖ ὄψονται τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν. Ἐγὼ τοῦτο τὸ ὄρος εἶναι λέγω τὸν παράδεισον· αὐτὸς γάρ ἐστιν
ἡ γῆ τῶν ζώντων, ἣν οἱ πραεῖς κληρονομεῖν εἴρηνται. Καὶ ὅτι ὑψηλότερός ἐστι τῆς246

247

γῆς ταύτης ὁ παράδεισος, λέγει ὁ Ἀπόστολος ὅτι ἡρπάγην εἰς τὸν παράδεισον· τὸ δὲ ἁρπάζεσθαι, ὕψος ἐποίει. Διὸ ὡς ἀδύνατον ὄντα ἀνθρώποις εἰς ἐπίβασιν, δι’ ἁρπαγῆς ὁ Θεὸς δυνατὸν αὐτὸν καθίστησι. Καὶ ἐν Γενέσει δὲ λέγει ὅτι οἱ τέσσαρες ποταμοὶ ἐκεῖθεν ἐκπορεύονται· οὐ δύναται δὲ ἐκ ταπεινοτέρου χωρίου ὕδωρ ἐκπο‐
5ρευθῆναι εἰς ἕτερον χωρίον μᾶλλον μετέωρον· ἀλλὰ καὶ ὁ Γεῶν διὰ Θηβαΐδος γῆς ὀρεινῆς κάτεισιν ἐπὶ τὴν Αἴγυπτον, ὡς εἶναι δῆλον ὅτι καὶ ἐπὶ τὴν Αἰθιοπίαν· ἀφ’ ὑψηλοτέρου οὖν κάτεισιν. Ἐκεῖ ἔρχονται οἱ ἅγιοι, καταλιπόντες πᾶσαν τὴν τοῦ βίου φαντασίαν καὶ μα‐ ταιότητα· οἱ γὰρ δοῦλοί εἰσιν ἡ φαντασία τῆς δορυφορίας τοῦ κόσμου, καὶ τὸ πῦρ
10καὶ τὰ ξύλα ἐπιφέρονται τὰς πράξεις, τοὺς λόγους, τοὺς λογισμούς. Τρία δέ ἐστιν ἃ ἐπάγονται διὰ τὴν πίστιν τῆς ἁγίας Τριάδος· ὁλόκληρον γὰρ τὴν ψυχὴν καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα ἐν τῇ ἀναστάσει ἕξουσι. Λέγω δὲ τὰ τρία πάλιν εἰς ἓν συνερχόμενα· οἱ γὰρ μάρτυρες τὰ πάθη αὐτῶν βαστάζοντες, πρὸς τὸν Χριστὸν ἀπέρχονται· τὰ γὰρ ξύλα καὶ τὸ πῦρ καὶ ἡ μάχαιρα τῶν διωκτῶν ἐστι τὰ κολαστήρια. Εἰ δέ τις εἴποι τὰ
15κολαστήρια ἐπιφέρεσθαι, λέγει καὶ ὁ Παῦλος ὅτι ἕκαστος τὸ ἴδιον φορτίον βαστά‐247

248

σει· καὶ πάλιν, ἰδοὺ ὁ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ. Εἶπε δὲ καὶ ὁ Κύριος, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ ἀλλαχοῦ λέγει, οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἀλλ’ εἶπεν ὁ Ἀπόστολος, ἀμφότερα τὸ Πνεῦμά ἐστι τὸ Ἅγιον, φήσας ἀναλαβεῖν καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.
5 Οὐκοῦν οἱ ἄξιοι τοῦ Ἁγίου Πνεύματος, ἰδίαν ἔχοντες τὴν χάριν, μετὰ τῶν ξύ‐ λων τὸν βίον ἐῶντες, τὸν σταυρὸν τοῦ Χριστοῦ βαστάζουσιν ἐν τῷ πνεύματι, ἐκδη‐ μοῦντες τοῦ κόσμου δι’ ἐγκρατείας. Εἰπόντες δὲ καὶ περὶ τοῦ Ἰσαάκ, ἑξῆς καὶ περὶ τοῦ φυτοῦ εἰπεῖν ὀφείλομεν. Τὸ τοίνυν ὄνομα τοῦ φυτοῦ σαβὲκ λέγεται· οὐδὲν δὲ ἡ θεία Γραφὴ δένδρον εἴωθε προσαγορεύειν· οὐ κέδρον, οὐ κυπάρισσον, οὐ πίτυν, οὐ
10στρόβιλον, οὐκ αἴγειρον, οὐ πλάτανον, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδέν. Ἆρα οὖν τί ἐστι, καὶ πόθεν τοῦτο; Καὶ ἵνα τί ξένον ἔχει ὄνομα; Ἴδωμεν δὴ αὐτὸ τὸ σαβὲκ τί ἑρμηνεύεται, εἴ πως δυνηθείημεν ἴχνη λαβέσθαι πρὸς ἑρμηνείαν, δυσέμφατον συνέχον ἔννοιαν. Ἄρτι μὲν ἄφεσις λεγόμενον, ἄρτι δὲ δύναμις, ἀλλὰ τὸ συναμφότερον ἀκόλουθον· καὶ γὰρ ἄφεσιν ἐχαρίσατο ἡμῖν ὁ σταυρὸς
15τῶν ἁμαρτιῶν ἡμῶν καὶ ἐνεδυνάμωσεν ἡμᾶς τῷ ἐχθρῷ παρατάξασθαι.248

249

Τοιγαροῦν ὅτι ξύλον ἐστὶ πιστεύομεν, καὶ ξένον δὲ τὸ δένδρον καταλαμβάνο‐ μεν, καὶ μή τι ἐκείνου παρόμοιόν ἐστι τοῦ διπλοῦ ξύλου· καὶ γὰρ τοῦτο διπλοῦν ἐστι. Ἀλλὰ καὶ ὁ σταυρὸς διπλοῦν εἶχε τρόπαιον· τοῖς μὲν πιστεύουσι ζωὴν παρέχων, τοῖς δὲ ἀπιστοῦσι θάνατον.
5 Τὸ ἐπὶ Ἰσαάκ, ἄφεσις μὲν ἀνθρώποις, δύναμις δὲ ἁγίοις εἰς τὸ ἀντιμάχεσθαι τοῖς δαίμοσι· καὶ πάλιν, ἄφεσις μὲν τοῖς πιστεύουσι, δύναμις δὲ τοῖς ἀπίστοις, ὅτι ἀμύνασθαι δύναται ἐν ἡμέρᾳ κρίσεως. Καὶ τὸ τοῦ παραδείσου διπλῆν ἔσχε δύναμιν· τοῖς μὲν γνῶσιν καλοῦ καὶ πονηροῦ, τοῖς δὲ ἐπίγνωσιν Θεοῦ καὶ ἀνθρώπου. Σαβὲκ τὸ φυτὸν Ἀβραὰμ ἑώρακε· δι’ αὐτοῦ γὰρ προεδήλου ὁ Θεὸς ὅτι ἀφεθή‐
10σεται τῷ Ἰσαὰκ μὴ ἀποθανεῖν· ἔγνω δὲ καὶ Ἰσαὰκ ὅτι τῇ σιγῇ εὐαρεστεῖται ὁ Θεός, καὶ τῆς ὑπομονῆς τὸν μισθὸν τέλειον ἀποφέρεται. Παλιννοστοῦσι δὲ πρὸς τοὺς παῖδας καὶ εὑρίσκουσι τὴν ὄνον σὺν αὐτοῖς. Ἔτι γὰρ εἰς μακροὺς χρόνους ἡ ὅρασις καὶ τῷ Δανιὴλ ὁ χρησμὸς εἴρηκε. Καὶ ὡς ἀπὸ
ναοῦ ὑποστρέψαντες, ἦλθον εἰς τὸν ἑαυτῶν οἶκον τετελεκότες τὸ μυστήριον. Ὁ249

250

Ἀβραὰμ γέγονεν ἱερεὺς καὶ Ἰσαὰκ τὸ τυπικὸν ἱερεῖον. Ὁ μέντοι κριὸς τὴν χεῖρα τοῦ ἱερέως ἐτελείωσεν, ἵνα Ἰσαὰκ ὁ τύπος προφητεύσῃ περὶ τοῦ μέλλοντος, θανὼν καὶ ἀναστάς, τυθεὶς καὶ μὴ φθαρείς, πεδηθεὶς καὶ εἰς γῆν μὴ ἀπομείνας. Μακάριος εἶ, ὦ Ἀβραάμ, ὅτι ἐν σοὶ καὶ ἐν τῷ υἱῷ σου Χριστὸς ἀνετυπώθη.
5Μακάριος εἶ, ὅτι ἀνὴρ Χαλδαῖος ἀπεστάλης ἐν γῇ Χαναάν, ἵνα κηρύξῃς τοῖς αὐτόθι θεοσέβειαν· καὶ γέγονας ἀπόστολος μὲν δι’ ὑπακοῆς, προφήτης δὲ διὰ χάριτος, καὶ ἱερεὺς διὰ πνευματικοῦ χαρίσματος· πατριάρχης δὲ γέγονας δι’ ἀπαρχὴν εὐσεβείας· τέλειός τε γέγονας, ἐν πολλοῖς πειρασμοῖς εὑρεθεὶς δόκιμος. Γένοιτο τοίνυν καὶ ἡμᾶς χαρῆναι σὺν σοί, ὅταν ἔλθῃ Χριστὸς ἐν τῇ δόξῃ αὐτοῦ.
10ᾯ ἡ δόξα, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.250