TLG 4138 149 :: EPHRAEM SYRUS :: Sermo in Abraham et Isaac (i) EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Sermo in Abraham et Isaac (i) Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 312d–319b. Citation: Page — (line) | ||
218(t) | Λόγος εἰς τὸν Ἀβραὰμ καὶ Ἰσαάκ | |
1 | Ἀποικίζει ὁ Θεὸς τὸν δίκαιον Ἀβραὰμ ἐκ τῶν συγγενῶν αὐτοῦ καὶ πάντων τῶν ἰδίων. Καὶ ἦν ἐπ’ ἀλλοδαπῆς ἐγκαρτερῶν τοῖς δεινοῖς, τὴν τῆς ὑποσχέσεως περιμένων ἐλπίδα. Βάσανος προσάγεται πολλὴ τῷ πατριάρχῃ, δι’ ἧς ἡ βεβαιότης ἡ πρὸς Θεὸν ἐδείχθη. | |
---|---|---|
5 | Χρόνος διέβη πολύς· ἡ νεότης ὡς ἄνθος λοιπὸν ἐμαραίνετο· τὸ γῆρας ἐπὶ θύ‐ ραις· ἡ φύσις τὸ ἴδιον πάσχουσα ἐνῄρατο, πρὸς γῆρας καμπτομένη· ἀπεσβέσθη τῷ γήρει ἅμα τῇ ὁμοζύγῳ ἡ πρὸς παιδοποιΐαν ἰσχύς τε καὶ δύναμις· τὸ σῶμα τῶν θα‐ | |
τέρων ὑπέκυπτε τῇ φύσει, τῆς νεότητος αὐτοῖς προσυπαναλωθείσης. Ἀλλ’ ἡ πρὸς | 218 | |
219 | Θεὸν ἐλπὶς ἐν αὐτοῖς ἀκμάζουσα, οὐ μόνον ἀγήρως ἦν, ἀλλὰ καὶ ἀήττητος· ὅθεν καὶ παρ’ ἐλπίδα ἔτεκε τὸν Ἰσαάκ, ὃς τύπον ἐν ἅπασιν ἔφερε τοῦ Δεσπότου. Οὐ φύσεως ἦν ἔργον συλλαβεῖν μήτραν νεκράν, καὶ μαστοὺς ξηροὺς γάλα πα‐ ρασχεῖν τῷ Ἰσαάκ. Οὐ φύσεως ἦν ἔργον ἄνευ ἀνδρὸς συλλαβεῖν τὴν παρθένον Μαρί‐ | |
5 | αν, καὶ ἄνευ φθορᾶς τεκεῖν τὸν Σωτῆρα τῶν ὅλων. Τὴν Σάρραν ἐποίησε μητέρα ἐν τῷ γήρει, καὶ Μαρίαν ἀνέδειξε μετὰ τόκον παρθένον. Ἄγγελος ἐν τῇ σκηνῇ εἶπε τῷ πατριάρχῃ, κατὰ τὸν καιρὸν τοῦτον ἔσται τῇ Σάρρᾳ υἱός· Ἄγγελος ἐν Βηθλεὲμ ἔφη πρὸς τὴν Μαρίαν, ἰδοὺ τέξῃ υἱόν, ἡ Κεχαριτωμένη. Ἐγέλασεν ἡ Σάρρα τὴν στείρω‐ σιν βλέπουσα, τὴν νέκρωσιν ὁρῶσα, τῷ λόγῳ ἀπιστοῦσα, πῶς, φησίν, ἔσται τοῦτο, | |
10 | ἐμοῦ καὶ τοῦ Ἀβραὰμ ἀνενεργήτων ὄντων πρὸς τὴν καρπογονίαν; Ἠπόρει καὶ Μα‐ ρία παρθενίαν ὁρῶσα καὶ ταύτης τὰς σφραγῖδας ἀλύτους κατέχουσα. Πῶς γάρ μοι | |
ἔσται τοῦτο ἄνδρα μὴ γινωσκούσῃ; Ξένη γὰρ τῆς φύσεώς ἐστιν ἡ ὑπόσχεσις. Ἀλλ’ ὁ | 219 | |
220 | δοὺς παρ’ ἐλπίδα τῇ Σάρρᾳ τὸν Ἰσαάκ, αὐτὸς ἐκ τῆς Παρθένου ἐτέχθη κατὰ σάρκα. Ἐμπεριχαρεῖς ἦσαν ἡ Σάρρα καὶ ὁ Ἀβραὰμ τεχθέντος τοῦ Ἰσαάκ, καθὼς εἶπεν ὁ Θεός. Ἐμπεριχαρεῖς ἦσαν Μαρία καὶ Ἰωσὴφ τεχθέντος τοῦ Ἰησοῦ, καθὼς εἶπε Γαβριήλ. Δαψιλῶς ἐπέρρεον ἀπὸ γάλακτος πηγαὶ ἐκ τῆς παρ’ ἡλικίαν ἐν στόματι | |
5 | Ἰσαάκ· δαψιλῶς τῆς Παρθένου οἱ μαστοὶ ἐπήγαζον γάλα τῷ τὰ πέρατα πάντα δια‐ τρέφοντι. Τίς εἴποι τῷ Ἀβραάμ, ὅτι θηλάζει Σάρρα υἱὸν ἐν τῷ γήρει, ἐβόησεν ἡ στεῖρα. Τίς εἴποι τοῖς ἀνθρώποις, ὅτι παρθένος εἰμὶ καὶ τεκοῦσα θηλάζω, ἔλεγεν ἡ Μαρία. Οὐ διὰ τὸν Ἰσαὰκ ἐγέλασεν ἡ Σάρρα, ἀλλὰ διὰ τὸν ἐκ τῆς Μαρίας τικτόμε‐ νον. Καὶ ὥσπερ Ἰωάννης διὰ τοῦ σκιρτήματος, 〈οὕτω〉 γελάσασα καὶ ἡ Σάρρα τὴν | |
10 | χαρὰν ἐμήνυσεν. Ἠνδρύνθη τὸ παιδίον, καὶ τὴν τῶν μειρακίων ἡλικίαν ἀνθῆσαν, φαιδρὸν ἦν καὶ ὡραῖον. Τὰς τῆς ψυχῆς ἀρετὰς τῷ κάλλει τοῦ σώματος συναύξων | |
ἐφ’ ἑκάστης, ἡδὺς ἦν τοῖς γονεῦσιν. Ὅσοι παῖδας ἔχετε, τοῦτον ἐκμιμήσασθε· πῶς | 220 | |
221 | ἥδεται ὁ πατὴρ ὁρῶν παῖδα παίζοντα· πῶς δὲ χαίρει καθορῶν προκόπτοντα τὸν παῖδα, ἢ σπουδαίως ἔχοντα περὶ τὰ μαθήματα. Ἀλλ’ ὅτε ταῦτα βλέπων ἔχαιρεν ὁ Ἀβραάμ, πειρασμὸς καὶ βάσανος αὐτῷ βαρὺς προσήχθη, ἵνα δῆλος γένηται, τίνι τὸ πλεῖον νέμῃ, τῇ τῆς φύσεως ῥοπῇ, ἢ τῷ | |
5 | πρὸς Θεὸν πόθῳ. Τὸ ἀπότομον ταύτης τῆς πείρας, ἀγαπητοί, ἐγὼ διηγούμενος φρίττω καὶ ἐκπλήττομαι. Χρηματίζει γὰρ πάλιν ὁ Θεὸς τῷ Ἀβραάμ, καὶ προσκα‐ λεῖται αὐτὸν ἐξ ὀνόματος, λέγων· λάβε τὸν μονογενῆ υἱόν σου Ἰσαάκ, ὅνπερ σὺ ἠγά‐ πησας, καὶ ἀνένεγκε αὐτὸν θυσίαν διὰ σαυτοῦ ἐφ’ ἓν τῶν ὀρέων, ὧν ἄν σοι ἐγὼ εἴπω. Ὅτε δὲ εἶπεν αὐτῷ τό, Ἀβραάμ, Ἀβραάμ, προθύμως ὑπήκουσε, χρηστοτέραν προσ‐ | |
10 | δοκῶν προσθήκην τῆς χάριτος, πάντως ἐκδεχόμενος ἢ γάμον συναρμόσαι, ἢ πῆξαι θάλαμον, ἵνα εἰς πέρας ἔλθῃ ἡ ἐπὶ τοῦ σπέρματος εὐλογία καὶ πληθύς, καθὼς ἐπηγ‐ γείλατο. | |
Ἀλλὰ καταμάθωμεν τὴν προσθήκην τοῦ λόγου, λάβε τὸν μονογενῆ, τὸν ἀγα‐ | 221 | |
222 | πητὸν [τὸν] υἱὸν σόν. Ὁρᾷς κέντρα τοῦ λόγου; Πῶς κεντᾷ τὸν πατέρα καὶ πῶς ἀναρ‐ ριπίζει τῆς φύσεως τὴν φλόγα; Πῶς ἐγείρει τὸ φίλτρον τοῦ πατρὸς πρὸς τὸν παῖδα, μονογενῆ προσειπὼν ἅμα καὶ ἀγαπητόν, ἵνα διὰ τοιούτων ὀνομάτων τὸ φίλτρον πρὸς αὐτὸν ἀναζέσας δοκιμάσῃ τὴν γνώμην; Καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκαύτωσίν | |
5 | μοι ἐφ’ ἓν τῶν ὀρέων, ὧν ἄν σοι ἐγὼ δείξω. Ἄρα τί πεπόνθατε ταῦτα ἀκηκοότες; Πῶς οὐκ ἰλιγγιάσατε ἐν τῷ διηγήματι, ὅσοι πατέρες ἐστέ, καὶ τὴν ἐκ τῆς φύσεως στοργὴν πρὸς τοὺς υἱοὺς σαφῶς ἐδιδά‐ χθητε; Οἴδατε γάρ, οἴδατε τὸ πῶς πατρὸς ἀκοὴ ὑποδέδεκται σφαγὴν μονογενοῦς υἱοῦ. Τίς οὐκ ἂν ἐξεπλάγη πρὸς τὴν τοιαύτην φωνήν; Τίς δὲ οὐκ ἂν ἀπέστρεψεν εὐ‐ | |
10 | θέως τὸ πρόσωπον; Τίς οὐκ ἂν εἵλατο εὐθὺς τῷ προστάγματι μᾶλλον ἀποθανεῖν ἢ τὸν λόγον δέξασθαι; Ἢ τίς πρὸς αὐτὸν οὐκ ἂν ἐδικαιολογήθη, τὴν φύσιν συνήγορον οὕτω προσκτησάμενος; Τί ταῦτα προσέταξας γενέσθαι, ὦ Δέσποτα; Τί δὲ τὴν ἀλλό‐ | |
κοτον ταύτην ἀφῆκας φωνήν; Διὰ τοῦτο πατέρα ἠθέλησας ποιῆσαι, ἵνα παιδοκτό‐ | 222 | |
223 | νον ἀθρόον ἀπεργάσῃ; Διὰ τοῦτο ἔγευσας τῆς γλυκείας δωρεᾶς, ἵνα μύθον με παντὶ τῷ κόσμῳ ἀναδείξῃς; Ταῖς χερσὶ ταῖς ἐμαυτοῦ κατασφάξω τὸν παῖδα, καὶ συγγε‐ νείᾳ αἵματος μολύνας τὴν δεξιάν, παιδοκτόνος γένωμαι; Οὕτω ταῦτα κελεύεις, καὶ οὕτως ἐπιτέρπῃ ταῖς τοιαύταις θυσίαις; Προστάττεις ἀποκτεῖναι τὸν φίλτατον υἱόν, | |
5 | ὑφ’ οὗ προσεδόκησα σὺν Σάρρᾳ ταφήσεσθαι; Τοιοῦτον αὐτῷ πήξω τὸν θάλαμον, εἰπέ μοι; Τοιαύτην εὐφροσύνην γάμῳ παρασκευάσω; Ἀνάψω τε ἐπ’ αὐτῷ οὐ λαμ‐ πάδα νυμφῶνος, οὐ φῶτα χαρμοσύνης, ἀλλὰ πῦρ ἐντάφιον; Ἆρα στεφανώσομαι; Ἆρα παστὸν πήξομαι; Ἆρα χοροστασίας ἐπὶ τούτοις στήσομαι; Ἆρα πατὴρ ἔσομαι, ὥσπερ εἶπας, τῶν ἐθνῶν, ὁ μὴ ἀξιούμενος μηδὲ τοῦ ἑνὸς παιδός; | |
10 | Ἀλλ’ οὐδὲν τῶν τοιούτων ἀντεῖπεν ὁ δίκαιος· ὑπήκοος δὲ γεγονώς, σφοδρότε‐ ρον τοῦ πυρὸς ἀνῆψε τὴν ἀγάπην, ὀξύτερον τοῦ ξίφους ἐποίησε τὸν πόθον· ἐν αὐτῷ γὰρ ἔτεμε τοὺς δεσμοὺς τῆς φύσεως. Καθάπερ τι γεῶδες, τὸ ἄχθος τῆς συμπαθοῦς διαθέσεως λιπὼν καὶ ἀποδυσάμενος, ὅλον ἑαυτὸν προθύμως ἐκδέδωκε, καὶ τοῦ | |
προστάγματος ἦν κατασφάξαι τὸν υἱόν. Ἀλλ’ οὐδὲ τῇ γαμετῇ περὶ τούτου τι εἶπεν, | 223 | |
224 | οὐδ’ ἀνεκοινώσατο, σφόδρα χρησίμως ποιῶν· ἀναξιόπιστον γὰρ καὶ ἀσύμφορον αὐτῷ εἰς συμβουλὴν τὸ θῆλυ διαλογισάμενος· οὐδὲν γὰρ συνήνεγκεν, ἀλλὰ καὶ κα‐ τέβλαψε τὸν Ἀδὰμ δεξάμενον τὴν συμβουλὴν τῆς Εὔας. Ἵν’ οὖν μή τι πάθῃ γυναι‐ κῶδες ἡ Σάρρα, μήτε, οἷον μητέρα εἰκός, ὀδυρομένη, τὸ σφοδρὸν καὶ ἀκραιφνὲς τῆς | |
5 | πρὸς Θεὸν ἀγάπης ἐπικλάσῃ ἐν αὐτῷ, ἔσπευσε λαθεῖν αὐτήν. Ποίᾳ γὰρ θρηνῳδίᾳ οὐκ ἐχρήσατο Σάρρα, ἢ πρὸς αὐτὸν τὸν παῖδα, ἢ τὸν τούτου πατέρα; Τί δὲ οὐκ εἶχε δρᾶσαι, τὸν ἑαυτῆς υἱὸν βλέπουσα πρὸς τὴν σφαγὴν βιαίως ἑλκόμενον; Πῶς 〈οὖν〉 οὐ περιχυθεῖσα, ταῖς ἑαυτῆς ἀγκάλαις σφοδρῶς περιπλακεῖσα, ἀνθεῖλκε πρὸς ἑαυτήν; Οἵοις δ’ ἂν ἐχρήσατο λόγοις πρὸς τὸν Ἀβραάμ, καὶ ὀλο‐ | |
10 | φυρομένη γοερὸν ἀνέκραζε; Φεῖσαι, φεῖσαι τῆς φύσεως· φεῖσαι παιδός, ὧ Ἀβραάμ. Φεῖσαι, μὴ γένῃ τῷ βίῳ πονηρὸν διήγημα. Μονογενής μοι ὁ τόκος. Οὗτός μοι πρῶ‐ τος ὑπάρχει· αὐτὸς 〈καὶ〉 πρῶτος καὶ ὕστερος ἐν ὠδῖσιν, ὁ Ἰσαάκ. Μὴ τέμῃς τὸν ἕνα βότρυν, ὃν ἐκαρποφορήσαμεν, ὅτε λοιπὸν ἐκ τοῦ γήρους ἐξάμπελοι γεγόναμεν. Μὴ θερίσῃς 〈τὸν〉 ἕνα στάχυν, ὃν ἐκαρποφορήσαμεν, ἀποτομίας δρεπάνῃ, τὸν ἐξ ἡμῶν | |
15 | βλαστήσαντα, ἀπὸ τῆς ἡμῶν νεκρώσεως. Μὴ συντρίψῃς βακτηρίαν, ἐφ’ ἧς στηριζό‐ | 224 |
225 | μεθα. Μὴ κλάσῃς ἡμῶν τὴν ῥάβδον, ἐφ’ ἧς ἀναπαυόμεθα. Μὴ τυφλώσῃς τὸν ὀφθαλ‐ μόν, ὃν οἱ δύο κεκτήμεθα. Μὴ ἄρῃς τὸ μνημόσυνον ἡμῶν ἐκ τῆς ὑπ’ οὐρανόν. Μὴ τὸν ἄρνα, ὃν ἔχομεν, κατασφάξῃς ὡς πρόβατον. Μὴ ἄρῃς τὴν χαρὰν ἡμῶν, καὶ πλη‐ ρώσῃς ἡμᾶς θρήνου. Τίνα ἐπὶ τῆς τραπέζης μετὰ τοῦτον ὀψόμεθα; Τίς ὀνομάσει | |
5 | μητέρα; Τίς θεραπεύσει τὸ γῆρας; Τίς περιστελεῖ θανόντας; Τίς τάφῳ χώσει τὸ σῶμα; Τίς σώσει τὸ μνημόσυνον τῶν ἀτέκνων λοιπόν; Ὁρᾷς τὸ κάλλος τοῦ νέου, τὸ ἄνθος τῆς νεότητος, ὅπερ καὶ ἐν ἐχθρῷ βλέπων, πάντως ἂν κατηλέησας; Οὗτός μου τῆς μακρᾶς εὐχῆς ὁ καρπὸς ἀποδέδοται· οὗτος τῆς διαδοχῆς ὁ κλάδος ὑπολέλει‐ πται· οὗτος τοῦ γένους λείψανον· οὗτος γήρως βακτηρία· οὗτος μόνος ἐλπίς ἐστι τῆς | |
10 | ἀνελπιστίας ἡμῶν. Εἰ μέλλεις ὠθεῖν τὸ ξίφος εἰς τὸν λαιμὸν τοῦ φιλτάτου, ἐμὲ πρῶ‐ τον ἀπόκτεινον· μεγίστην μοι χάριν δίδως. Κοινὸν γενέσθω τὸ χῶμα, καὶ τὸ μνημεῖ‐ ον ἅμα κοινόν· κοινὴ κόνις καλυψάτω τῶν ἀμφοτέρων τὸ σῶμα· κοινὸς θάνατος γενέσθω τῆς στείρας καὶ τοῦ ἐξ αὐτῆς· κοινὴ στήλη διηγείσθω τὰ πάθη τῶν ἀμφοτέ‐ ρων. Μὴ ἴδῃ Σάρρας ὀφθαλμὸς τὸν Ἀβραὰμ παιδοκτόνον, μηδὲ παιδοκτονούμενον | |
15 | χερσὶ πατρὸς τὸν Ἰσαάκ. | 225 |
226 | Ταῦτα καὶ τὰ τοιαῦτα ἐποίησεν ἂν ἡ Σάρρα, εἰ ἔγνω τὸν φίλτατον μέλλοντα σφαγιάζεσθαι. Διὰ τοῦτο ὁ Ἀβραὰμ οὐδὲν τούτων εἶπεν αὐτῇ, ἵνα μηδὲν ἐμποδίσῃ 〈τοῦ ἔργου〉 τοῦ ἐν χερσίν. Ἐπέθηκε τῷ παιδὶ τὰς σχίδακας τῶν ξύλων, ἐπειδὴ καὶ ὁ Σωτὴρ τὸν σταυρὸν ἐβάστασε. Μέλλοντος τοῦ Ἰσαὰκ ἔρχεσθαι πρὸς τὴν σφαγήν, | |
5 | ἠκολούθει ἡ ὄνος καὶ οἱ παῖδες οἱ τούτου· καὶ μέλλοντος τοῦ Χριστοῦ πρὸς τὸ πά‐ θος ἔρχεσθαι, ἐπέβη ἐπὶ πῶλον δηλῶν τῶν ἐθνῶν τὴν κλῆσιν· ἠκολούθουν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ τὰ βραβεῖα κρατοῦντες, καὶ ὠσαννὰ κράζοντες. Βαστάζων ὁ Ἰσαὰκ τὰ ξύλα, ἀνήρχετο εἰς τὸ ὄρος τυθῆναι ὡς ἀρνίον ἄκακον· βαστάζων καὶ ὁ Σωτὴρ τὸν σταυρὸν ἐξήρχετο ἐν Κρανίῳ τυθῆναι, ὡς ἀμνός, ὑπὲρ ἡμῶν. Τὴν μάχαι‐ | |
10 | ραν θεωρῶν ἐννόει μοι τὴν λόγχην· τὸν βωμὸν κατανοῶν σκόπει μοι τὸ Κρανίον· | 226 |
227 | καὶ τὰς σχίδακας βλέπων κατανόει τὸν σταυρόν· καὶ τὸ πῦρ θεωρήσας, λογίζου μοι τὸν πόθον. Βλέπε καὶ τὸ πρόβατον ἐκ τῶν δύο κεράτων κρατούμενον ἐν φυτῷ τῷ λεγομένῳ σαβέκ· βλέπε μοι καὶ τὸν Χριστόν, τὸν ἀμνὸν τοῦ Θεοῦ, ἀπὸ τῶν δύο χειρῶν κρατούμενον ἐν σταυρῷ. Τὸ φυτὸν τὸ τοῦ σαβὲκ ἄφεσιν ἑρμηνεύει (ἀφῆκε | |
5 | γὰρ τῆς σφαγῆς τὸν παῖδα τοῦ γέροντος), τὸν σταυρὸν προσημαῖνον τὸν ἀφέντα τῷ κόσμῳ τὰς ἁμαρτίας αὐτοῦ καὶ ζωὴν παρασχόντα· ὁ κριὸς ἐν τῷ φυτῷ κρεμάμενος τοῦ σαβέκ, μυστικῶς τὸν Ἰσαὰκ μόνον ἐλυτρώσατο, ὁ δὲ ἀμνὸς τοῦ Θεοῦ κρεμασθεὶς ἐν τῷ σταυρῷ, ἐρρύσατο τὸν κόσμον ἐκ θανάτου καὶ ᾅδου. Ἀπεσπάσθη Ἰσαὰκ ἀπὸ τῶν παίδων αὐτοῦ, μέλλων ἐπὶ τὸ ὄρος ἔρχεσθαι εἰς θάνατον· ἀπεσπάσθη καὶ Χρι‐ | |
10 | στὸς ἐκ τῶν μαθητῶν αὐτοῦ, μέλλων ἐπὶ τὴν σφαγὴν ἔρχεσθαι ὑπὲρ ἡμῶν. Κατέ‐ λιπε τοὺς παῖδας ὁ δίκαιος Ἀβραάμ, ἵνα μή τις παρ’ αὐτῶν ᾖ ἐμποδισμὸς πρὸς τὴν ἱερουργίαν· καὶ λαβὼν τὸν Ἰσαάκ, μόνος μόνον ἀνάγει, πῦρ, μάχαιραν καὶ ξύλα συνεπιφερόμενος. | |
Ἀλλὰ τί ὁ Ἰσαάκ; Τῇ γλυκυτάτῃ φωνῇ προσκαλεῖται καὶ λέγει· εἰπέ, φησίν, ὦ | 227 | |
228 | πάτερ, ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα, ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; Πάλιν φωνὴ τοῦ παιδὸς δριμύσσει σπλάγχνα πατρός· πάλιν ἄλλος πειρασμὸς ἔσχεν αὐτὸν φοβερός· πάλιν ἄλλη βάσανος συνέσχε τὸν δίκαιον οὐκ ἐλάττων τῆς πρώτης, οὐδὲ φιλανθρωποτέρα. Καὶ πῶς ἂν οὐ κατεπλάγη δάκρυσιν ὁ Ἀβραάμ, μηκέτι προσδο‐ | |
5 | κήσας λοιπὸν πατὴρ ἀκοῦσαι! Οὐ λέγει τι γοερόν, οὐ θρηνῶδες φθέγγεται, ἀλλ’ ἀτρεμεῖ τῇ ψυχῇ καὶ ἀκλινεῖ λογισμῷ ἐδέξατο τὴν φωνὴν τοῦ παιδὸς τὴν ἡδίστην· καὶ ἀνταποκρίνεται, καὶ λόγους μεταδίδει· ὁ Θεὸς ὄψεται, τέκνον, πρόβατον εἰς θυ‐ σίαν. Εἴτε παραθαρρύνων τὸν παῖδα τοῦτο ἔφη, εἴτε καὶ προφητεύων τὸ μέλλον ὁ Ἀβραάμ. Ἐν δὲ τῷ φθάσαι σπουδῇ τὸν προσταχθέντα τόπον, οἰκοδομεῖ τὸν βωμόν, | |
10 | τὸ θυσιαστήριον ἑτοιμάζει, μάχαιραν εὐτρεπίζει, καὶ τὸ πῦρ καὶ τὰ ξύλα ὁ πατὴρ παρατίθει τῷ παιδί. Ἅπτεται μετὰ τοῦτο τοῦ υἱοῦ ὁ πατήρ, καὶ οὐδὲν ἀντιπράττει ἡ φύσις πρὸς κώλυμα. Ἐξέδωκεν ἑαυτὸν ὁ Ἰσαὰκ τῷ πατρί, ἵνα χρήσηται αὐτῷ καθ’ ὃν τρόπον βούληται. Τίνα πρῶτον θαυμάσω, ἢ τίνα καταπλαγῶ; Ποίῳ πρώτῳ στέφανον πλέξω | |
15 | τῶν ἐγκωμίων; Τὸν ἐπὶ τὸν φίλτατον χεῖρας ἐπιβαλόντα διὰ τὴν πρὸς τὸν Θεὸν | 228 |
229 | ἀγάπην καὶ εὔνοιαν, ἢ τὸν μέχρι θανάτου πατρὶ ὑπακούσαντα, καὶ οὐράνιον σφαγὴν παρ’ αὐτοῦ δεχόμενον; Ὁ μὲν γὰρ τῆς φύσεως ὑπερῆρεν ἑαυτόν, τοῦ Θεοῦ τὴν ἐντο‐ λὴν τῆς φύσεως προτιμῶν· ὁ δὲ μέχρι θανάτου ὑπήκουσε τῷ πατρί, χεῖρον θανάτου εἰδὼς τὸ λυπῆσαι πατέρα. | |
5 | Ἐντεῦθεν ὁ Ἀβραὰμ λαβὼν δέσμιον παῖδα, οὐ ναρκᾷ τὴν χεῖρα, οὐκ ἐξίστα‐ ται τὸν νοῦν. Ὁσάκις εἶδον τούτου τοῦ παιδὸς τὰς εἰκόνας, οὐδέποτε ἴσχυσα ἀδα‐ κρυτὶ παρελθεῖν, ἐναργῶς μοι τῆς τέχνης ὑπ’ ὄψιν ἀγαγούσης τῇ ἱστορίᾳ ταύτῃ σαφῆ κατανόησιν. Πλησίον προέκειτο τοῦ θυσιαστηρίου ὁ Ἰσαάκ, τῷ πατρὶ ἐπὶ γόνυ ὀκλάσας, περιηγμένας τε ἔχων εἰς τοὐπίσω τὰς χεῖρας. Κατόπιν τοῦ Ἀβραὰμ τὴν | |
10 | ἀγκύλην πατοῦντος· εἶτα τῇ μιᾷ χειρὶ τὴν κόμην πρὸς ἑαυτὸν τοῦ παιδὸς ἀνακλά‐ σας, ἐπικύπτει πρὸς αὐτόν, καὶ βλέπει τὸ πρόσωπον τοῦ Ἰσαάκ, πρὸς αὐτὸν ἐλεει‐ νῶς βλέποντος καὶ τὴν πληγὴν μένοντος. Καθωπλισμένην ἔχων τῷ ξίφει τὴν δεξιὰν κατευθύνει τὴν σφαγήν, ἅπτεται τοῦ σώματος. Ἤδη πρὸς τῷ φάρυγγι ἡ ἀκμὴ τοῦ ξίφους ἦν, ὠθῆσαι τὴν μάχαιραν κατὰ τῶν σπλάγχνων αὐτοῦ. Καὶ τότε δὴ θεόθεν ἡ | |
15 | φωνὴ ἐγένετο, τὴν ὁρμὴν ἐπέχουσα καὶ τὸ ἔργον κωλύουσα· Ἀβραὰμ γάρ, Ἀβραάμ, | 229 |
230 | μὴ ἐπιβάλῃς, φησί, τὴν χεῖρα τῷ Ἰσαάκ, μηδέ τι κακὸν πράξῃς εἰς τὸν σὸν υἱόν· νῦν γὰρ ἔγνων ἀληθῶς, ὅτι φοβῇ τὸν Θεόν, καὶ οὐκ ἐφείσω δι’ ἐμὲ τοῦ σοῦ ἀγαπητοῦ. Ἰδοὺ κριὸς δέδεται ἐν τῷ φυτῷ τοῦ σαβέκ. Λάβε καὶ ἀνένεγκε αὐτὸν ἀντὶ τοῦ Ἰσα‐ άκ, φησίν, ὅπως πληροφορηθῇς ὅτι προσεδεξάμην ἐγὼ τὴν σὴν θυσίαν, τὴν θερμὴν | |
5 | προαίρεσιν. Ἐθαύμασαν Ἄγγελοι, ἀρχαὶ καὶ ἐξουσίαι, θρόνοι, κυριότητες, καὶ πᾶσαι αἱ στρατιαί· ἐξέστησαν οὐρανοί, ἥλιος καὶ σελήνη, καὶ ἀστέρων χοροὶ ἐπὶ τῷ παρα‐ δόξῳ θεάματι. Ὁ δὲ Θεὸς ἠρκέσθη μόνῃ τῇ προαιρέσει τοῦ πιστοτάτου ὄντος καὶ ὁσίου Ἀβραάμ· καὶ ἔφησε πρὸς αὐτόν· εὐλογῶν εὐλογήσω 〈σε〉, καὶ πληθύνων πλη‐ | |
10 | θυνῶ τὸ σπέρμα σου ἐπὶ τῆς γῆς, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, ἐπειδὴ ὑπήκουσας τῆς φωνῆς μου προθύμως, καὶ ἔσπευσας πληρῶσαι τὸ πρόσταγμα τὸ ἐμόν. Καὶ ἔδωκεν ὁ Θεὸς πρόβατον ἐκ τῆς πέτρας ἀντὶ τοῦ παιδαρίου, τελέσαι τὴν θυσίαν· οὐ γὰρ ἥδεται Θεὸς ἐπὶ νεκρᾷ θυσίᾳ διὰ κνίσσης καὶ καπνοῦ προσαγομένῃ | |
αὐτῷ, ἀλλὰ θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον, τὴν λογικὴν λατρείαν ἐπιζητεῖ παρ’ | 230 | |
231 | ἡμῶν, καθὼς ὁ Ἀπόστολος παραινεῖ πᾶσι, σαφῶς ἐπιστάμενος τοῦτο εὐάρεστον τῷ Θεῷ. Οὐ γὰρ θέλων ὁ Θεὸς παιδοκτόνον ποιῆσαι τὸν Ἀβραάμ, ἔλεγεν ἀνενεγκεῖν τὸν υἱόν, ἀλλ’ ἵνα δείξῃ πᾶσι τοῖς τὸν κόσμον οἰκοῦσιν, ὅτι σφόδρα ἠγάπα τὸν Θεὸν ὁ Ἀβραάμ, ὅτι οὐκ ἐφείσατο δι’ αὐτὸν τοῦ Ἰσαάκ, καίτοι μονογενὲς ἔχων τὸ παιδά‐ | |
5 | ριον. Διὸ καὶ μυστήριον ὑπέδειξεν ὁ Θεός, ὡς φίλῳ τῷ Ἀβραάμ, μέγα καὶ παράδο‐ ξον· διὰ γὰρ τῆς θυσίας ἱερεὺς ἐγένετο, ἐν δὲ τῷ τύπῳ αὐτὸν προφήτην ἐποίησε· καὶ ἐγνώρισεν αὐτῷ ὁ Θεὸς ὁ ὕψιστος ὅτι μέλλει καὶ αὐτὸς τὸν μονογενῆ Υἱὸν διδόναι ὑπὲρ τοῦ κόσμου, ἵνα σώσῃ ἐκ τῆς πλάνης τὸ γένος τῶν ἀνθρώπων Θεὸς ἐνανθρω‐ πήσας· τοῦτο γὰρ ἐσήμαινεν ἀντὶ Ἰσαὰκ δεδωκὼς πρόβατον ἐκ τοῦ σαβὲκ γενέσθαι | |
10 | εἰς θυσίαν. Ἐπειδὴ γὰρ ἔμελλον οἱ δύσπιστοι ἄνθρωποι ἀπιστεῖν τῷ τοκετῷ τῆς ἁγίας Παρθένου, τὸ πῶς ἂν ἠδύνατο δίχα κοίτης ἀνδρικῆς κυοφορῆσαι υἱόν, ὡς ἀμήχα‐ νον ὄν, διὰ τοῦτο ἐκ πέτρας παρήγαγε τὸν κριόν, ἵνα τὸ παράδοξον ἐκ τούτου πι‐ στώσηται, ὅτιπερ βουλήματι τῆς αὐτοῦ θεότητος πᾶν τὸ προσταττόμενον εὐθέως | |
15 | ὑφίσταται. | 231 |
232 | Ὡς οὖν ἐκεῖ ὁ λόγος πρόβατον ὑπέστησεν, οὕτω 〈καὶ〉 ἐν τῇ Παρθένῳ ὁ Λόγος σὰρξ ἐγένετο· καὶ ὥσπερ τὸ πρόβατον ἐν τῷ φυτῷ ἐδέθη, οὕτω 〈καὶ〉 ὁ Μονογενὴς ἐν σταυρῷ καθηλώθη. Διὰ τοῦτο ἐβόα ὁ Ἠσαΐας λέγων· ὡς πρόβατον ἤχθη ἐπὶ σφαγὴν ἄφωνος. Πάλιν δὲ ὁ Κύριος Ἰουδαίοις ἔλεγεν· Ἀβραὰμ ἐπεθύμει τὴν ἡμέ‐ | |
5 | ραν μου ἰδεῖν, καὶ εἶδε καὶ ἐχάρη, τὴν τοῦ πάθους δηλαδὴ ἐν τῷ τύπῳ Ἰσαάκ, ἐν ὄρει τῷ ἁγίῳ. Εὐλογητὸς ὁ Θεὸς 〈ὁ〉 προτυπώσας ἡμῖν πάντα πρὸς σωτηρίαν ἐν ταῖς ἁγί‐ αις Γραφαῖς, καὶ ἐλθὼν ἐπλήρωσε τοὺς λόγους τῶν Προφητῶν, καὶ ἀνῆλθεν ἐν δόξῃ πρὸς τὸν αὐτοῦ Πατέρα, ἵνα ἐν παντὶ τόπῳ προσκυνῶμεν τῷ Πατρὶ σὺν Υἱῷ καὶ τῷ | |
10 | Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. | 232 |