TLG 4138 148 :: EPHRAEM SYRUS :: Sermo de Cain, et de Abel caedo (e cod. 99 Monasterii Pantocratoris in Monte Athonis, fol. 375r)

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo de Cain, et de Abel caedo (e cod. 99 Monasterii Pantocratoris in Monte Athonis, fol. 375r)

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 7. Thessalonica: Το περιβόλι της Παναγίας, 1998: 199–217.

Citation: Page — (line)

199

(t)

Λόγος περὶ τοῦ Κάϊν, καὶ τοῦ Ἄβελ τῆς ἀναιρέσεως
1 Ἀρύσασθαι ἀκριβῶς ἐνθυμούμενος ἐγὼ ἀπὸ θείας ῥήσεως, ἐκ πηγῆς κα‐ θαρᾶς, νοήματα ἄϋλα πράξεών τε καὶ ῥημάτων, εἰς εὐχὴν ἐχώρησα γνῶναι τοῦτο σαφῶς. Λαβὼν δὲ νοῦς ὁ ἐμός, αὐτίκα ἐξέτεινα τὸ ὄμμα εἰς τὸ βάθος τῆς ῥήσεως, καὶ ἰδοὺ ἑώρακα ἐν τῷ πεδίῳ μειράκια εὐπρεπῆ, πάνυ ὡραίους καὶ ἠρέμα βαδίζον‐
5τας· καὶ γενομένων αὐτῶν ἐν τόπῳ τινί, ἐπανέστη ὁ εἷς αὐτῶν ἀνελεῖν τὸν ἕτερον. Ἐγὼ δὲ ἑωρακὼς ἰλιγγίασα ὁ ἐλεεινὸς ἐπὶ τῇ πικρᾷ σφαγῇ τῇ γινομένῃ ἀδί‐
κως· θέλων δὲ μαθεῖν δι’ ἣν αἰτίαν ἀνεῖλεν ἐκεῖνος τὸν ἕτερον ἐν τῇ ἀτρόμῳ χειρί,199

200

ἐσπούδασα γενέσθαι ἐν ῥοπῇ μετέωρος καὶ ἐν τῇ δυνάμει τοῦ ῥητοῦ μαθεῖν τὴν ἀκρίβειαν· ἔκειτο γὰρ ὁ σφαγεὶς ὡς ἀρνίον ἐν ἀγρῷ, καὶ ὁ σφάξας ἕστηκεν ἄφοβος, καὶ ἀμέριμνος ᾤχετο. Χάριν τούτου ἀνέδραμον πρὸς τὴν Γραφήν, ὦ ἀδελφοί, μαθεῖν βουλόμενος
5τὴν ἀλήθειαν, τί ὑπῆρχον ἀμφότεροι. Ἤρδευσε δέ με ἀφθόνως ἡ θεία ἐξήγησις γνῶναι τὰ περὶ αὐτῶν καὶ μικρὰ ἠθήματα ἐκτυπῶσαι μερικῶς πρὸς τὴν θεωρίαν ἐκείνου τοῦ σφαγέντος καὶ τοῦ σφάξαντος. Πλὴν οὖν, ἀδελφοί, πνευματικῶς δέξα‐ σθε καὶ τὰς ἀκοὰς ὑμῶν ἀνοίξατε πρὸς τὴν ἀκρόασιν τῶν ῥηθησομένων. Ὃν τρόπον γὰρ ὁδηγεῖ ὁ ποιμὴν τὰ πρόβατα ἔνθα ποιμαίνει ἐν ὕδασι ζωοποιοῖς, ἵνα τραφῶσι τὰ
10ποίμνια αὐτοῦ, οὕτως ἐστὶ καὶ ὁ λαλῶν ῥήματα χάριτος δι’ ὠφελίαν τῶν ἀνθρώπων. Οὗτοι δέ, ὅ τε Κάϊν καὶ ὁ Ἄβελ, τέκνα ὑπῆρχον τοῦ Ἀδὰμ καὶ τῆς Εὔας, ἐτέ‐ χθησαν δὲ μετὰ τὴν παράβασιν. Ἦν δὲ ὁ πρωτότοκος ἐξ ἀρχῆς αὐτομάτῳ λογισμῷ καὶ ἀκούων ἐκ τῶν γονέων συνεχῶς καὶ περὶ τῆς ἐκβάσεως τοῦ παραδείσου ἀνα‐ καλουμένους καὶ συχνῶς δακρύοντας τὸ πῶς ἀνάξιοι γεγόνασι τῆς τοιαύτης χάρι‐
15τος. Ταῦτα παρ’ αὐτῶν ὁρῶν ἔσπευδεν εὐάρεστος εὑρεθῆναι. Καὶ ἐξ οἰκείων πόνων200

201

δῶρα καὶ θυσίας προσέφερον ἀμφότεροι τῷ Θεῷ, ἵνα καὶ αὐτοὶ ἄξιοι γένωνται τῆς τοῦ παραδείσου τρυφῆς. Καὶ ὁ μὲν Κάϊν προσέφερε δῶρα ἐκ τῆς γῆς τῷ Θεῷ, οὐ πρῶτον, ἀλλὰ δεύτερον, ἑαυτὸν προτιμῶν μᾶλλον ὑπὲρ τὸν δεδωκότα· ὁ δὲ ἀδελ‐ φὸς αὐτοῦ Ἄβελ προσήνεγκε καὶ αὐτὸς πάντα τὰ ἔκλαμπρα ἐκ τῶν ποιμνίων αὐτοῦ
5τῷ Θεῷ. Ὁ δὲ προγνώστης Θεὸς ἔγνω τῶν ἀμφοτέρων τὰς ἐνθυμήσεις, καὶ ηὑρέθη εὐπρόσδεκτον καὶ καθαρὸν τὸ δῶρον τοῦ Ἄβελ μᾶλλον ἢ τοῦ Κάϊν. Καὶ προσδέχε‐ ται λοιπὸν ὁ Θεὸς τὴν θυσίαν τοῦ Ἄβελ διὰ τὸ καθαρὸν τῆς αὐτοῦ καρδίας· τοῦ δὲ Κάϊν οὐ προσέσχε, θέλων τοῦτον εἰσενέγκαι εἰς εὐθεῖαν ὁδὸν καὶ γνωρίσαι αὐτῷ ὅτι γινώσκει αὐτοῦ τὴν ἄπληστον καρδίαν· ὁ γὰρ Κύριος ἡμῶν οὐ δῶρα ἀπαιτεῖ παρ’
10ἡμῶν ἀλλὰ καρδίας καθαράς. Θεωρῶν δὲ ὁ Κάϊν δεχθὲν τὸ δῶρον τοῦ ἀδελφοῦ αὐτοῦ Ἄβελ ἐταράττετο λίαν καὶ οὐκέτι προσπεσεῖν καὶ δεηθῆναι τοῦ Θεοῦ, ἀλλὰ μᾶλλον ὀργῇ καὶ θυμῷ ἐκινεῖτο· ὁ δὲ εὔσπλαγχνος Θεὸς μακρόθυμος ὑπάρχων καὶ θέλων αὐτὸν ἐνέγκαι εἰς εὐθεῖαν ὁδὸν καὶ γνωρίσαι αὐτῷ ὅτι μετανοοῦντος δέχεται αὐτοῦ τὰ δῶρα, τί δὲ
15αὐτὸς ὀργίζῃ, φησίν; Ἐν σοί ἐστιν, ὦ Κάϊν, ἡ ἁμαρτία αὕτη. Ὁ δὲ Κάϊν μὴ βουλη‐201

202

θεὶς κλῖναι εἰς εὐσπλαγχνίαν τὴν ἑαυτοῦ καρδίαν, ἐξῆλθεν ἐκ προσώπου τοῦ Θεοῦ μετ’ ὀργῆς, τοιαῦτα λέγων· ἀναβῶ ἐγὼ ἐπάνω τῶν ὀρέων καὶ ἀνοίξω τοὺς οὐρα‐ νούς, κἀκεῖ διαλεχθῶ μετὰ Θεοῦ τοῦ ὑψίστου· διότι ἐμὲ ἐλύπησε καὶ ἐτίμησε τὸν Ἄβελ ὑπὲρ ἐμὲ τὸν πρῶτον, καὶ τὴν θυσίαν αὐτοῦ ἐδέξατο εὐμενῶς καὶ αὐτὸν ἠγά‐
5πησε μᾶλλον ὑπὲρ ἐμέ. Ὁ δὲ Θεὸς ὁ ἐφορῶν ἐπάνω τῶν ὀρέων, ἅμα τοῦ ἐγγίσαι τολμηρῶς τὸν Κάϊν ταῖς πύλαις τοῦ οὐρανοῦ, ἐθυμώθη κατ’ αὐτοῦ, καὶ τὰ ὄρη ἰδόντα τὴν μεγάλην προ‐ πέτειαν τοῦ Κάϊν, ὅπου ἂν ὥρμησεν εἰσελθεῖν εἰς κορυφὴν τῶν ὀρέων ἐκείνων, εὐθέ‐ ως πεδινὰ εὑρίσκοντο τὰ ἐκεῖσε. Θεωρῶν δὲ ὁ Κάϊν τὰ ὄρη εἰς τὴν γῆν καλυπτό‐
10μενα καὶ πάλιν ἀνιόντα ἐξέστη τῇ καρδίᾳ, καὶ τοῦ σώματος αὐτοῦ ἡ ἰσχὺς ἠτόνησε τοῦ μηκέτι αὐτὸν προσψαῦσαι εἰς τὰ ὄρη καὶ ἀνελθεῖν· εἰς οἷον γὰρ ἠβουλήθη ἀνελ‐ θεῖν, ἐκεῖνα ἠκροῶντο καὶ πεδινὰ εὑρίσκοντο· ἐπειδὴ νεύματι Θεοῦ τὰ σύμπαντα γεγόνασι καὶ τοῦ ὑπακούειν τῷ Δημιουργῷ εὐχερῶς τὰ αὐτοῦ ποιήματα. Ἀτονήσας οὖν ἐκάθησεν ἔν τινι τόπῳ καὶ ἔλεγεν ἐν ἑαυτῷ· τί ποιήσω ἐγὼ μὴ
15δυνάμενος εἰς οὐρανοὺς καταφθάσαι· διότι ὁρῶ ὅτι καὶ τὰ ὄρη ἐμὲ πολεμοῦσιν; Ἰδοὺ202

203

γὰρ βλέπω ὄρος ὑψηλὸν καὶ οὐρανὸν ὑπεράνω αὐτοῦ. Ἐὰν θελήσω ἀνελθεῖν, προ‐ λαμβάνει με καὶ πεδινὸν εὑρίσκεται. Καὶ τί ποιήσω λοιπόν; Αὐτὸς γὰρ ἐν οὐρανοῖς κάθηται, κἀγὼ δαμάζομαι. Πάντα αὐτῷ ὑπακούουσιν. Ἐν οὐρανοῖς κάθηται, καὶ ἐπὶ γῆς βλέπει πάντα καὶ δεσπόζει, καὶ τῷ φωτὶ αὐτοῦ σκότος πλησιάσαι οὐ δύνα‐
5ται· αὐτὸς γὰρ ἐπιβαίνει ἐπὶ πτερύγων ἀνέμων. Καὶ πῶς λυπήσω αὐτὸν ὡς ἐκεῖνος ἐμὲ ἐλύπησεν ἐπὶ τοῖς δώροις μου, μὴ δεξάμενος αὐτά; Ἐὰν ἐμπυρίσω ὄρη καὶ ὕλας, πάλιν διπλῶς ἀναφύει· ἐὰν πατάξω τὰ θηρία καὶ τὰ κτήνη, πλείονα γίνονται καὶ πληροῦσί μου τὴν λύπην. Βλέπω γὰρ τὸν Ἄβελ, πρὶν ἢ προσεγγίσαι τῷ Ὑψίστῳ προσδέχεται τὸ δῶρον αὐτοῦ· ὡς γὰρ ἀμφότεροι ἑστήκαμεν βαστάζοντες τὰς θυ‐
10σίας ἡμῶν, τὸ πῦρ κατελθὸν αὐτοῦ μόνου προσεδέξατο τὸ δῶρον, ἐμὲ δὲ ἀφῆκε βα‐ στάζοντα τὴν θυσίαν ἐν ταῖς χερσί μου. Λοιπὸν κἀγὼ λυπήσω αὐτόν, ὡς ἐκεῖνος ἐμέ. Ἐπειδὴ γὰρ εἰς οὐρανὸν ἀνελθεῖν οὐκ ἰσχύω, ἵνα τὰ τῆς καρδίας μου φράσω, εὗρον κἀγὼ ποίῳ τρόπῳ λυπήσω αὐτόν· τὸν ποθητὸν αὐτοῦ Ἄβελ ἀποκτενῶ, καὶ ἅψεται αὐτοῦ λύπη, ὡς κἀμοῦ.
15Ταῦτα ἐνθυμουμένου τοῦ Κάϊν, ἐκινήθη πρὸς ἀδελφοκτονίαν καὶ εἶπε πρὸς
ἑαυτόν· πορεύσομαι πρὸς τοὺς γονεῖς μου κρύψας τὸν λογισμὸν τοῦτον, καὶ ἐν203

204

ῥήμασι κολακείας ἀπατήσω τὸν ἀδελφόν, ἵνα εὑρὼν ὥραν ἀποσπάσω αὐτὸν ἀπὸ τῶν γονέων καὶ ἀναφέρω αὐτὸν ἐν τοῖς ὄρεσιν, ὅπως μὴ ὁρῶντες αὐτὸν θνῄσκοντα πενθήσωσιν ὑπὲρ αὐτοῦ· ἀλλὰ μᾶλλον ἱλαρῶς προσέλθω, ἵνα καὶ τὸν Ἄβελ ἀνυ‐ πόπτως ἀποσπάσω ἀπὸ τῶν γονέων καὶ ὥσπερ ἕνα τῶν κριῶν σφάξω αὐτὸν ἐν τῷ
5πεδίῳ, καὶ ἀπαλλαγῶ τῆς θλίψεως· οἱ δύο γάρ ἐσμεν μόνοι προσφέροντες θυσίαν τῷ Ὑψίστῳ ἐκ τῶν καρπῶν καὶ ἐκ τῶν κτηνῶν. Καὶ ἰδοὺ ἐγὼ ἐβδελύχθην ἐπὶ τῆς γῆς καὶ αἱ θυσίαι μου, καὶ ὁ ἀδελφός μου γίνεται δεκτὸς σὺν τοῖς δώροις αὐτοῦ· αὐτοῦ δὲ ἀναιρεθέντος οὐ μὴ ἔνι ἕτερος προσφέρων δῶρα τῷ Ὑψίστῳ, καὶ ἡ λύπη μου εἰς χαρὰν ἔσται.
10 Ὡς δὲ ταῦτα ὁ Κάϊν διελογίζετο καθ’ ἑαυτόν, ἀνέστη καὶ ἐπορεύετο πρὸς τοὺς γονεῖς αὐτοῦ, κρυπτὴν κακίαν ἔχων· καὶ εἰσελθὼν πρὸς τοὺς γονεῖς εἶπε· νῦν ἔγνων σαφῶς περὶ Ἄβελ τοῦ ἀδελφοῦ μου ὅτι ἀγαπητός ἐστι τῷ Ὑψίστῳ, διότι ἠγάπησε τὸν Θεόν. Σπευσάτω οὖν καὶ ὑπὲρ ἐμοῦ ἐξιλεώσασθαι τὸν Θεόν· τί γὰρ τούτου ἐστὶ δεκτότερον, τοῦ ἀγαπᾶν τὸν Θεὸν καὶ τοὺς γονεῖς θεραπεύειν; Καὶ ἐπειδήπερ τοῦτο
15ἐγὼ οὐκ ἔπραξα, διὰ τοῦτο οὐκ ἐδέχθη τὸ ἐμὸν δῶρον, ὡς τοῦ κυροῦ Ἄβελ. Λοιπὸν
ἵνα παρακαλέσῃ σὺν ἐμοὶ τὸν Θεόν, ἵνα κἀμοῦ δέξηται τὰ δῶρα. Καὶ ἅμα τῷ λόγῳ204

205

προσελθὼν ἐν δόλῳ κατεφίλει τὸν ἀδελφὸν ἔμπροσθεν τῶν γονέων, ὅπως ἄρῃ αὐτὸν ἀπ’ αὐτῶν. Ἄβελ δὲ ὁ ἄκακος καὶ ἀληθὴς δοῦλος τοῦ Θεοῦ, ἡδέως ἤκουε καὶ μᾶλλον προ‐ έτρεπε τὸν Κάϊν ἀνελθεῖν καὶ τὸν Θεὸν θεραπεῦσαι, λέγων· οἶδας καὶ αὐτός, ἀδελφέ,
5ὅτι ἐὰν θῇς ὠτίον, τοῦ παροξύναι Θεόν, οὐ λέγει αὐτὸν τεθνάναι, ὡς σὺ νομίζεις μὴ ἔχων τὰς ἐλπίδας σου εἰς ἕνα Θεὸν δημιουργόν. Οὐχ ὁρᾷς τὰ δάκρυα τοῦ Ἀδὰμ καὶ τῆς Εὔας, τῶν ἡμετέρων γονέων, πῶς πενθοῦσιν ἐν προσκρούσει γενόμενοι, παρα‐ βάντες τὴν ἐντολὴν τοῦ Δημιουργοῦ, μὴ δυνάμενοι ὅλως παρακληθῆναι· καὶ τὴν ἐντολὴν παραβάντες τοῦ Θεοῦ, ἐξορίας πεῖραν ὑπέστησαν αὐτοπροαιρέτως, καὶ
10αἰωνίως θρηνοῦσι λοιπὸν ἕνεκεν τούτου; Κἀγὼ συμβουλεύω ὅπως προσέλθῃς τῷ Θεῷ ἀδιστάκτως δεόμενος, ἵνα μὴ καὶ αὐτὸς ἐν πένθει ἐπιτελέσῃς σου τὰς ἡμέρας, ὃν τρόπον καὶ οἱ γονεῖς ἡμῶν. Βλέπε, ἀδελφέ, ἰδοὺ εἶπόν σοι πάντα. Ἀποκριθεὶς δὲ Κάϊν εἶπεν· οἶδα κἀγὼ ταῦτα, φησίν, ἐπειδὴ οὖν ἔπταισα ἐν προσκρούσει γενόμενος· ἀλλὰ σύνελθέ μοι ὡς ἀδελφός· γινώσκω γὰρ ὅτι φίλος εἶ
15σὺ τοῦ Θεοῦ. Δεήθητι οὖν ὑπὲρ ἐμοῦ καὶ σύνελθέ μοι ἀόκνως εἰς τὸ πεδίον, ὅπως205

206

τῷ Θεῷ θυσίαν ἐπιτελέσωμεν· καλὸν γάρ ἐστι τὸν Θεὸν ἵλεων ποιεῖν. Καὶ ἕτερα ῥήματα εἰρηνικὰ κολακεύσας τὸν ἀδελφὸν εἶπεν· ἰδού, ἀδελφέ μου, εἴρηκά σοι τὸ συμφέρον· μὴ κατοκνήσῃς συνελθεῖν μοι πρὸς τὸ θυσίαν ἀναφέρειν τῷ Θεῷ. Καὶ ὁ Ἄβελ· ἀλλὰ μᾶλλον μονώτατόν σε ἀπελθεῖν καὶ εἰπεῖν, ἱλάσθητί μοι ὁ
5Θεός, συμφέρει. Πρόσελθε οὖν ἐν ταπεινότητι καὶ εἰπέ· σπλαγχνίσθητι, Δέσποτα· ἥμαρτον ὡς γήϊνος, ἔπταισα ὡς βροτός, ἔσφαλον ὡς ἀσθενής. Ῥεύσωσί σου τὰ δά‐ κρυα· φθασάτω ἡ βοή σου εἰς τὰς πύλας τοῦ οὐρανοῦ· πᾶσαν τὴν πονηρίαν σου ἀπόθου καὶ εἰπέ· ὧδε ἀποθανοῦμαι, Δέσποτα, ἐνώπιον τῶν σῶν οἰκτιρμῶν, ἕως οὗ συγχωρήσῃς μοι. Οὕτω μετανόησον πρὸς τὸν φιλάνθρωπον Θεόν, καὶ λήψῃ
10συγχώρησιν· τοιοῦτος γάρ ἐστιν ὁ Θεὸς ἡμῶν, μακρόθυμος καὶ πολυέλεος, καὶ δέ‐ χεται τοὺς ἐπιστρέφοντας ἐπ’ αὐτόν. Λοιπὸν κἀγὼ χαίρω ἐπὶ τῇ σῇ ἐπιστροφῇ. Ἔγνω γὰρ τὴν κακίαν αὐτοῦ ὁ ἄμεμπτος καὶ ἄκακος Ἄβελ. Καίπερ τοσαῦτα αὐτὸν νουθετήσας, οὐκ ἔκαμψε τὴν σκληρὰν αὐτοῦ καρδίαν, ἀλλὰ μᾶλλον ἐσπούδα‐ ζε πρὸς τὴν σφαγήν, καὶ τοιαῦτα ἔλεγε πρὸς τὸν Ἄβελ· σπλαγχνίσθητι, ἀδελφέ μου,
15συνελθεῖν μοι εἰς τὸ πεδίον καὶ προσπεσεῖν τῷ Θεῷ ὑπὲρ ἐμοῦ, ὅπως διαλλαγῇ μοι.206

207

Ἀκούσας δὲ ταῦτα ὁ Ἄβελ παρὰ τοῦ Κάϊν, ἐσπλαγχνίσθη καὶ εἶπεν· ἄρα ἐγώ εἰμι ἡ αἰτία τῆς καλῆς σου διαλλαγῆς πρὸς τὸν Θεόν; Δεῦρο λοιπὸν πορευθῶμεν ἐν τάχει. Εὔα δὲ ἀκούσασα τὴν πολλὴν ὁμιλίαν αὐτῶν, καὶ ὅτε ὥρμησεν Ἄβελ ἀπελ‐ θεῖν, ἐτρώθη τῇ καρδίᾳ καὶ εἶπε πρὸς αὐτούς· τεκνία μου ποθεινά, οὐκ ἔστιν ἡ ὥρα
5αὕτη θυσιῶν· ὄντως, τέκνα μου, ἡ καρδία μου τετάρακται σφόδρα, καὶ φλέγομαι ὁρῶσα ὑμῶν τὸν σύλλογον καὶ τὸν ἀγῶνα. Τί ἐστιν ἡ σπουδὴ αὕτη καὶ ὁ θόρυβος ὑμῶν; Ποῦ δὲ καὶ τὸν Ἄβελ ὑπάγεις, ὦ Κάϊν; Τί δὲ τὸ συμβὰν ὑμῖν; Ἆρα μὴ ὁ ἀπατήσας ἡμᾶς ὄφις, αὐτὸς φθονήσας πάλιν τοῦτο ἐποίησεν, ἵνα ἀπατήσας ὑμᾶς ποιήσῃ πρὸ καιροῦ θύειν; Οὗτος γὰρ ὁ καιρὸς οὐκ ἔστι θυσίας. Ὁ δὲ Ἀδὰμ βλέ‐
10πων τὸ γαληνὸν τοῦ Ἄβελ καὶ τὸν ἀγῶνα τοῦ Κάϊν, λυπούμενος ἔλεγε· πορεύεσθε, τέκνα, καὶ θυσίαν ποιήσαντες ἀνακάμψατε πρὸς ἡμᾶς. Εἶπε δὲ Εὔα πρὸς Κάϊν· ἰδοὺ κἀγώ, τέκνα, μήτηρ ἀμφοτέρων εἰμὶ καὶ ἐν τούτῳ φροντίζω κἀγώ, ἕως οὗ ἀνακάμψητε πρός με. Ἡνίκα δὲ ἀνῆλθον ἀμφότεροι ἠρέμα βαδίζοντες καὶ τοῦτο μόνον φροντίζον‐
15τες, τὸ πῶς θυσίαν προσενέγκωσι τῷ Θεῷ, καὶ γενομένων αὐτῶν ἐν τόπῳ τινί,
ἤρξατο κινεῖσθαι ὁ Κάϊν κατὰ τοῦ Ἄβελ. Ἤλλαξε δὲ καὶ τὴν γνώμην καὶ ἐτράχυνε207

208

τὴν λαλιὰν κατὰ τοῦ Ἄβελ, μέμψιν ἄδικον ἐγκαλῶν καὶ τοιαῦτα λέγων πρὸς αὐτόν· δεῦρο εἰπέ μοι τίνος ἕνεκεν καὶ τίς ἡ αἰτία μου, ὅτι ἐγὼ ἐμισήθην παρὰ τοῦ Θεοῦ, σὺ δὲ ἠγαπήθης; Ἀπάγγειλόν μοι ἐν τάχει· οὐχὶ ἀμφότεροι τέκνα ἐσμὲν τοῦ Ἀδάμ; Καὶ πῶς τὸ σὸν δῶρον δεκτὸν γέγονε μᾶλλον παρὰ τὸ ἐμόν; Λοιπὸν τούτου ἕνεκα
5καὶ ὑπολαμβάνεις λέγων, ἐπειδὴ ἐμὲ ἠγάπησεν ὁ Θεὸς ὑπὲρ τὸν ἀδελφόν μου· λοι‐ πὸν καὶ τὴν κτίσιν πᾶσαν παρέσχε μοι ἀπολαῦσαι, ὡς θέλω. Πλὴν ἐγώ σε ποιήσω οὐ μόνον μὴ ἀπολαῦσαι αὐτῆς, ἀλλὰ καὶ τῆς ζωῆς σου ταχὺ ἀποστερήσω σε, διότι σκόλοψ μοι γέγονας καὶ ἠβουλήθης πάντα κληρονομῆσαι ἀπληστίᾳ φερόμενος. Καὶ ὥρμησεν ἐπ’ αὐτόν, ὥσπερ ἀνήμερον θηρίον, τρίζων τοὺς ὀδόντας αὐτοῦ ἀνελεῖν
10αὐτόν. Ἄβελ δὲ ὁ ἄμεμπτος ἰδὼν τὸν Κάϊν οὕτω κινηθέντα ἐπ’ αὐτόν, ἐξέστη ὅλως καὶ ἤρξατο προσπίπτειν αὐτῷ καὶ ῥήμασιν ἐλεεινοῖς παρακαλῶν αὐτὸν ἔλεγε, βου‐ λόμενος αὐτὸν πρὸς εὐσπλαγχνίαν κάμψαι. Βλέπων δὲ αὐτὸν οὕτω σκληρὸν καὶ πρὸς τὴν σφαγὴν σπουδάζοντα, ἔλεγε πρὸς αὐτόν· ταῦτά σου εἰσὶ τὰ ῥήματα, ὦ
15ἀδελφέ μου Κάϊν, ἃ ἔλεγες τοῖς γονεῦσιν ἡμῶν; Οὐχὶ παρακαλῶν ἔλεγες σὺν δά‐
κρυσιν ὅτι θέλω ἁγνὸς προσεύξασθαι τῷ Θεῷ καὶ οὐκ ἔχω παρρησίαν; Θέλω οὖν208

209

συμπαραλαβεῖν καὶ Ἄβελ τὸν ἀδελφόν μου καὶ τοῦ Θεοῦ φίλον, καὶ βούλομαι ἵνα συνέλθῃ μοι ὡς ἀδελφὸς φιλόστοργος καὶ προσπέσῃ τῷ Ὑψίστῳ, ὅπως διαλλαγῇ μοι. Ἠπάτησάς με ὄντως, ἀδελφέ, λόγοις κολακείας καθ’ ὃν τρόπον ἠπάτησε τοὺς γονεῖς ἡμῶν ὁ δόλιος ὄφις ἐν τῇ πανουργίᾳ αὐτοῦ. Ἐγένου μοι, ἀδελφέ μου, ὄφις
5δεινὸς καθήμενος ἐν παρόδῳ καὶ λαθραίως τὸν ἰὸν παραπέμπων τὸν ἑαυτοῦ· ἐγέ‐ νου μοι, ἀδελφέ μου, γεωργὸς πονηρός, ὃς ἰδὼν φυτὸν πολυφόρον καὶ φθονήσας ἠφάνισε καὶ ἐξερρίζωσεν· ἐγένου μοι, ἀδελφέ μου, ὡς ποιμὴν ἄπειρος, ὃς ἰδὼν κριὸν ἀγαθὸν καὶ φθονήσας τοῦτον κατέσφαξε. Τίς ἡ αἰτία μου, φράσον μοι; Μὴ ἤκουσάς μου ποτὲ εἰρηκότος περὶ τῆς γῆς ἢ τοῦ κόσμου αὐτῆς ὅτι αὐτὴν κληρονομήσω; Ἰδοὺ
10νῦν λέγω σοι, ἀδελφέ μου, σὰ εἰσὶ τὰ πάντα. Ἔχε αὐτά, παρακαλῶ· μόνον τοῦτό μοι χάρισαι, τὸ θεάσασθαι τοὺς γονεῖς ἡμῶν· πλὴν γίνωσκε ὅτι οὐδέποτε ἐγενόμην κω‐ λυτὴς τῆς θυσίας σου. Μὴ γὰρ ἐγὼ εἶπα τῷ Ὑψίστῳ μὴ δέξασθαί σου τὰ δῶρα, καὶ διὰ τοῦτό μοι ὀργίζῃ; Γινώσκει ὁ Θεὸς ἀπ’ ἀρχῆς τὴν ἑκάστου ἔννοιαν καὶ σοῦ τὴν καρδίαν ἐπίσταται πρὸ τοῦ σε πλάσαι τί μέλλεις πράττειν· ἀλλὰ παρακλήθητι,
15ἀδελφέ μου, καὶ δέξαι μου τὰ δάκρυα, καὶ ἔασόν με καταφιλῆσαι τοῦ Ἀδὰμ τὰς209

210

πολιὰς καὶ τῆς Εὔας τὸν χαρακτῆρα. Ἰδοὺ γὰρ οἱ αὐτῶν ὀφθαλμοὶ πρὸ τῶν θυρῶν εἰσιν, ἀτενίζοντες διαπαντὸς πότε ἡμᾶς θεάσονται ἐπιστρέφοντας πρὸς αὐτούς. Τί σοι δὲ ὄφελός ἐστιν, ἂν τὸ αἷμά μου ἐκχέῃς ἄρτι; Μή, ἀδελφέ μου, παρακαλῶ· οὐ γὰρ καλὸν γίνεται τῇ ψυχῇ σου· ἐξέτασις γὰρ
5μέλλει γενέσθαι πρὸς σέ, καὶ τίνα εὑρήσεις ἀπολογίαν περὶ τούτου ἐνώπιον τοῦ Θεοῦ; Μή σοι δόξῃ ψεύσασθαι αὐτόν. Φανερὸν γὰρ μέλλει γίνεσθαι ἐνώπιον αὐτοῦ· ὁ γὰρ τὰς καρδίας ἐρευνῶν καὶ ὧδε ἐφορᾷ. Ἀλλὰ ἀρκέσθητι, παρακαλῶ, ἐπὶ τῇ ἐνθυμήσει ᾗ ἐνεθυμήθης κατ’ ἐμοῦ καὶ τὰς πολιὰς οἴκτειρον τῶν ἡμετέρων γονέων. Οἰκτείρησον δέ με τὸν σὸν ἀδελφὸν προσπίπτοντά σοι, καὶ δεῦρο προσπέσωμεν τῷ
10φιλανθρώπῳ Θεῷ, καὶ μὴ δόξῃς προσθεῖναι πένθος ἐπὶ πένθος καὶ θλῖψιν ἐπὶ θλῖψιν. Μὴ τυφλώσῃς τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς ἡμῶν Ἀδάμ, μηδὲ ἀλλοιώσῃς τὴν ὅρα‐ σιν τῆς μητρὸς ἡμῶν Εὔας· ἐὰν γὰρ σὺ τοῦτο ποιήσῃς, ποῦ πορεύσῃ ἢ ποῦ κρυβήσῃ ἀπὸ προσώπου τοῦ Θεοῦ; Ἢ ποίοις ὀφθαλμοῖς θεάσῃ τοὺς ἡμετέρους γονεῖς; Καὶ τί ἐρεῖς αὐτοῖς, ὅταν μέλλωσί σε ἐπερωτᾶν περὶ Ἄβελ τοῦ ταπεινοῦ; Πῶς σου κινήσεις
15πρὸς ἀπολογίαν τὴν γλῶσσαν τοῦ ἐλεεινοῦ ἐρωτήματος ἐκείνου; Πῶς σου βαστά‐
σουσιν αἱ ἀκοαί; Πῶς δὲ καὶ ἡ καρδία σου λογίσεται τὸ ἀπαραμύθητον πένθος τῶν210

211

ἀμφοτέρων λεγόντων σοι ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; Μὴ ἀναγκάσῃς, ἀδελφέ μου, τὸν Ἀδὰμ ἐνταῦθα παραγενέσθαι ζητοῦντα ποῦ τὸ σῶμά μου κεῖται. Εἶτα εὑ‐ ρών με πῶς μέλλει ἐπάνω μου παρακύψαι, ὁρῶν με ὥσπερ ἀρνίον κείμενον ἐσφα‐ γμένον ἐν ἀγρῷ; Μὴ θελήσῃς καὶ τὴν Εὔαν ἐλθοῦσαν ὀλοφύρεσθαι καὶ τοῦ αἵματος
5τοῦ τέκνου τὰς πολιὰς χρῖσαι. Γνῶθι, ἀδελφέ, τί μέλλεις ποιεῖν, καὶ ἀνανήψας δά‐ κρυσον πρὸς τὸν Θεὸν καὶ μὴ ποιήσῃς τοῦτο· πλὴν λέγω σοι, ἡ γῆ σὺν παντὶ τῷ κόσμῳ ἐνώπιόν σου ἐστίν, ἀπόλαυσον αὐτῆς· ἐμοὶ δὲ ἀρκεῖ ὁρᾶν σου τὸ πρόσωπον τὸ ἀγγελικόν. Ἐγὼ δακρύων παρακαλῶ, ἀλλὰ σὺ μεθύων τῷ θυμῷ οὐ προσέχεις. Πῶς ἐκάμμυσας τοὺς ὀφθαλμούς σου, πῶς ἐκλείσθησάν σου αἱ ἀκοαί, πῶς ἐπωρώθη σου
10ἡ καρδία τοῦ μὴ ἀκούειν μου τοῖς λεγομένοις, καὶ ἐκινήθης τοῦ ἀνελεῖν με ἀδίκως; Παρακαλῶ σε οὖν, ἀδελφέ, ἵνα εἴπῃς τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ, ὅπως ἔλθωσι καὶ θεάσωνται τὸ καινὸν θέαμα τοῦτο καὶ τὴν πικρὰν σφαγήν μου· καὶ καθὼς ἐδέξαντο τὴν ἡδονὴν ἐν παραδείσῳ, καὶ ἐγυμνώθησαν παρακούσαντες τοῦ Θεοῦ, ἐνταῦθα πάλιν ἴδωσι τὴν πικρὰν σφαγήν μου καὶ πενθήσωσιν· ὃν τρόπον ἐκβληθέντες ἐκ τοῦ
15παραδείσου, οὕτω πενθήσωσι καὶ ἐπὶ νεκροῦ νεοσφαγοῦς. Ἔασον τὸν Ἀδὰμ ἐλεεινῷ
καὶ ἐσχάτῳ ἀσπασμῷ καταφιλῆσαι τὸ ταπεινόν μου σῶμα.211

212

Δέξαι, ὦ γῆ, τὸ αἷμά μου καὶ ἰσχυρῶς βόησον πρὸς τὸν Θεόν, ἵνα ἐν τάχει ἐκδικηθῶ· καὶ σκέπασον, ὦ γῆ, τὸ σῶμά μου ἀπὸ θηρίων καὶ ὀρνέων, ἵνα κἂν θη‐ ριάλωτον μὴ γένηται, ἐπειδὴ ὁ Ἀδὰμ οὐ πάρεστιν ἵνα σκεπάσῃ με. Οἱ οὐρανοί, ἀκούσατε τὰς ἐλεεινὰς φωνὰς τοῦ ἀδίκως σφαζομένου καὶ μὴ σιωπήσητε. Κλαύσα‐
5τέ με, πάντα τὰ τερπνὰ τῆς γῆς. Κλαύσωσί με τὰ πρόβατα ἃ ἐποίμαινον ἐν πεδίοις καὶ ὄρεσι. Κλαύσωσί με τὰ νάματα τῶν ὑδάτων· οὐκέτι γὰρ σὺν τοῖς ποιμνίοις θεωρῶ αὐτά. Πενθήσῃ με καὶ ἡ πόα τῆς πεδινῆς σὺν τοῖς ἄνθεσιν αὐτῆς, διότι οὐ θεωρῶ αὐτήν. Ταῦτα τὰ ῥήματα λαλήσαντος τοῦ Ἄβελ, τὰ δυνάμενα καὶ λιθίνην καρδίαν
10μαλάξαι, ἵστατο ὁ ἄσπλαγχνος καὶ ἀνελεήμων Κάϊν, ὡς ἀσπὶς βύουσα τὰ ὦτα αὐτῆς, ἀλλὰ ὥσπερ θηρίον ἐκινεῖτο κατὰ τοῦ δικαίου, καὶ ἐμελέτα πῶς ἐπιτελέσει τὸν φόνον· ἐπάρας δὲ τὴν χεῖρα αὐτοῦ ὁ ἄσπλαγχνος, ἐν ῥοπῇ μιᾷ ἐπάταξε τὸν ἴδιον ἀδελφόν, καὶ χαιρόμενος ὁ τάλας ἔλεγε καθ’ ἑαυτόν· τί, φησί, γέγονας, Ἄβελ, ὅτι καὶ δεκταί σου γεγόνασιν αἱ θυσίαι; Ἴδε, τί πέπονθας καὶ ποῦ κεῖσαι ὁ σπουδαῖος
15προσκομιστής· κἀγὼ ἤδη ζῶ, αὐτὸς δὲ τετελεύτηκας. Καὶ τί λοιπὸν πρὸς ἑαυτὸν ὁ
ἄθλιος; Δεῖ με μελετᾶν τοῦ λοιποῦ τὸ τί ἀπολογήσομαι τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ περὶ212

213

Ἄβελ τοῦ προσκομιστοῦ. Οἶδα γάρ, φησίν, ὅτι ἀμφότεροι πρὸ τῶν θυρῶν ἵστανται ἐκδεχόμενοι ἡμᾶς, καὶ ἡνίκα ἴδωσί με μόνον ἐπανελθόντα, ὡς μὴ ἐπιστάμενοι τὸ γεγονός, ἐπερωτήσουσί με περὶ τοῦ Ἄβελ, τὸ τί γέγονε· καὶ ἐὰν ἄρξωνται ἐρωτᾶν με τί μόνος παραγέγονας· ἐγὼ δὲ ἐν τραχείᾳ φωνῇ ἀποκριθήσομαι αὐτοῖς τί ὅτι
5ἐρωτᾶτέ με περὶ τοῦ ἀδελφοῦ μου; Μὴ γὰρ οὐκ ἔχει ἐξουσίαν ὅπου θέλει περιελθεῖν; Ἢ γὰρ ἐγὼ φύλαξ αὐτοῦ εἰμι; Καὶ λοιπὸν οὕτω μου λαλοῦντος αὐτοῖς αὐστηρῶς, φοβηθήσονταί με ἐπερωτῆσαι περὶ αὐτοῦ ἔτι· εἰ δὲ καὶ ταράσσονται καὶ ἀγανα‐ κτοῦσι περὶ αὐτοῦ, ἀνελεῖν με οὐ δύνανται. Ἐπειδὴ πάλιν μόνοι εὑρίσκονται ἐπὶ τῆς γῆς, [καὶ] οὐ μὴ εὑρεθῇ ἕτερος ἄνθρωπος ἐπὶ τῆς γῆς ὁ ἐλέγχων με. Οἱ Ἄγγελοι
10οὐκ εἶδόν με, καὶ οὐ φοβηθήσομαι περὶ τούτου, ἀλλὰ γαυριώμενος πορεύσομαι τοῦ λοιποῦ. Τοῦτο δὲ τὸ ψεῦδος ἐνθυμούμενος ὁ ἄθλιος εἰπεῖν τοῖς γονεῦσι, κινεῖται λοι‐ πὸν ἡ δικαία κρίσις τοῦ Θεοῦ ἐκδικῆσαι τὸν Ἄβελ· καὶ φωνῆς θείας φοβερῶς αὐτὸν ἐλεγχούσης, ὥσπερ ἐνεθυμεῖτο τοῖς γονεῦσιν εἰπεῖν, εἶτα ἀποκρίνεται τῷ φοβερῷ
15δικαστῇ καὶ Θεῷ· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμί; Καὶ πάλιν ἡ θεία φωνὴ πρὸς213

214

αὐτόν· ὦ Κάϊν, τί ἀπέκτεινας τὸν ἀδελφόν σου κρύψας ἡσύχως τὸ αἷμα αὐτοῦ, αὐτὸ δὲ κάτωθεν ἐκ τῆς γῆς βοᾷ πρός με; Τί τοῦτο ἐποίησας; Τί γὰρ σὲ ἠδίκησεν, ὅτι ἐν πάσῃ εὐθύτητι προσέφερε τὸ δῶρον αὐτοῦ; Σὺ δὲ ἀπ’ ἀρχῆς εἶ φθονερὸς καὶ βά‐ σκανος. Λοιπὸν λάβε καὶ τὴν ἀπόφασιν κατὰ τὴν ἀξίαν τῆς σῆς τιμῆς, ἧς αὐτὸς
5ἐκοπίασας ἐν φθόνῳ καὶ φόνῳ καὶ δολιότητι· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς, ὅπως γνώσονται πάντες ὅτι αἷμα ἐξέχεας ἀδίκως. Ἡ δὲ μήτηρ αὐτῶν ἐταράττετο ἐν τῷ χρονίζειν αὐτοὺς εἰς τὴν θυσίαν, καὶ ἐλθοῦσα δρομαία ἐν τῷ πεδίῳ θεωρεῖ τὸν Ἄβελ κείμενον ἐν τῷ πεδίῳ ὡς ἀρνίον ἐσφαγμένον καὶ τὸν Κάϊν στένοντα καὶ τρέμοντα ὡς φύλλον ὑπὸ ἀνέμου. Ἐπιστᾶσα
10οὖν ἡ Εὔα οὐκ ᾔδει διακρῖναι τὸ καινὸν θέαμα· νεκρὸς γὰρ ἔκειτο ὁ παῖς, ἀλλ’ οὐκ ἐγίνωσκεν ἡ Εὔα τὸν τοῦ θανάτου τρόπον, καὶ ἐκάλει τὸν παῖδα λέγουσα· Ἄβελ, Ἄβελ, τέκνον ἐμόν, τί γέγονέ σοι; Ὡς ἐν ὕπνῳ κεῖσαι, καὶ οὐχ ὑπακούεις τῇ μητρί σου. Ἐπὶ σοὶ ὄντως ξένον καὶ τὸν ὕπνον ὁρῶ· ἔστι γάρ σου ἡ ὄψις καὶ τὸ πρόσωπον πελιδνόν, οἱ ὀφθαλμοί σου οὐκ εἰς ἑαυτοὺς καθεύδοντες, οἱ πόδες σου καμπύλοι
15γεγόνασιν. Εἰ σὺ εἶ ὁ Ἄβελ, ὁ ἐκ τῆς ἐμῆς γαστρὸς τεχθείς, ἢ ἄλλος ἀντ’ ἄλλου γέ‐214

215

γονας; Τί δὲ οὕτω σιγᾷς καὶ οὐ λαλεῖς τῇ σῇ μητρί; Κἂν τὰς πηγὰς τῶν δακρύων μου ἐλέησον καὶ τοὺς μαστοὺς οὓς ἐθήλασας [ἐλέησον], καὶ δός μοι λόγον. Τίς ἡ ξένη αὕτη θέα καὶ ἀφόρητος; Σύ, Ἄβελ, σιγᾷς καὶ οὐ λαλεῖς τῇ μητρί σου, κἀγὼ θρηνῳδοῦσα ὑποστρέφω πρὸς τὸν Ἀδάμ. Κλαύσομαι οὖν τοῦ λοιποῦ καὶ θρηνήσω,
5τὸ ἐμὸν τέκνον, ὅτι οὕτως αἰφνιδίως ἀνάρπαστος γέγονας, ὥσπερ στρουθίον, ἐκ τῶν ἐμῶν ἀγκαλῶν. Εἶτα στραφεῖσα πρὸς τὸν Κάϊν λέγει· Σὺ τί στένεις καὶ τρέμεις καὶ κλονίζῃ, ὥσπερ 〈φύλλον〉 ὑπὸ ἀνέμου; Τί δὲ τοῖς ποσὶν οὐχ ἵστασαι, καὶ τί σου ἐρυθρὰ τὰ ἱμάτια; Πόθεν δὲ καὶ ἡ δεξιά σου αἵματος ἀποστάζει; Θεέ, τί τοῦτό ἐστι τὸ καινὸν θέαμα! Καὶ πρὸς τὸν Κάϊν ἔλεγε· μὴ καὶ σὲ ὁ Διάβολος ἠπάτησε καὶ πρὸς
10ἀδελφοκτονίαν ἤγαγεν, ὡς κἀμὲ ἠπάτησε; Σὲ δέ τ’ ἰδὼν φονέα καὶ ἀναιρέτην τοῦ Ἄβελ ἐποίησεν; Οἴμοι ἀπόλωλα! Ποίοις ὀφθαλμοῖς ἴδω τὸν πρεσβύτην Ἀδὰμ ἢ ποίους εἴπω λόγους πρὸς αὐτόν; Ἐὰν εἴπω τὸ γενόμενον, καὶ τὸν Ἄβελ οὐκ ὠφελήσω καὶ τὸν Κάϊν κατηγορήσω. Πῶς δὲ καὶ τῶν ἐμῶν σπλάγχνων γένωμαι κατήγορος; Τούτου
15ἐλεῶ τὴν ζωήν, κἀκείνου θρηνῶ τὸν θάνατον· οὗτος εἱστήκει στένων καὶ τρέμων,
κἀκεῖνος κεῖται σιωπῶν, καὶ τὸ αἷμα φθέγγεται· καὶ ἡ μήτηρ οὐκέτι μήτηρ, καὶ ἡ215

216

ἐπὶ τέκνοις εὐφραινομένη λυπεῖται. Τί ποιήσω ἢ τί λαλήσω; Ἐλεήσω τὸν Ἀδάμ, ὅτι δικέλλῃ τὴν γῆν σαλεύων καὶ μοχθῶν ἐν ἱδρῶτι τοῦ προσώπου φάγῃ τὸν ἄρτον αὐτοῦ; Ὄντως ἐμαυτὴν κλαύσω, ὅτι ὃν μετὰ ὠδίνων ἔτεκον, ὡς ἄωρος καρπὸς ὑπὸ ἀνέμου πίπτει· ἀλλ’ ὥσπερ ἡμεῖς ἐκ τοῦ δένδρου τῆς ἀπάτης ἐδεξάμεθα, οὕτω καὶ
5αὐτὸς ἐκ τοῦ δένδρου τῆς ἀπάτης πεπλάνηται, ὅτι καὶ τοῦτον ἀνεῖλε καὶ ἑαυτὸν ζωῆς ἀπεστέρησεν, ὅτι πρῶτος θάνατον ἔδειξε καὶ τῆς ἀπειλῆς τοῦ Θεοῦ ἑρμη‐ νευτὴς πρῶτος ἐγένετο. Ἐπειδὴ διὰ τὴν παράβασιν τοῦτον ἔτεκον, ἀπέδειξε τὸν φθόνον ἐν τῷ Ἄβελ. Οἴμοι, τέκνον μου Ἄβελ, οὐκέτι ἀμνὸν φέρων προσέρχῃ τῷ πατρί σου· οὐκέ‐
10τι τὸ εὐρύχωρον ἐκεῖνο κελαδήσεις μέλος· οὐκέτι ἐπαγρυπνήσεις ἐπὶ τὰ ποίμνιά σου φυλάττων· οὐκέτι εἰς τὰς κορυφὰς τῶν ὀρέων ἐφίστασαι καὶ τῶν ἀρνῶν θαυ‐ μάζεις τὰ παίγνια· οὐκέτι τοὺς μαστοὺς τῶν θρεμμάτων ἀμέλγεις τῷ γάλακτι! Τούτου μοι τοῦ κακοῦ αἴτιον γέγονεν, οὐκ ὄφις, οὐ ξύλον, ἀλλ’ ἡ περὶ τὸν
νόμον τοῦ Θεοῦ ἔχθρα· ἔχθραν γὰρ ἐτρύγησα καὶ ἐτρύγησα θάνατον. Θρηνῶ μου216

217

τὸ γέννημα, ἐπειδὴ ἀπώλεσα τὸν κατὰ φύσιν υἱόν. Διότι ἠθέτησα τὸν κατὰ χάριν Πατέρα, ἀπώλεσα τὸν παράδεισον καὶ εὗρον τὸν θάνατον. Ἐκ τοῦ παραδείσου λα‐ βοῦσα καρπὸν ἔφαγον· καὶ ἐκ τοῦ θανάτου ὀδύνην ἐκέρδησα. Ἔρριψέ με ὁ παρά‐ δεισος, καὶ ἔλαβέ με ὁ θάνατος. Ἐπειδὴ καρπὸν ξύλου ἔφαγον, θάνατον ἐτρύγησα.
5Ἀλλὰ στήσαντες τὸν λόγον, ἀγαπητοί, δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.217