TLG 4138 147 :: EPHRAEM SYRUS :: Sermo in martyrium sancti Bonifatii magnimartyris (e cod. 4887.767 Monasterii Iberonum in Monte Athonis, fol. 44v)

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo in martyrium sancti Bonifatii magnimartyris (e cod. 4887.767 Monasterii Iberonum in Monte Athonis, fol. 44v)

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 7. Thessalonica: Το περιβόλι της Παναγίας, 1998: 187–198.

Citation: Page — (line)

187

(1t)

Λόγος εἰς τὸ μαρτύριον τοῦ ἁγίου
2tμεγαλομάρτυρος Βονιφατίου
1 Ὁ Θεὸς ὁ φιλάνθρωπος, ὁ προνοῶν τῆς τῶν ἀνθρώπων σωτηρίας· ὁ εἰπὼν διὰ τοῦ Προφήτου, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· ὁ εἰπών, οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· ὁ ταχὺς εἰς μετάνοιαν καὶ πολὺς ἐν οἰκτιρμοῖς· ὁ εἰπών, ὅταν ἀποστραφῇς στενά‐
5ξας καὶ στενάξῃς, τότε σωθήσει· ὁ δοὺς ἡμῖν ὑπόδειγμα σωτηρίας πρὸς τὸ ἐπι‐ στρέφειν εἰς αὐτόν· αὐτὸς τῇ οἰκείᾳ αὐτοῦ ἀγαθότητι προνοούμενος ἡμῖν, ὑπο‐
γραμμὸν ἡμῖν δίδωσιν εἰς σωτηρίαν, πρὸς τὸ μὴ ἀπαγορεύειν ἑαυτῶν, εἴ ποτε ἐν187

188

ἁμαρτίαις παγιδευθῶμεν ὑπὸ τοῦ ἀλλοτρίου, ἀλλ’ ἐπελπίζειν ἐπὶ τὸ ἄφατον ἔλεος τῆς αὐτοῦ ἀγαθότητος, καὶ ἐπὶ τοὺς ἀμετρήτους οἰκτιρμοὺς τῆς αὐτοῦ εὐσπλαγ‐ χνίας. Πολλοὶ γὰρ συναρπασθέντες καὶ περιπλακέντες ἁμαρτήμασι χαλεποῖς, ἔπειτα μετανοήσαντες τοὺς στεφάνους τῆς νίκης ἀπηνέγκαντο· ὧν εἷς τούτων γε‐
5γένηται καὶ ὁ μακάριος Βονιφάτιος σὺν τῇ αὐτοῦ κυρίᾳ, περὶ ὧν ὑμῖν διηγήσομαι. Ἦν τις ἐν τῇ Ῥώμῃ ὀνόματι Ἀγλαΐς, θυγάτηρ τινὸς ὀνόματι Ἀκακίου, γένους καλοῦ, ἀπὸ ἀνθυπάτου γενομένου· κυρία στᾶσα πολλῶν κτημάτων, ἔχουσα ὑφ’ ἑαυτὴν ἐπιτρόπους· ἕνα δὲ εἶχεν ὑπερέχοντα πάντων, ᾧ ὄνομα Βονιφάτιος, ὃς καὶ συνεκοινώνει εἰς μυσαρὰν ἁμαρτίαν πᾶσαν· ἦν δὲ εὐμέθυσος καὶ πόρνος καὶ πάντων
10φίλος ὧν μισεῖ ὁ Θεός. Τρία δὲ εἶχε κατορθώματα· φιλόξενος ἦν καὶ εὐμετάδοτος καὶ ἐλεήμων. Εἴ ποτε εἶδέ τινας ὁδοιποροῦντας, μετὰ πάσης σπουδῆς καὶ προθυ‐ μίας προτρεπόμενος διηκόνει αὐτοῖς, τὰς δὲ νύκτας τὰς ῥύμας καὶ τὰς πλατείας περιερχόμενος διεδίδου τοῖς δεομένοις τὰ πρὸς τὴν χρείαν.
Μετὰ γοῦν τινα χρόνον ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ κατανυγεῖσα ἡ δέσποινα188

189

αὐτοῦ, προσκαλεσαμένη αὐτὸν λέγει αὐτῷ· ἀδελφὲ Βονιφάτιε, οἶδας εἰς πόσας ἁμαρτίας ἐμπεφυρμένοι ἐσμέν, μὴ διαλογιζόμενοι ὅτι τῷ Θεῷ παριστάναι ἔχομεν καὶ ἀποδοῦναι λόγον περὶ ὧν ἐπράξαμεν ἐν τῷ βίῳ τούτῳ. Καὶ νῦν ἠκούσαμεν Χρι‐ στιανῶν λεγόντων ὅτι εἴ τις ἐξυπηρετήσει τοῖς ἁγίοις τοῖς διὰ τὸν Χριστὸν ἀγωνι‐
5σαμένοις καὶ ἀθλήσασιν ὑπὲρ αὐτοῦ, συμμέτοχος γίνεται ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ νῦν μεμάθηκα ὅτι οἱ δοῦλοι τοῦ Χριστοῦ ἀγωνίζονται κατὰ τοῦ Διαβόλου ἐν τῇ ἀνατολῇ, παραδιδόντες τὰ ἑαυτῶν σώματα εἰς βάσανα, ἵνα μὴ ἀρνήσωνται τὸν Χριστόν. Πορευθεὶς οὖν φέρε ἡμῖν λείψανα ἁγίων μαρτύρων, ὅπως ἐξυπηρετησάμενοι τούτοις καὶ εὐκτηρίους
10οἴκους οἰκοδομήσαντες ἀξίους τῆς ἀθλήσεως αὐτῶν, σωθῶμεν δι’ αὐτῶν καὶ ἡμεῖς καὶ πολλοὶ ἄλλοι. Λαβὼν δὲ μεθ’ ἑαυτοῦ ὁ παῖς χρυσίον ἱκανόν, ὥστε ἀγοράσαι λείψανα ἁγίων μαρτύρων καὶ εἰς διάδοσιν τῶν πτωχῶν, ἔχων μεθ’ ἑαυτοῦ ἱππεῖς δώδεκα καὶ ἐπι‐ φερόμενος δὲ ἅμα αὐτῷ λεκτίκια τρία καὶ μύρα διάφορα εἰς κήδευσιν τῶν ἁγίων.
15Ἐν δὲ τῷ ἐξέρχεσθαι αὐτὸν λέγει τῇ κυρίᾳ αὐτοῦ· δέσποινα, ἐὰν εὕρω λείψανα
ἁγίων μαρτύρων, ἔχω σοι προσενέγκαι, ἐὰν δὲ οὐχ εὕρω καὶ ἔλθῃ σοι τὸ ἐμὸν λεί‐189

190

ψανον, δέχῃ αὐτὸ εἰς ὄνομα ἁγίου; Λέγει πρὸς αὐτὸν ἡ κυρία αὐτοῦ· ἀπὸ σοῦ ποί‐ ησον τὴν μέθην καὶ τὴν μωρολογίαν, καὶ οὕτως ἄπελθε, ὡς εἰδὼς ὅτι λείψανα ἁγίων μαρτύρων ἔχεις βαστάσαι· ἐγὼ γὰρ ἡ ἁμαρτωλός, οἷά εἰσι, προσδέχομαι αὐτὰ ἐν τάχει. Ὁ δὲ Θεός, ὁ δι’ ἡμᾶς μορφὴν δούλου λαβών, ὁ τὸ ἑαυτοῦ αἷμα ἐκ‐
5χέας διὰ τὴν σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων, αὐτὸς ἀποστείλῃ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ κατευθύνῃ τὰ διαβήματά σου ἐν τῇ αὐτοῦ εὐσπλαγχνίᾳ, καὶ πληροφορήσῃ τὴν ἐπιθυμίαν μου, παριδὼν τὰ παραπτώματά μου. Ἐξελθὼν οὖν ὁ Βονιφάτιος, κατὰ τὴν ὁδὸν ἐν ἑαυτῷ ἐνεθυμεῖτο λέγων· δί‐ καιόν μοι ἐστι μήτε κρεῶν ἅψασθαι, μήτε οἴνου μεταλαβεῖν, διότι καὶ ἀνάξιός εἰμι
10καὶ ἁμαρτωλός· λείψανα ἁγίων μαρτύρων ἔχω βαστάσαι. Καὶ ἀνατείνας τὸ ὄμμα εἰς τὸν οὐρανὸν εἶπε· Δέσποτα ὁ Θεός, ὁ τοῦ μονογενοῦς σου παιδὸς Πατήρ, ἐλθὲ εἰς τὴν βοήθειάν μου, καὶ εὐόδωσον τὴν ὁδόν μου, δι’ ἧς ἐγὼ πορεύομαι ἐν αὐτοῖς, ὅπως ἐνδοξασθῇ τὸ ὄνομά σου τὸ ἅγιον εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ τελειώσας τὴν εὐχήν, εἴχετο τῆς ὁδοῦ.
15Ἐλθὼν τοίνυν ἐν Ταρσῷ τῇ πόλει καὶ μαθὼν ὅτι οἱ ἅγιοι τοῦ Χριστοῦ ἀθλη‐190

191

ταὶ ἀγωνίζονται ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, λέγει τοῖς συνοῦσιν αὐτῷ· ἀδελφοί, πορευθέντες ζητήσωμεν ξενοδοχεῖον, κἀκεῖ διαναπαύσατε τὰ ζῶα· ἐγὼ δὲ ἀπέρχομαι θεάσασθαι οὓς πάνυ ἐπιποθῶ. Ἀπελθὼν οὖν εἰς τὸν δῆμον, εἶδε τοὺς ἁγίους μάρτυρας ἐν τοῖς βασάνοις· καὶ τὸν μὲν ἀποκρεμάμενον
5κατακέφαλα, καὶ ὑποκάτω αὐτοῦ πυρὰν ἐστρωμένην· ἄλλον ἠκρωτηριασμένον τὰς ὄψεις· ἄλλον διατεταμένον εἰς τέσσαρα ξύλα· ἄλλον πριονιζόμενον ὑπὸ δημίων· ἄλ‐ λον πᾶλον εἰς τὸν τράχηλον αὐτοῦ παγέντα καὶ ἐν τῇ γῇ διηλάμενον· ἄλλον ἀνα‐ κλασθέντα χεσὶ καὶ ποσὶν εἰς τὰ ὀπίσω, καὶ οὕτω μετὰ λαβῶν καὶ μετὰ βάκλων ὑπὸ δημίων τυπτόμενον· ἄλλον ἀποκοπέντα χεῖρας καὶ πόδας, καὶ οὕτως ἐρριμ‐
10μένον· καὶ ἦν ἁπλῶς σκότος δεινὸν τοῖς ὁρῶσι τὰ τοιαῦτα κολαστήρια· μᾶλλον δὲ ἦν ἰδεῖν τὸν Διάβολον ἡττώμενον, τοὺς δὲ δούλους τοῦ Θεοῦ στεφανουμένους. Προσελθὼν οὖν ὁ Βονιφάτιος κατεφίλει τοὺς ἁγίους μάρτυρας, τοὺς ὄντας ἐν ταῖς κολάσεσιν—ἦσαν γὰρ τὸν ἀριθμὸν ἄνδρες κʹ—καὶ ἀναβοήσας εἶπε· μέγας ὁ Θεὸς τῶν Χριστιανῶν, μέγας ὁ Θεὸς τῶν ἁγίων μαρτύρων Δέομαι ὑμῶν, δοῦλοι
15τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἐμοῦ, ἵνα κἀγὼ συμμέτοχος ὑμῶν εὑρεθῶ ἀγωνι‐191

192

σάμενος κατὰ τοῦ Διαβόλου. Καὶ παρακαθίσας τοῖς ποσὶ τῶν ἁγίων μαρτύρων, περιεπτύσσετο αὐτούς, καταφιλῶν καὶ λέγων· ἀγωνίσασθε, ἀθλοφόροι τοῦ Χριστοῦ καὶ μάρτυρες, καὶ πατήσατε τὸν Διάβολον. Ὀλίγον ὑπομείνατε, ἵνα στεφανωθῆτε. Ὀλίγος ὁ κόπος, καὶ πολλὴ ἡ ἀνάπαυσις· μικρὰ ἡ στρέβλωσις, καὶ ἄφατος ἡ δορυ‐
5φορία. Ἐπὶ γῆς στρεβλοῦται τὸ σῶμα ὑπὸ δημίων, καὶ ἐν τῷ μέλλοντι αἰῶνι ὑπὸ ἀγγέλων δοξάζεται. Ἀτενίσας δὲ ὁ ἄρχων εἰς τὸν ὄχλον καὶ ἰδὼν αὐτὸν εἶπε· τίς ἐστιν ἐκεῖνος, ὁ ἐπὶ καταφρονήσει ἡμῶν καὶ τῶν θεῶν τοιαῦτα λαλῶν; Ἀχθήτω τοίνυν ἐπὶ τοῦ βήματος. Καί φησιν ὁ ἄρχων· λέγε σύ, τίς εἶ· ὅτι κατεφρόνησας τοῦ δικαστηρίου. Ὁ ἅγιος
10Βονιφάτιος εἶπε· Χριστιανός εἰμι καὶ τὸν Δεσπότην Χριστὸν ἔχων καταφρονῶ καὶ σοῦ καὶ τοῦ βήματός σου. Ὁ ἄρχων εἶπεν· εἰπὲ τί τὸ ὄνομά σου. Ὁ δὲ εἶπεν· ἤδη εἶπόν σοι ὅτι Χριστιανός εἰμι. Εἰ δὲ τὸ κοινόν μου ὄνομα θέλεις μαθεῖν, Βονιφά‐ τιος καλοῦμαι. Ὁ ἄρχων εἶπε· πρὶν ἢ ἅψωμαι τῶν σαρκῶν σου, προσελθὼν θῦσον τοῖς θεοῖς. Ὁ Βονιφάτιος λέγει· εἶπόν σοι ὅτι Χριστιανός εἰμι· Χριστοῦ δοῦλος
15ὑπάρχω καὶ οὐ θύω δαίμοσιν. Εἴ τι οὖν θέλεις ποιεῖν, ποίει ἐν τάχει. Πρόκειταί σοι192

193

τὸ σῶμά μου. Καὶ θυμωθεὶς ὁ ἄρχων, ἐκέλευσε κρεμασθῆναι αὐτὸν κατακέφαλα, καὶ εὐτόνως ξέεσθαι. Καὶ ἐπὶ τοσοῦτον ἔξεσαν αὐτὸν οἱ δήμιοι, ὥστε τὰ ὀστᾶ αὐτοῦ φανῆναι. Ὁ δὲ ἅγιος μάρτυς οὐδὲν ἀπεκρίνατο, ἀλλ’ εἶχε τοὺς ὀφθαλμοὺς εἰς τοὺς ἁγίους μάρτυρας. Καὶ ἐκέλευσεν ὁ ἄρχων ἀνεθῆναι αὐτόν.
5 Διαστάσης δὲ ὥρας, λέγει πρὸς αὐτὸν ὁ ἄρχων· θῦσον, ἄθλιε, καὶ ἐλέησον σεαυτόν. Ὁ δὲ ἅγιος ἀπεκρίνατο· οὐκ αἰσχύνῃ, μιαρώτατε, λέγων μοι θῦσον, ἐμοῦ μὴ ἀνεχομένου ἀκοῦσαι περὶ τῶν ματαίων καὶ ἀπολλυμένων εἰδώλων; Καὶ θυμω‐ θεὶς ὁ ἄρχων, ἐκέλευσε καλάμους ὀξεῖς γενέσθαι καὶ ἐμπαρῆναι κατὰ τῶν ὀνύχων αὐτοῦ. Καὶ ἀναβλέψας ὁ ἅγιος εἰς τὸν οὐρανόν, ῥᾳδίως τοὺς πόνους ὑπέφερε. Θε‐
10ωρήσας δὲ ὁ ἄρχων ὅτι οὐκ ᾔσθετο τῶν βασάνων, ἐκέλευσεν ἀνοιγῆναι αὐτοῦ τὸ στόμα, καὶ μόλυβδον κοχλάζοντα ἐπιχεθῆναι. Ὁ δὲ μακάριος ἀθλητὴς τοῦ Χριστοῦ ἀναβλέψας εἰς τὸν οὐρανὸν προσηύξατο λέγων· εὐχαριστῶ σοι, Δέσποτα Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, καὶ δέομαι, ἐλθὲ εἰς τὴν βοήθειάν μου, καὶ κούφισόν μου τῶν πόνων τούτων, καὶ μὴ συγχωρήσῃς με ἡττηθῆναι ὑπὸ τοῦ μιαροῦ ἄρχοντος
15τούτου· οἶδας γὰρ ὅτι διὰ τὸ ὄνομά σου τὸ ἅγιον ταῦτα πάσχω. Καὶ τελέσας τὴν193

194

εὐχὴν ἔκραξε τοῖς ἁγίοις λέγων· δέομαι ὑμῶν, δοῦλοι τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἐμοῦ πρὸς Χριστόν, δι’ ὃν ἀγωνίζομαι. Καὶ οἱ ἅγιοι, ὡς ἐξ ἑνὸς στόματος, εἶπον· ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ, καὶ ῥύσεταί σε ἐκ τοῦ μιαρωτάτου ἄρχοντος τούτου· ὅπως τελέσεις τὸν δρόμον σου ἐν
5Κυρίῳ. Καὶ ταῦτα εἰπόντων αὐτῶν, ἐψυχράνθη ὁ μόλυβδος, καὶ ἐγένετο εἰς οὐδέν. Καὶ κραυγὴ ἐγένετο, τοῦ πλήθους μιᾷ φωνῇ λεγόντων· μέγας ὁ Θεὸς τῶν Χρι‐ στιανῶν· μέγας ὁ Θεὸς τῶν δούλων αὐτοῦ. Υἱὲ τοῦ Θεοῦ, σῶσον ἡμᾶς· πάντες γὰρ εἰς σὲ πιστεύομεν καὶ πρὸς σὲ καταφεύγομεν. Καὶ ὥρμησε πᾶς ὁ λαός, καὶ κατέ‐ στρεψαν τὸν βωμόν, καὶ τὸν ἄρχοντα ἐλίθασαν. Ὁ δὲ ἄρχων ἰδὼν τὴν ταραχήν,
10ἀναστὰς ὑπεχώρησε, φοβηθεὶς τὸν ὄχλον. Τῇ δὲ αὔριον καθίσας πάλιν ἐπὶ τοῦ βήματος, ἐκέλευσε παραστῆναι τὸν ἅγιον. Ὡς δὲ παρέστη, πρὸς αὐτὸν ὁ ἄρχων, διατί, ἄθλιε, οὕτω μαίνει, εἰς ἄνθρωπον ἔχων τὰς ἐλπίδας σου, καὶ αὐτὸν σταυρωθέντα ὑπὸ Ἰουδαίων ὡς κακοῦργον; Ὁ δὲ ἅγιος τοῦ Χριστοῦ μάρτυς εἶπε· φιμώθητι καὶ μὴ ἀνοίξῃς τὰ μιαρά σου χείλη, ἐσκοτισμέ‐
15νε τῇ διανοίᾳ· ὁ γὰρ Δεσπότης μου Ἰησοῦς Χριστὸς ταῦτα ὑπέμεινε σῶσαι θέλων
τὸ γένος τῶν ἀνθρώπων. Θυμωθεὶς δὲ ὁ ἄρχων ἐκέλευσε λέβητα πίσσης γεμι‐194

195

σθῆναι, καὶ κοχλαζούσης τῆς πίσσης ἐμβληθῆναι τὸν ἅγιον κατακέφαλα. Ὁ δὲ ἅγιος τοῦ Χριστοῦ μάρτυς ποιήσας τὴν ἐν Χριστῷ σφραγῖδα ἐβλήθη ἐν τῷ λέβητι· ἄγγελος δὲ Κυρίου καταβὰς ἐξ οὐρανοῦ ἥψατο τοῦ λέβητος, καὶ εὐθέως διελύθη ὡσεὶ κηρὸς καὶ κατέκαυσε τῶν παρανόμων ἄνδρας ὡσεὶ πεντήκοντα.
5 Τότε ὁ ἄρχων φοβηθεὶς τὴν δύναμιν τοῦ Χριστοῦ, ἐθαύμασε τὴν ὑπομονὴν τοῦ μάρτυρος καὶ ἐκέλευσε ξίφει τὴν κεφαλὴν αὐτοῦ ἀποτμηθῆναι, εἰπών, τὸν τοῖς νόμοις τοῦ βασιλέως μὴ πειθόμενον, μήτε τῇ ἐμῇ κελεύσει πειθαρχήσαντα, τοῦτον κελεύει ἡ ἡμετέρα ἐξουσία κεφαλικὴν ὑπομεῖναι τιμωρίαν· οἱ δὲ δορυφόροι μετὰ πάσης σπουδῆς ἦραν αὐτὸν ἐκ τοῦ βήματος. Ὁ δὲ ἅγιος τοῦ Χριστοῦ μάρτυς πα‐
10ρεκάλεσε τοὺς δημίους τοῦ ἐνδοῦναι αὐτῷ στιγμὴν ὥρας, ὅπως προσεύξηται· καὶ στὰς κατὰ ἀνατολὰς προσηύξατο λέγων· Κύριε, ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐλθὲ εἰς τὴν βοήθειαν τοῦ δούλου σου, καὶ πρόσ‐ δεξαί μου τὴν ψυχὴν ἐν εἰρήνῃ. Μὴ ἐμποδίσῃ μοι ὁ μιαρὸς καὶ φονιώδης Δράκων· μὴ καταπλήξῃ με ἐν τῇ πονηρίᾳ αὐτοῦ· μὴ ἀπατήσῃ με ἐν τῇ ἀπάτῃ αὐτοῦ διὰ τὰς
15ἐν τῷ βίῳ τούτῳ γενομένας μοι ἁμαρτίας· ἀλλὰ συνανάπαυσόν με τῷ χορῷ τῶν195

196

ἁγίων σου μαρτύρων· καὶ τὸν λαόν σου ῥῦσαι ἐκ πάσης θλίψεως· ὅτι σοὶ πρέπει δόξα καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ πληρώσαντος αὐτοῦ τὴν εὐχήν, ἐκρούσθη ὑπὸ τοῦ σπεκουλάτορος, καὶ ἐξῆλθεν αἷμα καὶ γάλα, ὥστε πάντας ἀνα‐ βοήσαντας λέγειν· δόξα σοι, Ἰησοῦ Χριστέ, ὁ τοιαύτην χάριν παρασχὼν τοῖς ἀγα‐
5πῶσί σε. Καὶ ἐπίστευσαν τῷ Κυρίῳ ἄνδρες πολλοί. Περιῆγον δὲ οἱ σύνδουλοι αὐτοῦ καὶ ἐζήτουν αὐτόν· καὶ μὴ εὑρόντες αὐτόν, ἤρξαντο λέγειν πρὸς ἀλλήλους· ἐκεῖνος ἄρτι ἐν πορνείῳ ἢ ἐν καπηλείῳ ἀνάκειται καὶ εὐφραίνεται, καὶ ἡμεῖς περιάγομεν καὶ ζητοῦμεν αὐτόν. Ἐν δὲ τῷ διαλογίζεσθαι αὐτοὺς ταῦτα, συνέβη ἀπαντῆσαι αὐτοῖς τὸν ἀδελφὸν τοῦ κομενταρισίου, καὶ λέ‐
10γουσιν αὐτῷ· μὴ ἑώρακας ξένον τινὰ ἐνταῦθα; Ὁ δὲ λέγει αὐτοῖς· ἀνὴρ ξένος ἐμαρτύρησεν ὑπὲρ Χριστοῦ, καὶ ἀπετμήθη τὴν κεφαλήν. Οἱ δὲ λέγουσιν αὐτῷ· καὶ ποῦ ἐστιν; Ὁ δὲ εἶπεν· ἐν τῷ σταδίῳ. Καὶ λέγει αὐτοῖς· καὶ ποίας ἰδέας ἐστίν; Οἱ δὲ εἶπον πρὸς αὐτόν· κονδός, παχύς, ξανθὸς ταῖς θριξίν, ἀρμαλαῦσιν φορῶν. Εἶπε
δὲ πρὸς αὐτούς· οὗτος ὃν ζητεῖτε παρ’ ἡμῖν ἐστιν· οὗτος ἐμαρτύρησεν. Οἱ δὲ εἶπον196

197

πρὸς αὐτόν· ὃν ζητοῦμεν, πόρνος ἐστὶ καὶ μέθυσος, καὶ εἰσμαρτυρῆσαι οὐ ποιεῖ. Εἶπε δὲ αὐτοῖς ὁ ἀδελφὸς τοῦ κομενταρισίου· τί γὰρ ὑμᾶς ἀδικήσῃ ἐλθεῖν ἕως τοῦ σταδίου καὶ θεάσασθαι αὐτόν; Ἀκούσαντες δὲ αὐτοῦ, ἠκολούθησαν αὐτῷ ἕως τοῦ σταδίου, καὶ ἔδειξεν αὐτοῖς
5τὸ σῶμα αὐτοῦ κείμενον. Λέγουσι δὲ αὐτῷ οἱ παῖδες· δεόμεθά σου δεῖξον ἡμῖν καὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ ἀπελθὼν ἤνεγκεν αὐτοῖς καὶ τὴν κεφαλὴν τοῦ μάρτυρος. Ἰδοῦσα δὲ ἡ ὄψις τοῦ ἁγίου τοὺς συνδούλους αὐτοῦ, προσεμειδίασεν ἐπ’ αὐτοὺς ἐν Πνεύματι Ἁγίῳ· καὶ ἐπιγνόντες αὐτὸν οἱ παῖδες, ἔκλαυσαν πικρῶς λέγοντες· μὴ μνησθῇς ἡμῶν εἰς ἁμαρτίαν, ὅσα κατελαλήσαμέν σου, δοῦλε τοῦ Χριστοῦ. Καὶ λέ‐
10γουσι τῷ ταξεώτῃ· οὗτός ἐστιν ὃν ζητοῦμεν· ἀλλὰ δεόμεθά σου, δώρησαι ἡμῖν αὐτόν. Λέγει αὐτοῖς ὁ ταξεώτης· ὑμῖν δωρεὰν τὸ λείψανον ἀπολῦσαι οὐ δύναμαι. Καὶ δεδωκότες αὐτῷ χρυσίον ἱκανόν, ἔλαβον τὸ λείψανον τοῦ ἁγίου μάρτυρος Βο‐ νιφατίου, καὶ μυρίσαντες αὐτὸ μύροις, καὶ ἐνδύσαντες ὀθονίοις, κατέθεντο ἐν ἑνὶ τῶν σεντουκίων, καὶ ὥδευον τὴν ὁδὸν αὐτῶν χαίροντες καὶ δοξάζοντες τὸν Θεὸν
15ἐπὶ τῇ τελειώσει τοῦ ἁγίου μάρτυρος.
Ἄγγελος δὲ Κυρίου ὤφθη τῇ κυρίᾳ αὐτοῦ λέγων· δέξαι τὸν ποτέ σου δοῦλον,197

198

νυνὶ δὲ μάρτυρα Χριστοῦ καὶ ἡμέτερον ἀδελφὸν καὶ συλλειτουργόν· δέξαι ὡς δε‐ σπότην καὶ ἀνάπαυσον αὐτὸν καλῶς· δι’ αὐτοῦ γὰρ πᾶσαι αἱ ἁμαρτίαι σου συγχω‐ ρηθήσονται. Καὶ ἀναστᾶσα ἡ Ἀγλαῒς σύντρομος, παραλαβοῦσα κληρικοὺς εὐλαβεῖς, μετὰ λιτανειῶν καὶ κηρῶν ἀπήρτησε τὸ ἅγιον λείψανον καὶ ἀπέθετο ὡς ἀπὸ στα‐
5δίων πεντήκοντα τῆς πόλεως Ῥώμης, εὐκτήριον οἶκον οἰκοδομήσασα, ἄξιον τῆς ἀθλήσεως αὐτοῦ, ἐν ᾧ ἕως τῆς σήμερον δαίμονες ἀπελαύνονται καὶ πᾶσα νόσος φυγαδεύεται πρεσβείαις τοῦ ἁγίου μάρτυρος Βονιφατίου. Ἡ δὲ μακαρία Ἀγλαῒς ἀπετάξατο τῷ κόσμῳ, καὶ πάντα τὰ αὐτῆς διαδοῦσα πτωχοῖς, ἤσκει μετὰ τῶν θεραπαινίδων αὐτῆς ἐν πάσῃ σωφροσύνῃ καὶ ἐγκρατείᾳ,
10καὶ οὕτως ἐγένετο τιμία, ὥστε χάριν παρὰ Θεοῦ λαβοῦσα δαίμονας ἀπελαύνειν. Ἐπιζήσασα οὖν ἐν τῇ ἀσκήσει ἔτη δέκα πέντε, οὕτως ἐτελειώθη. Ἐπρέ‐ σβευσε γὰρ ὑπὲρ αὐτῆς ὁ ἅγιος μάρτυς, καλῶς ἀγωνισάμενος εἰς δόξαν Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ [καὶ τῷ Υἱῷ] καὶ τῷ παναγίῳ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
15τῶν αἰώνων. Ἀμήν.198