TLG 4138 146 :: EPHRAEM SYRUS :: Encomium in martyres

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Encomium in martyres

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 7. Thessalonica: Το περιβόλι της Παναγίας, 1998: 176–186.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 248f–254c.

Citation: Page — (line)

176

(t)

Ἐγκώμιον εἰς Μάρτυρας
1 Ἀσύνετος, ἀμαθὴς καὶ εὐτελὴς βούλεται τῇ προθέσει στῆσαι καλὴν εἰκόνα, φαιδράν τε καὶ ὡραίαν ἅπασι τοῖς θεαταῖς, ἐμφανίσαι τουτέστι τὴν ἄθλησιν τῶν ἁγίων Μαρτύρων· χρώματα δὲ μὴ ἔχων ἄξια τῆς εἰκόνος, μηδὲ πάλιν δάκτυλον δυ‐ νάμενον τυπῶσαι ἐν αὐτῇ τῇ εἰκόνι χαρακτῆρα τέλειον, πῶς ἀποτολμᾷ εὐτελὴς καὶ
5ἄτεχνος ἀναστῆσαι εἰκόνα μείζονα ὑπάρχουσαν τῆς δυνάμεως [ἐμοὶ τῷ ἐλαχίστῳ]; Ἐπεὶ οὖν οὐκ ἀγνοεῖ τὴν αὐτοῦ ἀτεχνίαν, οὔτε ἐπιλανθάνεται τῆς αὐτοῦ εὐτε‐ λείας, χάριν τούτων προσπίπτει ἱκετεύων δάκρυσι Δεσπότην τῶν ἁπάντων, Χριστὸν τὸν βασιλέα, τὸν καὶ δωρησάμενον τοῖς ἰδίοις Μάρτυσι δύναμιν ἐν ἀγῶνι 〈καὶ〉 ὑπο‐ μονὴν ἐν θλίψει, ὥστε περιγενέσθαι τῶν ποικίλων μηχανῶν τοῦ μισοκάλου Ἐχθροῦ,
10ὅπως ἂν κομίσωνται στέφανον ἀμάραντον, ἵνα αὐτὸς ὁ Θεὸς ὁ ἀγαθὸς καὶ ἅγιος176

177

χαρίσηται ἀτεχνεῖ σοφίαν καὶ σύνεσιν καὶ δύναμιν, ἀναστῆσαι εἰκόνα μεγίστην καὶ ἀξίαν πρὸς αὐτὴν τὴν ἄθλησιν τῶν ἁγίων Μαρτύρων, εἰς θεωρίαν πάσαις γενεαῖς ἐρχομέναις, ἵνα καὶ αὐτοὶ γνῶσι τὴν καλὴν ὑπομονὴν 〈καὶ〉 μεγίστην καρτερίαν ἀθλοφόρων Μαρτύρων· γενναῖοι γὰρ γεγόνασιν ἀληθῶς τῇ προθέσει, καὶ σφόδρα
5ἐπαινετοί· ἐν καιρῷ γὰρ διωγμοῦ, ὅτε πάντες οἱ δειλοὶ ἔφυγον τοῦ σκάμματος, τοῦ μὴ ὁμολογῆσαι τὸν Χριστὸν Υἱὸν Θεοῦ, ἔστησαν οἱ γενναῖοι μετὰ πάσης ἀνδρείας, καὶ περιεζωσμένοι πίστει τῇ εἰλικρινεῖ τὴν ὀσφὺν τὴν ἑαυτῶν, ὡμολόγουν ἀφόβως ἐν πολλῇ παρρησίᾳ τὸν Χριστὸν Υἱὸν Θεοῦ. Καὶ τί λέγω σκάμματος ἀπέδρασαν οἱ δειλοί; Οὐκ ἔφυγαν σκάμματος, ἀλλὰ τῆς βασιλείας τοῦ οὐρανίου Θεοῦ, ὡς ἀναξί‐
10ους ἑαυτοὺς ποιήσαντες οἱ χαῦνοι. Ἐν καιρῷ οὖν τοῦ ἀγῶνος εἱστήκεισαν οἱ γεν‐ ναῖοι καὶ ἅγιοι τῇ προθέσει, ὑπομένοντες πάντα τὰ βασανιστήρια μετὰ χαρᾶς με‐ γάλης ὑπὲρ τοῦ ὀνόματος τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος τοῦ κόσμου. Πῶς οὖν οὐκ εἰσὶ γενναῖοι οὗτοι οἱ μακάριοι, ὁρῶντες τοῖς ὀφθαλμοῖς φρικτὰ
κολαστήρια προκείμενα κατ’ αὐτῶν καὶ πυρὰν καιομένην, τήγανα καὶ λέβητας177

178

πεμπομένους οἷον στραγῶνας, οἳ καὶ ἐξηκόντιζον ἐκ πίσσης καὶ στέατος; Πάλιν δὲ ἐθεώρουν τοὺς τροχοὺς μετὰ τρισμοῦ ἐν βίᾳ στρεφομένους ἐν πυρὶ καιομένῳ, καὶ ἔτι ἀρθρέμβολα πυρούμενα ἐν πυρί, καὶ περιστῆρας καὶ βασάνους καὶ τρυπανιστήρια, πέδας καὶ ἁλύσεις, καὶ ἅπαξ πᾶσαν τέχνην, ὅσην ὁ ἐχθρὸς πάσης τῆς ἀληθείας εὗρε
5κατὰ τῶν ὁμολογούντων τὸ ὄνομα τοῦ Σωτῆρος. Προσέθηκεν ἅπαντα ἔμπροσθεν τῶν Μαρτύρων, εἰς φόβον καὶ δειλίαν ἐμβαλεῖν τοὺς ἁγίους, ὅπως ἀπὸ τῆς θέας χαλινωθῇ ἡ γλῶττα ἐκ τῆς ὁμολογίας τῆς εἰς Χριστὸν Ἰησοῦν. Τί δὲ οἱ φιλόθεοι καὶ τέλειοι ἀθληταὶ πρὸς τὸ θέαμα τοῦτο τῶν πολλῶν κο‐ λάσεων κειμένων πρὸ ὀφθαλμῶν; Προθυμίαν λαβόντες κατὰ τούτων ἁπάντων, ἐν
10πολλῇ παρρησίᾳ, ἀφόβως 〈καὶ〉 ἀδιστάκτως τὸν Χριστὸν ὡμολόγουν ἔμπροσθεν τοῦ βήματος ἀρχόντων καὶ δικαστῶν. Οὐ πυρὸς συριγμός, οὐ τηγάνων βράσματα, οὐ λεβήτων κοχλάσματα, οὐ τροχῶν περιστροφαί, οὔτε μὴν ἀρθρέμβολα, οὐ περι‐
στήρων ὀδόντες, οὐ τρυπανιστηρίων ἡ ὀξύτης ἡ πολλή, οὐ πέδων τὰ σφίγματα, οὐχ178

179

ἁλύσεων βάρος, οὐ τυράννων ἀπειλή, οὐκ ἀρχόντων βρυγμός, οὔτε ἅπασα τέχνη τοῦ μισοκάλου Ἐχθροῦ καὶ τῶν ὑπουργῶν αὐτοῦ, ἐφόβησε τοὺς γενναίους ἀθλητὰς τοῦ Χριστοῦ ἀπαρνήσασθαι αὐτόν, τὸν Θεὸν καὶ Σωτῆρα· ἀλλὰ μετὰ πίστεως κα‐ τεπάτουν ἅπαντα τὰ μηχανήματα τοῦ Ἐχθροῦ, μὴ ἐγγισάσης αὐτοῖς παντελῶς
5τῆς δειλίας. Εἶδες γενναιότητα οἰκετῶν φιλοθέων; Εἶδες γαυρίαμα ἀθλητῶν φιλοχρίστων; Εἶδες τὴν προθυμίαν τῶν ποθούντων βασιλείαν τοῦ Θεοῦ τοῦ ὑψίστου; Εἶδες πίστιν τελείαν πιστῶν ὄντων τελείων; Εἶδες ἀγάπην Θεοῦ· πῶς κατεφρόνουν πάντων τῶν ὄντων ἐπὶ τῆς γῆς, ἵνα ἴδωσι Θεὸν ὄντα, ὃν ἠγάπησαν; Εἶδες πόθον τοῦ Χριστοῦ·
10πῶς ὑψοῖ ἀπὸ τῆς γῆς τοὺς θέλοντας ὑψωθῆναι; Εἶδες τὸν παράδεισον ποθοῦντα στεφανίτας θεάσασθαι ἐν αὐτῷ, χαιρομένους ἐν φωτί; Πρόσελθε, κατάμαθε, ἀδελφέ μου γνήσιε, ἔγγονον τῶν Μαρτύρων, ἐν ὀφθαλ‐ μοῖς καρδίας, ὑπερβολὴν πίστεως τελείων ἀθλητῶν καὶ τὸν ἀμετάθετον λογισμὸν τὸν εὐσεβῆ, πῶς οὐκ ἴσχυσε βία τῶν βασάνων τῶν δικαίων χαυνῶσαι τὸν λογισμὸν
15καὶ τὴν ἀγάπην αὐτῶν, ἣν εἶχον πρὸς τὸν Θεόν, ἀλλὰ αἰκιζόμενοι μετὰ χαρᾶς με‐ γάλης ἐδέχοντο τὰς πληγάς, ὥσπερ μεγίστην τρυφήν, καὶ ἱλαρῷ προσώπῳ ηὐχα‐
ρίστουν τῷ Θεῷ, ὅτι ἠξιώθησαν τοῦ παθεῖν ὑπὲρ αὐτοῦ.179

180

Πῶς ὑμᾶς ἐπαινέσω, χριστοφόροι τέλειοι; Ἢ πῶς ὑμᾶς καλέσω, ἔνδοξοι μακάριοι; Τίς ἄρα δυνηθείη ἐξειπεῖν τὸν ἔπαινον τῆς ἡμετέρας πίστεως; Ἐξέστη ἡ σοφία τῶν ῥητόρων καὶ τῶν σοφῶν, ὁρώντων παράδοξα εἰς τοὺς δούλους τοῦ Χρι‐ στοῦ. Ἐξέλιπον ῥήματα τυράννων καὶ δικαστῶν, βλεπόντων προθυμίαν τῶν ἁγίων
5μαρτύρων, καὶ πολλὴν ὑπομονὴν τῶν ἁγίων ἀθλητῶν· ὡς γὰρ ἐβασάνιζον ὑπηρέ‐ ται ἄνομοι τὰς σάρκας τῶν ὁσίων, οὐκ εἶδον λυπουμένους καὶ σκυθρωπάζοντας, ὡς ὄντας ἐν βασάνοις, ἀλλὰ ἐν χαρᾷ πολλῇ ἔβλεπον τοὺς ἁγίους· ἀναπαυόμενοι γὰρ καὶ ἀγαλλιώμενοι ἦσαν ἐν ταῖς βασάνοις. Ἡμεῖς δέ, ὦ ἀδελφοί, ποίαν ἀπολογίαν ἔχομεν πρὸς τὸν Θεὸν ἐν τῇ ἡμέρᾳ
10κρίσεως ἐκείνῃ τῇ φοβερᾷ· ὅτι χωρὶς διωγμοῦ καὶ παντοίας θλίψεως, οὕτως ἠμε‐ λήσαμεν τῆς ἀγάπης τοῦ Θεοῦ καὶ ἡμετέρας ζωῆς; Οἱ Μάρτυρες θλιβόμενοι, καὶ πάλιν πειραζόμενοι καὶ βασανιζόμενοι ἐν δειναῖς τιμωρίαις, ἠγάπησαν τὸν Θεὸν ἐξ ὅλης αὐτῶν ψυχῆς, καὶ οὐκ ἴσχυσαν πειρασμοί, οὐ χαλεπαὶ βάσανοι αὐτῶν ἕνα χωρίσαι τῆς ἀγάπης τοῦ Θεοῦ· ἡμεῖς δὲ ἐν ἀνέσει καὶ τρυφῇ ὑπάρχοντες, οὐκ
15ἀγαπῶμεν τὸν Θεόν, τὸν ἀγαθὸν Δεσπότην. Καὶ τί οὖν ποιήσωμεν, ὅταν δείξωσιν180

181

ἐκεῖ ἐν τῇ φρικτῇ ἡμέρᾳ ἀθλοφόροι Μάρτυρες ἔμπροσθεν τοῦ βήματος, ἐν πολλῇ παρρησίᾳ, τὰς οὐλὰς τῶν τραυμάτων καὶ δεινῶν τιμωριῶν; Ἡμεῖς ἄρα, ἀδελφοί, τί ἂν δείξωμεν ἐκεῖ; Ποῖα κατορθώματα; Τὴν ἀγάπην τοῦ Θεοῦ ἢ ἄρα πρᾳότητα; Τὴν ἐλεημοσύνην ἢ ἄρα συμπάθειαν; Τὰς εὐχὰς τὰς καθαρὰς ἢ ἄρα κατάνυξιν τὴν
5ἁγνήν; Ἀγρυπνίαν ἢ ἄρα τὰ δάκρυα; Μακάριος ὁ ἔχων ταῦτα κατορθώματα, ὅπως ἔσται ἐκεῖ συμμέτοχος Μαρτύρων, καὶ μὴ ἐκβαλλόμενος ἐκ παστοῦ τοῦ φωτός, ἀλλὰ ἔχει πεποιθὼς παρρησίαν τὴν αὐτὴν διὰ κατορθωμάτων ἐνώπιον τοῦ Χρι‐ στοῦ καὶ τῶν Ἀγγέλων αὐτοῦ. Ἀθλοφόροι Μάρτυρες, θλιβόμενοι ἑκουσίως ἕνεκεν τῆς ἀγάπης τοῦ Θεοῦ καὶ
10Σωτῆρος, παρρησίαν ἔχοντες πρὸς αὐτὸν τὸν Δεσπότην, πρεσβεύσατε, Ἅγιοι, ὑπὲρ ἡμῶν τῶν χαύνων, καὶ ἁμαρτωλῶν, καὶ μεστῶν ῥᾳθυμίας, ἵνα ἔλθῃ ἐφ’ ἡμᾶς ἡ χά‐ ρις τοῦ Χριστοῦ καὶ φωτίσῃ καρδίας ἁπάντων τῶν ῥᾳθύμων, ἵνα αὐτὸν ἀγαπῶμεν. Ὑμεῖς ἐστὲ ἀληθῶς μακάριοι καὶ ἔνδοξοι. Ἄγγελοι καὶ ἄνθρωποι ὑμᾶς μακαρίζου‐ σιν· ἐν καιρῷ γὰρ θλίψεως, ὅταν ἐπληθύνετο ἀλγηδὼν τῶν βασάνων, ὑμεῖς τὸν
15παράδεισον εἴχετε πρὸ ὀφθαλμῶν, λέγοντες ἐν ἑαυτοῖς· πληθυνθῶσιν ἐνταῦθα βά‐181

182

σανοι τοῦ σώματος, ὅπως πληθυνθῇ ἐκεῖ ἐν παραδείσῳ τρυφῆς ἡ ἀνάπαυσις αὐτοῦ· καὶ ὅταν ἠγείρετο ζάλη τοῦ κλύδωνος διὰ τῶν τιμωριῶν, τὸν μακαρισμὸν τοῦ Θεοῦ εἴχετε πρὸ ὀφθαλμῶν, πεισθέντες ὅτι ἀψευδής ἐστιν ὁ ἐπαγγειλάμενος Θεὸς ὁ ὕψι‐ στος. Ἐπειδὴ πρὸ ὀφθαλμῶν ταῦτα εἴχετε τὰ μέλλοντα ἀγαθά, πεπληροφορημένοι
5ἀτελευτήτως αὐτῶν ἀπολαύειν ἐν χαρᾷ, διὰ τοῦτο, Ἅγιοι, οὐκ ἐχαυνώθη ὑμῶν ὁ ἰσχυρὸς λογισμός. Ἡ χαρὰ τῶν μελλόντων, ἡ ἀγαλλίασις τῆς προσδοκίας ὑμῶν, ἀνδρείους καὶ γενναίους κατειργάσατο ὑμᾶς καθ’ ἑκάστην ὥραν, μηδὲν κορεννυμέ‐ νους ποτὲ τῶν τιμωριῶν. Εἶδεν ὑμᾶς ὁ Ἐχθρὸς στήκοντας ἐν ἀγῶνι θαρσηροὺς καὶ ἀφόβους, μὴ ἔχοντας παντελῶς δειλίαν ἐν καρδίᾳ βασάνων καὶ πειρασμῶν, καὶ
10ἐξελύθη ἡ ἰσχὺς τῆς αὐτοῦ πονηρίας. Νικησάντων δὲ ἡμῶν πάσας αὐτοῦ βασάνους, ὑπέλαβεν ὁ Ἐχθρὸς διὰ φόβον τοῦ ξίφους εἰς δειλίαν ἐμβαλεῖν τὴν ὑμετέραν ἀνδρείαν, ἵνα ἀρνήσησθε Χριστόν, τὸν ποθούμενον ἀεὶ ἐν ταῖς ψυχαῖς τῶν φοβουμένων αὐτόν· καὶ οὐκ εἴδῃ ὁ ἄθλιος ὅτι τὸ ξίφος αὐτοῦ πηγὰς αἱμάτων πολλῶν βρύει ἐκ τῶν αὐχένων τῶν ἁγίων ἀθλητῶν, ἵνα
15ἀποπνιγῇ αὐτὸς ἀνὰ μέσον τῶν κυμάτων αἱμάτων τῶν Ἁγίων· ταῖς δυνάμεσι δὲ αὐ‐182

183

τοῦ ἔλεγε μετ’ αἰσχύνης· φοβοῦμαι καὶ δειλιῶ ἐκ τοῦ αἵματος τούτου, τοῦ βρύοντος ἐξ αὐχένων τῶν σφαγιαζομένων ὑπὲρ τοῦ ὀνόματος Ἰησοῦ Ναζαρηνοῦ· ἀλλήλους γὰρ προσκαλοῦνται τοῦ θανεῖν ὑπὲρ αὐτοῦ. Σκοτοῖ με ἀποφορὰ ἡ τοῦ αἵματος αὐ‐ τῶν. Οὐκ ἰσχύω οὐκέτι σταθῆναι μίαν ὥραν ἢ ῥοπὴν ἔμπροσθεν συμφωνίας τῶν
5μαθητῶν τοῦ Χριστοῦ. Βέλτιον ἦν μοι πολύ, ἵνα μὴ ἐξήγειρα τοὺς βασιλεῖς κατ’ αὐτῶν. Ἰδοὺ γὰρ τὰ αἵματα αὐτῶν διώκει με πάντοθεν· ἡ ὀσμὴ τοῦ αἵματος ἐκλύει μου τὴν δύναμιν· οὐ δύναμαι γὰρ προσχεῖν παντελῶς εἰς τὸν τόπον, ὅπου εἰσὶ τὰ ὀστᾶ τῶν μαθητῶν Ἰησοῦ. Ταῦτα τὰ λαμπρὰ ἆθλα τῆς γενναιότητος ὑμῶν, ἀγωνισταὶ τέλειοι, καὶ ἀν‐
10δραγαθήματα τῆς ὑμετέρας πίστεως, ἀθληταὶ χριστοφόροι. Τοῦτο τὸ γαυρίαμα τῆς ὑμετέρας νίκης, γενναῖοι θεοφόροι καὶ φιλόθεοι· ταῦτα τὰ καυχήματα. Ὁ ὑμέτερος θάνατος μᾶλλον [δὲ] ζωὴν ὑμῖν κατειργάσατο. Κατενόησαν σοφοὶ εἰς ὑμετέρας σφαγάς, καὶ ἐξέστη ἡ φρόνησις τῶν διανοιῶν αὐτῶν· ἐνεοὶ γενόμενοι πρὸς ἀλλή‐ λους ἔλεγον· μέγας Θεὸς ἀληθῶς ὁ Θεὸς τῶν Χριστιανῶν, εἰς ὃν πεπιστεύκασι
15πάντες οἱ μαθηταὶ αὐτοῦ. Πλειστάκις δὲ γεγόνασιν αὐτοὶ οἱ τιμωρηταὶ προσκυνηταὶ183

184

ἀληθῶς, καὶ φοβούμενοι Θεόν, καὶ τέλειοι τῇ πίστει, ὁρῶντες ὑπομονὴν τῶν ἁγίων Μαρτύρων, καὶ καλὴν παράκλησιν, ἣν εἶχον πρὸς ἀλλήλους ἐν αὐτῷ τῷ ἀγῶνι. Ἴδετε, ὦ ἀδελφοί, συμφωνίαν θεϊκήν! Ἴδετε, ἀγαπητοί, ἀγάπην κατὰ Θεὸν στηρίζουσαν ἐν πόνῳ τὰ μέλη τὰ ἴδια! Ἐκεῖνοι γὰρ οἱ Ἅγιοι ἀλλήλους παρεκάλουν
5ἐν αὐτῷ τῷ ἀγῶνι, καὶ τοὺς ὀλιγοψύχους παρεμυθοῦντο ἀεί, ἵνα καὶ αὐτοὶ οἱ δοῦλοι σὺν αὐτοῖς στεφανωθῶσι μετὰ χαρᾶς· ἡμεῖς δὲ οἱ πονηροὶ ἀλλήλους φθονοῦντες, ἀλλήλους ἐσθίομεν καὶ ἀλλήλους δάκνομεν διὰ τὴν πικρότητα τῆς ἡμῶν πονηρίας. Δεῦρο γενοῦ μαθητὴς τῶν ἁγίων Μαρτύρων. Ἐὰν θέλῃς μαθητεῦσαι, γίνονταί σοι καὶ αὐτοὶ διδάσκαλοι ἀγαθοί, καὶ μανθάνεις ἐξ αὐτῶν τὴν καλὴν ἀπάθειαν, τὴν
10πίστιν τελείαν, τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ συμπάθειαν πολλήν, καὶ πόθον τῶν μελ‐ λόντων. Οὗτοι γὰρ ἐνίκησαν καιομένην τὴν πυρὰν ἐκ δυνάμεως τοῦ Θεοῦ καὶ τε‐ λείας πίστεως· νίκησον καὶ αὐτὸς φλεγομένην πάντοτε ἐπιθυμίαν κακήν. Πάλιν δὲ ἐνίκησαν ἐκεῖνοι τὰς βασάνους διὰ τῆς ὑπομονῆς καὶ τῆς ἐν Χριστῷ ἐλπίδος· νίκη‐
σον πάλιν 〈καὶ〉 αὐτὸς διὰ τῆς σωφροσύνης καὶ εὐσεβοῦς λογισμοῦ πάντα τὰ αἰσχρὰ184

185

πάθη. Ἐνίκησαν τυράννους διὰ τῆς πρᾳότητος καὶ τῆς μακροθυμίας· νίκησον δὲ καὶ αὐτὸς τυραννίδα τῆς ὀργῆς. Ἐκεῖνοι μὲν φανερῶς γεγόνασι μάρτυρες· γενοῦ δὲ καὶ αὐτὸς ἐν κρυπτῷ μάρτυς ἀεὶ τέλειος. Ἐκεῖνοι ἐτέλεσαν ἀγῶνα παρρησίας· ἐπιτέ‐ λεσον καὶ σὺ τὸν ἐν κρυπτῷ ἀγῶνα, ἵνα καὶ ἐν ἡμέρᾳ ἀνταποδόσεως σὺν αὐτοῖς
5στεφανωθῇς, καὶ ἐν τῇ βασιλείᾳ συγκληρονόμος αὐτῶν εὑρεθῇς, χαιρόμενος εἰς αἰῶνα αἰῶνος. Καὶ περὶ ἁμαρτωλοῦ καθεύδοντος ἐν καιρῷ τῆς αὐτοῦ εὐεργεσίας, πρεσβεύ‐ σατε νῦν, Ἅγιοι, ὅπως ἐλέους τύχῃ ἐν τῇ ὥρᾳ ἐκείνῃ, ὅταν φανεροῦνται τὰ κρυπτὰ τῶν ἀνθρώπων. Ὡς οἰνοχόος οἰκτρὸς γέγονα ὑμῖν ἐγώ, ἀθλοφόροι Μάρτυρες· ἐκ
10τοῦ ἀγαθοῦ οἴνου τῆς ὑμῶν ἀθλήσεως ὑπηρέτησα πόθῳ τοῖς τέκνοις καὶ ἀδελφοῖς τῆς ὑμετέρας πίστεως· ἐκ τῆς καλῆς τραπέζης τῆς ὑμετέρας νίκης, τῆς γεμούσης πάντοτε ἐδέσματα, πατράσι καὶ ἀδελφοῖς καὶ ὑμῶν συγγενεῦσι, προσερχομένοις ἀεὶ ἐσθίειν τε καὶ πίνειν ἐκ τῆς αὐτῆς τραπέζης, ἡμέραν καθ’ ἡμέραν, μετὰ πόθου καρδίας. Ἰδοὺ γὰρ ψάλλουσι καὶ ἀγαλλόμενοι τὸν Θεὸν δοξολογοῦσι, τὸν στεφα‐
15νοῦντα τὰς κεφαλὰς τῆς γενναιότητος ὑμῶν, καὶ μετὰ χαρᾶς πολλῆς, κύκλῳ πε‐
ριστήκουσι τῶν ἁγίων λειψάνων τῆς ἀθλήσεως ὑμῶν, θέλοντες εὐλογηθῆναι καὶ185

186

λαβεῖν μεθ’ ἑαυτῶν ἰάματα τῆς ψυχῆς 〈καὶ〉 τοῦ σώματος. Εὐλογεῖτε οὖν πάντας ὡς ἀγαθοὶ μαθηταὶ τοῦ ἀγαθοῦ Δεσπότου. Κἀγὼ οὖν ἀσθενῶν, ἐνισχυθεὶς ἀφ’ ὑμῶν ἔψαλα μετὰ πόθου ἔμπροσθεν τῶν λειψάνων ὑμῶν τῶν ἁγίων. Γίνεσθε οὖν πρεσβευταὶ ὑπὲρ ἐμοῦ τοῦ χαύνου ἔμπροσθεν τοῦ βήματος, ὅπως εὑρεθῶ ἐκεῖ δι’
5ὑμῶν πρεσβειῶν σῳζόμενος, χάριτι τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,
ᾧ ἡ δόξα καὶ τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.186