TLG 4138 145 :: EPHRAEM SYRUS :: Encomium in gloriosos martyres, qui in toto mundo martyrium sunt passi

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Encomium in gloriosos martyres, qui in toto mundo martyrium sunt passi

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 7. Thessalonica: Το περιβόλι της Παναγίας, 1998: 163–175.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 306e–312d.

Citation: Page — (line)

163

(1t)

Ἐγκώμιον εἰς τοὺς ἐνδόξους Μάρτυρας
2tτοὺς ἐν ὅλῳ τῷ κόσμῳ μαρτυρήσαντας
1 Φαιδρὰ καὶ ἐπέραστος ὑπάρχει διαπαντὸς καὶ Ἀγγέλοις καὶ ἀνθρώποις ἡ μνήμη τῶν Ἁγίων· ὥστε καὶ ἡμεῖς ἀγωνιζόμεθα εἰς τὸν ὅμοιον αὐτῶν ζῆλον, κατὰ μίμησιν αὐτῶν τὸν Θεὸν ἀγαπῆσαι. Πυρὸς γὰρ σφοδρότερον ἐμπίπτει ταῖς καρδί‐ αις, καὶ πείθει καταφρονεῖν τοῦ κόσμου τοῦ ματαίου καὶ πάντων τῶν ἐν αὐτῷ τερ‐
5πνῶν, βιωτικῆς βλαβερᾶς συνηθείας, καὶ γονέων ἀγάπης, καὶ ἀδελφῶν εὐνοίας, γυναικός τε καὶ τέκνων μερίμνης, καὶ κτήσεως ἁπάσης. Μετάρσιον ἡμῶν τὸν νοῦν ἀπεργάζεται, καὶ πτεροῖ τὸν λογισμὸν ἐκ πάντων τῶν γηΐνων πρὸς τὰ ἐπουράνια,
καὶ συγχορευτὰς αὑτοὺς Ἀγγέλων ἀποτελεῖ· ἐντεῦθεν δὲ παρεστάναι τῷ θείῳ θρόνῳ163

164

τοῦ Ὑψίστου, καὶ ἐν σώματι ὄντας μιμεῖσθαι ἀσωμάτους, καὶ ἐν γῇ βαδίζοντας φρονεῖν τὰ οὐράνια. Οὕτω γὰρ καὶ Παῦλος, ὁ τῶν ἐθνῶν διδάσκαλος, παραινεῖ γράφων, ὥστε τὰ ἄνω φρονεῖν, ὅπου ἐστὶν ὁ Χριστὸς ἐν δεξιᾷ τοῦ Θεοῦ. Ὅσοι οὖν ὁλοψύχως προσέρχονται τῷ Χριστῷ, καὶ πᾶσαν τὴν μέριμναν αὑ‐
5τῶν ἐπιρρίπτουσιν, οὐκέτι ὀφείλουσιν ἰδίοις θελήμασιν, οὔτε σαρκὸς ἡδοναῖς ἐξα‐ κολουθεῖν λοιπόν, οὔτε δελεάζεσθαι σωματικοῖς πάθεσιν. Ὁ γὰρ Θεῷ πιστεύσας οὐκ ὀφείλει διστάζειν, ὡς μέλλων ὑστερεῖσθαι ἐν τῇ αὐτοῦ δουλείᾳ· ὁ γὰρ ὀλιγό‐ πιστος ὡς ἄπιστος κρίνεται, μὴ ἔχων τὴν ἐλπίδα βεβαίαν τῷ Θεῷ. Οὕτω γὰρ οἱ μάρτυρες ὁλοψύχως ἑαυτοὺς ἐξέδωκαν τῷ Θεῷ ἐξ ὅλης καρδί‐
10ας, ὡς καταφρονεῖν λοιπὸν καὶ αὐτοῦ τοῦ θανάτου καὶ πάσης τῆς δυσμενοῦς ἀπει‐ λῆς τῶν τυράννων, ἕτοιμοι εἰς αἰκισμοὺς καὶ βασάνων ἀνάγκας καὶ παντὸς τοῦ σώ‐ ματος διαφόρους στρεβλώσεις, τοὺς νώτους ἔδωκαν εἰς πληγῶν κατατομάς, ἰνῶν τε καὶ μυελῶν πολυτρόπους συγκοπάς· διόπερ οἱ ἀσεβεῖς τῶν τυράννων ὑπουργοί,
αἱμοχαρεῖς τε ὄντες καὶ λίαν φονιώδεις, λαβόντες τοὺς ἁγίους διέσπων ταῖς μά‐164

165

στιξι, τοῖς δὲ ὄνυξι τὰς πλευρὰς ἐντόμως κατασπῶντες· ἔπειτα μολυβίσιν, ἀνελεεῖ τῷ θυμῷ, τὰ μετάφρενα αὐτῶν ἀφειδῶς συνέθλων, τοῦ στήθους τὸν σύνδεσμον ὀξέ‐ σιν ὀβελίσκοις βρύκοντες ἐμέριζον ὡς θῆρες ἀνήμεροι, καὶ ταῖς μασχάλαις αὐτῶν σφαίρας πεπυρωμένας προσάγοντες, ἔκαιον ἐν πολλῇ ὠμότητι· τοὺς μηροὺς σὺν τοῖς
5νεύροις ξίφεσιν ἀνατέμνοντες, τοὺς τῶν φλεβῶν ὀχετοὺς μαχαίραις ἀνέσχιζον, καὶ οὐκ ὑπέλειπον ἓν μέλος ἀτιμώρητον· ἀλλὰ γὰρ καὶ τὰ ὀστᾶ συνέτριβον ἐκμανῶς. Διὰ τοῦτο ἔλαβον δύναμιν παρὰ Θεοῦ, ὥστε πάντα γενναίως ὑπομεῖναι τὰ πάθη, καὶ ἀνάλγητοι ἦσαν πρὸς πᾶσαν μεθοδείαν, ὥσπερ ἐν ἀλλοτρίοις τοῖς σώ‐ μασι πάσχοντες· μᾶλλον ἐπεμβαίνοντες τοῖς κολάζουσιν εὐθαρσῶς καὶ εἰς μείζονα
10θυμὸν ἐξεγείροντες αὐτούς, λέγοντες, εἰ ἔχετε δεινοτέρας βασάνους, προσαγάγετε ἡμῖν· αὗται γὰρ οὐδέν εἰσιν. Ὅθεν ἐμπιμπράμενοι καὶ τῷ θυμῷ ζέοντες, ὡς θῆρες ἀνήμεροι, κατ’ αὐτῶν ὠρύοντο, τοῖς δημίοις κράζοντες σφοδροτέρως αἰκίζειν τὰ ἄγια σώματα τῶν ἁγίων ἀθλητῶν. Οἱ δὲ ἀντεφθέγγοντο πάλιν τοῖς ἡγεμόσι· ποῦ γάρ εἰσιν ἀπειλαὶ
15τῶν κολάσεων ὑμῶν; Τὸ γὰρ πῦρ ὑμῶν ψυχρόν, αἱ βάσανοι ἀδρανεῖς, οἱ τύπτοντες165

166

ἄτονοι, τὰ ξίφη ξύλα σαθρά. Οὐδὲν ἔχετε ἴσον τῇ προθυμίᾳ ἡμῶν. Πλείονα παθεῖν ἡμεῖς ἕτοιμοι ἱστάμεθα. Τούτου χάριν θανόντες, ὡς ζῶντες ἐνεργοῦσι, νοσοῦντας ἰώμενοι, δαίμονας ἐλαύνοντες, καὶ πᾶσαν πονηρίαν τῆς αὐτῶν τυραννίδος δραπετεύειν ποιοῦντες τῇ
5δυνάμει τοῦ Κυρίου· σύνεστι γὰρ πάντοτε τοῖς ἁγίοις λειψάνοις χάρις τοῦ Ἁγίου Πνεύματος πάντα θαυματουργοῦσα. Ἐπειδήπερ ἀνδρείως Χριστὸν ὡμολόγησαν ἐνώπιον ἀνθρώπων ἐν πολλῇ ὑπομονῇ, διὰ τοῦτο καὶ αὐτὸς ἀνεκήρυξεν αὐτούς, ἐνώπιον τοῦ Πατρὸς καὶ τῶν Ἀγγέλων αὐτοῦ, καὶ ὑπέσχετο αὐτοῖς τὰ ἀγαθὰ ἐκεῖνα ἃ ὀφθαλμὸς οὐκ εἶδεν, ἃ οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου θνητοῦ
10ἦλθεν, εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι. Τί γὰρ πλεῖον θέλομεν τῷ λόγῳ πα‐ ραδηλοῦν; Συγκληρονόμους ἑαυτοῦ ἐποίησεν αὐτούς. Ἡ δὲ κληρονομία ποία ἐστὶ τοῦ Χριστοῦ, ὡς ἔγωγε νομίζω, ὅτι οὐδεὶς ἀγνοεῖ· οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ πάντα τὰ ἐν αὐτοῖς· τὸ φῶς τὸ ἀπρόσιτον, καὶ ὁ θρόνος τῆς δόξης· ἡ γῆ τῶν πρα‐
έων, καὶ πᾶς ὁ παράδεισος· τὰ δένδρα τὰ ἐν αὐτῷ, καὶ ὁ ἥδιστος καρπός. Ταῦτά166

167

ἐστι τὰ κτήματα τοῦ Χριστοῦ Βασιλέως, καὶ προσεπιτούτοις ἕτερα μυριοπλασίονα, ὧν ἡμεῖς ἀγνοοῦμεν καὶ τὰς ὀνομασίας, διότι ἀθέατα ὑπάρχουσιν ἀνθρώποις. Τρισμακάριοί εἰσιν ἅπαντες οἱ Ἅγιοι, ὁποίας κληρονομίας μέλλουσιν ἀπο‐ λαύειν, καὶ τῆς μετὰ Χριστοῦ ἀεὶ συνδιατριβῆς, τοῦ ὑπεραστράπτοντος τὸ φῶς τὸ
5ὑπέρλαμπρον· οὗ ἀνεκδιήγητος ἡ δόξα τῆς οὐσίας, καὶ ἀνεξιχνίαστος ἡ μεγαλοπρέ‐ πεια, καὶ ἀνεξερεύνητος ἡ τῆς οἰκονομίας φανέρωσις τῆς ἐπὶ γῆς ἐνανθρωπήσεως. Ὁ τέλειος χαρακτὴρ τοῦ γεννήσαντος αὐτόν, καὶ ἡ πηγὴ τῆς ζωῆς, καὶ πάντων δημιουργός· ὁ τῶν ὁμολογητῶν ἄσειστος θεμέλιος· ὁ τῶν ἀθλούντων στέφανος καὶ νικώντων βραβευτής· ὁ Θεὸς ὁ ἰσχυρὸς καὶ ἄρχων τῆς εἰρήνης· ὁ τοῦ ᾅδου σκυ‐
10λευτὴς καὶ νεκρῶν ζωοποιός. Αὐτὸς ἐκραταίωσε τοὺς ἁγίους Μάρτυρας νικῆσαι τῶν τυράννων τὰς ἀπανθρώπους ἐπινοίας. Αὐτὸς περιέθηκε πᾶσαν τὴν πανοπλίαν τοῖς αὐτοῦ στρατιώταις εἰς τοῦτον τὸν πόλεμον, περιφράξας πάντοθεν θυρεῷ πί‐ στεως, καὶ θώρακι ἀγάπης, 〈καὶ〉 γνώμης στερρότητι· περιζώσας τε αὐτοὺς μα‐
χαίρᾳ τοῦ Πνεύματος, ἐν ᾗ καὶ κατέτεμνον τοῦ Ἐχθροῦ τὴν κεφαλήν, τοὺς ναοὺς167

168

τῶν εἰδώλων ἐκ βάθρων ἀνέσκαψαν, καὶ συνέτριψαν ξόανα ὡς κόνιν λεπτοτάτην, ἀνέτρεψαν τεμένη καὶ θυσιαστήρια ἀκαθάρτων θυσιῶν καὶ σπονδῶν παρανόμων· καὶ τοὺς ἐναγεῖς αὐτῶν πρεσβυτέρους πυριφλέκτους ἅμα καὶ τοῖς νεωκόροις πε‐ ποίηκεν ὁ Χριστός· καὶ τοὺς τῶν ἀπατηλῶν ἀγαλμάτων δαίμονας ἐκδιώξας ἀπ’
5αὐτῶν, γεέννῃ παρέδωκε. Θεωροῦντες δὲ ταῦτα οἱ ἔνδοξοι Μάρτυρες οὕτως ἐνεργούμενα τῇ δυνάμει τοῦ Χριστοῦ, μείζονα προθυμίαν ἐλάμβανον τοῦ πάσχειν ὑπὲρ τοῦ ὀνόματος τῆς αὐτοῦ δυνάμεως, καὶ αὐτόχειρες λοιπὸν ἔστρεφον τὰ εἴδωλα, συντρίβοντες εἰς τὴν γῆν πάντα τὰ βδελύγματα· καὶ ὅπου εὕρισκον ἄγαλμα ἱδρυμένον λίθοις κατακλῶν‐
10τες εἰς βόρβορον ἔρριπτον, εἰς αἰσχύνην ἐσχάτην καὶ γέλωτα τῶν σεβομένων αὐτὰ καὶ προσκυνούντων αὐτά· λέγοντες τοῖς ἀνόμοις ἄρχουσι καὶ τυράννοις· ἰδοὺ τὰ σεβάσματα ὑμῶν τὰ ἀναίσθητα καὶ κωφὰ καὶ ἀσθενῆ, 〈τὰ〉 τυφλὰ καὶ ἀκίνητα, οἷς ὑμεῖς λατρεύετε· ἀλάλοις οἱ λογικοί· οὓς ὁ Θεὸς ἐτίμησε κατ’ εἰκόνα ἰδίαν, ἵνα ἐπι‐ γινώσκητε τὴν αὐτοῦ δυναστείαν, καὶ αὐτῷ λατρεύητε μετὰ φόβου καὶ τρόμου, καὶ
15τὰ ἀρεστὰ αὐτῷ ποιῆτε καθ’ ἑκάστην· αὐτὸς γάρ ἐστι Θεὸς ἄναρχος καὶ κραταιός,168

169

φοβερὸς καὶ δυνατός, ἔνδοξος καὶ ἀόρατος. Ἀφέντες δὲ προσκυνεῖν τὸν ποιήσαντα ὑμᾶς, τῇ κτίσει λατρεύετε εἰς παροξυσμὸν αὐτοῦ. Ἥλιον ἐποίησεν εἰς φαῦσιν τῆς ἡμέρας, ἵν’ ἀπολαύοντες τοῦ φωτὸς καὶ τῆς θέρμης, τὸν τούτου δημιουργὸν δοξά‐ ζητε πάντοτε, τὸν παρέχοντα ὑμῖν τὴν τούτων ἀπόλαυσιν· ὑμεῖς δέ, ὥσπερ τυφλοί,
5ἀφέντες τὸν κτίσαντα, τῷ ποιήματι αὐτῷ μᾶλλον ἐσεβάσθητε. Ὁμοίως τὴν σελήνην δι’ ὑμᾶς ἐποίησεν ὁ σοφὸς δημιουργὸς εἰς δαδουχίαν τῆς νυκτός· ὑμεῖς δέ, ὡς ἄφρο‐ νες, καὶ ταύτην ἀντὶ Θεοῦ λογισάμενοι εἶναι, αὐτῇ λατρεύετε. Ὁ δὲ εὔσπλαγχνος Θεὸς μακροθύμως ἔφερεν, ἐκδεχόμενος ἀεὶ τὴν πάντων ἐπιστροφήν, μὴ θέλων τὸν θάνατον τῶν ἁμαρτωλῶν ποτε· ἀλλ’ ἐκδεχόμενος τὴν ἐπιστροφὴν αὐτῶν, [καὶ] βοᾷ
10διαπαντός, λέγων· δεῦτε πρός με, πάντες οἱ κεκοπιακότες ἐν τοῖς παραπτώμασι, καὶ οἱ πεφορτισμένοι φορτία δυσβάστακτα τῶν ἀθέσμων πράξεων καὶ ἡδονῶν σαρκικῶν, καὶ ἀναπαύσω ὑμᾶς ἐν τρυφῇ αἰωνίᾳ, διδοὺς ὑμῖν ἄφεσιν τῶν ἁμαρ‐ τιῶν ὑμῶν· καὶ γένησθε υἱοὶ τῆς ἐμῆς βασιλείας, καὶ συναναπαύσησθε πᾶσι τοῖς
ἐκλεκτοῖς μου.169

170

Ταῦτα εἰς ἐπιστροφὴν παρῄνουν οἱ Μάρτυρες τοῖς ἀνόμοις, εἰ βούλοιντο σωθῆναι. Οἱ δὲ ματαιόφρονες ἐμυκτήριζον αὐτούς, λοιδοροῦντες ἀσεβῶς τὰς αὐτῶν παραινέσεις, ὅτι εἰς κακότεχνον ψυχὴν καὶ δαιμονιώδη οὐκ εἰσελεύσεται σοφία καὶ σύνεσις. Οἱ δὲ Ἅγιοι πάντα ἔλεγον καὶ ἐποίουν εἰς ἐπιστροφὴν αὐτῶν, καίτοι μαστι‐
5ζόμενοι· πληροῦντες τὸ λόγιον τοῦ ἑαυτῶν Δεσπότου· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ τοὺς μισοῦντας ὑμᾶς, ὅπως ὁμοιωθῆτε τῷ Πατρὶ τῷ ἐμῷ οὐρανίῳ, ὄντες ἀμνη‐ σίκακοι καὶ πᾶσιν οἰκτίρμονες. Μακάριοι οὖν ἐκεῖνοι οἱ τοῦ Χριστοῦ ἀθληταί, οἱ τοῦ φωτὸς μέτοχοι καὶ τῆς ζωῆς τῆς αἰωνίου, οἱ στύλοι τῆς πίστεως καὶ ἀγάπης σύνδεσμοι, οἱ ζῶντες θεμέ‐
10λιοι καὶ πάντα συνέχοντες, οἱ υἱοὶ τῆς σεμνῆς τοῦ Χριστοῦ Ἐκκλησίας, οἱ πύργοι τῶν βάρεων τῆς ἐπουρανίου Σιών. Οὗτοι νῦν φαιδρύνουσι τὴν Νύμφην τοῦ Σωτῆ‐ ρος. Οὗτοι καλλωπίζουσι τὴν ταύτης εὐπρέπειαν. Οὗτοι κατακοσμοῦσι κόσμῳ τινὶ νοητῷ, καθάπερ βασίλισσαν, τὴν ὡραίαν Ἐκκλησίαν, ἣ καὶ παρέστη αὐτῷ ἐκ δε‐ ξιῶν στίλβουσα, περικεκοσμημένη ἐν ἱματισμῷ διαχρύσῳ τῶν ποικίλων ἀρετῶν
15τοῦ ἰδίου Δεσπότου, ἀεὶ λαμπρυνομένη τῇ αἴγλῃ τοῦ Πνεύματος, ὑπερεξαστρά‐170

171

πτουσα ὑπὲρ τὴν λαμπρότητα τοῦ αἰσθητοῦ ἡλίου· ἔτι καθ’ ὑπερβολὴν μυριοπλα‐ σίως πᾶσαν ὑπερβαίνουσα ἔννοιαν ἀνθρωπίνην τὸ φθέγγος. Ταύτης δὲ νυμφαγωγός ἐστιν ὁ θεσπέσιος ἀπόστολος Παῦλος, ὁ σοφὸς ἀρχι‐ τέκτων, ὁ πρότερον μὲν πορθῶν καὶ λεηλατῶν αὐτήν, ζῆλον ἔχων τοῦ Νόμου, ἀλλ’
5οὐ κατ’ ἐπίγνωσιν. Σαῦλος δὲ λεγόμενος, τὰ πάντα ἐπλήρωσε σάλου καὶ ταραχῆς καὶ πολλῆς συγχύσεως, σύρων τε καὶ μαστίζων ἅπαντας τοὺς σεβομένους Χριστόν, παρεδίδου δεσμίους εἰς φυλακάς, ἀπειλῆς τε καὶ φόνου ἐμπνέων ἀνεικάστου κατὰ τῶν τὸ κήρυγμα καταγγέλλειν θελόντων, καὶ εἰς τὰς ἔξω πόλεις περιεργαζόμενος, καὶ μετὰ πολλῆς σπουδῆς ἀνιχνεύων, μή που τις εὑρεθῇ τὸν Χριστὸν ὀνομάζων.
10Οὕτως εἶχεν ἀπεχθῶς καὶ πρὸς αὐτὸ τὸ ὄνομα τὸ πᾶσι τοῖς ἀνθρώποις ἡδύ τε καὶ ποθεινόν, τὸ σῶσαν ἐκ πλάνης τὸ γένος τῶν ἀνθρώπων. Σφόδρα δὲ χαλεπαίνων τοῖς τοῦ Λόγου μαθηταῖς, πτεροῦται ἐπιστολαῖς ταῖς
παρὰ τῶν ἀρχιερέων, ὅπως, ἐάν τινας εὕρῃ Χριστὸν ὀνομάζοντας, ἄνδρας τε καὶ171

172

γυναῖκας, δεσμεύσας παραδῷ τιμωρηθησομένους παρὰ τοῦ ἡγεμόνος, καὶ θανάτου πρόστιμον μέλλοντας ὑφίστασθαι. Οὐρανόθεν δὲ κληθεὶς παρὰ τοῦ φιλανθρώπου Δεσπότου, ἐπεσχέθη τοῦ δρόμου, ὃν κακίστως ἔτρεχε· Σαῦλε, Σαῦλε, γάρ φησιν, ἵνα τί με διώκεις, ἀγνοῶν τὴν δύναμιν τῆς ἐμῆς ἐξουσίας; Ἔπεχε οὖν τὸ λοιπὸν τοῦ
5ἀκαίρου σου ζήλου, καὶ παῦσαι τοῦ διώκειν τοὺς ἐμὲ προσκυνοῦντας. Ὁ δὲ Σαῦλος τυφλωθεὶς τὰς ὄψεις τοῦ σώματος ἀπὸ τῆς ὑπερβολῆς τοῦ ἀνεικάστου φωτὸς τοῦ λαλοῦντος πρὸς αὐτὸν ἐν νεφέλῃ φωτεινῇ, ἐνεὸς γενόμενος ἔκειτο. Ἀνεῳγμένων τοίνυν τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἐθεώρει τῶν συμπορευ‐ ομένων. Δεξάμενος γὰρ λόγον, ὡς ἰχθὺς τὸ ἄγκιστρον, ἀνειλκύσθη τοῦ βυθοῦ.
10Ἐτυφλώθη χρησίμως· καὶ τῆς λαμπρότητος τοῦ βίου καὶ τῶν ἰουδαϊκῶν ἐθῶν ἀπαλλαγείς, ἔκτοτε ἠκολούθει τῷ Χριστῷ· καὶ ἐν κολυμβήθρᾳ τῶν γλυκερῶν ναμά‐ των ἐμβληθείς, ἀνέβλεψε τῇ Χριστοῦ ἐπικλήσει· καὶ Παῦλος μετακληθεὶς παρέσχε
τὴν ἄνεσιν τοῖς τοῦ Χριστοῦ μαθηταῖς· καὶ κῆρυξ ἀσφαλής, καὶ στύλος τῆς πίστεως172

173

ἑδραῖος γενόμενος, συνεβίβαζεν ἀεὶ αὐτὸν εἶναι τὸν Χριστόν, ὀλίγον ὕστερον καὶ τὴν ἑαυτοῦ ψυχὴν ὑπερβολῇ ἀγάπης παρέδωκεν. Οὕτω γὰρ ἐπόθησεν ὁλοψύχως αὐτόν, ὡς ὅλον ἐπιδοῦναι τοῖς κινδύνοις ἑαυτόν· καὶ θέλων ἐνδείξασθαι τὸν ἔρωτα τοῦ πό‐ θου, ὅνπερ ἔσχε πρὸς αὐτόν, οὕτω πᾶσιν ἔγραφε· τίς ἡμᾶς χωρίσαι δύναται ἀπὸ
5τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλῖψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης σώματος, ἢ κίνδυνος, ἢ μάχαιρα; Καὶ ἀπηρίθμησε, λέγων· οὔτε ἄγγελοι, οὐκ ἀρχαί, οὐ δυνάμεις, οὐχ ὕψωμα, οὐ βάθος, οὔτε κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χω‐ ρίσαι τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Τίς δύναται νῦν εἰπεῖν, ὅτι οὕτως ἀγαπᾷ τὸν ποιήσαντα ἡμᾶς καὶ σῴζοντα;
10Τίς οὕτως ὁλοψύχως καταφρονεῖ τοῦ βίου, καὶ πάντων τῶν ἐν αὐτῷ εὐχερῶς ἀφί‐ σταται; Τίς ἄρα εὑρίσκεται ἀνώτερος τῶν παθῶν καὶ τῆς κενοδοξίας διαφεύγων τὰ δεσμά; Τίς δὲ ἀπετάξατο παντελῶς καὶ αὐταῖς ταῖς σκιαῖς τῶν πραγμάτων, καὶ πάντα καταλιπών, τὸν σταυρὸν ἐβάστασε τοῦ Χριστοῦ, λέγοντος ἐνεργεῖ ἀποφάσει
τοῖς θέλουσιν ἀκούειν· εἴ τις ἔρχεται πρός με καὶ οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρ‐173

174

χουσιν αὐτῷ, οὐκ ἔστι μου μαθητής. Κἂν βραχύτατόν τι τῆς οὐσίας κατέχει παρ’ ἑαυτῷ, καὶ οὕτως ἁμαρτάνει· οὐ γὰρ ἀπετάξατο παντελῶς τῶν ἑαυτοῦ, ἀλλ’ ἐν δυσ‐ πιστίᾳ καὶ δισταγμῷ προσῆλθε. Δεῖ τοίνυν τὸν τοιοῦτον ἀρνήσασθαι ἑαυτόν, καὶ λαβόντα τὸν σταυρὸν ἀκο‐
5λουθεῖν τῷ Χριστῷ. Ὡς γὰρ ὁ ἡλωμένος τὸ σῶμα ἐν τῷ σταυρῷ οὐ δύναται βα‐ στάσαι τί ποτε, οὕτω καὶ ὁ σταυρώσας ἑαυτὸν τοῖς τοῦ κόσμου, μηδὲν ἐπισυρέσθω τῶν τοῦ βίου πραγμάτων, ἵνα μὴ ὁμοιωθῇ ἐν τούτῳ Ἀνανίᾳ καὶ τῇ αὐτοῦ γυναικί, ὡς κλέψασι τὰ τοῦ Θεοῦ. Οὕτω γὰρ κατὰ πάντα ἐχώρισεν ἑαυτὸν τῶν τοῦ βίου πραγμάτων ἀπόστολος Παῦλος, ὡς λέγειν τε καὶ γράφειν· ἐμοὶ κόσμος ἐσταύρωται,
10κἀγὼ αὐτὸς παντελῶς τῷ κόσμῳ ἐσταύρωμαι· καὶ ἡγοῦμαι τὰ πάντα ὥσπερ τὰ σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, ὅνπερ καὶ ἠγάπησα. Τοῦτον μιμησάμενοι οἱ ἔνδοξοι Μάρτυρες, ἑαυτοὺς ἐπέδωκαν εἰς πᾶσαν τι‐ μωρίαν, ἀφορῶντες εἰς αὐτὸν τὸν σοφὸν διδάσκαλον, τὸν τοῦ πολέμου τούτου ἀρχη‐
γὸν καὶ νικητήν, ὃς γέγονεν ὁδηγὸς πᾶσι τοῖς βουλομένοις τῆς αἰωνίου ζωῆς εὑρεῖν174

175

τὴν ἀπόλαυσιν. Καὶ προθύμως παθόντες μεθ’ ὑπομονῆς πολλῆς, ἰδοὺ μακαρίζονται εἰς αἰῶνας αἰώνων. Καὶ γὰρ χρεωστοῦμεν ἅπαντες ὑμνεῖν μετ’ ἐγκωμίων τὰ ἆθλα τῶν Ἁγίων, ὅτι ἠγωνίσαντο γενναίῳ φρονήματι Θεὸν ἐξιλεώσασθαι, τῷ οἰκείῳ αἵματι ἱλαστήριον
5ἡμῶν ἁπάντων γενόμενοι, ὁλοκαυτώματα [ἑαυτοὺς] ὑπὲρ ἡμῶν, ὡς ἀρνία ἄκακα, ἄσπιλά τε καὶ ἄμωμα, ἀπαρχὴ γενόμενοι ὑπὲρ παντὸς τοῦ λαοῦ, καὶ τὰς ἑαυτῶν ψυχὰς θυσίαν εὐάρεστον σὺν πολλῇ εὐωδίᾳ Θεῷ προσάγοντες, ἔχοντες ὑπόδειγμα τοὺς γενναίους τρεῖς Παῖδας τοὺς τοῦ Νόμου φύλακας καὶ τοῦ Θεοῦ κήρυκας· μεθ’ ὧν ἀνυμνήσωμεν τὸν Σωτῆρα τοῦ κόσμου. Ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς
10αἰῶνας τῶν αἰώνων. Ἀμήν.175