TLG 4138 144 :: EPHRAEM SYRUS :: Encomium in sanctos quadraginta martyres

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Encomium in sanctos quadraginta martyres

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 7. Thessalonica: Το περιβόλι της Παναγίας, 1998: 131–162.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 341–356a.

Citation: Page — (line)

131

(t)

Ἐγκώμιον εἰς τοὺς ἁγίους Τεσσαράκοντα Μάρτυρας
1 Εἰκόνα μαρτυρικὴν διαγράψαι βούλομαι, καὶ δὴ διαχρώματα λαμπρὰ μὴ κεκτημένος. Τὴν αὐτῆς καρτερίαν διαγορεῦσαι σκοπῶ, καὶ φοβοῦμαι τὸν Δαυΐδ, ἵνα μὴ φράσῃ πρός με· λέγει σοι ὁ Κύριος δι’ ἐμοῦ, ἁμαρτωλέ· ἵνα τί 〈σὺ〉 ἐκδιηγῇ τὰ δικαιώματά μου; Θέλω ἐμπορεύσασθαι τὴν ἐκείνων ἀνδρείαν, καὶ τρέμω ἀκτή‐
5μων ὢν παντὸς κατορθώματος. Διαπεράσαι ποθῶ τὸ μέγα καὶ ἔνδοξον πέλαγος τῶν ἐπαίνων τῆς αὐτῶν ὑπομονῆς, καὶ φρίττω καθάπερ τις ἄπειρος κυβερνήτης, ἵνα μὴ τοῖς ἐκείνων ἐγκωμίοις βυθισθῶ. Τὸν στρατὸν τῶν Ἁγίων ἀνακηρύξαι ζητῶν,
ἰλιγγιῶ μὴ ἔχων ὅπλα δικαιοσύνης. Εἰς τὸν λειμῶνα αὐτῶν εἰσελθεῖν ἐπείγομαι καὶ131

132

ἄνθεσιν ἀρετῶν εὐωδιασθῆναι, φθάσας δὲ τὸν παράδεισον τῶν ἁγίων Μαρτύρων, οὐκ ἐπαρκῶ τρυγῆσαι τοὺς καρποὺς τῶν ἐπαίνων. Τρέχω πρὸς τὴν ἔκφρασιν τῶν βραβείων τῆς νίκης, καὶ πῶς, ὅτι ἄτονος καὶ ἁμαρτωλός εἰμι; Ἐπεὶ οὖν ἀνάξιος καὶ ἀσθενὴς ὑπάρχω, σιωπήσας στερήσω ὑμᾶς τῆς ὠφε‐
5λείας, ἢ θαρρῶν τοῖς οἰκτιρμοῖς καὶ τοῖς σπλάγχνοις τοῦ Χριστοῦ ἐπιχειρήσω λέ‐ γειν Μαρτύρων ἐγκώμιον; Οἶμαι τοῦ συμφέρειν εὐφημεῖν τοὺς Ἁγίους, ἢ χῶσαι τὸ τάλαντον καὶ καταδικασθῆναι, μάλιστα χρεώστης ὢν καὶ ὀφείλων σὺν τόκῳ ἐκτί‐ σαι τὸ δάνειον τῇ ὑμῶν ὁμονοίᾳ· οὐ γὰρ ἐπιλέλησμαι τῆς ὑποσχέσεώς μου, ἧς ὑμῖν ὑπεσχόμην περὶ τῶν καλλινίκων, ἡνίκα διεξίην τὰ κατὰ τὸν ὅσιον καὶ πιστὸν Βασί‐
10λειον, τὸν θεόλεκτον ἄνδρα. Συμμαχήσατε οὖν μοι, Ἅγιοι, ταῖς πρεσβείαις ὑμῶν, καὶ ὑμεῖς, ἀγαπητοί, εὐχαῖς ὑμῶν ὁσίαις, ἵνα κινήσῃ Χριστὸς τῇ ἑαυτοῦ χάριτι τὴν γλῶτταν πρὸς τὴν φράσιν, στόμα πρὸς ἐξήγησιν, καρδίαν πρὸς σύνεσιν, ψυχὴν πρὸς κατάνυξιν, τὸν
νοῦν δὲ πρὸς ἔλλαμψιν, καὶ τὴν αὐτῶν μίμησιν· καὶ ὑμᾶς δὲ πρὸς νῆψιν, ζῆλον καὶ132

133

ἀκρόασιν, πόθον καὶ διέγερσιν, σπουδὴν καὶ καρτερίαν· ἐπειδήπερ εἰς ταύτην τὴν λαμπρὰν ἐργασίαν κατηξίωσεν ὁ πιστὸς ἀρχιερεύς. Καιρὸς λοιπὸν ἐπὶ τὰ ἀθλητικὰ σκάμματα ἐπαφῆναι τὸν λόγον, ἀδελφοὶ ἀγα‐ πητοί· καιρὸς πρὸς τὴν [γὰρ] κρείττονα ἐπιβῆναι πορείαν· καιρὸς τοῦ διπλασιάσαι
5τοῦ ταλάντου τὰ κέρδη. Εἶπον γὰρ ὅτι ἦσαν ἐν λεγεῶνί τινι τεσσαράκοντα Μάρτυ‐ ρες ζῶντες εὐσεβῶς, οἳ παραυτίκα ὑπέδειξαν ἀπὸ τῶν προοιμίων, ὅτι ἔνδοξος αὐ‐ τῶν καὶ ἔντιμος ὁ χορός. Προφητικῆς γοῦν ὑμῖν εἰκόνος ἱστορίαν ἐπισυνήγαγον εἰπεῖν πρὸς τοὺς Μάρ‐ τυρας. Ὁ μὲν γὰρ Μωυσῆς τεσσαράκοντα ἡμέρας νηστεύσας, ἐν ὄρει Σινὰ τὸν νό‐
10μον ἐδέξατο· ἀλλ’ οὗτοι κατὰ ἀριθμὸν τὰ σώματα πρὸς σφαγὴν τάξαντες, αἰωνίου ζωῆς ἀπελαύοντο. Κἀκεῖνος μὲν κατιδὼν μαινόμενον τὸν λαόν, τὰς πλάκας ἐν τῷ ὄρει θυμωθεὶς συνέτριψεν· οὗτοι δὲ τοὺς δαίμονας λυττῶντας κατιδόντες ἀμετάτρε‐
πτον αὐτῶν τὴν πίστιν ἐφύλαξαν. Ἐκ δευτέρου ὁ πρᾷος τῶν δέλτων ἐπιλαβόμενος,133

134

εἶθ’ οὕτω τοὺς Ἑβραίους πάντας ἐνομοθέτησεν· ἀλλ’ οὗτοι ἐν μιᾷ σταυροφόρῳ σφρα‐ γῖδι τὸν Χριστὸν ἐν ἑαυτοῖς πᾶσιν ἐδογμάτισαν. Καὶ τί θαυμαστόν ἐστιν, εἰ καὶ τὴν τοῦ Ἠλιοὺ εὑρήσομεν ἀρετὴν τούτοις πα‐ ρισουμένην; Ἐν γὰρ ἰσχύϊ μιᾶς βρώσεως ὁ Θεσβίτης Ἠλίας διὰ τεσσαράκοντα
5ἡμερῶν τὸ ὄρος Χωρὴβ κατέλαβεν, οὗτοι δὲ τοῦ σώματος τοῦ Χριστοῦ γευσάμενοι, τεσσαράκοντα ὁμοῦ εἰς οὐρανοὺς ἔφθασαν. Ὤφθη τούτῳ ὁ Θεὸς τρέχοντι πρὸς τὴν πορείαν, λέγων· πολλὴ ἀπὸ σοῦ ἡ ὁδός, ὦ Ἠλία· ἐγνώσθη δὲ καὶ τούτοις στηρίζων τὰς διανοίας αὐτῶν, καὶ λέγων· ἡ σπουδὴ ὑμῶν καλὴ πρὸς εὐσέβειαν. Ἔλειπεν ὁ ζη‐ λωτὴς τὴν ἑαυτοῦ μηλωτὴν ἐπὶ τὸν Ἐλισαιέ, καὶ ἐπέβη ἅρματι· ἔδωκε καὶ ὁ Σωτὴρ
10τὴν ἑαυτοῦ εἰρήνην ἐπὶ τοὺς τεσσαράκοντα, καὶ ἀνελήφθη ἐν δόξῃ. Καθὼς οὖν ὁ ἀριθμὸς τῶν τεσσαράκοντα ἡμερῶν πᾶσαν τὴν ἐπὶ Νῶε ἐξῆρεν
ἀσέλγειαν, οὕτω καὶ ὁ ἀριθμὸς τῶν τεσσαράκοντα Μαρτύρων τὴν ἄνομον τότε ἐξέ‐134

135

λυσε μανίαν. Ἦλθεν ἡ περιστερὰ βαστάζουσα τὸ κάρφος σύμβολον τῆς γαλήνης τῷ δικαίῳ διδοῦσα, ἀπῆλθον οἱ ἅγιοι τοὺς πόνους ἀράμενοι καὶ τὰ βραβεῖα τῆς νίκης τῷ Θεῷ προσφέροντες. Ἔλαβεν ἡ κιβωτὸς τὰ ἄλογα θύματα, καὶ πολλὰ ἐξ αὐτῶν ἔδωκεν εἰς λατρείαν, ἔλαβεν ἡ κάμινος τὰ ἅγια σώματα, καὶ ὅλα τῷ Δεσπότῃ
5εἵλκυσεν εἰς θυσίαν κατὰ τὴν θεόπνευστον Γραφήν, τὴν μαρτυροῦσαν, ὅτι πᾶσα θυ‐ σία πυρὶ ἁλισθήσεται. Ἀλλ’ εἰπάτω νῦν ἡμῖν ἡ παμφάγος κάμινος, πῶς τῶν ἁγίων πάλιν ἐγένετο σύνοικος, καὶ πῶς ἐκ τῆς ἑῴας ἐπὶ τὸ βόρειον μέρος διώδευσε, ζητοῦσα τοιοῦτο γε‐ ώργιον; Οὐκ εἰς γῆν Χαλδαίων εἶ παντοῖα σιτουμένη, στυππίον, θέαφον, νάφθαν καὶ
10κληματίδα; Πῶς ἀπὸ τῆς Βαβυλῶνος ἐπὶ τὴν Σεβαστείαν μεταλλαττεύσασα ἧψας τὸ λαμπάδιον; Ναί, φησίν, εἰς γῆν Ἀσσυρίων ἤμην αὐλιζομένη, μακρὰν τῶν ῥωμαϊ‐ κῶν ὅρων, καὶ ἐπέκεινα, ἀλλ’ ἀκήκοα ὅτι ἐπὶ γῆς βορρᾶ τεσσαράκοντα βῶλοι εὑρέ‐ θησαν χρύσεοι, καὶ ἦλθον τοῦ πυρῶσαι τούτους καὶ ἐκλαμπρῦναι, ἵνα αὐτοὺς δοκί‐
μους τῷ τεχνίτῃ ποιήσω. Ὅπου γὰρ δεσποτικὴ εὑρεθῇ ἐργασία, ἐκεῖ μου μεταφέρω135

136

τὴν ῥοπὴν τοῦ ἀέρος· ἐργαστήριον γάρ με ἐποίησεν ὁ Θεὸς διακρίνειν ἀγαθοὺς ἐκ μέσου τῶν πονηρῶν. Εἰς κάκωσιν γὰρ κεῖμαι τῶν μισούντων τὸν Θεόν· εἰς ἅγνισίν εἰμι τῶν ἀγαπώντων αὐτόν. Γινώσκω τοὺς ἁγίους, ἀγνοῶ τοὺς ἀχρείους· βδελύτ‐ τομαι ἀσεβεῖς, καὶ φιλῶ τοὺς εὐσεβεῖς· οὐ καίω τοὺς ὁσίους, ὡς οἴονται οἱ ἄφρονες,
5οὐδὲ φλέγω τοὺς πιστούς, ὡς ἐροῦσιν οἱ Ἕλληνες. Δύο πυρὰς κέκτημαι, καὶ εἰς δύο ἐργάζομαι· μίαν πρὸς τὸν θάνατον, καὶ μίαν πρὸς τὴν ζωήν. ᾘσχύνθη Λικίνιος καὶ Ναβουχοδονόσωρ σὺν τοῖς ὑπουργοῖς αὐτοῦ· ἐκεῖνος μὲν γὰρ Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγὼ σὺν ταῖς τιάραις ζῶντας εἰς καῦσιν ἐνέβαλεν, οὗτος δὲ τοὺς ἁγίους δίχα τῶν ἐνδυμάτων κατεαγμένους πάντας πρός με ἐξαπέστειλε. Τεκμαιρόμενοι, φησίν,
10οἱ ἄνομοι τύραννοι, ὅτι πῦρ ὀλέθριον ἔχω κατὰ τῶν πιστῶν, καὶ οὐκ ἐλογίσαντο πῶς ἀμφοτέροις μυστικῶς ὡς δούλη ὑπήκοος ἤμελλον διακονεῖν· οὓς γὰρ ἔλαβον
ζῶντας, ζῶντας ἐξαπέστειλα, καὶ οὓς ἦρα θανόντας, πρὸς ζωὴν ἐπύρωσα. Οὔτε136

137

ἐκείνων ἐμόλυνα τὰ ἅγια σώματα, οὔτε τούτων τὰ σεμνὰ ἐμείωσα λείψανα. Οὐκ ἔσπεισαν ἐκεῖνοι εἰκόνι τῇ χρυσῇ, οὔτε οὗτοι ταῖς μορφαῖς τῶν ἀτίμων εἰδώλων. Ἐκείνους ἀπέφλεγον εἰς δρόσον, ἐλάμπρυνε καὶ τούτους τὸ ῥεῖθρον τοῦ ποταμοῦ. Τρεῖς ἐκεῖσε λαβοῦσα, τέσσαρας ἀπετέλεσα. Ἵνα τῶν τεσσαράκοντα τὰς δεκάδας
5ὑφαίνωσι, τέσσαρας προαγέτας τῆς τετάρτης δεκάδος, πρὸ χρόνων οὐκ ὀλίγων, ἐμυσταγώγησα. Ταῦτα δὲ ἐτυποῦντο διὰ τῆς δυνάμεως τοῦ συμπαρασταθέντος τοῖς περὶ τὸν Ἀζαρίαν· ὅς ἐστι Θεὸς ἀληθινός, ὁ εἰπὼν ἐν Προφήταις, ὅτι ἐὰν στῇς ἐν πυρί, φλὸξ οὐ κατακαύσει σε. Εἶδες πόσην ἅμιλλαν ὑπέδειξεν ἡ μνήμη τῆς καλῆς ἀνδρείας τῶν γενναίων
10ἀθλητῶν; Ἐβουλόμην οὖν πάλιν τρυτανεῦσαι τὸν λόγον, ὅπως τῆς εὐσεβείας κατα‐ μάθω τὸν τρόπον, ὅτι πῶς ἐν νουμέρῳ ὄντες οἱ τεσσαράκοντα, ἔχοντες τὰ σήμαντρα, γενναῖοι καὶ ἀήττητοι, οὕτω σαφῶς ἑαυτῶν τὸ ἔνδον τῆς καρδίας τῷ σταυροφόρῳ τύπῳ κατεστεμματίσθησαν· εἰ γὰρ καὶ τῷ σώματι τῷ φθαρτῷ βασιλεῖ παρίσταντο, ἀλλὰ πρὸς τὸν ἄφθαρτον τῷ πνεύματι ἐλάτρευον, καὶ πάντες τὸ τοῦ τυράννου κα‐
15τέχοντες λάβαρον, τῷ σημειοφόρῳ τύπῳ τοῦ σταυροῦ ἐν ταῖς ψυχαῖς ἐβάσταζον.137

138

Οὐκ ἴσχυσεν ὁ ζόφος τῆς δεινῆς δυσσεβείας ἀμαυρῶσαι τὸ φίλτρον τῆς καλῆς εὐσεβείας. Οὐκ ἔλυσεν ὁ δόλος τὸν τρόπον τῆς εἰρήνης, οὔτε πάλιν τὸ μῖσος τὸν δρό‐ μον τῆς ἀγάπης. Οὐκ ἔσβεσεν ὁ γνόφος τῆς εἰδωλολατρίας ἐκείνην τὴν λαμπάδα τῆς θεογνωσίας. Οὐκ ἔθραυσεν ὁ φόβος τῶν στρατοπεδαρχούντων τὸν ζῆλον οὐδὲ
5τὴν σπουδὴν τῶν οὐρανοβατούντων. Οὐκ ἔσκυλε πλάνη τὴν πάλην τῆς ἀρετῆς, οὔτε αὕτη ἡ μάχη τὴν εὐχὴν τὴν ἀληθινήν. Ἀοράτως ἐπὶ γῆς οἱ αὐτοὶ εἰς ἑαυτοὺς πρὸς τὴν ἑαυτῶν μετρίαν ἐνεανιεύοντο. Ἔξωθεν ἐζώννυντο ἀσπίδι καὶ θώρακι, ἔσωθεν ὡπλίζοντο τῇ πίστει τῆς Τριάδος. Ἔξωθεν τὰς φαρέτρας προσῆγον τῷ σώματι, καὶ ἔσωθεν τῇ ψυχῇ τὴν πάρεδρον σοφίαν. Ἔξω τόξα καὶ βέλη χερσὶ περιέφερον, ἔσω
10δόξαν καὶ τιμὴν Θεῷ προσεκόμιζον· φησὶ γάρ· τὰ φανερὰ τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ δὲ κρυπτὰ πάντα Κυρίῳ τῷ Θεῷ. Τῷ ἔξω ἀνθρώπῳ ἐπετίθουν μάχαιραν, καὶ τῷ ἔσω τὸ ξίφος τοῦ Ἁγίου Πνεύματος. Ὁ εἷς ἀπεκρούετο τὸν αἰσθητὸν βάρβαρον, ὁ δὲ ἄλλος τὸν νοητὸν ὠλόθρευε τύραννον· ὁ εἷς παρετάττετο πρὸς τὸν ἐξεναντίας, καὶ
〈ὁ〉 ἄλλος πρὸς τὰς ἀρχὰς καὶ πρὸς τὰς ἐξουσίας. Ἐκεῖνος τοῦ πολεμίου ἔτυπτε138

139

τοὺς αὐχένας, καὶ οὗτος τοῦ πονηροῦ ἔκοπτε τὰς κεφαλάς· ἐκεῖνος κατέκοπτε τῶν ἐχθρῶν τὰ ἔνεδρα, καὶ οὗτος προέβλεπε τοῦ Βελίαρ τὸν δόλον· ἐκεῖνος κατέβαλλε τῶν πορθούντων τὸν τύφον, καὶ οὗτος κατεπάτει τῶν δαιμόνων τὰ στίφη. Ἦν οὖν ἰδεῖν θέαμα καινὸν καὶ παράδοξον, ἐν τῷ ἑνὶ ἀγῶνι δύο ἀνδραγαθίας·
5καὶ δὴ τοῦτο σαφῶς ἐκκαλύπτει καὶ λέγει, ὅτι καὶ ἐν πολέμοις ἰσχυροὶ καὶ ἀήτ‐ τητοι. Οὐκ εἶπον, ἐν πολέμῳ, ὡς πρὸς μίαν συμβολήν· διπλῆ γὰρ ἦν ἡ μάχη καὶ διπλοῦς ὁ πόλεμος. Ὅθεν τῶν ἑκατέρων τὴν νίκην ἀράμενοι τὸ τῆς δικαιοσύνης στέμμα ἀνεδήσαντο. Μέγα τοίνυν κατιδεῖν, ἀδελφοὶ ἀγαπητοί, τῆς ἱστορίας ταύτης τὰ ἐγκαλλω‐
10πίσματα· τεσσαράκοντα γὰρ ἦσαν πρόσωπα τὸν ἀριθμόν, καὶ πᾶσι θεόθεν κα‐ θωρᾶτο· διάφοροι αἱ μορφαὶ καὶ προσηγορίαι, καὶ εἰς ἑαυτοὺς ἴσον τὸ κάλλος τῆς ὁμωνυμίας. Οὐκ ἔσβεσεν αὐτῶν τὸ ἀμάραντον κάλλος ὁ τῆς ἀπιστίας αὐχμός,
οὐδ’ ὁ τῆς πλάνης λιμός· οὐκ ἔτεμεν αὐτοὺς ὅπλον δεισιδαιμόνιον, οὐδὲ ἐμόλυνεν139

140

αὐτοὺς βέλος ἠκονημένον, ἀλλὰ καὶ ἀδιαίρετον καὶ ἀκμαῖον ἕστηκε στίφος τῶν ἀθλητῶν πρὸς τὸν Σωτῆρα Χριστόν. Ὦ σύλλογος ἁγίων καὶ πιστῶν συνέδριον· ὦ χορὸς ἀέριος καὶ κλῆρος οὐρά‐ νιος· ὦ ἑσμὸς ἁρμόδιος καὶ σύνδεσμος ἄλυτος· ὦ λαμπρὸν συμπόσιον καὶ φρικτὸν
5ὁμογνήσιον· ὦ ὁδὸς ἀμέριστος καὶ σύνοδος ἄρρητος· ὦ στρατὸς ἀνεπίληπτος καὶ σύγκλητος ἄμεμπτος· ὦ ἔθνος ἡγιασμένον καὶ λαὸς ἠθροισμένος. Κληρονόμοι τῆς ζωῆς καὶ τῆς ἀναστάσεως· ἀστέρες ὑπέρλαμπροι καὶ λαμπτῆρες ἄσβεστοι· οἰκήτο‐ ρες ἔνδοξοι τοῦ τερπνοῦ παραδείσου· ἄξιοι τοῦ νυμφῶνος καὶ τῆς ἄνω κλήσεως· ἄξιοι τῶν παστάδων τοῦ ἀϊδίου φωτός. Οἱ συνθεματίσαντες ἀλλήλοις τὰ κρείττονα
10τοῦ ἕπεσθαι τὸ σκῆπτρον τῆς βασιλείας· οἱ ἐπιβαλόμενοι τὴν χεῖρα τῷ ἀρότρῳ, καὶ μὴ ὑπτιάσαντες τὸ βλέμμα εἰς τὰ ὀπίσω· οἱ ἀποβαλόμενοι τὴν τιμὴν τῶν παρόντων, καὶ ἐπιλεξάμενοι τὴν δόξαν τῶν μελλόντων· οἱ συναγελασθέντες ὁμοτρόπως εἰς σφαγὴν καὶ συγκατοικισθέντες ὁμωνύμως εἰς ζωήν. Πανήγυρις ἱερὰ ἡ προβεβηκυῖα τὰ ἀκροθίνια τῆς ἀγάπης τοῦ Χριστοῦ· χορὸς
15ὀχυρώτατος τεσσαράκοντα πύργων, ὃν ᾠκοδόμησεν ὁ πάνσοφος τεχνίτης· παρεμ‐140

141

βολὴ ἁγία ῥυσθεῖσα ὑπὸ Θεοῦ ἐκ στόματος ἐκείνου τοῦ δευτέρου Φαραώ. Καθάπερ γὰρ Ἰαννῆς καὶ Ἰαμβρῆς καὶ Φαραὼ ἀντέστησαν τῷ Μωυσεῖ, καὶ ἐδειγματίσθησαν, οὕτω καὶ ὁ ἡγεμὼν καὶ ὁ Σατανᾶς ἀντερήσαντες τοῖς ἁγίοις, θᾶττον ἠχρειώθησαν· πῶς γὰρ ἠδύνατο πορθεῖν τοὺς τεσσαράκοντα ὁ ὑπὸ ἑνὸς τοῦ πρᾴου αἰσχυνθεὶς ἐν
5Αἰγύπτῳ; Εἰ γὰρ Μωυσῆς καὶ Ἀαρών, οὓς ἔτεκεν Ἀβραάμ, οὕτως ἐξεδίκησαν τοῦ ψεύ‐ δους τὰ σπέρματα, οὐ μᾶλλον οἱ τεχθέντες ἐκ Πνεύματος Ἁγίου ἴσχυον ἐξελέγξαι τῆς πλάνης τὰ δόγματα; Ἔδοξαν οἱ ἄρχοντες τοῖς ἰοβόλοις λόγοις ὑποφθεῖραι τὸ στερεὸν τῶν ἁγίων Μαρτύρων, καθάπερ οἱ φαρμακοὶ ταῖς δρακοντίαις ῥάβδοις
10οἴοντο δελεάζειν τὸν σοφὸν θεράποντα· ἀλλ’ ὡς κατεπόθησαν φαρμακῶν βακτηρίαι ὑπὸ τῆς ἀληθινῆς τοῦ Μωυσέως ῥάβδου, οὕτω κατηργήθησαν δικαστῶν ὁμιλίαι ὑπὸ τῆς ἀσαλεύτου πίστεως τῶν ἁγίων. Πόθεν δὲ ὁ Ἰσραὴλ ἐνεδυναμοῦτο; Δῆλον διὰ Μωυσέως, Ἀαρὼν καὶ Μαριάμ.
Οἱ δὲ ἅγιοι πλέον πόθεν ἐστηρίζοντο; Πάντως διὰ τῶν τριῶν τούτων τῶν προηγου‐141

142

μένων· ἀπηγγείλη γὰρ ὅτι τρεῖς ἐξ αὐτῶν τοὺς πάντας κατεκόσμουν τῷ λόγῳ τῆς διδασκαλίας, δεικνύοντες καὶ ἐν τούτῳ τὸ χρηστὸν τῶν Μαρτύρων· ὅτι καὶ παραι‐ νέσεις ἐδέχοντο ἀσμένως, ὅτι ὑπετάσσοντο ἀλλήλοις ἐν ἀγάπῃ, ὅτι καὶ ὑπήκοοι ἦσαν πρὸς πᾶν ἔργον ἀγαθόν. Φησὶ γάρ· γινώσκετε, παρῄνει αὐτοῖς ὁ Κυρίων λέγων, πῶς
5τῶν ὑπεναντίων περιεγενόμεθα, καὶ τοὺς μὲν ἐπαναστάντας ξίφει ἀπεκτείναμεν, τοὺς δὲ ὁμοφρονοῦντας αὐτοῖς ἀπελάσαμεν. Ἀλλ’ οὐ θαυμαστὸν τοῦτο, ὅτι ἐπορ‐ θήσαμεν τοῦ αἰσθητοῦ πολέμου τὰ ἐπαναστήματα· οἷον θαυμαστότερον, ἐάνπερ νικήσωμεν καὶ τοῦ πειρασμοῦ τούτου τὰ ῥᾳδιουργήματα. Αὕτη ἐστὶν ἀληθῶς ἀλη‐ θινὴ παλαίστρα· αὕτη ἀνδραγαθία καὶ ἰσχυρὰ ἀνδρεία· οὗτος ἀγὼν ἔνδοξος καὶ τρό‐
10παιον φοβερόν· τοῦτο νῖκος καὶ κράτος καὶ κλέος αἰώνιον· αὕτη ἡ χώρα καὶ οὗτος ὁ στέφανος· αὕτη ἡ δόξα καὶ τιμὴ καὶ ἔπαινος εἰς Θεόν. Εἴπωμεν οὖν ὡς ἀεὶ καὶ πάντοτε τῷ οἰκτίρμονι· ὁ Θεός, ἐπὶ τῷ σῷ ὀνόματι σῶσον ἡμᾶς· καὶ εὐθὺς κατα‐
πέμπει τὴν αὐτοῦ βοήθειαν, καὶ παρακαθίστησιν ἰσχὺν ταῖς ψυχαῖς ἡμῶν. Τοῦτον142

143

γὰρ καὶ Δανιὴλ ἐκάλεσεν ἐν τῷ λάκκῳ, καὶ θηρίων βριαρῶν διέφυγε στόματα· τοῦτον ἐμνημόνευσε καὶ Ἰωνᾶς ἐν τῷ κήτει, καὶ ἀνηνέχθη ἐκ πάσης φθορᾶς ἡ ζωὴ αὐτοῦ. Τοῦτο τὸ πανάγιον ὄνομα ἐξείλετο τοὺς τρεῖς παῖδας ἐκ μέσου τοῦ καιομέ‐ νου πυρός· ὃ δύναται καὶ ἡμᾶς ἐξελέσθαι ἐκ πλάνης καὶ ἐξ οἰήσεως νίκης τὴν προ‐
5θυμίαν ἡμῶν. Ὡς οὖν ἐν τῇ προσκαίρῳ συνήφθημεν στρατείᾳ, οὕτω καὶ πρὸς τὴν ἄληκτον ἑνωθῶμεν ἀξίαν· ὡς ἐπὶ τὰς σαρκικὰς κορυφὰς ἐσπεύσαμεν περιθεῖναι κόρυθα πρὸς πᾶσαν ἀσφάλειαν, οὕτω καὶ ἐπὶ ταῖς ψυχαῖς ἡμῶν περιθήσωμεν τὴν περικεφαλαίαν ἐλπίδα σωτηρίας. Μὴ οὖν διχάσῃ ἡμῶν τὴν χορείαν ὁ Ἐχθρός, καὶ μὴ στήσῃ καθ’ ἡμῶν γαυρίαμα ὁ πλάνος· μὴ σκυλεύσῃ τὸν ἀριθμὸν τῶν ἁγίων
10ἀθλητῶν, καὶ μὴ θαμβώσῃ καρδίας ἐλπισάντων εἰς Θεόν. Τοιαῦτα ἐφόδια Κυρίων ὁ ἅγιος τοῖς συμμάρτυσιν αὐτοῦ παρέσχεν ἐπὶ πᾶσι. Καὶ αὐτὸς μὲν ἐφρούρει, ταῦτα καὶ τὰ τοιαῦτα ἐν νυκτὶ καὶ ἡμέρᾳ ὑπαλείφων
τῷ λόγῳ, οἱ δὲ ἕτεροι ἐπὶ τῶν τότε δικαστηρίων ὑπὲρ παντὸς τοῦ κλήρου πρὸς τὸν143

144

κριτὴν ἔλεγον· τὸν Θεὸν ἀγαπῶμεν, σὲ δὲ μεμισήκαμεν· μισούμενος δὲ ἀφ’ ἡμῶν, μὴ προαιροῦ ἀγαπᾶν ἡμᾶς. Λάβε οὖν τὰς ζώνας ἡμῶν, λάβε καὶ τὰ σώματα· οὐ‐ δὲν γάρ ἐστιν ἡμῖν Χριστοῦ ποθεινότερον. Σκόπει λοιπὸν ἐντεῦθεν πόθον εἰλικρινείας· σκόπει πόθον καὶ ζῆλον τῆς τε‐
5λείας ἀγάπης. Ἆρον ἡμῶν τὸ σῶμα, ἐπεφώνουν λέγοντες· οὐδὲν γάρ ἐστιν ἡμῖν Θεοῦ ποθεινότερον. Τί γάρ, φησί, θωπεύεις τὰς διανοίας ἡμῶν; Προείλοντο γὰρ ἰδεῖν τὸν οὐράνιον Λόγον. Τί ὑποσύρεις ἡμᾶς τῇ εἰδωλομανίᾳ; Μεμόρφωται γὰρ Χριστὸς ἐν ταῖς καρδίαις ἡμῶν. Τί προσρήγνυς καταβαλεῖν τὸν θεμέλιον ἡμῶν; Ὅτι ἰδοὺ ἵδρυται ἐπὶ πέτραν πίστεως. Τί πειράζεις ἀθλητὰς τῆς νέας Διαθήκης; Γεγύμνασται
10γὰρ αὐτῶν ὁ νοῦς πρὸς τὸν Ὕψιστον. Τί δὲ τὸ ὑπόκλοπον καὶ ψευδώνυμον ἦθος συνάπτεις, παράνομε, κατὰ τῆς εὐθύτητος; Ὑποσχέσεις δωρεῶν προαναφωνεῖς ἡμῖν, ἀλλ’ οὐ δεχόμεθα ἐξ ἀσεβῶν ἔλαιον· ἄγριος κολακευτὴς φαίνῃ ἐν τοῖς ῥήμασιν,
ἀλλ’ οὐ ταράξεις ἡμῶν τὸ ἥμερον τοῦ λόγου· ὑπούλως πάντας ἡμᾶς ἀπολέσαι βου‐144

145

λεύῃ, ἀλλ’ οὐκ ἰσχύσεις ποτὲ τοὺς δούλους τοῦ Χριστοῦ. Ἐντραπήσωνται οὐκοῦν τὰ ἀναίσχυντα στόματα, τὰ λαλήσαντα ἀδικίαν εἰς Θεόν· τοῦ γὰρ Κυρίου ἐστὶ τὸ νῖκος καὶ τὸ κράτος καὶ ἡ δόξα καὶ ἡ τιμή, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Τούτοις καὶ τοῖς τοιούτοις περιζωσάμενοι οἱ γενναῖοι, πρὸς τὸν ἐπουράνιον
5Δεσπότην ἔσπευδον. Μεγάλα οὖν ἀληθῶς τὰ ἀνταγωνίσματα, ἰσχυρὰ 〈καὶ〉 τὰ ἔπαθλα τῶν πιστῶν καὶ καλλινίκων. Ὅτι πῶς ἐν τοσαύτῃ ταραχῇ τοῦ διωγμοῦ ἀνένδοτοι ἔμειναν καὶ ἀνεπιβούλευτοι; Εἰ γὰρ καὶ ἐν ὀφθαλμοῖς ἀνθρώπων ἀπέθα‐ νον, ἀλλὰ τὸ τέλος αὐτῶν ἀπεδείχθη τρόπαιον. Τὸν τύραννον ἔρρηξαν, καὶ τὴν πλά‐ νην κατέσβεσαν, καὶ τὸ νῖκος ἔστησαν. Ἡτοίμασαν τοὺς πόδας τοῦ βαδίζειν ὁσίως
10ἐν τῇ ἑτοιμασίᾳ τῇ τοῦ Εὐαγγελίου· ἐζώσαντο δύναμιν περὶ τὴν ὀσφὺν αὐτῶν τοῦ ἀναβαίνειν πρὸς τὴν ἄνω πόλιν Ἱερουσαλήμ· οἳ γὰρ ἂν καὶ τὰς λαμπάδας ἐκ τοῦ νοεροῦ πυρὸς βαστάσαντες, κἀκεῖνο τὸ ζωόπυρον ἔλαιον. Τοῦτο τὸ πῦρ ἔλαμψεν ἐπ’
αὐτοὺς ἐν τῇ λίμνῃ, καθάπερ [γὰρ] τῷ Ἰσραὴλ στύλος ἐν τῇ θαλάσσῃ. Τοῦτο τὸ πῦρ145

146

ἔσωσε τοὺς ἁγίους Μάρτυρας ἐκ μέσου τῆς σκοτεινῆς πλάνης τῶν δαιμόνων. Τοῦτο αὐτοῖς οὐρανόθεν ἐπέφανεν ἐν νυκτί, ὅτε ὑπὸ τοῦ κρύους τὸ σῶμα ἐσφίγγετο. Οὐ παρέλειπεν αὐτοῖς τὸ πῦρ τῆς θεότητος φαῖνον ἐκ τῶν ὄπισθεν, καί ποτε ἔμπροσθεν. Οὐκ ἐξῆρεν ἡ νεφέλη τοῦ οὐρανίου δώρου ἡπλωμένη ἐπ’ αὐτούς, ἐν νυκτὶ καὶ ἐν
5ἡμέρᾳ. Οὐκ ἔλειψεν ἡ χάρις τῆς ἀνωτάτω ῥοπῆς παρακαλοῦσα αὐτῶν τὸν νοῦν ἐν τοῖς ὕδασι. Καὶ ἐπὶ μὲν τῆς ἐξόδου τῶν υἱῶν Ἰακὼβ ἡ κτίσις ἡ ὁρατὴ ἠγαλλιάσατο, ἐπὶ δὲ τῇ λυτρώσει τῶν ἁγίων Μαρτύρων πᾶσαι αἱ ἀόρατοι δυνάμεις ἠγαλλιά‐ σαντο. Ἐπὶ ἐκείνων τὰ ὄρη ἐσκίρτησαν ὡς οἱ κριοί, ἐπὶ τούτων Ἄγγελοι ἐχάρησαν καὶ ὁ Θεὸς τῶν πνευμάτων.
10 Πλείονα οὖν, ὡς οἶμαι, τῆς παλαιᾶς ἱστορίας γεγόνασι θαύματα ἐπὶ τῶν καλλινίκων. Ἐκεῖ μὲν γὰρ ἡ θάλασσα μετηλλάχθη εἰς ξηράν, ἵνα μὴ ὁ Ἰσραὴλ βα‐ δίζων καταποθῇ· ἐνθάδε μάρτυρες, ἔνδοθεν τῶν ὑδάτων ἐνθαλαμευόμενοι, οὐ κα‐ τεποντίσθησαν. Ἐκεῖ τὰ ὀστᾶ τοῦ Ἰωσὴφ συνήρετο τοῖς Ἑβραίοις· ὧδε Χριστοῦ τὸ
σῶμα συνεῖχε τοὺς ἁγίους. Ἐκεῖ ἡ ῥάβδος Ἀαρὼν συνείπετο τῷ λαῷ· ὧδε βραχίων146

147

Κυρίου συνεκράτει τοὺς πιστούς. Ἐκεῖ κυμβάλων ἦχος ἐν μέσῳ τῶν κυμάτων· ὧδε φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Ἐκεῖ στύλος πυρὸς φαίνων ἐν ταῖς χιλιάσιν· ὧδε σταυρὸς τοῦ Χριστοῦ λάμπων ἐν τοῖς Μάρτυσιν. Ἐκεῖ Μωυσῆς καὶ Ἀαρὼν καὶ Μαριὰμ ἡγεῖτο· ὧδε Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα Ἅγιον.
5 Εἶδες πόσα θαύματα γέγονε κρείττονα τῆς Ἐρυθρᾶς ἐν τῇ λίμνῃ διὰ τῶν ἀθλοφόρων; Δόξα καὶ προσκύνησις καὶ μεγαλοπρέπεια τῷ αὐτοὺς στερρώσαντι ἐν τοῖς τοιούτοις ἀγῶσι. Τότε πικρῶς ἔκλαυσεν ὁ παρὰ τὸν βούτομον καὶ πάπυρον καὶ κάλαμον κοιτα‐ ζόμενος ὄφις· τότε διεπρίετο τῇ καρδίᾳ μὴ δυνηθεὶς ἐλθεῖν καὶ ὑποκαῦσαι ἄρδην τὴν
10ἔνδοξον στρατείαν· τότε ἰλιγγίασε, τῇ ἥττῃ τρυχόμενος, ὁ κατὰ τῶν ἁγίων ταράξας τὰ πέρατα. Ὁ γὰρ τὸν Ἰορδάνην αἴρων ἐν τῷ ὀφθαλμῷ αὐτοῦ, ὑπὸ μιᾶς ῥανίδος τῆς Τριάδος ἐπνίγετο· ὁ συσκιαζόμενος κλώνεσι καὶ ῥοδάμνοις, γυμνὸς καὶ ὀλέ‐
θριος [ῥακώδης] ᾤχετο· ὁ σείων οὐρὰν αὐτοῦ καθάπερ κυπάρισσον, ὡς στρουθίον147

148

ἐνεπαίχθη ὑπὸ τῶν δούλων τοῦ Θεοῦ. Κειμηλίου δοχεῖον ἦν ὁ κόλπος τῆς λίμνης, καὶ τὸν ἱερόσυλον οὐ συνεισεδέχετο. Ἐσύριξεν ὁ Δράκων τοῖς ἔμπροσθεν, ἐκφοβεῖν πειρώμενος, καὶ ἔπειτα ὑπτία ἀθρόως ἐφέρετο· ἐσύρετο τῷ στήθει καὶ τῇ κοιλίᾳ, καὶ ἐπὶ τὸ εὐρίπιστον τῆς λίμνης οὐκ ἤγγιζεν.
5 Ἵνα οὖν μὴ ταράξῃ ὁ Ἐχθρὸς τοὺς Μάρτυρας, Ἄγγελοι ἐφρούρουν τῆς λίμνης τὸ ἅπλωμα· ἔνθεν μὲν ὁ Γαβριήλ, κἀκεῖθεν ὁ Μιχαήλ, καὶ ἄνωθεν ὁ Χριστός, ὁ ἔφο‐ ρος τῶν ὅλων, ὃς παραυτίκα ἐπ’ αὐτοὺς ἔδειξε τοὺς στεφάνους, ἵνα τὸ ἐλλεῖπον πλη‐ ρώσῃ τῶν ἀριθμῶν, ἵνα γε ὁ ἄξιος ἀντὶ τοῦ ἀναξίου κομίσηται ἀξίαν τῶν ἁγίων ἐν φωτί· ἵνα ἔλθῃ ὁ στέφανος τοῦ λιποτακτήσαντος ἐπάνω τῆς κορυφῆς τοῦ Χριστὸν
10ποθήσαντος. Χρὴ δὲ καὶ τοῦτο εἰπεῖν· ὁ ὑπούλως κολληθεὶς τῷ χορῷ τῶν ἁγίων. Ὁ γὰρ δῆθεν μεθ’ ἑαυτῶν, ἑξ αὐτῶν ἠλαύνετο, καὶ ὁ ἐλθὼν κατ’ αὐτῶν, ἐγένετο· ὁ προσφυγὼν τῇ θέρμῃ, ἐψύγη τῇ ἀγάπῃ, καὶ ὁ τρέμων τῷ κρύει, ἐπυρώθη τῷ πόθῳ.
Εὔκαιρον οὖν καὶ ὧδε εἰπεῖν, ὦ ἀγαπητοί, ὅτι Ἰούδας ἐξῆλθε, καὶ Ματθίας148

149

εἰσῆλθεν· ὅτι Παῦλος ὁ ποτὲ θυμοῦ εἰς τοὺς μαθητὰς ἐμπνέων καὶ ἀπειλῆς, ἐγένετο μαθητής· ὅτι ὁ ἐκδιώκων τοὺς κήρυκας τοῦ Χριστοῦ, αὐτὸς Χριστὸν Κύριον ἐκάλει ἐν τῇ λίμνῃ. Περιήστραψεν αὐτῷ φῶς ἐν μεσονυκτίῳ, καθάπερ τῷ Παύλῳ ἐν καιρῷ μεσημβρίας. Ἐκείνου τὰς λεπίδας ἐξῆρεν Ἀνανίας, καὶ τούτου τὴν κακίαν ὁ στρατὸς
5τῶν ἁγίων. Ἐκεῖνος ὡς διώκων ἐτρώθη καὶ ἰάθη, καὶ οὗτος ὡς ἀγρεύων ἐλήφθη καὶ ἐσώθη, ὅπως ἂν ὁ θεῖος τῆς τετάρτης δεκάδος ἡ πλήρωσις γενήσεται 〈ἡ〉 ἁγία σὺν πᾶσι τοῖς ἁγίοις. Ποίας λοιπὸν εἰκόνας παρεικάσαι ἱκανῶ πρὸς τὴν ἀνίκητον νίκην τῶν νικη‐ φόρων; Ποίοις δὲ χαρακτῆρσι παραβαλεῖν ἐπαρκῶ τῆς ἱστορίας ταύτης τὰ ἀνθο‐
10μοιώματα; Εἴπω ὅτι πλείονα Ἰησοῦ τοῦ Ναυῆ ὑπερεῖχε τὰ θαύματα ἐπὶ τῶν καλ‐ λινίκων. Ἐκεῖ μὲν τεσσαράκοντα χιλιάδες μαχητῶν ἐν Ἱεριχὼ τὴν πλάνην ἐξ Ἰσραὴλ ὤλεσαν· ἀλλ’ ἐνθάδε ὁ ἀριθμὸς τῶν τεσσαράκοντα Μαρτύρων ἀπὸ τῆς ὑπ’
οὐρανὸν τὰ γλυπτὰ ἐξήλειψε. Διέβησαν ἐκεῖνοι τὰ ἰορδάνεια ῥεῖθρα καὶ ἀπέκτειναν149

150

τὸν Σηὼν καὶ τὴν δύναμιν αὐτοῦ· ὑπεξῆλθον καὶ οὗτοι τὰ λίμνια ὕδατα καὶ ᾔσχυναν τὸν Σατανᾶν σὺν τοῖς ὑπουργοῖς αὐτοῦ. Ἐν πετρίναις μαχαίραις περιέτεμε τότε Ἰη‐ σοῦς τοὺς Ἑβραίους ἀναπαύσας ἐν σκηναῖς, ἐν δὲ δωρεαῖς ἁγίαις περιέστεψε Χρι‐ στὸς τοὺς πιστοὺς ἀθλοφόρους ἀναρπάσας ἐν φωτί. Θαυμαστὴ ἡ κιβωτὸς ἔνδον τοῦ
5Ἰορδάνου, πλέον δὲ οἱ ἅγιοι ἐν μέσῳ τῶν ὑδάτων· τερπνὸς δὲ καὶ ὁ νόμος, ἡ ῥάβδος καὶ 〈αἱ〉 πλάκες, τερπνότερα τὰ ὀστᾶ τῶν Μαρτύρων ἐν πᾶσι· τίμιον καὶ τὸ μάννα καὶ ἡ στάμνος ἡ χρυσῆ, πολλῷ δὲ πλείω τούτων τὸ αἷμα τῶν ἁγίων. Ὡς ἐκ τοῦ Ἰορδάνου τοὺς λίθους οἱ Λευῖται ἦραν, δεῖξαι τὸ θαῦμα γενεαῖς ἐρχομέναις, οὕτως εἰς μνημόσυνον ἐνώπιον τοῦ Χριστοῦ κεῖνται τὰ αὐτὰ πάθη τῶν γενναίων ἀθλητῶν.
10 Οὕτω κατεκοσμήθη ἡ νέα Διαθήκη τοῖς τιμίοις αἵμασι τῶν θεολέκτων ἀν‐ δρῶν· οὕτως ἡ Ἐκκλησία τοῖς ὅπλοις τοῦ Πνεύματος ἱδρύθη καὶ ὑψώθη ἀπὸ γῆς εἰς οὐρανούς· οὕτω τὰ γεννήματα τῶν μαρτυρικῶν μελῶν ἐξέθρεψε τὰς ψυχὰς τῶν
πιστῶν, καὶ σῖτος ἐκλογῆς ἐγένοντο τῷ Θεῷ, σπαρέντες ὑπεράνω τοῦ πεδίου τῆς150

151

λίμνης, ἅπαντα κατὰ λόγον τὰ δέοντα πρὸς βλάστησιν ὁσίως δεξάμενοι ἐν τοῖς σώμασιν αὐτῶν· τὸ πάγος καὶ τὸ κρύος καὶ τὸ ψῦχος καὶ τὸ ῥῖγος, ἔπειτα καὶ τὸ θάλπος ἐκ τῆς ἄνωθεν ῥοπῆς, ἕως αὐτῶν ὁ στάχυς τῆς ψυχῆς ἔμεινεν ἐπὶ τὰ ὑπέρ‐ θυρα τῆς αἰωνίου ζωῆς.
5 Ὦ βλαστοὶ ἐράσμιοι τῆς Παύλου ξυνωρίδος· πῶς τὴν πολυποίκιλον μυῖαν ἐτύφλωσαν! Ὦ καρποὶ ἀληθινοὶ τῆς Πέτρου γεωργίας· πῶς τὴν λυσσομανοῦσαν ἀκρίδα ἐφίμωσαν! Ὦ στέλεχοι ἅγιοι τῆς Χριστοῦ φυτουργίας· πῶς πάσας τὰς ἐφό‐ δους τῆς φθορᾶς ἐνίκησαν! Διέδωκαν τὰς ῥίζας τῷ βάθει τῆς ἀγάπης, καὶ οὕτω τὸ βίαιον ἔθραυσαν τῶν ἀνέμων· ἔστησαν καὶ τοῦ ζήλου τοὺς ὀξεῖς ἄνθρακας, καὶ ἀνε‐
10σκολόπισαν τοῦ βρόχου τὰ στόματα· ἐνέκρυψαν τὸν κόκκον ταῖς θήκαις τοῦ Πνεύ‐ ματος, καὶ ἔτρωσαν τὸν Ὄφιν τῇ ῥάβδῳ τῇ καλαμίνῃ· καὶ λοιπὸν πάντες ὁμοῦ σῶοι καὶ ἀμόλυντοι πρὸς τὴν τῶν δέκα μνῶν μετέστησαν ἀξίαν. Αὐτοί, τὸ ὑψί‐
κομον κάλλος, ἀμητὸς οὐράνιος Θεῷ ἀνηνέχθησαν. Ἐκ τῶν Εὐαγγελίων τῶν151

152

λόγων ἀρδευθέντες, τὸν ἑκατοστιαῖον καρπὸν ἐξεβλάστησαν· διὸ καὶ τυραννικῷ θερισθέντες δρεπάνῳ δράγματα σωτηρίας τῇ γῇ ἀπετέθησαν, ταῖς ἁμάξαις ἐκεῖθεν ὡς σῖτος κομισθέντες ἐπὶ τὸν πλατύχωρον τῆς Ἐκκλησίας σηκόν, ὅπως ταῖς ψαλ‐ μῳδίαις πιστῶς πιαινόμενοι, καθ’ ἑκάστην δίδωσιν ἔλεον τοῖς αἰτοῦσι.
5 Τίς τοίνυν εἶδε ποτὲ τοιαῦτα παράδοξα δράγματα στάζοντα αἵματα καὶ στέμ‐ ματα; Τίς εἶδε βλαστήματα ἔχοντα δωρήματα, ἢ σώματα διδόντα ἀνθρώποις ἰάμα‐ τα; Τίς δὲ καθιστόρησε λίνον ἐν ἀμητῷ, θερισθὲν καὶ ἀνδρυνθὲν ὑπὸ τῶν θερισάντων; Ἵνα γὰρ ἕνα ἐμπνέοντα ἴδωσιν οἱ τάλανες, οὐκ ἂν ἔλαβον αὐτὸν μετὰ τῶν ὁμοτίμων. Ἀλόγῳ φρονήματι τοίνυν ἐλεγχόμενοι τὸν ἕνα τοῦ ἀριθμοῦ κλέψαι ἠβου‐
10λήθησαν. Ἀλλ’ ἡ τούτου γηπόνος μήτηρ ἐπ’ ὤμων ἀραμένη, κομίσασα συνῆψε τοῖς δράγμασιν, ὅπως εἰς τὴν νοητὴν καταφθάσῃ ἅλωνα, καὶ εἰς τὴν θημωνίαν τῆς ὑψη‐ λῆς κλήσεως, ὅπως ἐν τῷ λικμητῷ τοῦ νοεροῦ πνεύματος θᾶττον μεταριθμηθῇ ἀπὸ γῆς εἰς οὐρανόν· ὅπως εἰς γῆν συνιεὶς τὸν υἱὸν τοῦ φωτὸς εἰσαχθῇ εἰς τὴν ζῶσαν πόλιν Ἱερουσαλὴμ καὶ γένηται ἅγιος ἄρτος ἅμα τοῖς λοιποῖς εἰς τὴν ἀπαράλλακτον
15τῶν οὐρανῶν τράπεζαν.152

153

Οὕτως ἐλογίζετο ἡ πιστὴ καὶ ὁσία, φέρουσα τὸν υἱὸν κατὰ τῆς λεωφόρου· οὕτως ὑπεστήριζε τὸν ἑαυτῆς αὐχένα καὶ ἠνιόχει αὐτὸν ἐπὶ τὰ βασίλεια· οὕτω πίστει ἔβλεπε συνηγμένον τὸν φόρτον, καίγε δεδιασμένον τὸν ἑαυτῆς υἱόν. Εἰ γὰρ κἀκεῖ‐ νοι, φησίν, οἱ δόλιοι ἐργάται εἴασάν μου τὸν καρπόν, καὶ οὐκ ἐπεσύναξαν, ἀλλ’ ἐγὼ
5οὐ παρορῶ βλάστημα ἐμῶν ὠδίνων, ἀλλ’ αὐτὸν καλαμῶμαι, καὶ προσφέρω τῷ Χριστῷ, ὅπως ἐν ἀφθαρσίᾳ ἀπολήψωμαι αὐτόν, ὅταν ἔλθῃ ὁ σταυρωθεὶς δι’ αὐτόν. Οὐκ ἐκλύομαι οὐκοῦν οὕτως ἀχθοφοροῦσα, ἐπειδήπερ ἀπεῖπον τῆς θήλεως τὸν οἶκτον. Διερράγηντο ὅροι πάσης τῆς βαρύτητος, καὶ τὰ ὡροσκόπια τῆς γυναικω‐ νίτιδος. Ἀνδρεία ἐγενόμην, καὶ σφριγῶσα ἔχομαι τῆς καλλίστης πορείας τοῦ ἐμοῦ
10ἀγαπητοῦ. Ἐννέα μῆνας αὐτὸν ἐβάστασα ἐν γαστρί, ἵνα κατελθὼν ἴδῃ τῆς ἠπεί‐ ρου τὰ πλάτη· βαστάσω δὲ αὐτὸν πάλιν μικρὸν ἐπὶ τῶν ὤμων, ἵνα ἀνελθὼν ἴδῃ τῶν οὐρανῶν τὰ κάλλη. ᾙμαγμένον ἐν μήτρᾳ περιέφερον αὐτόν, ἕως οὗ μετὰ πάντων ἀπέτεκον ἄνθρωπον· ᾑμαγμένον δὲ πάλιν τίθημι ἐν τραχήλῳ, ἕως οὗ μετὰ ὄχλου
χορεύσῃ τῶν Ἀγγέλων. Ἅπαξ αὐτὸν ἐκ μήτρας προσήνεγκα τῷ κόσμῳ, καὶ ἦλθεν153

154

ἔχων σῶμα θνητὸν καὶ ἐπίκηρον· δεύτερον δὲ ἐπ’ ὤμων προσφέρω τῷ ὑψίστῳ καὶ ἀθανάτῳ. Λοιπὸν ἔχω αὐτὸν ἐν πᾶσιν. Ἰδοὺ γὰρ θαῦμα μέγα περιέχει μου τὸν νοῦν· οἷα ἐγὼ προορῶ τὸν ἐμὸν υἱόν· καὶ ἰδοὺ προτρέχει μοι, καὶ νεανιεύεται. Ὑπτίασται ἐν ἐμοὶ ὁ παῖς κατεαγμένος, καὶ
5ὄρθιος πρὸς αὐτὸν ἵσταται τὸν οὐρανόν· τραύμασι καὶ μώλωψι περιεστιγμάτισται, καὶ στολὴν περὶ αὐτὸν ὁρῶ ὑπερένδοξον· σιωπᾷ τῷ στόματι, καὶ ὑμνεῖ τῷ πνεύ‐ ματι· πτερὰ ἔχει τὰς βάσεις, καὶ τοῦ ὕψους καθάπτεται. Φωνὴ αὐτὸν προσκαλεῖ μετὰ τῶν ὁμοτίμων λέγουσα, ὅτι δεῦτε εἰσέλθετε εἰς τὸν παστὸν τοῦ φωτός. Διὸ δὴ ἐπὶ τούτων ἁπάντων χαρήσομαι, καὶ εἴπω πρὸς τὸν ἐμὸν υἱόν, ὅτι μα‐
10κάριος εἶ, υἱὲ ἀγαπητέ, οἵαν ἄφνω ἀξίαν προσῆψας τῷ κάλλει σου· οἵαν κληρονο‐ μίαν εὗρεν ἡ νεότης σου, καὶ θείαν εὐωχίαν εὗρεν ἡ ζωή σου. Μακάριαί εἰσιν αἱ χεῖρές σου, υἱὲ ἀγαπητέ, ὅτι τὸν ἀόρατον ἐψηλάφησαν πλοῦτον. Μακάριοί σου εἰσὶν οἱ πόδες, παμφίλτατε, ὅτι ἀνεσπάσθησαν ἀπὸ πηλοῦ ἰλύος. Πόσα διενοήθην ἐν ἑαυτῇ λέγουσα· πόθεν προσκαλέσομαι γάμους τῷ υἱῷ μου; Ἐγώ εἰμι τὸ πτωχόν,
15καὶ αὐτὸς τὸ ἄσημον. Πῶς οὖν τις προσδέξηται ἡμᾶς εἰς ἀγχιστείαν; Πῶς ζητήσω
οὐσίαν, ἢ γένους ἐμφάνειαν προσεπικλινομένην τῇ ἡμῶν εὐτελείᾳ;154

155

Ταῦτα ἐλογιζόμην, καὶ οὐκ ᾔδειν ὅτιπερ ἀφράστως τῷ Δεσπότῃ συντεταγμέ‐ νος ἦσθα· οὐκ ᾔδειν ὅτι ἀνέβης τοῖς νοητοῖς ὀφθαλμοῖς καὶ συνήφθης πνεύματι ταῖς ἄνω δυνάμεσιν· οὐκ ἔγνων ὅτι ἔσβεσας τοῦ σώματος τὰ πάθη, καὶ τὴν ἀσώματον ἐκτήσω ἀπάθειαν. Ὅθεν φαιδρὸν ἐπὶ σὲ τὸ ἐπὶ Ῥεβέκκας ἐγένετο μνῆστρον, υἱὲ ἀγα‐
5πητέ. Δι’ ἐκείνην Ἀβραὰμ τὸν οἰκέτην ἔπεμψε, καὶ διὰ σὲ ὁ Θεὸς τὸν ἑαυτοῦ μονο‐ γενῆ· ἐκείνη ἐπὶ τῆς πηγῆς ὅρμαστρα ἐδέξατο, καὶ σὺ ἐπὶ τῆς λίμνης τὰ ἄχραντα στέμματα· ἐκείνη δι’ ὕδατος ἐνώτια ἐφόρεσε, καὶ σὺ δὲ δι’ αἵματος τὴν χάριν τοῦ Πνεύματος. Οὐκ ἔπρεπε τῇ παιδὶ τότε ὁ καλλωπισμός, ὡς σοὶ διὰ Χριστὸν τὰ τραύ‐ ματα σήμερον· οὐκ ἔστεψεν ὁ χρυσὸς τὴν νεάνιδα, ὅσον σε αἱ μάστιγες τούτου τοῦ
10μαρτυρίου· οὐχ ὑπήντησεν Ἰσαὰκ ταύτῃ εἰς τὸ πεδίον, ὡς σοὶ προϋπήντησεν ὁ τοῦ Θεοῦ Υἱός. Οὐκ εἰς γῆν Χαναναίων ἔσῃ σὺ κατοικῶν, ἀλλ’ εἰς τὴν ἁγίαν πόλιν τῶν πρωτοτόκων· οὐ μόνον τὸν Ἀβραὰμ ὑπάγεις θεάσασθαι, ἀλλά γε καὶ τὸν Θεὸν τοῦ πατρός σου Ἀβραάμ. Οὐ συγγένειαν τοίνυν καὶ οἶκον ἐμίσησας, ἀλλὰ τὸν κόσμον
ὅλον, ἵνα Χριστὸν κερδήσῃς. Αὐτός σοι τὰ προικῷα γράφει ἐν τοῖς οὐρανοῖς· αὐτὸς155

156

καταφαιδρύνει τὴν σὴν νηπιότητα, καὶ ἐπὶ τῆς σῆς θήσει κορυφῆς στέφανον, καὶ προκαθιεῖ λαμπρῶς εἰς τὴν αἴγλην τοῦ φωτός. Ἐγίνωσκες, υἱέ, ὅτι χηρείαν ἐγὼ καὶ ἐσχάτην πενίαν ἀσπάζομαι ἔκπαλαι, καὶ διὰ τοῦτο οὕτως ἔσπευσας καταφυγεῖν τῷ πατρὶ τῶν ὀρφανῶν καὶ κριτῇ τῶν χηρῶν· διὰ τοῦτο τὴν ψυχήν σου ᾑρήσω παρα‐
5δοῦναι ἁγνὴν καὶ ἀμίαντον τῷ Κυρίῳ τῆς δόξης· διὰ τοῦτο ἑαυτὸν πιστὸν οἰκητήριον ὑπάγεις συστήσασθαι εἰς ζωὴν αἰώνιον. Ἐκπλήττομαι ἐπὶ σοὶ καὶ δοξάζω Κύριον· πῶς ἀθρόον τοσοῦτον ὕψος μετε‐ πήδησας. Ἰδοὺ εὗρες ἑαυτῷ πλοῦτον τὸν ἀμίαντον, ὃν σοὶ οἱ πατέρες σου οὐ προ‐ εθησαύρισαν· ἰδοὺ εὗρες ἀξίαν ἰσχυρὰν καὶ ἀρραγῆ, ἣν σοὶ ἐπίγειος βασιλεὺς οὐκ
10ἔδωκεν· ἰδοὺ εὗρες ἀδελφοὺς πάσης γνησιότητος, οὓς σοὶ ἡ πολύπτωχος μήτηρ οὐκ ἀπέτεκεν. Εἰς τερπνὴν συνοδείαν κατέταξας ἑαυτόν· μετὰ πιστῶν ὁδοιπόρων ὁδεύ‐ εις πρὸς τὸν Χριστόν. Καλὴν ἐντεῦθεν ἠγάπησας χορείαν· καλὴν καὶ ἐπίδοξον καὶ σφόδρα ἐπίσημον. Τούτοις προσκολλήθητι νῦν καὶ εἰς τοὺς αἰῶνας· σὺν τούτοις καὶ στῆθι ἐκ δεξιῶν τοῦ Πατρός. Ἐπαναπαύου μικρὸν ἐν τῇ ἁμάξῃ, ἵνα ἄρξῃς τῶν δέκα
15πόλεων ἐν οὐρανοῖς. Συμμιγείη τὸ αἷμά σου τοῖς τιμίοις αἵμασιν, ἵνα τὸ ὄνομά σου156

157

ταγῇ ἐν βίβλῳ ζωῆς. Ὑπτιασθῇ ὁ τροχὸς ὑπὸ τοῦ λειψάνου σου, ἵνα ἴδῃς τοὺς τρο‐ χοὺς τοῦ θρόνου τοῦ Ὑψίστου. Ἐπανακλίθητι ἔτι μίαν ῥοπὴν μετ’ αὐτῶν, ἵνα φθάσῃς σὺν αὐτοῖς τὴν οὐράνιον μονήν. Πορεύθητι μετ’ αὐτῶν εἰς τὸ πῦρ τὸ αἰσθη‐ τόν, ἵνα ἐνδύσῃ σὺν αὐτοῖς τὸ φῶς τὸ ἀληθινόν. Συνείσελθε μετ’ αὐτῶν εἰς τὸ χω‐
5νευτήριον, ἵνα ἐξέλθῃς σὺν αὐτοῖς χρυσὸς κεκαθαρμένος. Οἶδα τοίνυν ἐκ ποίας ζάλης ἐλυτρώθητε, καὶ πρὸς ποῖον λιμένα μέλλετε ὁρμί‐ ζεσθαι. Οἶδα ὅτι μέτοχοι γεγόνατε κλήσεως, καὶ πρὸς τὸν οὐράνιον Πατέρα ὑπάγε‐ τε. Οἶδα ὅτι τὴν χώραν τρέχετε ἀπολαβεῖν, ἔνθα ἀπέδρα λύπη, ὀδύνη καὶ στεναγμός· ὅπου οὐκ ἔστι θλῖψις, οὐδὲ φθορὰ σώματος· οὐ φθόνος ἀναλίσκων, οὐκ ἐχθρὸς ἐπί‐
10βουλος· ὅπου οὐκ ἔστι κακία, οὐ μὴν οὐδὲ σκοτία, ἀλλὰ φῶς ἀληθείας καὶ φέγγος εὐπρεπείας· ὅπου ἡ εὐταξία καὶ ἡ εὐεργεσία· ὅπου ἡ σωτηρία καὶ ἡ ἀφθαρσία. Διατί με μεθ’ ὑμῶν οὐκ ἐτιμωρήσατο ὁ θεομάχος τύραννος; Διατί τὸν θάνα‐ τον τὸν μακάριον τοῦτον οὐκ ἀπέθανον, υἱέ, καὶ ἤμην μακαρία; Διατί δὲ εἰς ταύτην τὴν λαμπρὰν πανδαισίαν οὐ κατετάγην κἀγώ, καὶ ἔφθασα τὴν τρυφήν; Μὴ ἄρα ὅτι
15γυμνὴ ὑπάρχω, ἢ ἁμαρτωλός, ἢ ὅτι οἰκτρά εἰμι καὶ σφόδρα ἐλεεινή; Ἀλλ’ οὐχ ἕνε‐157

158

κα τούτων οὐκ ἔρχομαι σὺν ὑμῖν, ὁ γὰρ καλέσας ὑμᾶς φιλόπτωχος ὑπάρχει· ἀλλ’ ὅτι οὐ δέχεσθε πλεονασμὸν ἐν ὑμῖν. Γεγόνατε γὰρ Θεῷ μία τεσσαρακοστή, ὅτι ἀνεκλίθητε ἀνὰ δέκα καὶ δέκα ἐπὶ τὴν εὐωχίαν τὴν τῶν Εὐαγγελίων· ὅτι εἰς τὸν ἀριθμὸν τῶν τετραμόρφων ζώων προσετάχθητε φέρειν τὸ θεοφόρον ἅρμα, καὶ λέ‐
5γειν διαπαντὸς τὸ ἅγιος, ἅγιος, ἅγιος Κύριος ὁ τῆς δόξης Βασιλεύς. Ἐπεὶ οὖν τῶν τοιούτων ἠξιώθης, υἱέ, πρὸς τὸν σωτῆρα Χριστὸν πρέσβευε ὑπὲρ ἐμοῦ, ὅτε λέγει πρὸς ὑμᾶς, δεῦτε κληρονομήσατε τὴν ἐμὴν βασιλείαν, ἣν ἡτοί‐ μασα ὑμῖν. Μνήσθητί μου, υἱέ, σὺν τοῖς ὁμοτίμοις σου, καὶ αἴτησαί μοι μισθὸν ἐκ τοῦ Πατρὸς τῶν φώτων, ἵνα καθὼς ἔνευσαν τὰ χρῶτά σου ἐν ἐμοί, νεύσωσί μοι οὐρανό‐
10θεν οἱ τοῦ Χριστοῦ οἰκτιρμοί, καὶ καθὼς τὸ αἷμά σου ἔβαψέ μου τὰ ῥάκη, οὕτω με ἀρδεύσωσιν ἄνωθεν τὰ ἐλέη τοῦ Κυρίου. Καὶ ὡς ἦλθον μετὰ σοῦ τοῦτο τὸ ἓν μίλιον, οὕτω φθάσω μετὰ σοῦ τὰς μονὰς τῶν ἁγίων· ὅπως σὺν τούτοις κἀγὼ ἀνυμνήσω καὶ
εἴπω, ὅτι οὐκ ἔστιν ἅγιος ὡς ὁ Κύριος ἡμῶν, ὅτιπερ ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν158

159

τῆς δούλης αὐτοῦ καὶ ὕψωσε τὸ κέρας πάντων τῶν δούλων αὐτοῦ· τοὺς ἐχθροὺς κατῄσχυνε καὶ τοὺς πτωχοὺς ἔσωσε· καὶ αὐτῷ πρέπει ἀεὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἰδοὺ πόσην μυστικὴν ἔφρασε τραγῳδίαν ἡ ἁρμόδιος αὕτη καὶ εὔλαλος χελι‐ δών· ἰδοὺ πῶς διέπλασε (τὸ ῥητόν) τοὺς σύριγγας τοῦ τηρῆσαι τὸ μέλι ἡ πάνσοφος
5μέλισσα· ἰδοὺ πόσην πρόπολιν Γραφῶν ἠνθολόγησε, καὶ περιεκύκλωσε πάντοθεν τῷ μέλιτι. Διὰ τοῦτο οἱ σφῆκες τῆς κακίας τῷ κέντρῳ οὐκ ἐκάκωσαν αὐτῆς τὸ γλυκὺ τῆς πίστεως, οὔτε πάλιν θήκην εὗρον ἀνακαλύψαι καὶ φαγεῖν τοῦ νοητοῦ μέλιτος καλλονήν. Διὰ τοῦτο ἡ μήτηρ, ὡς σοφὴ βασίλισσα, ἀναχθῆναι τὴν γονὴν πρὸς τὸν κλάδον τῆς ζωῆς, αὐτὴν τὴν κηρουργίαν σὺν τῇ μελιττουργίᾳ σῴαν διασώσασα, τόν
10τε βοτὸν 〈διὰ〉 προσευχῶν ἐπισφραγισαμένη, ἀνόθευτον τοῖς ἄνω τὸ ἔργον ἀπέδει‐ ξεν, εἰς τὸ μυστικὸν δεῖπνον δῶρον ἀποστείλασα τὸ εὐφραῖνον Ἀγγέλους τῷ ἡδεῖ τῆς γεύσεως. Τί ἄρα πρὸς ταῦτα ἀποδῶμεν τῇ καλλίστῃ γυναικί; Τί οὖν ἄρα πρὸς ταῦτα
ἐροῦμεν, ἀγαπητοί; Ἡ γὰρ αὕτη εἰς Χριστὸν οὕτως ἐπεδείξατο τὸν ζῆλον καὶ τὸν159

160

πόθον καὶ τὴν ὑμνολογίαν, κἂν ὀλίγα ἐκ πολλῶν προσειπεῖν ἐγκώμια τῇ ἀνθρώπῳ τοῦ Θεοῦ. Ἐξ αὐτῶν γὰρ μάθωμεν τῶν ἀκριβῶς λεχθέντων, ὅτι πιστὴ ἦν αὕτη καὶ σφόδρα φιλόθεος· ὅτι ἄνω ἐφρόνει καὶ τῆς βασιλείας ἔβλεπε τὰ ταμιεῖα καὶ τῆς ἀ‐ φθαρσίας ἐκράτει τὰ βραβεῖα. Τῶν αἱμάτων τὰς πηγὰς καὶ τῶν σωμάτων τὰς πλη‐
5γὰς πλοῦτον ἀμίαντον βεβαιουμένη, τὸν θάνατον τοῦ παιδὸς ἀθανασίαν ἔβλεπε τοῖς νοητοῖς ὀφθαλμοῖς προορῶσα· ἔλεγε γάρ, ὅτι νῦν μοι μᾶλλον ἀνέζησας, παμφίλ‐ τατε υἱέ· καὶ νῦν βελτίω ἰσχύω σε ἀναθρέψαι, ἢ ὅτε ἀπὸ γαστρὸς σῷόν σε ἀπέτεκον. Πῶς δύναται ταῦτα γενέσθαι, ὦ ὁσία καὶ πιστὴ καὶ μακαρία; Ὁρᾷς τὸν ἐγκέ‐ φαλον κατεαχθέντα, ὁρᾷς κόρας ὀφθαλμῶν ἀποπηδησάσας, ὁρᾷς χείλη διχοτομού‐
10μενα, καὶ αὐτοὺς τοὺς σπινθῆρας τῶν λόγων ἀποσβεσθέντας, καὶ ἁπαξαπλῶς ὅλον τὸν πύργον τοῦ σώματος τῇ ὁλκῇ τῆς μάστιγος ἠκρωτηριασμένον, καὶ λέγεις ὅτι νῦν μοι μᾶλλον ἀνέζησας, παμφίλτατε υἱέ; Ναί, φησί, καὶ εὖ μάλα δύναμαι καὶ ἰσχύω. Πῶς, καὶ ἐν τίνι, καὶ τίς ἡ ἰατρεία; Ἐγὼ λέγω πῶς, καὶ ἐν τίνι, καὶ ποίᾳ
χάριτι. Φέρω τὸν Ἰεζεκιὴλ καὶ εὐαγγελιεῖ αὐτῷ, ὅτι εἶπε Κύριος πρὸς σέ, ὦ νεα‐160

161

νία, ἴδε ἐγὼ ἀποστέλλω πνεῦμα εἰς τὰ ὀστᾶ σου, καὶ στήσει ἐπὶ ποδῶν, καὶ ζήσει εἰς τοὺς αἰῶνας· εἶτα Παῦλον διαβεβαιούμενον καὶ λέγοντα, ὅτι κἀγώ σοι λέγω ἐν τῷ λόγῳ Κυρίου, ὅτι αὐτὸς ὁ Κύριος καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ ἀναστήσει σε εἰς ζωὴν αἰώνιον· εἶτα αὐτὸν τὸν Κύριον τῇ θείᾳ αὐτοῦ φωνῇ λέγοντα, ὅτι ὁ
5ἀπολῶν τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐν τού‐ τοις τοῖς τρισὶ τεκμηρίοις παρέστηκέ μοι ὁ παμφίλτατός μου υἱός, καὶ διὰ τοῦτο οὐχ ὁρῶ αὐτὸν ὡς θανόντα, ἀλλ’ ὡς ζῶντα καὶ ὄντα καὶ μένοντα εἰς τοὺς αἰῶνας· διὸ ἔδει κἀμὲ ἐμφανισθῆναι τῷ τυράννῳ, ὅτιπερ μήτηρ αὐτοῦ τυγχάνω· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησέ μου ἡ ψυχὴ ἰδεῖν αὐτὸν πίνοντα τοῦτο τὸ ποτήριον. Καὶ ἰδοὺ ἐξέ‐
10πιεν αὐτὸ ἐν πολλῇ χρηστότητι, καὶ πεπόρευται ἐν δόξῃ ἔχων τὸν μισθὸν αὐτοῦ. Ὦ γύναι, μεγάλη σου ἡ πίστις· ὡς ἀληθῶς μεγάλη καὶ ἐπίδοξος! Μεγάλα τὰ ἔναθλα τῆς ἀνδραγαθίας σου καὶ ἰσχυρὰ τὰ βραβεῖα τῆς θεοφιλίας σου. Ἁγία σου ἡ ῥίζα, καὶ ἅγιός σου ὁ κλάδος, καὶ ἡ ἁγιωσύνη σου διαμένει εἰς τὸν αἰῶνα. Ἔλιπες
τοῖς ἀνθρώποις ὄνομα ἐράσμιον, καὶ εὗρες ἐν Ἀγγέλοις ἔπαινον αἰώνιον. Ὡς ὀσμὴ161

162

ἀγροῦ ἔναντι τοῦ γηπόνου, οὕτως ἡ σὴ εὐωδία ἔναντι τῶν Ἀγγέλων· ὡς δένδρα τελεσφόρα ἐν εὐκλείᾳ ἀέρων, οὕτως ἡ σὴ εὐχὴ ἔναντι τοῦ Σωτῆρος. Ὡς Σάρρα εὐ‐ λογήθης, καὶ ὡς Λεία ἡγιάσθης· ὡς Ῥεβέκκα καὶ Ῥαχὴλ ἐν κάλλει ἐδοξάσθης· ὡς Ῥοὺθ ἐπιστρέψασα πρὸς Κύριον κατηυθύνθης· ὡς Μάρθα καὶ Μαρία τῷ Χριστῷ
5ἐφιλιώθης· ὡς Ἄννα καὶ Σαλώμη ἐν εὐχαῖς εἰσηκούσθης. Ἐν τῇ βίβλῳ τῆς ζωῆς ἡ προσηγορία σου, καὶ ἐν υἱοῖς φωτὸς ἡ μνήμη τοῦ ἔργου σου· ὤμοσε γὰρ Κύριος τῇ ἑαυτοῦ χρηστότητι· ἀνθ’ οὗ τὸ ἔργον τοῦτο ἐποίησας δι’ ἐμέ, εἰ μὴ σὺν τῇ χορείᾳ τῶν ἁγίων συγκαταριθμήσω σε εἰς τὴν κατάπαυσίν μου. Ὅθεν αἰτῶ παρὰ σοῦ, ὦ ὁσία καὶ πιστὴ καὶ μακαρία, πρέσβευε ὑπὲρ ἐμοῦ τοῖς ἁγίοις λέγουσα, παρακαλέσατε
10δή, ἀθλοφόροι τοῦ Χριστοῦ, ὑπὲρ τοῦ ἐλαχίστου καὶ ἐλεεινοῦ Ἐφραίμ, ὅπως εὕρω ἔλεος καὶ σωθῶ τῇ χάριτι τοῦ Χριστοῦ, ὅτι αὐτῷ πρέπει δόξα 〈καὶ〉 κράτος εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.162