TLG 4138 143 :: EPHRAEM SYRUS :: Encomium in Petrum et Paulum et Andream, Thomam et Lucam et Ioannem, et in lectionem euangelii secundum Ioannem EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Encomium in Petrum et Paulum et Andream, Thomam et Lucam et Ioannem, et in lectionem euangelii secundum Ioannem Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 462c–470. Citation: Page — (line) | ||
112(1t) | Ἐγκώμιον εἰς Πέτρον καὶ Παῦλον καὶ Ἀνδρέαν, | |
2t | Θωμᾶν τε καὶ Λουκᾶν καὶ Ἰωάννην· καὶ εἰς τὴν ἀνάγνωσιν Θωμᾶ | |
---|---|---|
3t | τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου | |
1 | Χαίρετε Χριστοῦ βασιλεῖς, ἅγιοι Ἀπόστολοι· ὑμῖν γὰρ τὴν ἄνω καὶ κάτω βα‐ σιλείαν ἐπίστευσε. Ἑκατέρους τοὺς θρόνους οἰκονομεῖν καὶ ποιμαίνειν τὰ σκῆπτρα παρέδωκε, τῆς κάτω μὲν τὸν κλῆρον διορθωθῆναι βουλόμενος, τῆς ἄνω δὲ τὴν δό‐ ξαν ἀστράψαι, τὸ κάλλος πλεονάσαι, φανερωθῆναι τὸ φῶς, γνωσθῆναι τὰ μυστή‐ | |
5 | ρια, κηρυχθῆναι τὴν δύναμιν. Χαίρετε, τὸ ἅλας τῆς γῆς, τὸ μηδέποτε μαρανθῆναι | |
δυνάμενον. Χαίρετε, τὸ φῶς τοῦ κόσμου, τὸ μένον ἐν τῇ ἀνατολῇ καὶ λάμπον παντα‐ | 112 | |
113 | χοῦ, τὸ φωτίζον τοὺς ἐσκοτισμένους, τὸ χωρὶς ὕλης καιόμενον· ὁ λύχνος ὁ Χριστός, λυχνία δὲ ὁ Πέτρος, ἔλαιον δὲ ἡ χορηγία τοῦ Ἁγίου Πνεύματος. Χαίρετε, τοῦ κό‐ σμου τὸ φῶς, ᾧ νὺξ πᾶσα παραχωρεῖ· οὐκ ἐπισκιάζει νεφέλη, οὐκ ἀντιβαίνει κα‐ ταιγίς, οὐδὲ λαίλαψ ἐπίκειται, τοὐναντίον δὲ τὰ ἐν ἡμῖν ἐσκοτισμένα φωτίζεται, | |
5 | λευκαίνει τὰ κρυπτά, σμήχει τὰ λανθάνοντα, τὰ συνειδότα καθαίρει. Χαίρετε, ἱε‐ ρέων οἱ σφραγισταί, τῶν διδασκάλων οἱ παιδευταί, τῶν ἐθνῶν οἱ σαγηνευταί, τῶν λαῶν οἱ ἀγορευταί, τῶν δικαίων οἱ ἀλεῖπται, τῶν ἁμαρτωλῶν οἱ πλύται, τῆς ἁ‐ μαρτίας οἱ σφάκται, τῶν ἀπίστων οἱ φωτισταί, οἱ ἀήττητοι φύλακες, οἱ πολυτελεῖς ἔμποροι. Χαίρετε καὶ τῆς ἐμῆς φωνῆς οἱ χαλκευταί, τῆς ἁμαρτωλοῦ γλώττης οἱ | |
10 | χορηγοί, τῆς ἐμῆς ἀσθενείας οἱ δυναμωταί, τῆς ἐμῆς παρρησίας οἱ παιδοτρίβαι, τῶν ἐμῶν λόγων οἱ τέκτονες. Χαίρετε, οἱ πήραν μὴ ἔχοντες, καὶ πλούτου πᾶσαν τὴν οἰκουμένην πληρώσαντες· οἷς οὐκ ἦν ῥάβδος περιττή, καὶ πανταχόθεν τοὺς λύκους ἐδιώξατε· οἷς οὐκ ἦν δεύτερος χιτών, ἀλλὰ βασιλεῖς παρ’ ὑμῶν ἐνεδύθησαν· οἷς οὐκ | |
ἦν ὑποδήματα διπλᾶ, ἀλλὰ τὴν γῆν μὲν τοῖς δρόμοις ἐσαλεύσατε, νεφέλαι δὲ τοῖς | 113 | |
114 | ποσὶ τοῖς ὑμετέροις ὑπέτρεχον. Ἄγγελοι τὴν ὁδὸν ἔφανον εὐτρεπίζοντες, θάλαττα δὲ πεζεύοντας ὑμᾶς καθάπερ ὁλκάδας ἀρμενοφόρους ἐβάσταζεν. Οἷς οὐκ ἦν ἄργυρος ἐν τῇ ζώνῃ, οὐδὲ χρυσὸν ἔφερε τὸ βαλάντιον, ἀλλὰ πολλὰ μὲν ἐκ τῆς πήρας τοῖς χωλοῖς ἐδανείζετε· ὑμῶν δὲ τῆς ζώνης τυφλὸς ἅψας, ἀριθμεῖν τὸν δρόμον τῶν | |
5 | ἡμερῶν ἤρχετο, καὶ σταθμίζειν τοῖς ὀφθαλμοῖς τὸν ἥλιον, καὶ δακτυλοδεικτεῖν ἀστέρας, οἷς οὐκ ἐγίνωσκε τὸ πρότερον. Χαίρετε, οἱ τοῦ Διαβόλου συμποδισταὶ καὶ τῶν δαιμόνων σκελισταί, οἱ καθαιρέται τῆς πλάνης, οἱ τὴν ἀπάτην ἐκ τῶν ψυχῶν τῶν ἡμετέρων λαξεύσαντες· ὧν τὰ σιμικίνθια μιμεῖται τοῦ Κυρίου τὰ κράσπεδα· ὧν αἱ σκιαὶ ἰατρεῖα πολλὰ καὶ διάφορα ἐν ταῖς πόλεσιν ἅμα καὶ ταῖς χώραις ἀνέστησαν. | |
10 | Χαίρετε, οἱ τὸν θησαυρὸν εὑρόντες τὸν ἐν ἀγρῷ κρυπτόμενον, οἱ τῇ γυναικὶ τὴν δραχμὴν ἣν ἀπώλεσε δείξαντες, οἱ διπλᾶ τῷ Χριστῷ προσενέγκαντες, ἅπερ ἐπι‐ στεύθητε τοῦ κηρύγματος τάλαντα, οἱ τὴν σαγήνην τὴν ἐκ παντὸς γένους συναγα‐ | |
γοῦσαν εἰς τὸν βυθὸν τῆς οἰκουμένης χαλάσαντες, οἱ θηρεύσαντες ἰχθύας, οὓς μέχρι | 114 | |
115 | καὶ νῦν δειπνῶν ἐν οὐρανοῖς ὁ Βασιλεὺς εὐφραίνεται, οἱ τὴν σοφὴν ποδὶ τὰ τρία μέ‐ τρα τῶν ἀλεύρων φυράσαι καὶ ζύμην μίαν ἀπαρτίσαι διδάξαντες, οἱ τοὺς φραγμοὺς συλήσαντες καὶ τὰς ὁδοὺς βιασάμενοι καὶ ἐρήμους θηράσαντες καὶ κλητῶν τὰς πα‐ στάδας τοῦ γάμου τοῦ νυμφικοῦ πληρώσαντες. Χαίρετε, οἱ τὸν ἀκρογωνιαῖον 〈εὑ‐ | |
5 | ρόντεσ〉 καὶ βασιλικοὺς ἐπ’ αὐτοῦ νυμφῶνας τοσούτους ἀναστήσαντες, τοσαύτας ἐκκλησίας ἐπὶ τῆς γῆς οὐρανοῖς ὁμοίας ἐγείραντες, τοσαῦτα θυσιαστήρια τῇ θυσίᾳ 〈τῇ〉 ζωοτόκῳ πηξάμενοι. Χαίροις ἡμῖν, ὦ Παῦλε, καὶ σὺ δέ, ὦ Πέτρε, Ἀνδρέα καὶ Θωμᾶ, Λουκᾶ καὶ Ἰωάννη, καὶ σὺν ὑμῖν ὁ λοιπὸς τῶν Ἀποστόλων κατάλογος· ἐν ὑμῖν γὰρ καὶ τοὺς | |
10 | λείποντας ἔχομεν· ἐν τοῖς παροῦσι τοὺς ἅπαντας κεκτήμεθα. Χαῖρε, ἡ ἑξάπτερος τῶν Σεραφεὶμ τῶν ἀοράτων δύναμις, ἡ ἑξαήμερος τῆς κτίσεως τῆς ὁρωμένης ὑπό‐ στασις, ἡ ἑξάλιθος τῆς ἐπωμίδος τῆς ἱερατικῆς διαίρεσις, οἱ ἓξ ἄρτοι τῆς τραπέζης ἣν ὁ Θεὸς ἔδειξε καὶ Μωυσῆς ἱστόρησε καὶ Βεσελεὴλ ἔπηξε, αἱ ἓξ ὑδρίαι ἃς ἡ Κανὰ | |
τῆς Γαλιλαίας ἐκέκτητο, ὧν τὸ μὲν ὕδωρ οἶνος ἦν, ὁ δὲ οἶνος ἡμερώτερος γάλακτος | 115 | |
116 | καὶ γλυκύτερος μέλιτος· οὔτε γὰρ ἄμπελος αὐτὴ φθαρτή, 〈ἀλλὰ Λόγος ἄφθαρτος προσέφερε· οὔτε βότρυς πηλώδης ἐξηργάσατο, ἀλλὰ φωνὴ〉 Θεοῦ, καὶ λόγος ποι‐ ητοῦ, καὶ δημιουργοῦ πρόσταγμα. Χαίροις ἡμῖν, ὦ Πέτρε· καλὸν γὰρ καὶ κοινῇ πρὸς αὐτοὺς καὶ ἰδίᾳ πάλιν τῶν | |
5 | ἱερῶν λογάδων ἕκαστον ἀπὸ σπουδῆς ἀσπάσασθαι. Χαίροις ἡμῖν, ὦ Πέτρε, τῶν ἁμαρτωλῶν ἡ θύρα, τῶν μετανοούντων ἡ παρρησία, τῶν ἐπιστρεφόντων ἡ προ‐ τροπή, τῶν ἀρνουμένων ἡ ἀνάκλησις, καὶ τῶν πιπτόντων ἡ παράκλησις. Χαίροις ἡμῖν, ὦ Πέτρε, τῶν μαθητῶν ἡ γλῶττα, τῶν κηρύκων ἡ φωνή, τῶν Ἀποστόλων ἡ ὄψις, τῶν οὐρανῶν ὁ φύλαξ, ὁ τῶν κλειδούχων πρωτότοκος. Χαίροις ἡμῖν, ὦ Πέ‐ | |
10 | τρε, ὁ τοῦ Διαβόλου τὴν πάλην σοφισάμενος, ὁ μετὰ τὴν ἧτταν τὴν νίκην βιασά‐ μενος, ὁ σκελίσας ὃν ἐσκελίσθης μείζονα, ὁ μετὰ τὸ τραῦμα τὸ βραβεῖον λαβών, ὁ μετὰ τὸ πτῶμα καὶ τρόπαιον ἐγείρας καὶ ἁρπάσας ἐκ τῆς κεφαλῆς τοῦ ἀντιδίκου | |
τὸν στέφανον. | 116 | |
117 | Χαίροις ἡμῖν, ὦ Παῦλε, ᾧ λόγοι πολλοὶ παρ’ ἡμῶν ἐποφείλονται· ᾧ πᾶσά τις πόλις εἰς εὐφημίαν ἀνακεῖται· οὗ πᾶσα γῆ καὶ τὸν σπόρον βαστάζει, καὶ τὰ δράγμα‐ τα δείκνυσι· οὗ τὰ μύρα καὶ βασιλεῦσιν ἤρεσεν, ἐδυσώπησεν ἄρχοντας, τῶν ἀπίστων τὰς ῥῖνας ἀπὸ βορβόρου μετέθηκε. Χαίροις ἡμῖν, ὦ Παῦλε, ὁ τὴν Ἀττικὴν ἐλέγξας | |
5 | ὡς ἀπαίδευτον· ὁ τῶν Ἀθηναίων μεταβαλὼν τὸ φρύαγμα· ὁ τοὺς ῥήτορας πείσας ἰδιωτῶν ἀνέχεσθαι, καὶ τοὺς σοφιστὰς τοῖς σολοικισταῖς παρέχειν τὰ ὦτα προτρε‐ ψάμενος· ὁ τὸν Ἄρειον Πάγον καταπλήξας τοῖς ἐξ οὐρανοῦ δόγμασι. Χαίροις ἡμῖν, ὦ Παῦλε, ὁ ἀναληφθεὶς εἰς οὐρανούς· οὐκ οἶδα δέ, πῶς· οὐδὲ γὰρ ὁπότερον, πτεροῖς ἢ ποσίν, οὐκ ἐπίσταμαι· ὁ εἰς παράδεισον ἁρπαγείς, εἰ καὶ τέως τοὺς βαστάσαντας | |
10 | ἔκρυψας· ὁ ῥήματα παραλαβὼν πάσης 〈ἀκοῆσ〉 μείζονα· ὁ γράψας ἐπιστολὰς αἷς ἴσα τοῖς νόμοις καὶ οἱ βάρβαροι πείθονται· ὁ καλάμῳ τὰ ἔθνη σωφρονήσας, χάρτῃ δὲ τὸν βίον ἐπιστρέψας, καὶ τὴν γῆν διορθωσάμενος μέλανι. | |
Χαίροις ἡμῖν, ὦ Λουκᾶ, ἰατρὲ καὶ λογογράφε, ὁ τῆς σοφίας ἡμῖν τὰ πρωτεῖα | 117 | |
118 | δρεψάμενος· ὁ τοῦ παραδείσου τῆς τρυφῆς τὰ ἄνθη τρυγήσας τὰ ἐξαίρετα· ὁ κρατῆρα κεράσας τῷ συμποσίῳ μείζονα· ὁ παραθεὶς ὀψάρια, ἐν οἷς ὁ καλῶν σεμνύνεται, καὶ τὸ δεῖπνον λαμπρύνεται, 〈καὶ〉 οἱ κληθέντες εὐφραίνονται. Χαίροις ἡμῖν, ὦ Λουκᾶ, οὗ πᾶσαι μελετῶσιν αἱ ἐκκλησίαι τὸν ἔπαινον, παρ’ οὗ πᾶς τις πλέον τι μαθεῖν ὑπὲρ | |
5 | τοὺς ἄλλους προσδέχεται, εὐαγγελικῆς ὅλης ἀπηρτίσθαι χάριτος. Οὐ παρῆλθες τὰ πρῶτα, οὐ παρῆκες τὰ δεύτερα. Βίβλον διττὴν τὴν ἑτέραν ὑπὸ τῆς ἑτέρας μαρτυρου‐ μένην ἔγραψας. Χαίροις ἡμῖν, ὦ Λουκᾶ· σὺ γὰρ ἡμῖν ἡρμήνευσας τοῦ Γαβριὴλ τὴν κάθοδον· σὺ τὴν κεχαριτωμένην Παρθένον ἐκόσμησας· νυμφικῶς ἀναδήσας, βασι‐ λικῶς ἐνυμφαγώγησας μετὰ τοῦτο τῷ Πνεύματι· σὺ τῆς Ἐλισάβετ ἡμῖν ἔδειξας τὰ | |
10 | σκιρτήματα· σὺ τοῦ Χριστοῦ τῆς σαρκὸς τὴν περιτομὴν σιωπᾶν οὐχ ὑπέμεινας, ἵνα δείξῃς πάντα τῇ σαρκὶ τὰ ἡμέτερα πάσχοντα, τὸν καὶ σάρκα γενέσθαι δι’ ἡμᾶς | |
ἀνασχόμενον. | 118 | |
119 | Χαίροις ἡμῖν, Ἀνδρέα, τῶν πρώτων ὁ πρῶτος, τῶν ἐκλεκτῶν ὁ ἐκλεκτός, τῆς λογικῆς ἀγέλης ὁ κριός· ὁ πρῶτος ἄρτος, ἄρτον παρὰ ἄρτου λαβών· ὁ πρῶτος ἀπὸ τῆς πηγῆς πίνων, ἐξ ἧς ποταμοὶ ζωῆς κατὰ πᾶσαν τὴν οἰκουμένην ἄνω καὶ κάτω μερίζονται. Χαίροις ἡμῖν, Ἀνδρέα, ὁ ἀπὸ λίμνης εἰς οὐρανοὺς μετοικήσας· ὁ τὴν | |
5 | σαγήνην ἐκμισθώσας τῇ χάριτι· ὁ τὸ δίκτυον παραχωρήσας τῷ Πνεύματι· ὁ τῷ Χριστῷ καθάπερ ἰχθὺν προσενέγκας τὸν Σίμωνα· ὁ τῆς ἁλιείας ἐξ ἁλιέων καὶ ἀπο‐ στόλων καὶ κηρύκων καὶ βασιλέων καὶ στρατηγῶν κλειδούχων ἀρξάμενος· ταῦτα γὰρ ἦν πάντα Πέτρος, ἀλλὰ καὶ τούτων μείζονα. Χαίροις ἡμῖν, Ἀνδρέα, ὁ τὸν Λό‐ γον διὰ τῆς φωνῆς ἐπιγνούς, καὶ διὰ τοῦ λύχνου μαθητευθεὶς τὸν Ἥλιον, καὶ διὰ | |
10 | τοῦ Προδρόμου προδραμὼν Βασιλεῖ τῷ λανθάνοντι· ὁ ἀκούσας ἀμνόν, καὶ νοήσας Θεόν· ὁ ἐρωτήσας ποῦ μένεις, τὸν οὐδαμοῦ καὶ πανταχοῦ· οὐδαμοῦ μέν, ἐπειδή‐ | |
περ οὐδεὶς τόπος τὸν ὑπὲρ τόπον χωρεῖ· πανταχοῦ δέ, ὅτι πάντα πεπλήρωκε. | 119 | |
120 | Χαίροις ἡμῖν, ὦ Ἰωάννη Βαπτιστὰ καὶ χορευτὰ καὶ σαλπιστά· ἡ τῶν ἀρχαίων ἔξοδος, καὶ τῶν νέων ὢν εἴσοδος· ὁ φθεγξάμενος ἐκ μήτρας, ἃ τὸ γῆρας ἐλάνθανε· παιδὶ προεφήτευσας ἃ τοὺς πρεσβύτας ἐκρύπτετο. Χαίροις ἡμῖν, Ἰωάννη, ὁ περι‐ στερὰν ἰδὼν ἀθεώρητον· ὁ περιστερὰν ἰδών, ἧς οἱ πόδες ἀδέσμευτοι καὶ πτερὸν | |
5 | ἐλεύθερον· ὁ περιστερὰν ἰδών, ἣν οὐ ψηλαφᾷ μάχαιρα· ὁ περιστερὰν ἰδὼν μὴ γι‐ νομένην οὐσίαν. Χαίροις ἡμῖν, Ἰωάννη, ... ἐθριάμβευσε τοῖς τραύμασι τοῖς οἰκείοις τὸν θάνα‐ τον, καὶ τοῦ στρατιώτου τὴν λόγχην τὴν μακαρίαν ὁμοῦ καὶ φοβερὰν παρέστειλε μακαρίαν τῷ κεντηθέντι, φοβερὰν τῷ κεντήσαντι· ἐξ αὐτῆς γὰρ ἐδείχθη ποιμὴν | |
10 | ἀγαθός· ποιμὴν τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων· ἐπειδήπερ διψῶσαν | |
τὴν ἰδίαν ἀγέλην ἐθεώρησε, καὶ τὴν πλευρὰν ἀνοίξας ἀπὸ ταύτης ἐπότισε· μακαρίαν | 120 | |
121 | τῷ κεντηθέντι, φοβερὰν τῷ κεντήσαντι· φοβερὰν καὶ τολμηράν· ἐγύμνωσε τὸν θησαυ‐ ρόν, καὶ τὸν πλοῦτον οὐκ ἔλαβεν· ἤνοιξε τὴν πηγήν, καὶ πόσιν οὐχ ὑπέμεινε· πάντας ἐπότισεν, ἑαυτὸν οὐκ ἐπότισεν· ἤνοιξε θύραν τῷ φωτί, καὶ τοὺς ὀφθαλμοὺς ἔκλεισε. Θωμᾶς δὲ οὐχ οὕτως· ἀλλὰ πῶς; Αὐτοῦ ψάλλοντος μετὰ τοῦ Δαυῒδ ἄκουε· | |
5 | φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι. Τί προσέσχε; Ὅτι οὐ δυσπιστήσας ἐξεζήτησεν, ἀλλὰ μὴ ἀσθενήσας ἔτυχεν. Ἐν ἡμέρᾳ θλίψεώς μου, τῆς ἀπορίας τῆς ἐν διαλογισμοῖς εὔδηλον, τὸν Θεὸν ἐξεζήτησα, βουλό‐ μενος μαθεῖν εἰ καθάπερ οἱ ἄρτοι, καὶ τὸ ὕδωρ, καὶ οἱ ἰχθύες—οἱ ἄρτοι πλεονάσαν‐ τες, τὸ ὕδωρ μεταβληθέν, οἱ ἰχθύες αὐτομάτως εἰσπηδῶντες τῷ ἀγγίστρῳ—οὕτω | |
10 | καὶ ὁ θάνατος Θεόν σε μετὰ θάνατον, ὃν εἵλω τῇ σαρκί, παριστᾷ καὶ μαρτύρεται. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου· ἐμνήσθην τοῦ Θεοῦ καὶ ηὐφράνθην. Ὅρα | |
πόσην ἔχει εὐγένειαν τῶν Προφητῶν τὰ ῥήματα, καὶ τῶν Ἀποστόλων θεολογίας τὰ | 121 | |
122 | δόγματα· φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι. Οὐκ εἶπε μόνον πρὸς τὸν Θεόν. Καὶ πότε πρὸς αὐτὸν ἐκέκραξε φωνῇ ὁ Θωμᾶς; Ὅτε τῶν Ἀποστόλων εἰπόντων, ἑωράκαμεν τὸν Κύριον, αὐτὸς ἀπορῶν εἶπεν· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ 〈τὸν〉 τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν | |
5 | πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Εἶτα τοῦ Χριστοῦ μεθ’ ἡμέρας ἐπιφανέντος αὐτῷ καὶ εἰπόντος· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ μὴ γίνου ἄπι‐ στος, ἀλλὰ πιστός, αὐτὸς ἐκπλαγεὶς μεγάλῃ τῇ φωνῇ ἀπεκρίνατο· ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Ὁ δὲ Χριστὸς τὴν φωνὴν οὐκ ἀπώσατο, ἀλλὰ καὶ χαίρων ἐδέξατο· καὶ διὰ τοῦτο ὁ κάλαμος τῆς προφητείας ἐπήγαγε· καὶ προσέσχε μοι. | |
10 | Τίς δὲ ὁ προσοχῆς τρόπος; Δεῦρο δέ, δεῦρο μάνθανε. Προσεσχηκὼς γὰρ ὁ Κύριος, ὅτι μαθητὴς ὁ ἀμφιβάλλων ἦν, ὅτι κῆρυξ ὢν ἀρνεῖται ὁ διστάσας Ἀπόστο‐ λος, ἐπιτιμίαν ἄκουε. Ποίαν; Ἐκεῖνον ἐπιστύψαι, ἡμᾶς δὲ βουληθεὶς φωταγωγῆσαι, ἐπήγαγεν· ὅτι ἑώρακάς με πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. | |
Θωμᾶς δὲ οὐ σιωπᾷ, ἀλλὰ ποίαν ἀπολογίαν πρὸς τὴν ἐπιτίμησιν ἐπεισήγαγεν; Ἰω‐ | 122 | |
123 | άννης μὲν αὐτὸς οὐ λέγει, Δαυῒδ δὲ κρύπτειν οὐκ ἠνέσχετο, ἀλλὰ λαμπρᾷ κηρύττει φωνῇ, ἐπειδὴ πνεῦμα προφητῶν προφήταις ὑποτάσσεται. Τίς τοίνυν ἡ ἀπολογία; Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα, ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην. Μὴ ἀγανάκτει, φησίν, ὦ Βασιλεῦ, μὴ ὀργισθῇς, ὦ Λυτρωτά, | |
5 | μὴ θυμωθῇς, ὦ Δέσποτα. Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα· ἡ καρδία ἐθλίβη, ὁ λόγος ἐνεχύθη, ἠπόρησεν ἡ διάνοια· ἐθορύβησάν με τῶν Φαρισαίων τὰ ῥήματα, ἐτάραξάν με τῶν Γραμματέων οἱ λόγοι· ἐθόλωσέ μου τὴν πίστιν ἡ τοῦ Πιλάτου προδοσία, ἐτάραξάν μου τὴν ἀνδρείαν τῶν στρατιωτῶν, τῶν ἀργυρίοις ὠνησαμένων, τὰ ῥήματα. Ποῖα ταῦτα; Οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες νυκτὸς ἔκλεψαν | |
10 | αὐτόν, ἡμῶν κοιμωμένων. Ἐπὶ τούτοις ὁ λογισμὸς ἠπόρησεν, ἡ καρδία ἐθλίβη καὶ ἡμέρα θλίψεως ἡ ἡμέ‐ ρα εὐφροσύνης ἐγένετο· διὰ τοῦτο λέγει ἐν ἡμέρᾳ θλίψεώς μου· οὐχ ἁπλῶς θλίψε‐ ως, ἀλλὰ θλίψεώς μου· αἱ γὰρ γυναῖκες τῶν μύρων προσδεχθέντων ηὐφραίνοντο, | |
Πέτρος δὲ καὶ Ἰωάννης ἰδόντες τὰς ὀθόνας, ἀναγκαίως ἐχόρευον· ὁ δὲ λοιπὸς τῶν | 123 | |
124 | Ἀποστόλων σύλλογος τῆς σῆς ὄψεως ἀξιωθείς, οὐ μόνον ηὐφραίνοντο, ἀλλὰ καὶ ἐσκίρτων ἀπὸ σπουδῆς, καὶ ἥλοντο· ἐσκίρτων μὲν μυστικά, ἥλοντο δὲ πνευματικά. Ἐγὼ δὲ ἐν θλίψει, οὐδενὸς γὰρ ἀξιωθεὶς τῶν εἰρημένων, ἐτύγχανον. Ἀλλ’ οὐδ’ οὕτως ὁλοκλήρως πεπλάνημαι, ἀλλ’ ἐν ἡμέρᾳ θλίψεώς μου, σὲ | |
5 | τὸν Θεὸν τὸν ἐμὸν ἐξεζήτησα· καὶ τῶν μαθητῶν εἰπόντων, ἑωράκαμεν τὸν Κύριον, ᾐσχύνθην πρὸς αὐτοὺς εἰπεῖν, ὑμεῖς ἑωράκατε, περὶ οὗ οἱ Φαρισαῖοι ἔλεγον, ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτόν, ἡμῶν κοιμωμένων. Καὶ τούτοις μὲν οὐκ εἶπον, σὲ δὲ τὸν ἐμὸν Θεὸν ἐξεζήτησα. Οὐκ εἶπον αὐτοῖς· τί μοι καὶ τῷ σταυρω‐ θέντι; Τὸν κεντηθέντα Λυτρωτὴν οὐ καλῶ, τὸν παθόντα σαρκὶ Θεὸν ἐγὼ προσα‐ | |
10 | γορεύειν οὐκ ἀνέχομαι, ἀλλὰ σὲ ἐξεζήτησα ταῖς χερσί μου εἰπών· ἐὰν μὴ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Σὲ τοίνυν τὸν Θεὸν τὸν ἐμὸν ἐξεζήτησα ταῖς χερσί μου νυκτὸς ἐναντίον τοῦ | |
Θεοῦ, καὶ οὐκ ἠπατήθην· εὗρον γὰρ ὃν ἐξεζήτησα μείζονα, ἐψηλάφησα ὃν ἐπόθουν | 124 | |
125 | λαμπρότερον. Εὗρον ἄπληγον πληγήν· εἶδον τραῦμα, καὶ φθορὰ οὐκ ἧν· ἔψαυσα μωλώπων, καὶ ἀφθαρσία παρέστη. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου. Πότε; Ὅτε τὸν ὀνειδισμὸν τῶν Ἰουδαίων ἤκουον· ἀλλ’ ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράν‐ θην. Ἅμα τοὺς δακτύλους τοῖς μώλωψι τοῖς ζωηφόροις ἐπέβαλον, καὶ ἐμνήσθην ὅτι | |
5 | Θεὸς ὁ σαρκωθείς· ἐμνήσθην καὶ εὐφρανθεὶς ἐθεολόγησα διπλᾶ· οὐκ εἶπον μόνον ὁ Κύριος, οὐδὲ μόνον ὁ Θεός, ἀλλ’ ὁ Κύριός μου καὶ ὁ Θεός μου, εἰς ἐκεῖνον τὴν θε‐ ολογίαν ἀναγαγεῖν βουλόμενος περὶ οὗ [, φησίν,] Μωυσῆς ἔλεγεν· οὗτος Κύριος ὁ Θεός σου· Θεὸς θεῶν ἐστι, καὶ Κύριος τῶν κυρίων· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, ὃν οὗτος ἡμῖν Ὠσηὲ τῷ | |
10 | καλάμῳ τῆς προφητείας ᾐνίξατο· ἐπιστράφηθι, Ἰσραήλ, ἐπὶ τὸν Θεόν σου, διότι ἠσθένησας ἐν ταῖς ἀδικίαις σου· λάβετε μεθ’ ἑαυτῶν λόγους, καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, περὶ οὗ ταῦτα ὁ Ἀμὼς καὶ | |
οὗτος ἐν προφητείαις ἐκήρυττε· τάδε λέγει Κύριος ὁ Θεός, ὁ παντοκράτωρ· ἐν πά‐ | 125 | |
126 | σαις ταῖς πλατείαις κοπετός, καὶ ἐν πάσαις ταῖς ὁδοῖς ῥηθήσεται οὐαί, οὐαί· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, ᾧ ταῦτα καὶ Ἰωὴλ προφή‐ της ἄριστος καὶ θεολόγος ἐσάλπιζεν· ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστί, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς | |
5 | κακίαις· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, πρὸς ὃν Ἰωνᾶς ἐκ τῆς κοι‐ λίας τοῦ κήτους ἐμελῴδησεν· ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, ὃν Ὀβδιοὺ ᾐνίξατο εἰπών· τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ· ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν | |
10 | εἰς τὰ ἔθνη ἐξαπέστειλεν· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, ὡς ὁ μέγιστος προφήτης Ἀββακούμ, ἰδοὺ τοιαῦτα πρὸ πολλῶν γενεῶν, τὸν Χριστὸν καὶ αὐτὸς θεολογῶν, ἐφθέγγετο· οὐχὶ σὺ ἀπ’ ἀρχῆς, Κύριε ὁ Θεὸς ὁ ἅγιος; Καὶ οὐ μὴ ἀποθάνωμεν. Καὶ | |
τὸ ἀπ’ ἀρχῆς, Ἰωάννης μετ’ ἐκεῖνον ἢ καὶ μετ’ ἐκείνου παρίστησι· ἐν ἀρχῇ ἦν ὁ | 126 | |
127 | Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος, Κύριος ὁ Θεός· καὶ οὐ μὴ ἀποθάνωμεν. Διὰ τί; Ἐπειδὴ σὺ τὸν ὑπὲρ ἡμῶν ἀνταποδῷς θάνατον· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, εἰς ὃν ἰδοὺ τοιαῦτα Σοφο‐ νίας ἐφθέγγετο· εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἡμῶν, διότι ἐγγὺς ἡ | |
5 | ἡμέρα Κυρίου, διότι ἡτοίμασε Κύριος ὁ Θεὸς τὴν θυσίαν αὐτοῦ· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, ὃν οὐδὲ Μαλαχίας ὁ προ‐ φήτης ἠγνόησε· φησὶ δὲ οὗτος· γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς· ἀλλ’ ἐὰν μι‐ σήσας ἐξαποστείλῃς, λέγει Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, καλύψει ἀσέβεια ἐπὶ τὸ ἐνθυμήματά σου, λέγει Κύριος παντοκράτωρ· | |
10 | εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, περὶ οὗ τοιαῦτα προφήτης ἕτερος, Ἀγγαῖος, ἐξέθετο· καὶ ἤκουσε Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ τῆς φυλῆς Ἰούδα, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, [καὶ] ὁ ἱερεὺς ὁ μέγας, καὶ πάντες οἱ κατά‐ | |
λοιποι τοῦ λαοῦ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ αὐτῶν· | 127 | |
128 | εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, 〈περὶ〉 οὗ Ζαχαρίας ἐν λέ‐ ξεσιν, ἰδού, αὐτὸς καὶ τὸ πάθος ἐκήρυξε καὶ τὴν ἀξίαν ἐμήνυσε· καὶ ἥξει Κύριος ὁ Θεός, καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔσται φῶς, οὐχ ἡμέρα, οὐδὲ νύξ, ἀλλὰ πρὸς ἑσπέραν ἔσται φῶς· ὁ γὰρ δρόμος ἡμερινὸς | |
5 | ἐτύγχανεν, οὐχ ἡμέρα· ἡ γὰρ νὺξ προσταχθεῖσα τὴν ἡμέραν ὑπεκάλυψε, πρὸς ἑσπέραν δὲ ἐγένετο φῶς· ἡ γὰρ ἡμέρα πάλιν τὸ φῶς τὸ οἰκεῖον ἔλαβεν· εἰς ἐκεῖνον τὴν θεολογίαν ἀναγαγεῖν βουλόμενος, ὃν ὁ μέγιστος Ἠσαΐας τη‐ λικαῦτα ἐσάλπισε· Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, καὶ ἐπεγερεῖ ζῆλον. | |
10 | Κύριος ὁ Θεὸς πόθεν ἐξελεύσεται; Ἐκ τῶν κόλπων τοῦ Πατρὸς ἐξελεύσεται, καὶ οὐκ ἀναχωρήσει. Ἐξελεύσεται δὲ τῇ σαρκί, μενεῖ δὲ τῇ θεότητι· καὶ συντρίψει πόλεμον τῇ δυνάμει τοῦ σταυροῦ, ἐπειδὴ τὸ χαλεπὸν κέντρον τῆς ἁμαρτίας καὶ τῆς ἔχθρας κατήργησε· καὶ ἐπεγερεῖ ζῆλον, ὃν οἱ παῖδες τῶν Ἑβραίων ἕνεκεν τῶν ση‐ | |
μείων καὶ τῶν θαυμάτων ὑπέμειναν. | 128 | |
129 | Ἐπεγερεῖ δὲ κατὰ τίνος; Κατὰ τῶν βασκαινόντων, καὶ διὰ τοῦτο βλασφη‐ μούντων· βλάβην γὰρ οὐδεμίαν ὁ βλασφημηθεὶς περὶ τὴν δόξαν τὴν οἰκείαν ὑπέ‐ μεινε. Μαρτυρεῖ δὲ τῶν ἀποστόλων ὁ σύλλογος· μαρτυρεῖ τῶν ἁλιέων ἡ δόξα· μαρτυρεῖ τῶν ἀγραμμάτων ἡ φωνή· μαρτυρεῖ τῶν ἀπαιδεύτων ὁ λόγος· μαρτυρεῖ | |
5 | τῶν σολοικιστῶν τὰ πανταχοῦ κεκρατηκότα δόγματα. Ἔδραμον τὴν οἰκουμένην, σχῆμα φέροντες πτωχοῦ, πλοῦτον δὲ παρ’ αὐτῶν οἱ βασιλεῖς ἐδανείζοντο. Μαρτυ‐ ρεῖ τῆς Ἐκκλησίας ὁ πόθος· μαρτυρεῖ τοῦ ἱερέως ὁ ἀγαθὸς σκοπός, ὅτι βιάζεται τῆς σαρκὸς τὴν ἀσθένειαν καὶ παθῶν οὐ φροντίζει, ἵνα μιμήσηται τραύματα, καὶ τὰ βραβεῖα κτήσηται· ὁ γὰρ συμπάσχων, εἰκότως συνδοξάζεται, ὁ ὑπομένων συμ‐ | |
10 | βασιλεῦσαι κεκλήρωται. Μηδεὶς ἀπατήσῃ κενοῖς λόγοις· οὐκ ἔστι λαβεῖν ἐν ἀνέσει τὸν στέφανον, οὐδὲ ἐν τρυφῇ τὸ βραβεῖον τὸ βασιλικὸν δέξασθαι· διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελ‐ θεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Σὺ δὲ πάντως ἐρεῖς· οὐκ ἔστι κινδύνων ὁ καιρός· οὐ διώκουσιν οἱ βασιλεῖς, | |
15 | ἀλλὰ τοὐναντίον στεφανοῦσι τὴν Ἐκκλησίαν, δοξάζουσι τοὺς ἱερεῖς, ἀλείφουσι τὸν | 129 |
130 | λαὸν καὶ τοῖς ἁλιεῦσι τρέχουσι· δορυφοροῦσιν οἱ ἄρχοντες τὸ τοῦ Πνεύματος θέα‐ τρον· οἱ δῆμοι μεθ’ ἡμῶν τῶν πιστῶν εἰσι, καὶ τῶν ἀγαθῶν μετασχεῖν τῶν ἡμε‐ τέρων εὔχονται. Τίς τοίνυν ἡ θλῖψις, ἐπερωτᾷς. Τρυφῶσι πάντες, ἡμεῖς δὲ νηστεύομεν. Τῷ | |
5 | ἱδρῶτι λούεσθε, καὶ τῷ λόγῳ παραχωρεῖν μου οὐκ ἀνέχεσθε. Ἑστηκότες κεκμή‐ κατε, καὶ φλύαρον οὐ καλεῖτε τὸν ῥήτορα, ἀλλὰ τοὐναντίον ὁ πόθος ἀκμάζει, ἡ ἀγάπη προστίθεται, ἡ προσευχὴ διπλάσιον, μᾶλλον δὲ πολυπλάσιον γίνεται, δυ‐ ναμωθῆναι τὸ σκεῦος τὸ ὀστράκινον, καθαρθῆναι τὸ ἀγγεῖον τὸ πήλινον, γλῶσσαν σαθρὰν ἀναπλασθῆναι τῷ Πνεύματι. | |
10 | Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 130 |