TLG 4138 142 :: EPHRAEM SYRUS :: Homilia in meretricem EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Homilia in meretricem Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 385d–395. Citation: Page — (line) | ||
86(t) | Ὁμιλία εἰς τὴν πόρνην | |
1 | Ἁπλοῦς ἡμῖν ὁ κάματος καὶ εὐμήχανον τὸ ζήτημα περὶ δικαιοσύνης· τανῦν ἐξεύρηται περὶ τῆς πόρνης, ἥτις ἡμᾶς εἰς πίστιν τελείαν προσκαλεῖται, εἴγε καὶ ἡμεῖς ἐθελήσωμεν, διὰ τῆς ἐκείνης προτροπῆς εἰς ὑπακοὴν ἐλθόντες, κερδῆσαι τὸν μέγαν ἐκεῖνον καὶ πολύτιμον μαργαρίτην, δι’ ὃν ἡ βασιλεία τῶν οὐρανῶν ἀξιοπρε‐ | |
---|---|---|
5 | πῶς ὀνομάζεται· δι’ ὃν κλῆσις ἐθνῶν προεγένετο καὶ μετανοίας οὐρανῶν θέσπισμα προήχθη· δι’ ὃν καθαίρεσις ἁμαρτιῶν προεκηρύχθη καὶ μάστιγες αἱ παρὰ τοῦ | |
Ἐχθροῦ διαλύεσθαι νενομοθέτηνται· δι’ ὃν φῶς ἀΐδιον τοῖς πιστοῖς ηὐτρέπισται καὶ | 86 | |
87 | πολλὴ ἀνεκδιήγητος χαρὰ τοῖς ἀγαπῶσι τὸν Κύριον ἐκλάμπειν προσδοκᾶται· δι’ ὃν ζωὴ ἀτελεύτητος ἐπήγγελται τοῖς θεοσεβῶς ζῆν προῃρημένοις· δι’ ὃν κἀγὼ λαβὼν παρρησίαν πολλὴν ἐκ τῶν προκειμένων ἀγαθῶν, διέξειμι πᾶσιν ὑμῖν τοῖς ἀγαπητοῖς καὶ τιμίοις ἐν Κυρίῳ ἀδελφοῖς. | |
5 | Οὐ μηκύνω τὸν λόγον, ἀλλὰ παρεκτείνω τὴν προθυμίαν ὑμῶν, εἰς τὸ μαθη‐ τεύεσθαι πάντας τῇ καλῇ καὶ ἀγαθῇ μετανοίᾳ τῆς εἰρημένης γυναικός· ὃ γὰρ ἔδει, τὴν παρθενίαν νικῆσαι τὴν πορνείαν, ἡ τῆς πορνείας πολύδακρυς μετάνοια τὴν παρ‐ θενίαν ὑπερήττησεν· ἀλλὰ τοῦτο γέγονεν, ἵνα τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ ἡ θεία καὶ ἀληθὴς φωνὴ πληρωθῇ ἡ λέγουσα· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρ‐ | |
10 | τωλοὺς εἰς μετάνοιαν. Δίκαιον οὖν ἡμᾶς, ἀγαπητοί, κατασπεῖραι τοῖς εὐγνωμόνως τὸν λόγον ἀπο‐ δεχομένοις, ὅπως καὶ τίνα τρόπον προσδραμοῦσα τῇ πολλῇ καὶ ἀναιδεστάτῃ τόλμῃ τὴν πηγὴν τῶν δακρύων προσήγαγεν ἐπὶ τῆς πλακὸς τῆς καρδίας τῷ καλῷ καὶ ἀγαθῷ ἰατρῷ, ὥσπερ ἐπί τινος δίσκου πολυτίμου, ἵνα τὴν βαθύγειον δεξαμενὴν τῶν | |
15 | ἁμαρτημάτων ἀπαλείψῃ. | 87 |
88 | Ἐκείνη τῆς πίστεως ἀγνωσίαν ἔχουσα, τὸν πιστὸν καὶ τίμιον μαργαρίτην ὠνήσατο διὰ βραχέων ξενικῶν· καὶ ἡμεῖς οἱ τῆς πίστεως ὑπέρμετρον ἔχοντες τὴν χάριν, οὔτε λόγῳ τοῦτον. Ἐκείνη τὴν πορνείαν σπουδαίως ἐπώλησε καὶ τὴν ἁγνείαν ἐκτήσατο· ἡμεῖς δὲ τῆς παρθενίας ἀμελήσαντες, τὰς τῆς ἀσεβείας πράξεις ἐπορισά‐ | |
5 | μεθα. Ἐκείνη διὰ τῆς ἀκτημοσύνης τὴν δικαιοσύνην ἠγόρασεν· ἡμεῖς δὲ πολυκτή‐ μονες ὄντες, τὴν πλεονεξίαν ὡς ἐγκράτειαν ἐκτησάμεθα. Ἐκείνη τὴν ἀπόδοσιν τοῦ χρέους, τῶν δηναρίων μὴ ἀπαιτουμένη, ἐποιήσατο, καὶ τὸ χειρόγραφον διὰ τῆς ἀφέσεως ἐκομίσατο, τὴν τῆς εὐγνωμοσύνης δόξαν τίμιον δῶρον εἶναι ἡγησαμένη· ἡμεῖς δὲ πλείοσιν ὑποκείμενοι χρέεσιν ἐγκληματικοῖς, οὐδεμίαν αἰτίαν ἀναλῦσαι | |
10 | σπουδάζομεν. Ἐκείνη τὸ δένδρον τῆς ζωῆς ὁλόκληρον ἐκαρπώσατο· ἡμεῖς δὲ τὴν ῥίζαν τῆς κακίας καὶ τῆς ὑπερηφανίας κεκτήμεθα, μὴ γινώσκοντες ὅτι μετ’ ὀλίγον ἡμᾶς ὁ τῆς ἀπωλείας καιρὸς διαδέξεται, καὶ τῶν ἀγαθῶν ἄκαρποι μείναντες, κο‐ λάσεως κληρονόμοι γενώμεθα. Ἡ τῆς ἁμαρτίας καὶ τῆς δυσωδίας σύνευνος, ἀ‐ προσδόκητα προσάγουσα δάκρυα, τὴν ἀληθινὴν ἄμπελον ἐτρύγησε· καὶ ἡμεῖς οὔτε | |
15 | τῆς ἀγαθῆς ὑπακοῆς δοῦλοι γενέσθαι θέλομεν πώποτε, ἵνα σώσωμεν τὰς ἑαυτῶν | |
ψυχὰς ἐκ θανάτου. | 88 | |
89 | Πολλῶν τοίνυν ὄντων ὁσίων ἀνδρῶν καὶ ἀξίων τοῦ Κυρίου ἡμῶν, τῶν ἀνυ‐ μνούντων εὐσεβῶς τὸν ἄχραντον Δεσπότην, ἠξιώθην κἀγώ, ἀνάξιος ὑπάρχων, σὺν αὐτοῖς δοξολογῆσαι ἐν χάριτι πίστεως τὴν ἐπὶ τὰ ταπεινὰ ἐφορῶσαν δύναμιν τοῦ Δεσπότου Θεοῦ· οὐ γὰρ ἄν τις εἴποι πώποτε, ὡς ἀπόβλητον ἡ χάρις τινὰ καθίστησι | |
5 | τῶν ἀνθρώπων, τῶν θελόντων σωθῆναι. Καθάπερ γὰρ ἡ πηγὴ βλύζουσα ἀπαύστως τὰ ῥεῖθρα τὰ καθαρὰ καὶ τὰ πολλὰ νάματα, οὐδέποτε κωλύει τὸν ποθοῦντα δαψιλῶς ἀπολαύειν καθαρῶν ὑδάτων τῆς δωρεᾶς, οὕτως ἡ θεία χάρις ἐφήπλωται τοῖς ἅπα‐ σιν, ἀπολαύειν ἕκαστον καθ’ ὃ δ’ ἄν τις βούληται. Ἡνίκα γὰρ ὁ Σωτὴρ ἐν τοῖς Εὐ‐ αγγελίοις τῇ θείᾳ αὐτοῦ φωνῇ ἐκάλει τοὺς πάντας λέγων, εἴ τις διψᾷ, ἐρχέσθω πρός | |
10 | με καὶ πινέτω, μὴ διαστείλας ὅλως πτωχὸν ἀπὸ πλουσίου, μήτε ἁμαρτωλὸν ἀπὸ δικαίου, τούτου ἕνεκεν κἀγώ, ἀνάξιος ὑπάρχων, ἐγενόμην παρρησιασάμενος μέ‐ τοχος τοῦ τὴν αὐτοῦ χάριν ἀνυμνῆσαι καὶ ποθῆσαι ἀνενδεῶς ἐν δάκρυσιν, ὅπως λάβοιμι κἀγὼ ἁμαρτιῶν ἄφεσιν, καθάπερ ἡ γυνὴ ἐκείνη ἡ ἁμαρτωλός, ἡ εἰσελ‐ θοῦσα ἀναιδῶς, ἐν θερμότητι ψυχῆς, πρὸς ἰατρὸν τερπνὸν καὶ ἀγαθόν, εἰς οἶκον | |
15 | ἑστιάσεως, ἔνθα ὁ συγχωρητὴς τῶν ὀφλημάτων ἔκειτο. | 89 |
90 | Κατανοῶ, καὶ πλείστην προθυμίαν λαμβάνω κἀγὼ ὁ ἀναιδέστατος γενέσθαι εἰς αἴτησιν. Ὁρῶ γὰρ ὑπερβολὴν θερμότητος ψυχῆς καὶ τῆς καλῆς ἐκείνης γυναικὸς τὴν σεμνὴν ἀναίδειαν. Δεῦτε οὖν, ἀκροαταὶ φιλόχριστοι 〈καὶ〉 τέλειοι, κατατρυφή‐ σατε ἐν καλῇ διηγήσει τῆς μεγάλης ἐκείνης καὶ θαυμαστῆς γυναικός, τῆς καλούσης | |
5 | ἡμᾶς καθορᾶν εἰς θέαν ἐξαίσιον. Θέαν φημὶ ἐγὼ ἐκεῖνο τὸ θέατρον, ὃ συνεστήσατο Ἀγγέλοις καὶ ἀνθρώποις. Πῶς εἰσῆλθε προφανῶς, μὴ κληθεῖσα παντελῶς· πῶς δὲ καὶ προσήγγισε τῷ οὕτως ἀνακειμένῳ, πάντα ἀναγγέλλουσα τὰ τῆς καρδίας αὐ‐ τῆς, δίχα ἤχου καὶ φθογγῆς πάντα αὐτῷ ἀναθεῖσα. Εἶδες ὑπερβάλλουσαν ψυχῆς ἑτοιμασίαν, πῶς περιετείχισεν ἑαυτὴν τῇ ἀναι‐ | |
10 | δείᾳ! Οὐ θόρυβον οἰκετῶν ἡ γενναία ἔπτηξεν, οὔτε παρεστηκότων σκληρὰν ἐπιτίμη‐ σιν· τοῦτο λογιζομένη, ὅτι ἐὰν μὴ σχεδὸν τὸ πρόσωπον ποιήσω σιδηροῦν ἢ χαλκοῦν, σωθῆναι οὐ δύναμαι· ἢ πάλιν· ὥσπερ τοὺς ἔξω ὀφθαλμοὺς ἀτρέπτους ἔχουσα τὸ πρίν, οὐδὲν ᾐσχυνόμην περὶ τὴν τῶν πολλῶν ἁρπαγήν, οὕτω καὶ νῦν, ἐὰν μή μου | |
τοὺς ἔσωθεν ὀφθαλμοὺς τῆς καρδίας εἰς πολλὴν αὐστηρίαν καὶ ἀναίδειαν μεταβα‐ | 90 | |
91 | λοῦσα εἰσέλθω, οὐ δύναμαι τοῦ κρυπτοῦ πόθου ἐπιτυχεῖν, οὔτε μὴν καθαρθῆναι ἐκ τῆς αἰσχρᾶς πλημμύρας τῆς ἐμῆς ἀσελγείας. Νῦν τῆς προτέρας μου αἰσχύνης τῆς ἀναιδείας προκρῖναι ἀναγκαῖον· νῦν καιρὸς τὰ τῆς προλαβούσης αἰσχύνης εἰς εὐ‐ σχημοσύνην ἀμεῖψαι· νῦν καιρὸς ἀγῶνος πολλοῦ, λαθεῖν με τῶν προσκαίρων καὶ | |
5 | ῥυπαρῶν μυρισμῶν, δι’ ὧν ἐπαλαιώθην ἐν τῷ βάθει τῆς ἁμαρτίας· νῦν καιρὸς ἀνα‐ λογίσασθαι, ζητῆσαι μὲν τοῦ φωτὸς καὶ τῆς ζωῆς τὸν ἀρχηγόν, δι’ ὃν χάριτος ἀγγε‐ λικῆς ἐπιτυχεῖν δυνήσομαι, ἀπώσασθαι δὲ τῆς ζοφερᾶς νυκτὸς τὸ πικρὸν γαυρίαμα, δι’ ἧς ἔπραξα τὰ μὴ δέοντα. Δεῖ με νῦν ἀνταρσίαν κτήσασθαι κατὰ τοῦ μεγάλου καὶ δεινοῦ Ἐχθροῦ καὶ σπορέως, τοῦ ἐν ἐμοὶ σπείραντος σπόρον ἀκαθαρσίας καὶ ζιζα‐ | |
10 | νίων, ἵνα νικήσασα τοῦτον τὸν πόλεμον, ἁγνείας ἔνδυμα κομίσωμαι σὺν τῷ βραβείῳ τῆς νίκης παρὰ τοῦ Φιλανθρώπου. Δεῖ με τῶν θανατικῶν μύρων ἐπιλαθέσθαι λοιπὸν τοῦ καιροῦ καλοῦντος εἰς τοῦτο, προσελθοῦσα δὲ τῷ ἀληθινῷ καὶ αἰωνίῳ μύρῳ, κομίσασθαι ζωὴν ἀναμάρτητον. Ἀνθρώποις ἤρεσα διὰ τῆς μισουμένης ἁμαρτίας ἐν ὡρισμένῳ χρόνῳ, δεῖ με 〈καὶ〉 Θεῷ ἁγίῳ ἐν καρδίᾳ καθαρᾷ καὶ ψυχῇ πεπιστω‐ | |
15 | μένῃ ἀρέσαι, ἁγνισθεῖσαν δι’ αὐτοῦ. Γινώσκω γὰρ τὸν καιρὸν τοῦτον σῳζομένων εἶ‐ | 91 |
92 | ναι· ἐπειδὴ καὶ ὁ σῴζων πάρεστι. Καταφρονήσω ῥοπὴν ἐμπτυσμάτων καὶ αἰσχύνης, εἰς οὐδὲν δεχομένη τὰς ὕβρεις τῶν οἰκετῶν. Φθάσω τοῦ ποθουμένου τὴν κρυπτομέ‐ νην σωτηρίαν, καὶ τῶν προσερχομένων ὕβρεων τῶν ὄχλων ἡ χάρις νικᾷ. Οὗτος ὁ καιρὸς ἐλάσσων ἐστὶ τῆς καλῆς ἀναιδείας ὑπὲρ καιρὸν ἐκεῖνον τὸν τῆς ἐμῆς ἀπρε‐ | |
5 | ποῦς ἀναισχυντίας. Ἐν ἀμφόδοις στήκουσα, πάντας προσεκαλούμην εἰς ἔργα ἀτο‐ πίας· ἔν τε καλλωπίσμασιν αἰσχροῖς συναντῶσα πᾶσι, τὰς τρίχας ἐν ἀριθμῷ πλέκου‐ σα καὶ στίλβουσα, 〈καὶ〉 ἐπάνω τῶν παρειῶν εἰς ἀπάτην τυποῦσα, ὅπως πάντα νεανίαν εὐσταλῆ καὶ ὡραῖον ἑλκύσω πρὸς ἐμαυτὴν ἐραστήν, πολλοὺς ἐβόθρισα διὰ τοῦ βορβόρου τῆς ἁμαρτίας, κἀγὼ διὰ τοὺς πολλοὺς Θεὸν σωτηρίας οὐκ ἐγνώρισα. | |
10 | Ἀλλὰ νῦν καιρὸς ἀγαθός, καὶ τῆς προσδοκωμένης ὑπ’ ἐμοῦ σωτηρίας ἡ ἑτοι‐ μασία πάρεστι· νῦν ἡ χαρὰ τῶν λυπουμένων ἐπεδήμησε· νῦν ἡ τῶν ἀσθενούντων ποικίλη ἀρρωστία ἀληθινοῦ ἰατροῦ ἐπέφθασε. Παγὶς διαβολικὴ ἐγενόμην, τελείως ἀγρεύουσα τὰς ψυχὰς εἰς κρίσιν αἰώνιον. Νῦν σπουδάσαι ὀφείλω ταχὺ πορευθῆναι καὶ καλὰ πρᾶξαι ἀντὶ τῶν κακῶν ἐκείνων, ὧν ἔπραξα· ἄδηλα γὰρ εἰσὶ καὶ ἀφιλαν‐ | |
15 | θρώπευτα. Νῦν πορευθεῖσα προσπέσω τῷ μεγάλῳ Ἰατρῷ, τῷ δεχομένῳ πάντας καὶ | 92 |
93 | μὴ ἐξουθενοῦντι, τῷ δωρεὰν ἰωμένῳ καὶ μετὰ πολλῆς χαρᾶς ἀπολύοντι. Πάντα οἶδεν, ἓν μόνον ἀγνοεῖ· μισθοὺς τῆς ἰατρείας οὐκ οἶδε λαμβάνειν ἐκ 〈τῶν ἰαθέντων〉, πίστιν δὲ μόνον ἀπαιτεῖ, τὴν ἀποπλύνουσαν τὴν ἁμαρτίαν· αὐτὴν μόνον εἰς καθάρ‐ σιον ψυχῆς εἰσπράττεσθαι ἐπίσταται. 〈Εἴπω〉 αὐτῷ πάντα ὅσα ἐγὼ ἔπραξα ἐν τῷ | |
5 | ἐμῷ σώματι, ἅπερ οὐκ ἦν μοι θέμις, καὶ τοὺς καλούς μου πλοκάμους 〈τοὺσ〉 στιλ‐ βωθέντας εἰς τέρψιν καὶ εἰς σκάνδαλον πολλῶν, ποιήσω λέντιον ἤτοι προμάξιον, καὶ τὰ ἐμὰ βλέφαρα τὰ αἰσχρῶς διανεύσαντα σὺν ταῖς κόραις τῶν ὀφθαλμῶν εἰς ῥεῖθρα δακρύων· καὶ λοιπὸν τοῖς ἴχνεσι τοῦ ἁγίου Ἰατροῦ ἀκολουθήσω, ἵνα αὐτῷ προσπέ‐ σω καὶ σωθῶ· ἀκούω γὰρ αὐτὸν μὴ μόνον εὐεργετεῖν δωρεάν, ἀλλὰ καὶ γνώστην | |
10 | εἶναι ἐνθυμήσεων ἑκάστου. Τί οὖν ποιήσασα ἢ τί διασκεψαμένη, μᾶλλον δὲ προφασισαμένη, εἰσέλθω πρὸς τὸν εὐεργέτην; Τίνα συνεργὸν τῆς τοιαύτης ἀγαθῆς μου προθέσεως λήψομαι πρὸς τελείαν παρρησίαν, ἵνα τύχω τοῦ καλοῦ σκοποῦ; Τίνα τοῦ ποθουμένου θησαυ‐ ροῦ ὑπ’ ἐμοῦ προδότην ἀγαθὸν εὑρεῖν δυνήσομαι; Ἄνθρωπον, ἐν σπουδῇ καὶ θορύβῳ | |
15 | ὑπάρχουσα πολλῷ, οὐκ ἐπιφθάνω πρὸς τὸ λήψασθαι, ἵνα μου ὁδηγὸς τῆς φροντίδος | 93 |
94 | γένηται πρὸς σωτηρίαν. Τὴν οἰκείαν συνείδησιν μᾶλλον ἱκανωτέραν λογίσομαι, ἥ‐ τις οὔτε βασκανίαν ἐργάζεται κατ’ ἐμοῦ. Εἰς τοῦτο ἀγωνίσομαι, θαρροῦσά μου τῷ σκοπῷ. Ἐγὼ νομίζω, μικρόν τι λαβοῦσα ἐν ταῖς χερσίν, οὕτω πορευθῆναι πρὸς αὐτόν· οὗτινος καὶ εὐπορεῖν οἴομαι· οἶμαι γὰρ μὴ ἀπαρέσκειν αὐτῷ τὸ δῶρον | |
5 | ἐκεῖνο· οὔτε γὰρ φορτικὸν εἶναι δοκεῖ, ἤγουν πρὸς βρῶσιν ἢ πόσιν. Οὕτω ποιήσω, συντάξομαί μου τῇ διανοίᾳ μόνῃ, καὶ οὕτως εἰσέλθω πρὸς αὐτόν. Ἐὰν γάρ με ἀπο‐ στραφῇ προσφέρουσαν τὸ δῶρον ἐκεῖνο, τότε γνώσομαι ὅτι οὐκ εἰμὶ ἀξία λυθῆναι τῶν δεσμῶν τῆς ἁμαρτίας. Ταύτην δὲ τὴν πρόθεσιν ἔχον τὸ θαυμαστὸν ἐκεῖνο γύναιον, τὸν καιρὸν πα‐ | |
10 | ρετήρει, ἔχουσα ἐν τῇ ψυχῇ σφοδροτάτην πρόθεσιν περιπτύξασθαι τοὺς πόδας τοῦ Κυρίου θερμῶς. Γνοῦσα δὲ ὅτι Σίμων, εἷς τῶν Φαρισαίων, κέκληκε τὸν Σωτῆρα, ἠγάλλετο μεγάλως· καὶ δραμοῦσα ἀπίει ἐν πολλῇ θερμότητι [καὶ] πρός τινα τῶν μυρεψῶν, ὠνήσασθαι ἀλάβαστρον μύρου. Καὶ δὴ πορευομένη, ἔλεγεν ἐν ἑαυτῇ· ποῦ ἄρα δυνήσομαι εὑρεῖν μύρον ἐκλεκτόν, ἄξιον τοῦ Ἰατροῦ τοῦ μεγάλου καὶ ἁγίου, | |
15 | ὅπως δεχθείη ἀσμένως σὺν τοῖς ἐμοῖς δάκρυσι; Ταῦτα γὰρ ἀναγκαῖον πρὸς κατά‐ | 94 |
95 | νυξιν ἁρμόζειν. Δώσω τιμὰς δαψιλῶς, ἵνα τύχω μόνον τοῦ σκοποῦ. Καὶ αὐτὸν δὲ τὸν μυρεψὸν κατακρινῶ ἀφειδῶς, μᾶλλον δὲ ὁρκώσω αὐτὸν εἰς ὄνομα τοῦ Θεοῦ τῶν ἁγίων πατέρων, ᾧ αὐτοὶ πιστεύουσιν, ὅπως δώσει μοι μύρον βασιλικὸν ἐκλεκτὸν εἰς τιμὴν τοῦ Ἰατροῦ, λαβὼν τιμὰς δαψιλῶς. | |
5 | Παραγενομένη δὲ πρός τινα τῶν μυρεψῶν, ἔφη αὐτῷ ἱλαρῶς· εἰρήνη σοι, μυρεψέ· δός μοι μύρον ἐκλεκτὸν βασιλικὸν τίμιον, ὅπως μὴ εὑρεθῇ τὸ ἴσον αὐτοῦ πώποτε· ᾧ γὰρ αὐτὸ ἐπάγω, μείζων ὑπάρχει πάντων, καὶ οὐκ ἔστιν ἕτερος συνει‐ κασθῆναι αὐτῷ. Ἀποκριθεὶς δὲ ὁ μυρεψὸς ἔφη τῇ γυναικί· ὦ γύναι, ὑπέρογκα ἐλάλησας ῥή‐ | |
10 | ματα. Τίς σε οὐκ ἐπίσταται, ἐν ταῖς ἀμφόδοις τῆς πόλεως, ἔχουσαν ἐν αὐτῇ πλῆθος ἐραστῶν πολύ; Τίνι οὖν ἐκ πάντων βούλει, γύναι, προσενεγκεῖν τὸ μύρον τὸ βασι‐ λικὸν τὸ ἐκλεκτόν; Τί δύναται ἐκεῖνος παρασχεῖν ἀντὶ μύρου, οὗπερ ἐν τοιαύταις τι‐ μαῖς βούλει ἀγοράσαι; Ἐπίσταμαί σου τοὺς ἐραστὰς ὅλους· ἀλλ’ οὐ τοσοῦτον ἱκανὸς ἐξ αὐτῶν ὑπάρχει τις, ἀντάξιον δῶρόν σοι παρασχεῖν, οὗ ζητεῖς μύρου λαβεῖν καὶ | |
15 | προσενεγκεῖν ἑνὶ ἐξ αὐτῶν. Πωλῆσαι θέλω κἀγώ, ὅμως ἤθελον μαθεῖν, τίνι αὐτὸ | |
ἀπάγεις ἐν τοσαύτῃ σπουδῇ καὶ θορύβῳ τοιούτῳ. Μὴ ἆρα βασιλικοῦ γένους ἐστί σου | 95 | |
96 | ὁ ἐραστής, ἢ παιδίον τυγχάνει μεγιστάνων; Ἢ πάλιν ὑπερέχων ἐστὶ τοῦ Δαυΐδ, οὗ μείζων οὐκ ἀνέστη βασιλεὺς ἕτερος ἐν Ἰσραήλ; Μὴ γένος αὐτοῦ ἐστὶν ὁ νέος σου ἐραστής, ὦ γύναιον; Βούλομαι γὰρ πυθέσθαι· ἡ γὰρ τιμὴ δαψιλής, καὶ αὕτη σου ἡ σπουδὴ εἰς ἔκπληξίν με φέρει, ὅ τι τις ἐστὶν ὁ τοιοῦτος. | |
5 | Τότε δὴ ἡ θαυμαστὴ γυνὴ ἀπεκρίνατο, ἐνθόρυβος οὖσα τῇ ψυχῇ, καὶ λέγουσα τῷ μυρεψῷ· τὸν Θεὸν τῶν πατέρων φοβήθητι, ἄνθρωπε, καὶ δός μοι τὸ ἀλάβαστρον, ὅπως φθάσω ἐν τάχει· τὸν Θεόν σου τὸν δώσαντα τηλικαύτην δύναμιν ἐν χειρὶ Μω‐ υσέως, ῥάβδῳ σχίσαι τὴν θάλασσαν, καὶ στῆσαι τὰ ὕδατα ὡς πέτραν ἀκρότομον, καὶ διαγαγεῖν τὸν λαὸν ἐν ξηρῷ κονιορτῷ. Ὁρκίζω σε, νεανία, ἐν ἁγίοις ὀστέοις, οἷς | |
10 | ἐβάστασε Μωυσῆς ἐν κοιλάδι θαλάσσης, λέγω δὴ τὰ λείψανα τοῦ ἀθλοφόρου Ἰω‐ σήφ, τοῦ νικήσαντος προφανῶς ἀσπίδα ἐν σπηλαίῳ, καὶ τὴν ῥάβδον τοῦ Ἀαρών, τὴν | |
θήξει βλαστήσασαν κάρυα ἐν τῇ σκηνῇ ἀναμέσον τῶν ῥάβδων· ἐν φωνῇ τῇ ἁγίᾳ τῇ | 96 | |
97 | λαλησάσῃ τῷ Μωυσῇ ἐν φλογὶ καιομένῃ, βάτῳ μὴ καυσάσῃ· τὸν Θεὸν τὸν δώσαντα ἐκλάμψαι εἰς πρόσωπον Μωυσέως ἐν τῷ ὄρει δόξαν τὴν ἀπρόσιτον· τὴν ἁγίαν κιβω‐ τὸν τὴν στήσασαν τὰ ῥεῖθρα τοῦ Ἰορδάνου ποταμοῦ εἰς ἔκλειψιν τελείαν· ἐν δυνάμει ἁγίᾳ ῥηξάσῃ τὰ τείχη, ἐν ῥιπῇ ὀφθαλμοῦ, πόλεως Ἱεριχῶ· ἐν χερσὶ ταῖς ὁσίαις τοῦ | |
5 | υἱοῦ Ναυῆ, ἀρθείσαις τῷ ὕψει τοῦ ἀέρος, καὶ στήσαντος λόγῳ τὸν δρόμον τῶν στοι‐ χείων, ὥστε γενέσθαι μίαν δύο ἡμέρας ὁμοῦ. Ἴδε ὅσα σοι εἶπον· τὸ ὄνομά σοι τοῦ Θεοῦ, καὶ τῶν ἁγίων αὐτοῦ τῶν αὐτῷ εὐαρεστησάντων. Δός μοι λοιπὸν τὸ μύρον, καὶ λάβε ὅσας βούλει τιμὰς τοῦ ἀλαβάστρου. Μόνον ἐκλεκτὸν δός μοι, καὶ ἀπόλυ‐ σον δή με, ὅπως ἴδω ἐν τάχει τὸν μέγαν ποθούμενον ἐραστήν μοι ἄχραντον. | |
10 | Πάλιν ἀπεκρίνατο ὁ μυρεψὸς τῇ γυναικί, θεωρῶν δαψιλίαν τιμῆς τοῦ ἀλαβά‐ στρου· τί, φησί, βλάπτῃ, ὦ γύναι, ἐὰν εἴπῃς καὶ ἐμοὶ περὶ τοῦ σοῦ ἐραστοῦ, ὃν νῦν πόθῳ πολλῷ καὶ τοιούτῳ ἐκτήσω; Ὅτι εἰς πόθον με ἤγαγες ἰδεῖν αὐτόν, ὧ γύναι· | |
καὶ οὐ δύναμαι δοῦναι, εἰ μὴ εἴπῃς μοι τίς ἐστιν. | 97 | |
98 | Ἔλεγε τὸ γύναιον· τί με βιάζῃ, οὕτως ἀκριβῶς ἐρωτῶν, ἅπερ οὐκ ἐξὸν μα‐ θεῖν; Ὁρᾷς πῶς φλέγεταί μου ἡ καρδία, πότε αὐτὸν ὄψομαι, καὶ ἐμπλήσει με χαρᾶς; Δέδοικα μήποτε ὁ καιρὸς τῆς ἐμῆς ἐπιθυμίας παρέλθῃ, καὶ τὸν ἴσον ἐκείνου οὐ μὴ εὑρήσω ποτέ· οὐ γάρ ἐστι χρόνος ἐπιμένων ἐπὶ γῆς, οὐδὲ τῶν καθ’ ἡμᾶς ψευδοτε‐ | |
5 | χνικῶν ἰατρῶν τυγχάνει ἢ φάρμακά τινα κατασκευάζει γεώδη, ἀλλὰ λόγῳ ἑνὶ τὰ ἔργα κρατύνει, καὶ εἰς αἰῶνας ὅλους ἐρρωμένη διαμένει ἡ παρ’ αὐτοῦ ἴασις. Ἀρι‐ θμῷ καιρὸν ἔχει τοῦτον πολιτεύεσθαι ἐπὶ τῆς γῆς, καὶ εἰς αἰῶνας ὅλους ἀόρατος τυγχάνει· ἡ γὰρ πόλις αὐτοῦ ἀόρατός ἐστι, καὶ τὸ βασίλειον αὐτοῦ ἀδιάδοχον μένει. Λοιπὸν ἀπόλυέ με, τὸν ἄξιον μισθὸν κομιζόμενος, ἵνα μὴ παραίτιός μοι γένῃ λύπης | |
10 | βαρυτάτης, καὶ εἰς οὐδὲν ἀποβῇ μοι τὰ τῆς προσδοκωμένης ἐλπίδος. Εἰ γὰρ ἐπε‐ γίνωσκες τῆς ἐμῆς καρδίας τὸν ἀφανῆ ἔρωτα, πρὸ τοῦ με ἐπερωτῆσαι παρεῖχες τὸ δῶρον μετὰ τοῦ πρέποντος μισθοῦ. Διὸ μὴ βράδυνε· τάχα γὰρ καί σοι συμφέρον γε‐ νήσεται, καὶ μέλλεις τὸν ἴσον ἐμοὶ τρόπον ἐπειγόμενος εἰς τὸν ἐκείνου πόθον ἐκλύε‐ σθαι. Τοιοῦτος γάρ ἐστιν ὁ ἐν αὐτῷ πολυάγαθος ἔρως· τοὺς προσεγγίζοντας αὐτῷ | |
15 | μετὰ πολλῆς χαρᾶς ἀποπέμπει, καὶ εἰς αἰῶνας φίλους ἀσπάζεται τῷ τῆς ἀγάπης | |
φιλομανεῖ φίλτρῳ. | 98 | |
99 | Φοβήθητι οὖν, ἄνθρωπε, τὸν Θεὸν τὸν ἄχραντον, καὶ ἀνάψυξον δή με ἐν καλῇ ἀποκρίσει· 〈φοβήθητι, ἄνθρωπε,〉 τὸν Θεὸν τὸν ἅγιον, τὸν τὸν Ἀβραὰμ καλέσαντα καὶ τὸν υἱὸν αὐτοῦ Ἰσαὰκ δοξάσαντα, ὡσαύτως καὶ Ἰακὼβ Ἰσραὴλ μετονομάσαντα, καὶ πατριάρχην θέμενον εἰς τὰς δώδεκα φυλάς· 〈φοβήθητι, ἄνθρωπε,〉 τὸν Θεὸν τὸν | |
5 | δώσαντα τῇ Ἄννᾳ τὸν Σαμουήλ, πόνῳ προσευξαμένῃ ἐν τῇ θλίψει τῆς ψυχῆς· 〈φο‐ βήθητι, ἄνθρωπε, τὸν δίκαιον Θεὸν τὸν ῥυσάμενον τὴν ἀμνάδα Σωσάνναν ἐκ λύκων δεινοτάτων〉. Πείσθητι, νεανία, καὶ δὸς τὸ ἀλάβαστρον βασιλικὸν ἐκλεκτόν, καθὼς ἤδη προεῖπον. Εἰ εἴδῃς, ὦ ἄνθρωπε, φλόγα ἐμῆς καρδίας, αὐτὸς ἂν κατέσπευσας ἐκπέμψαι με ἐντεῦθεν. | |
10 | Πάλιν δὲ ὁ μυρεψὸς πρὸς αὐτὴν ἐφθέγξατο, πυθέσθαι βουλόμενος περὶ τοῦ ἀλαβάστρου· ἄκουσόν μου, ὦ γύναι· πολλά με ὥρκισας καὶ κατέκρινας, ὅπως δώ‐ σω σοι τὸ ἀλάβαστρον· κἀγὼ δὲ πολλάκις ἠξίωσά σε εἰπεῖν τίς ἐστιν ὁ τοιοῦτος, καὶ | |
οὐ βούλει μοι εἰπεῖν. Μὴ ἀνώτερός ἐστι πάντων τῶν ἀνθρώπων, καὶ οὐκ ἔστιν ἐπὶ | 99 | |
100 | γῆς ὡραιότερος αὐτοῦ; Ὅτι οὕτως ἐτρώθης εἰς τὸ κάλλος ἐκείνου, ὥστε μύρον ἐκλεκτὸν ἀπαγαγεῖν τῷ ὡραίῳ. Μὴ γένος δέ, ὡς εἶπον, ἐστὶ τοῦ Δαυΐδ, δικαίου βασιλέως, ἢ τοῦ μεγάλου Ἀβραάμ, φίλου τοῦ Ὑψίστου; Τίς ἐστιν, εἰπέ μοι; Οὕτω πέφλεξαι ἐν σπουδῇ θεάσασθαι τὴν ὡραιότητα αὐτοῦ. | |
5 | Λέγει ἡ γυνὴ ἡ θαυμαστὴ τῷ μυρεψῷ· τί οὕτω βιάζῃ με εἰπεῖν σοι τὰ κρυπτά μου; Μύρον ἦλθον ὠνήσασθαι, οὐχὶ δὲ διαλεχθῆναι. Φοβήθητι, ἄνθρωπε, τὸν Θεὸν τὸν ἄχραντον, καὶ ἐλέησόν με, καὶ ἀπόλυσόν με ταχύ, ὅπως φθάσω ἐν σπουδῇ τὸν μέγαν μου ἐραστήν. Ἐν πάσῃ οὖν σεμνότητι δὸς τὸ ἀλάβαστρον. Μὴ βράδυνε, ἄν‐ θρωπε, μὴ παραίτιός μοι γένῃ λύπης αἰωνίας, τοιούτου θησαυροῦ στερηθείσῃ. | |
10 | Ἔφη αὐτῇ ὁ μυρεψός· εἰ μή τις σοι δοκεῖ φθόνος συνεῖναι, φανέρωσόν μοι τὸν εὐεργέτην σου· ᾧπερ κἀγὼ προθύμως ἀσμενίσας παράσχω σοι, ὅπερ ζητεῖς βασιλικὸν μύρον· οὐ μὴν δὲ καὶ τῆς ἀγαθῆς σου προσδοκίας, ὡς οἶμαι, συνεργόν με εὑρήσεις. Ἰδοῦσα δὲ ἡ γυνὴ τοῦ νεανίου τὴν πολλὴν ἐξέτασιν τῶν ῥημάτων τῶν πρὸς | |
15 | αὐτὴν γενομένων, ἐθαύμασε μεγάλως περὶ τῆς σπουδῆς τοῦ ἀνδρός, πῶς οὕτω | 100 |
101 | μετὰ πόθου ἠκριβεύσατο μαθεῖν· καὶ λοιπὸν ἀπεκρίνατο· ὥς γε οἶμαι οὐδένα λαν‐ θάνει ἐν τῇ πόλει ὅσα ἐγὼ ἔπραξα, μιαίνουσα καθ’ ὥραν ἐμαυτὴν ἐν πορνείαις καὶ ἄλλους θηρεύουσα εἰς αὐτὸν τὸν μιασμόν. Εἶδον δὲ αἰφνίδιον τὸν ἅγιον ἐκεῖνον τὸν φανέντα ἐπὶ γῆς ἰατρὸν καὶ σωτῆρα, καὶ ἡ ψυχή μου αὐτίκα αἰχμάλωτος γέγονεν | |
5 | ὀπίσω τῆς ἀχράντου ὡραιότητος αὐτοῦ· εἶδον γὰρ ἐν ὀφθαλμοῖς μου ἰάματα φο‐ βερὰ καὶ σημεῖα ἀνείκαστα καὶ πολλὴν συμπάθειαν ἐν αὐτῷ. Ἁμαρτωλοὺς δέχεται, τελώναις προσεγγίζει, λεπροὺς οὐκ ἀποβάλλει, ἀσεβεῖς οὐ διώκει, ἀλλὰ πάντας ὁμοῦ ἐν οἰκτιρμοῖς δέχεται, μὴ ὀργιζόμενος τοῖς αὐτῷ προσιοῦσι· καὶ τὸ ὅλον νε‐ κροὺς ἐγείρων, καὶ πᾶσαν δαιμονικὴν φύσιν ἀπελαύνων, ῥήματι μόνῳ πάντα ποιῶν. | |
10 | Ἰδοῦσα δὲ ἐξέστην καὶ εἶπα ἐν ἐμαυτῇ· τί ζῶ ἐγὼ ἡ ἀθλία, εἰ μὴ αὐτῷ ἐγγίσω; Ἡ ἁμαρτία μου πολλή, ὡσαύτως ἡ ἀσέλγεια· σηπεδὼν δὲ μεγάλη. Χάριν τίνος ἀμελῶ ἑαυτῆς; Ἄλλον καιρὸν τοιοῦτον οὐκ ἔχω ποτὲ εὑρεῖν, οὔτε ἄλλον ἰατρὸν τοιοῦτον φι‐ λάνθρωπον. Ἐγὼ δὲ οὕτω πέπεισμαι ὅτι Θεὸς ὑπάρχει οὗτος ὁ φαινόμενος μέγας | |
ἐξουσιαστής. Λόγῳ πάντα κελεύει, λόγῳ πάντας ἰᾶται· ἁμαρτίας συγχωρεῖ ἐν πάσῃ | 101 | |
102 | ἐξουσίᾳ. Τοιοῦτον καιρὸν εὑροῦσα, καὶ τοιοῦτον ἰατρόν, οὐκ ὤφειλον ῥᾳθυμεῖν. Οὐ χρῆν με ἀμελῆσαι τῆς ἐμῆς ἰάσεως. Τούτου ἕνεκα σπεύδω τῶν ἐμῶν ὀφλημάτων δοῦναι τὸ γραμματεῖον τῷ ἀγαθῷ συγχωρητῇ. Οἶδα ὅτι ἥμαρτον ὑπέρμετρον, καὶ οὐκ ἔστιν εἰκάσαι τὴν ἐμὴν ἀσέλγειαν· ἀλλὰ πρὸς τὸ πλῆθος τῆς αὐτοῦ εὐσπλαγ‐ | |
5 | χνίας σταγόνες εἰσὶ πᾶσαι αἱ ἁμαρτίαι μου. Καὶ οἶδα τοῦτο σαφῶς, ὅτι μόνον ἐγγί‐ σω αὐτῷ, εὐθὺς ἁγιάζει με ἐκ πασῶν τῶν ἁμαρτιῶν, φυγαδεύσας ἀπ’ ἐμοῦ πᾶν ἔργον ἀτοπίας, διότι οὐράνιος καὶ ἄχραντος ὑπάρχει. Ἰδού, νεανία, εἶπόν σοι πάντα τὰ κρυπτὰ τῆς ἐμῆς καρδίας. Δός μοι λοιπὸν τὸ μύρον· ἱκανὴ ὥρα ἐστίν, ἀφ’ οὗ ἐμποδίζεις με καὶ βιάζεις μαθεῖν, τίνι τὸ μύρον ἀπάγω. | |
10 | Ἔφη πρὸς τὴν γυναῖκα, ταῦτα πάντα ἀκούσας ὁ μυρεψὸς ἐν χαρᾷ τῆς καρ‐ δίας· χάριν σοι ὁμολογῶ, ὦ γύναι πιστοτάτη, ἀποκαλύψασα ἐμοὶ τὴν καλὴν πρό‐ θεσιν. Μέγαν ἄφνω ἐραστὴν ἐκτήσω οὐράνιον. Τῷ ῥήματι ἅπαντας ἁγιάζει θεϊκῶς. Ἔργον πλῆρες ἐπαίνου καὶ σφόδρα ὠφέλιμον βούλει πρᾶξαι, ὦ γύναι, πάσαις ταῖς γενεαῖς. Ὄντως αὕτη ἡ μεγίστη σωτηρία σοί τε πρώτῃ καὶ πᾶσιν ἁμαρτωλοῖς. | |
15 | Θυγάτηρ πατέρων εἶς καὶ συγγενὴς ὁσίων τῶν καλῶς πιστευσάντων εἰς τὸν ἅγιον | |
Θεόν. Μικρὰν δὲ συμβουλίαν συμβουλεύσω σοι ἐγώ, καὶ κατάδεξαι εὐθύς, ἐκτὸς | 102 | |
103 | πάσης μέμψεως. Οἶδας καὶ αὐτὴ σαφῶς, ὅτι οἱ Φαρισαῖοι πονηροὶ ὑπάρχοντες, ἀντι‐ πάσχουσιν αὐτῷ, ἐπειδὴ Θεὸς μέγας καὶ φιλάνθρωπός ἐστι, συγχωρῶν ἁμαρτίας οἰκείᾳ εὐσπλαγχνίᾳ. Ἐὰν οὖν σε ἴδωσιν ἐκεῖ εἰσερχομένην, ἀποκλείσουσι τὰς θύρας, ὑβρίζοντες ἀφειδῶς. Αὐτὴ δὲ ἀκούσασα, μὴ δειλανδρήσῃς παντελῶς, ἀλλὰ γενοῦ τῇ | |
5 | ψυχῇ πέτρας στερεωτέρα. Εἰ ἐν ἔργοις πορνικοῖς ἄχρωμος ἐτύγχανες, πόσῳ μᾶλ‐ λον ἐνταῦθα ὑπὲρ σωτηρίας; Μέλλουσι γὰρ ἅπαντες, ἐλεύθεροι καὶ δοῦλοι, θυρωροὶ καὶ ὑπηρέται, δεινῶς σοι ἐπιτιμᾶν. Πάντων οὖν καταπτύσασα, εἴσελθε θαρσαλέως πρὸς αὐτὸν τὸν ἅγιον ἐν πολλῇ ταπεινώσει, καθὼς αὐτὴ προεῖπας. Περίπτυξαι ἐν πόθῳ τὰ ἴχνη τοῦ ἀχράντου, καὶ ἔσῃ μακαρία· ἐγὼ γὰρ ἀκήκοα, ἐν οἰκίᾳ Σίμωνος, | |
10 | ἑνὸς τῶν Φαρισαίων, εἶναι αὐτὸν σήμερον. Πορεύου ἐν εἰρήνῃ, εἴσελθε μετὰ χαρᾶς, ἔγγισον προθύμως. Δεχθείη σου τὸ δῶρον. Ἰδοὺ μύρον βασιλικὸν ἐκλεκτὸν τίμιον, ἄξιον τοῦ Σωτῆρος δέδωκά σοι, ὦ πιστοτάτη γύναι. Ἄλλο μέτρον μύρου μείζονος τιμῆς οὐχ εὑρίσκω. Λαβοῦσα δὲ ἡ γυνὴ τὸ τοῦ μύρου ἀλάβαστρον, ᾤχετο ἐν εὐφροσύνῃ καὶ ἔλε‐ | |
15 | γεν ἐν ἑαυτῇ εὐχομένη· τίς δώσει μοι εὑρεῖν θύραν ἀνεῳγμένην, καὶ ἀθρόως εἰσελ‐ | 103 |
104 | θοῦσα προσεγγίσω τοῖς ἴχνεσι τοῦ ἁγίου μου ἰατροῦ; Καὶ δὴ περιπτυξαμένη αὐτόν, μὴ ἐάσω, ἕως λάβω τὴν συγχώρησιν τῶν ὀφλημάτων. Προσεύξομαι δὲ προθύμως τῷ Κυρίῳ, τῷ εἰδότι πάντα μου τὰ κρύφια, καὶ πρὶν αὐτῷ προσεγγίσω, ἐπίσταται τί δὴ ἐγὼ πορεύομαι ἰδεῖν αὐτὸν ἐν οἰκίᾳ τοῦ Σίμωνος· ἰδοὺ σύ, Κύριε, ἐν οἰκίᾳ Σί‐ | |
5 | μωνος ἀνάκεισαι σὺν αὐτῷ ὡς ἄνθρωπος νομισθείς· ὡς Θεὸς ὁρᾷς ἐμῆς ψυχῆς τὸν λογισμόν, καὶ εἰς τί ἐγὼ ἠγόρασα τὸ μύρον οἶδας, Κύριε· ἵνα ἐλθοῦσα καὶ προσπε‐ σοῦσα τοῖς ἴχνεσι τῆς ἁγίας σου θεότητος, σωθήσομαι. Γινώσκω γὰρ ὅτι Θεὸς εἶ ἅγιος, καὶ οἰκείᾳ εὐσπλαγχνίᾳ σῴζεις πάντας, μὴ θέλων ἀπολέσθαι τινὰ τῶν ἁμαρτωλῶν προσπίπτοντά σοι, Σωτήρ, οἰκείᾳ προαιρέσει. Μόνον γὰρ ἑώρακά σε | |
10 | ἐν πλατείαις καὶ ἐπίστευσα ὅτι πάντα δύνασαι. Παράσχου δέ μοι τοῦτο, Σωτήρ, ἵνα εἰσέλθω ἀκωλύτως, ὅπου αὐτὸς ἀνάκεισαι. Λεγούσης αὐτῆς ταῦτα, κατέφθασεν εἰς τὸν οἶκον, ἔνθα ὁ Χριστὸς ἀνέκειτο, καὶ εὑρίσκει τὸν πυλῶνα τῆς οἰκίας ἀνεῳγμένον, καὶ εἰσῆλθε, καὶ ἀθρόως προσεγ‐ | |
γίζει κατόπισθεν, καὶ ἅπτεται τοῖς ἁγίοις αὐτοῦ ποσί, καὶ κλίνασα τὴν κεφαλὴν σὺν | 104 | |
105 | καρδίᾳ, ἐν στεναγμοῖς καὶ ὀχετοῖς τῶν δακρύων κατέβρεχε τοὺς πόδας αὐτοῦ, μετὰ χαρᾶς καταφιλοῦσα ἐν πόθῳ σφοδροτάτῳ, καὶ ἐν ταῖς θριξὶ τῆς κεφαλῆς κα‐ τέμαξε, καὶ ἤλειφεν ἐν τῷ μύρῳ προθύμως λέγουσα· μόνος αὐτὸς ἐπίστασαι, τὸ πῶς ἐγὼ ἐτόλμησα τοῦτο πρᾶξαι. Οὐκ ἀγνοοῦσα, Κύριε, τὰ φαῦλά μου, ἐτόλμησα | |
5 | ἐγγίσαι σοι τῷ ἀχράντῳ· ἀλλὰ σωθῆναι θέλουσα προσέπεσα, καθ’ ὃν τρόπον τελῶ‐ ναι καὶ ἁμαρτωλοί. Δέξαι, Χριστέ, τοὺς ὀχετοὺς τῶν δακρύων μου. Δέξαι, Κύριε, τὴν πόθησιν τῆς ψυχῆς μου. Ἡ τόλμη μου λογισθείη παράκλησις, καὶ ἡ ἐμὴ ἀναί‐ δεια εἰς προσευχήν· τὸ μύρον μου εἰς ἱλασμὸν γενήσεται, καὶ ἡ συντριβὴ τῆς καρ‐ δίας μου εἰς φωτισμόν. Ἐκ παιδόθεν ἀκήκοα ὅτι Θεὸς ἐκ παρθένου τεχθήσεται, καὶ | |
10 | θέλουσα μαθεῖν ἐγώ, ἐπηρώτων πῶς δύναται ὁ ἄσαρκος σαρκωθῆναι; Καὶ ἔλεγόν μοι οἱ γονεῖς· οὐκ ἔστιν αὕτη παράδοσις ἐκ πατέρων περὶ τούτου, ὅτι ὁ Θεὸς ὁ ἅγιος ἐκ παρθένου ἐν σαρκὶ βροτῶν τίκτεται ἐπὶ τῆς γῆς; Ὅπερ ἐγὼ ἀκήκοα, νέα οὖσα, ἰδοὺ ὁρῶ ἐν ὀφθαλμοῖς ἀληθείας, Θεὸν μέγαν καὶ ἅγιον, ὁρώμενον ἐν τῇ ἡμετέρᾳ σαρκὶ σῶσαι ἡμᾶς. Οὐχ ὁρῶ σε, καθὼς ὁρᾷ ὁ Φαρισαῖος Σίμων, ὁ σὲ καλέσας εἰς | |
15 | ἄριστον· ἀλλ’ ὁρῶ Θεὸν μέγαν δημιουργόν, τὰ σύμπαντα τῷ λόγῳ συστησάμενον. | 105 |
106 | Ἀμνάς εἰμι τῆς ποίμνης σου πλανωμένη· ἐπίστρεψόν με εἰς τὴν μάνδραν σου, Χρι‐ στέ· αὐτὸς γὰρ εἶ ποιμὴν καλὸς μονώτατος, ὁ συνάγων πλανωμένους εἰς τὴν σὴν αὐλήν. Περιστερά σου τυγχάνω, φιλάνθρωπε, ἁρπαγεῖσα ὑπὸ ἱέρακος δεινοτάτου. Φλέγεταί μου ἡ ψυχή, τρωθεῖσα εἰς τὸν μέγαν ἱλασμόν σου τὸν ἄχραντον. Τὴν κα‐ | |
5 | κίστην δυσωδίαν τῶν ἀνομιῶν μου ἀπέλασον τῇ σῇ χάριτι. Ἀντὶ μύρου, Κύριε, τοὺς μώλωπας τῶν δεινοτάτων μου πλημμελημάτων, ἐν δάκρυσιν ἀποπλύνας, καθάρισον. Ἡ σὴ χάρις ἀνέῳξε τὸ στόμα μου εἰπεῖν ταῦτα ἐκ καρδίας ἔμπροσθέν σου, ἵνα ἔσομαι τύπος καλὸς ἁμαρτωλοῖς, οὕσπερ αὐτὸς διασῶσαι ἐλήλυθας, φι‐ λάνθρωπε. Ναί, δέομαί σου, Σωτήρ, μὴ παρίδῃς δάκρυα ταλαιπώρου καρδίας· | |
10 | οἶδα γὰρ ὅτι οὐδὲν ἀδύνατον παρὰ σοί· δύνασαι δὲ πάντα. Ἐν τῇ καρδίᾳ προσηύχετο τῷ πλάσαντι κατὰ μόνας τὰς καρδίας τῶν ἀνθρώ‐ πων, καὶ ἔλαβεν ἀντὶ μύρου μύρον ζωῆς· ἀντὶ φθαρτοῦ τὸν ἄφθαρτον καὶ μένοντα μισθόν. Οὐχ οὕτως ἦν τὸ μύρον εὐῶδες, πρὸς τὸ μύρον τοῦ ῥήματος τοῦ Χριστοῦ. | |
Προσήνεγκε μύρον καὶ ἀγάπην, καὶ ἐδέξατο τῶν ὀφλημάτων τὴν συγχώρησιν. Ὁ | 106 | |
107 | γὰρ Σωτήρ, Θεὸς ὑπάρχων προγνώστης, ἐδήλωσε τὸν πόθον τῆς ψυχῆς αὐτῆς, οὐκ ἄδηλα μένειν τὰ ὀφλήματα, ἃ πρότερον διεπράξατο ἡ θαυμαστή, ποιήσας. Ἀλλὰ πρῶτον ὀφλήματα ἐκήρυξεν, ἔπειτα τὴν ἀγάπην ἐσήμανεν, εἰπὼν τοῖς μαθηταῖς· τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ· πάντοτε γὰρ | |
5 | τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· βαλοῦσα γὰρ αὕτη τὸ μύρον ἐπὶ τῆς κεφαλῆς μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. Ἀμὴν λέγω ὑμῖν· ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ αὐτὴ ἐποίησεν εἰς μνημόσυνον αὐτῆς. Εἰς νοῦν λαβὼν ταῦτα, ἀγαπητοί, ἐν ἐκστάσει σφοδροτάτῃ ἐγενόμην, πῶς | |
10 | εἰσῆλθε, πῶς ἤγγισεν ἄνευ φόβου, πῶς ἔμπροσθεν πάντων ὁμοῦ παρέστη, πῶς ἔκλαιε πρὸ ὀφθαλμῶν τῶν ἐκεῖσε ἁπάντων ἀνακειμένων, πῶς ἔλυσε τοὺς πλοκά‐ μους παρρησίᾳ, πῶς τοὺς πόδας κατέβρεχεν ἀναισχύντως, πῶς δὲ ὅλως οὐδεὶς κατ’ αὐτῆς ἠγανάκτησεν· ἀλλ’ ἦν αὐτοῖς ἡδύτατος ὁ κλαυθμὸς αὐτῆς, καλὸς καὶ τίμιος | |
ὁ στεναγμὸς αὐτῆς πᾶσι. Ἐνεοὶ γεγονότες ἄνθρωποι, σὺν βρώμασι θεωρίαν ἤσθιον, | 107 | |
108 | ξένον θαῦμα ὁρῶντες, ἐν ἀρίστῳ φανέν τε καὶ αἰφνιδίως τὸ πρᾶγμα γενόμενον· γυνὴ πόρνη, ἄκλητος, εἰσελθοῦσα, ὄπισθεν τῆς τραπέζης ἵστατο, τοὺς πλοκάμους ἐν στήθει βαστάζουσα, καὶ ἐν χερσὶν ἀλάβαστρον μύρου ἐκλεκτοῦ κατέχουσα· καὶ οὐκ ἦν ὁ ἐρωτῶν, τί εἰσῆλθες προπετῶς, ἢ ὁ λέγων, τί ζητεῖς ἐνταῦθα, γύναι, οὔτε τῶν | |
5 | ἐσθιόντων, οὔτε τῶν παρεστώτων. Ἀλλ’ ὑπῆρχε πᾶσι γλυκύτατον τὸ θαῦμα αὐτῆς, καὶ 〈θέαμα〉 παράδοξον καὶ ἡδύ. Πάντες οἱ Ἀρχάγγελοι τρόμῳ συνεσχέθησαν. Χερουβεὶμ καὶ Σεραφεὶμ φόβῳ παρειστήκεσαν, θεωροῦντες μεγίστην παρρησίαν γυναικός, κρατούσης θερμότητι τοὺς πόδας τοῦ Κυρίου! Χερουβεὶμ ἀναβλέψαι οὐ τολμᾷ τὸ παντελῶς, καὶ γυνὴ ἁμαρτωλὸς τοὺς πόδας κατεφίλει! Σεραφεὶμ τὸ | |
10 | πρόσωπον καλύπτει ἐν πτέρυξι, καὶ γυνὴ ἁμαρτωλὸς προφανῶς παρίστατο! Ἄγγε‐ λοι τῷ θρόνῳ πλησιάσαι οὐ δύνανται, καὶ γυνὴ ἐν ταῖς θριξὶ τὰ ἴχνη κατέμασσεν! Ὦ γύναι πιστοτάτη, πῶς ἐγὼ ἐπαινέσω τὸ ὑπέρογκον φίλτρον θερμῆς σου προθέσεως; Ὦ γύναιον, πῶς δοξάσω τὴν μεγάλην πόθησιν τῆς τελείας σου ψυχῆς γενομένης πρὸς Θεόν; Ἢ τίς οὕτως ἀγαπᾷ, ὥσπερ σὺ ἠγάπησας; Ἢ τίς ἄρα ἀν‐ | |
15 | θρώπων οὕτως ὑποδεχθήσεται, καθὼς σὺ ἐδέχθης; Ταῦτα πάντα ὁ Σωτὴρ χάριτι | 108 |
109 | οἰκονομεῖ, ὑπὲρ τῆς σωτηρίας τοῦ γένους τῶν ἀνθρώπων, τοῦ δοῦναι παρρησίαν ἐλθεῖν εἰς μετάνοιαν τοὺς ἐν πλημμελήμασι δεινῶς κατεχομένους. Μεταξὺ δὲ τῆς εὐχῆς καὶ τοῦ κλαυθμοῦ τῆς γυναικός, ἰδὼν ὁ Φαρισαῖος, σφο‐ δρῶς ἐταράττετο. Μεταγινώσκων λοιπόν, ὅτι κέκληκε τὸν Χριστὸν εἰς τὴν οἰκίαν | |
5 | αὐτοῦ ἐν τάξει τοῦ προφήτου, καὶ πικρὰ ἐνθυμούμενος ἐν τῇ καρδίᾳ αὐτοῦ, ἔλεγεν ἐν ἑαυτῷ· ἐγώ, φησίν, ἐδόκουν προφήτην εἶναι τοῦτον, εἰδότα τὰ μέλλοντα καὶ τὰ παρεληλυθότα σαφῶς ἐπιστάμενον, 〈καὶ〉 προφήτην τέλειον. Νῦν δὲ ἐπέστην ὅτι οὔτε πρὸ ὀφθαλμῶν ἀκριβῶς ἐπίσταται, ἀλλ’ ἔστιν ὡς ἅπαντες. Ὁ δὲ Κύριος ἡμῶν, ὁ ἀεὶ ἐμβατεύων τὰ κρυπτὰ τῶν καρδιῶν, ὡς Πλάστης, | |
10 | οὐκ εὐθὺς ἀποτόμως ἐλέγχει τὸν πονηρόν, ἀλλ’ ἀνεξικάκως φέρει εἰς φῶς τὰ κρυ‐ πτά· καὶ δὴ ἐν πρᾳότητι καὶ πολλῇ χρηστότητι αἰνιγμάτισεν αὐτόν, ἅπερ ἐλογί‐ σατο· Σίμων, Σίμων, ἔχω τινὰ εἰπεῖν σοι παραβολήν, καὶ κριτήν σε βούλομαι στῆσαι τῶν ἐμῶν ῥημάτων. Δανειστῇ τινι ἦσαν δύο χρεωφειλέται· ὁ εἷς αὐτῷ ὤφειλε πεν‐ τήκοντα χρύσινα, ὁ δὲ ἕτερος ὤφειλε δεκάκις πεντήκοντα· ἦσαν δὲ ἀσπάζοντες | |
15 | πενίαν ἀμφότεροι· θεωρῶν δὲ ὁ μέγας ἐκεῖνος δανειστὴς τὴν θλῖψιν, ἑκατέροις ἴσως | 109 |
110 | κυρώσας τὴν ἄφεσιν, ἔδειξε πᾶσι προφανῶς μεγίστην συμπάθειαν. Πῶς αὐτὸς δοκι‐ μάζεις περὶ τῶν ἑκατέρων; Τίς ὀφείλει πλείονα φιλεῖν τὸν συγχωρητήν· ὁ ὀλίγον ἐαθείς, ἢ μᾶλλον ὁ τὰ πολλά; Ἀμφότεροι γὰρ ἔσχον παρ’ αὐτοῦ τὴν ἄφεσιν. Ἀπεκρίνατο ὁ Σίμων· ὁ τὰ πολλὰ ἐαθείς, ἐκεῖνος ἔτι πλείω ἀγαπῆσαι ὀφείλει. | |
5 | Ὁ δὲ Κύριος πρὸς αὐτόν· καλῶς, φησίν, ἔκρινας. Ἄκουσον οὖν, εἴπω σοι περὶ τῆς ἀγνοίας σου. Εἰς τὸν οἶκόν σου αὐτὸς τιμῶν με ἐκάλεσας, ὕδατι οὐκ ἔνιψάς μου τοὺς πόδας, ὡς προφήτου· ἡ δὲ γυνή, ἣν ὁρᾷς, ἐν τοῖς δάκρυσιν αὐτῆς ἔνιψέ μου τοὺς πόδας, καὶ ταῖς θριξὶ κατέμαξεν· ὁμοίως φίλημά μοι σύ, Σίμων, οὐκ ἔδωκας· αὕτη δὲ οὐ διέλειπε καταφιλοῦσά μου τοὺς πόδας· ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψάς | |
10 | ποτε· αὕτη δὲ τοὺς πόδας μου μύρῳ καλῷ ἤλειψε. Χάριν τούτου, λέγω σοι, αἱ πολλαὶ ἁμαρτίαι, ἅσπερ αὐτὸς νομίζεις ἐμὲ ἀγνοεῖν, ἀφεθήσονται αὐτῇ, ἐπειδὴ προέφθασε προδεῖξαι τὴν ἀγάπην περὶ συγχωρήσεως. Τῷ ὀλίγον φιλοῦντι, ὀλίγον ἀφίεται· τῷ δὲ πολὺ φιλοῦντι, πολὺ συγχωρεῖται. Λοιπὸν μὴ σκανδαλισθῇς περὶ | |
τῆς σωτηρίας αὐτῆς τῆς ἁμαρτωλοῦ· ἐγὼ γὰρ ἐλήλυθα ἁμαρτωλοὺς σῶσαι, ἐσκο‐ | 110 | |
111 | τισμένους φωτίσαι. Ῥαὰβ τὴν δεξαμένην τοὺς κατασκόπους, πιστεύσασαν ἀκριβῶς εἰς Θεὸν τῶν πατέρων, πῶς αὐτὴν διέσωσεν Ἰησοῦς ὁ τοῦ Ναυῆ, γνοὺς αὐτὴν πι‐ στοτάτην, ὡς καὶ τὸ ὄνομα αὐτῆς γραφῆναι ἐν πάσαις γενεαῖς, φήμη δὲ ἐν ταῖς φυλαῖς Ἰσραὴλ ταῖς δώδεκα. Τὸν αὐτὸν τρόπον νῦν καὶ αὐτὴν ἐδεξάμην. Ἐν πίστει | |
5 | ἀσαλεύτῳ καὶ ποθήσει τελείᾳ ἠγάπησέ με, καὶ ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς. Δέχομαι αὐτὴν ἐκλεκτήν, καὶ ἔσται ἐν ἀριθμῷ τῶν δικαίων τῶν ἀγαπη‐ σάντων με, καὶ συγχωρηθῇ αὐτῇ πλημμελήματα. Τὸ δὲ ὄνομα αὐτῆς εἰς αἰῶνα αἰ‐ ῶνος μὴ ἐξαλειφθήσεται, ἀλλὰ λαληθήσεται ἐν γενεᾷ γενεῶν τοῦτο ὃ ἐποίησεν εἰς μνημόσυνον αὐτῆς. Καὶ μαθόντες πάντες τὴν ἐργασίαν αὐτῆς γενήσονται καὶ αὐτοὶ | |
10 | καλῶν ἔργων ἐρασταί, καὶ πλουσίων καὶ αἰωνίων δωρεῶν μέτοχοι. Ἧς γένοιτο καὶ ἡμᾶς μιμητὰς γενέσθαι, καὶ ἐξομολογουμένους τὸν τῶν ψυχῶν ῥύπον δάκρυσιν ἐκκαθάραι, καὶ τυχεῖν τῆς παρὰ τοῦ ἁγίου Θεοῦ φιλαν‐ θρωπίας· ὅτι αὐτοῦ ἐστιν ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύ‐ | |
ματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 111 |