TLG 4138 141 :: EPHRAEM SYRUS :: Quomodo latro ante resurrectionem in paradisum intrauit (e cod. 115 Monasterii sancti Dochiarii in Monte Athonis, fol. 157)

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Quomodo latro ante resurrectionem in paradisum intrauit (e cod. 115 Monasterii sancti Dochiarii in Monte Athonis, fol. 157)

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 7. Thessalonica: Το περιβόλι της Παναγίας, 1998: 83–85.

Citation: (Line)

1tΠῶς ὁ λῃστὴς πρὸ τῆς ἀναστάσεως
2tεἰσῆλθεν εἰς τὸν παράδεισον
1 Οἱ τὴν τῶν σωμάτων ἀνάστασιν ἐξαρνούμενοι τό, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ προβάλλονται, λέγοντες ὅτι δίχα τῶν σωμάτων αἱ ψυχαὶ ἀπολαμ‐ βάνουσι τὰς ἀμοιβάς· εἰσῆλθε γάρ, φασί, ὁ λῃστὴς εἰς τὸν παράδεισον οὐ μετὰ σώ‐ ματος, καὶ δῆλον ὡς σωμάτων ἀνάστασις οὐκ ἔστιν. Εἶτα, ὅτε μὲν ἀγωνίζεσθαι ἔδει,
5τὸ πλέον ἐδέξατο τῶν ἱδρώτων τὸ σῶμα· ὅτε δὲ στεφάνων καιρός, μόνη ἡ ψυχὴ στε‐
φανοῦται; Οὐκ ἀκούεις τοῦ Παύλου λέγοντος ὅτι παραστῆναι ἡμᾶς δεῖ τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, καὶ δεῖ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν; Οὐκοῦν περὶ τοῦ ἀναντιρρήτως μέλλοντος γίνεσθαι εἶπεν ὁ Κύριος τῷ λῃστῇ,83
10σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, καθὼς καὶ ἀλλαχοῦ φησιν, ὁ μὴ πιστεύων εἰς τὸν Υἱὸν ἤδη κέκριται. Καίτοι οὔπω ἀνάστασις οὐδὲ κόλασις, πῶς οὖν ἤδη κέ‐ κριται; Ὑπὸ τῆς ἁμαρτίας πάντως. Καὶ πάλιν, ὁ πιστεύων εἰς τὸν Υἱὸν μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν· καὶ οὐκ εἶπε μεταβήσεται, ἀλλὰ μεταβέβηκε· τῶν μελλόντων ἀναντιρρήτως ἐκβήσεσθαι ὡς γεγενημένων λέγει. Οὕτω καὶ τῷ λῃστῇ
15προεῖπε τὸ πάντως ἐσόμενον. Λέγουσιν ὅτι ἤδη τέθνηκε καὶ νεκρός ἐστι, καίτοι ἐμ‐ πνέοντα βλέποντες. Καὶ ὥσπερ ἐκεῖνος ἐλπίδα σωτηρίας οὐκ ἔχει καὶ τέθνηκε τοῖς ἰατροῖς, οὕτω καὶ ὁ λῃστής. Ἐπειδὴ καὶ προσδοκίαν οὐκέτι εἶχεν ὑποστροφῆς πρὸς ἀπώλειαν, εἰσελήλυθεν εἰς τὸν παράδεισον τῇ ἀποφάσει, οὐ τῇ πείρᾳ. Οὕτω καὶ ὁ Ἀδὰμ ἤκουσεν, ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε. Τί γοῦν,
20αὐτῇ τῇ ἡμέρᾳ τέθνηκεν; Οὐδαμῶς· ἔτη γὰρ ἔζησεν ἐνακόσια μετὰ τὴν ἡμέραν ἐκεί‐ νην. Πῶς οὖν εἶπεν ὁ Θεός, αὐτῇ τῇ ἡμέρᾳ ἀποθανεῖσθε; Τῇ ἀποφάσει, οὐ τῇ πείρᾳ. Οὕτω μοι νόει καὶ περὶ τοῦ λῃστοῦ, διότι οὔπω καιρὸς τῆς τῶν ἔργων ἀνταποδόσε‐ ως· φησὶ γὰρ ὁ Ἀπόστολος ἐπὶ τῶν δικαίων· οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ κρεῖττόν τι προβλεψαμένου, ἵνα84
25μὴ χωρὶς ἡμῶν τελειωθῶσι.85