TLG 4138 140 :: EPHRAEM SYRUS :: De latrone in crucem (e cod. Sinaiticus 493, fol. 220)

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De latrone in crucem (e cod. Sinaiticus 493, fol. 220)

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 7. Thessalonica: Το περιβόλι της Παναγίας, 1998: 69–82.

Citation: Page — (line)

69

(t)

Εἰς τὸν ἐπὶ τοῦ σταυροῦ λῃστήν
1 Δύο λῃστῶν ἡ θεία Γραφὴ μέμνηται. Τῶν δύο τὰς πράξεις ἐξετάσωμεν καὶ τῆς ἐν αὐταῖς ὠφελείας ἀπολαύσωμεν. Ὁ πρῶτός ἐστιν Ἀδὰμ ὁ πρωτόπλαστος· οὗτος ἐλῄστευσε διπλοῦ ξύλου καρπόν. Τούτῳ κακῶς γεωργοῦντι ὁ κτήτωρ Θεὸς ἐπετί‐ μησε, καὶ πρὸς τὴν πρᾶξιν ἀφιδών, τὴν χάριν ἀφείλατο. Παρέδωκε θανάτῳ ὡς ἔνο‐
5χον, καὶ τὴν ἀπληστίαν ματαίοις πόνοις ἐνέπλησεν. Εἶδε τὴν ὁρμήν, καὶ τῇ πράξει ἐνεπόδισεν· ἀφεῖλε τὴν αὐθεντίαν, καὶ εἰς ἱδρῶτας ἐνέβαλεν· εἶδε τὴν δυσπιστίαν, καὶ
τὸ ξύλον τῆς ζωῆς οὐκ ἐπίστευσεν· ἦρκε τὸ ἀμέριμνον, καὶ φροντίσι δουλεύειν ὥρι‐69

70

σεν. Ἀπὸ μικροῦ τὸ μέλλον ἐδοκίμασε, καὶ ἀπὸ τοῦ ἑνὸς δένδρου ἔδειξεν ὅτι δι‐ καίως τὸ ξύλον τῆς ζωῆς αὐτῷ οὐκ ἐπίστευσε. Πάντων ἐν ἀρχῇ τὴν ἀπόλαυσιν ἔδωκεν, ἐν ἑνὶ δὲ ξύλῳ τοῦ γεωργοῦ τὴν ἔν‐ νοιαν ἰδεῖν ἤθελεν. Ἔσπευδε διὰ τῆς ἐντολῆς αὐτὸν ἀποδεῖξαι δόκιμον, ἵνα τὴν ἀΐ‐
5διον ζωὴν δι’ ἀρετὴν τῷ Ἀδὰμ παράσχηται· παρέβη τὰς συνθήκας καὶ τοῦ καρποῦ ἐνοσφίσατο. Συνέστη προγνώστης ὁ δημιουργὸς Θεός, ὅτι οὐ δι’ ἑαυτὸν ἐπείρασε τὸν Ἀδάμ, ἀλλὰ διὰ τοὺς ἀντιλέγοντας ἐκ τῶν αἱρέσεων· οὐ γὰρ ἦν δυνατὸν χλευασθῆ‐ ναι Θεόν. Διόπερ καὶ οὐ μετεμελήθη μὴ δοὺς ἐν ξύλῳ ζωῆς τὴν ἐντολήν. Μὴ γὰρ καὶ τὸ διπλοῦν δένδρον οὐκ ἐδίδου τῷ Ἀδὰμ μετὰ τὴν ἔκβασιν; Ἀλλ’ εἰδὼς τὸ μέλ‐
10λον ἔδειξε τῆς κακίας τὴν δύναμιν. Ἤλεγξε τὴν φύσιν τῆς φθορᾶς, ὅτι ἐστὶν ἄπλη‐ στος. Ἔδειξεν αὐτῆς τὴν ἀσθένειαν, ὅτι ἐπὶ μηδαμινοῖς ἐπιβάλλεται, καὶ παυομένη τῆς ἐνεργείας, οὐδέποτε κορέννυται. ᾜδει τὸ ἐσόμενον, καὶ διὰ σοφίας ἔδειξε τὴν ἀπόβασιν· ᾔδει τὸ μέλλον, καὶ ὑπὸ τῆς κακίας οὐκ ἠδικήθη. Εἰ γὰρ τὸ ξύλον τῆς ζωῆς ἐχαρίσατο, ἀθάνατος ἡ ἁμαρτία ἐγίνετο, τοῦ Ἀδὰμ κατακριθῆναι θανάτῳ μὴ
15δυναμένου.70

71

Οὐκ ἦν τὸ ξύλον τὸ διπλοῦν φύσει ὥς τινες λέγουσι κακόν, οὐδὲ εἶπεν, ἐν τῷ καρπῷ θανάτου ἀπολαύει· οὐδὲν γὰρ ὁ Θεὸς κακὸν ἐποίησε πώποτε· ἵνα δὲ γυ‐ μνάσῃ τὸν Ἀδάμ, παρῆκε τὴν διπλῆν γνῶσιν τῆς φρονήσεως καιρῷ οἰκείῳ καὶ αὐτῇ ἐπέτρεψε χρήσασθαι. Φρόνησιν δηλοῖ τὸ ξύλον τὸ διπλοῦν διὰ τὴν ἐντολήν. Ἡ φρό‐
5νησις πολλοῖς ξίφος γίνεται, ὅτι δι’ αὐτῆς πονηρίαν πολιτεύονται. Αὐτὴ οἶδεν ἀγαθοῦ δύναμιν καὶ κακοῦ ἐνέργειαν. Ἀλλ’ οὔπω ἠδύνατο αὐτὴν ὁ Ἀδὰμ ἐπιδέξασθαι, ἔχων τὴν λιτὴν τῆς φύσεως φρόνησιν ἱκανὴν εἰς τήρησιν τῆς ἐντολῆς· διὰ προκοπῆς δὲ ἀβλαβῶς ἔσχατον κἀκείνης ἀπήλαυεν, ὅτε ὁ κτίστης τὸν νοῦν ἱκανὸν ᾔδει πρὸς ἀποτέλεσμα.
10 Ἵνα μὴ οὖν θάνῃ τὸν αἰώνιον θάνατον, οὐκ ἐκέλευσεν ἐφάπτεσθαι διπλῆς γνώσεως. Προαίρεσιν ἐλευθέραν καὶ ἀπειλὴν ἐπὶ παραβάσει τῆς ἐντολῆς ὡρίσατο. Εἰ ἔστι ξύλον ζωῆς, ἔστι καὶ φρονήσεως· καὶ εἰ ἔστι βρῶσις ζωῆς, ἔστι καὶ φρονή‐ σεως· καὶ εἰ ἔστι πρόσκαιρος ἀπόλαυσις, ἔστι καὶ αἰώνιος. Ψυχὴ δὲ τούτων ἀπο‐ γεύεται καὶ τὸ σῶμα δι’ αὐτῆς. Ὥσπερ γὰρ τὰ πρόσκαιρα διὰ τῆς σαρκὸς ἐσθίει ἡ
15ψυχή, οὕτω καὶ τὰ αἰώνια διὰ τῆς ψυχῆς. Λάρυγξ ψυχῆς ἐστιν ἡ λογικὴ κατά‐71

72

στασις, καὶ στόμα αὐτῆς ἡ προαίρεσις, δι’ ἧς δέχεται τὰ ἐδώδιμα. Διόπερ ἀκαίρως γευσαμένη διπλῆς γεύσεως τὸ σῶμα κατέφθειρεν ὡς νήπιος στερεᾷ τροφῇ χρησά‐ μενος· καὶ ὅλως ἐξελόμενος αὐτὸν τοῦ θανάτου τῆς ψυχῆς τὸ σῶμα μετεκίνει, ἵνα μή τι χεῖρον ἑαυτὸν διαπράξηται.
5 Οὕτω γοῦν λῃστὴς ἀπεδείχθη ὁ πρῶτος ἄνθρωπος· οὕτως ἐπὶ τῇ γεωργίᾳ ηὕρηται κλέπτων τὰ ἀλλότρια. Ἔλαβε γὰρ εἰς χρῆσιν τὰ δέοντα, καὶ ἐφήψατο ὧν ὁ κτήτωρ αὐτὸν γεωργὸν οὐ κατέστησε. Διόπερ αὐτῷ συνδικασάμενος ἐνίκησε· καὶ ἐκρίθη ὁ πρὸς αὐτὸν ὡς λῃστής. Καὶ τοῦ ἄλλου γεωργίου μετέστησε· καὶ ἵνα μὴ ἀπόληται, δίδωσιν αὐτῷ γεωργίαν περιέλκουσαν τὴν ἀπληστίαν αὐτοῦ. Καὶ
10καθιστᾷ αὐτὸν ἐπιμελητὴν ἀκανθῶν, ὅπως μάθῃ κακίας ἐπιβουλὴν καὶ ἀγαθότη‐ τος χαρίσματα. Ἐδόκει ὁ Ἀδὰμ ὅμοιον ἑαυτῷ ἔχειν κριτήν. Ἔκλεπτε, καὶ λανθάνειν ἐνόμιζεν· ἤσθιε τὰ ἀλλότρια, καὶ ἐκρύπτετο εἰς τὸ μὴ καθορᾶσθαι· ἀλλ’ ἔσχεν ἔλεγχον τῆς φύσεως τὴν γυμνότητα, ἣν δοὺς αὐτῷ ὁ Θεός, ὅτε ὑπέστη, καὶ μὴ παρὼν ἤλεγξεν
15ὅτι ἔβλεπεν. Οὐκ ἠδυνήθη ἀρνήσασθαι, ἔχων ἐκ τῆς φύσεως τὸν ἔλεγχον. Ἐμαρτύ‐72

73

ρει ἡ γυμνότης τὴν παράβασιν, καὶ σιωπῶν ὁ Θεὸς αὐτοκατάκριτον εἶναι τὸν Ἀδὰμ ἐδείκνυεν. Ἔλεγεν· Ἀδάμ, ποῦ εἶ; Καὶ ἐνοεῖτο ὅτι ᾔδει ποῦ ἐστιν, μὴ εἰδέναι νομι‐ ζόμενος. Ὅθεν καὶ συγκρινόμενος καὶ νικήσας, κριτὴς ηὕρηται δίκαιος, καί, ἀπο‐ φηνάμενος ὡς ἔπρεπεν, ἔδωκε διέξοδον τῇ καταδίκῃ. Οὐ γὰρ ἀνέσχετο ἀγαθὸς ὢν
5πλεονεκτηθῆναι ὑπὸ τῆς φαυλότητος. Ὢ τῆς θείας αὐτοῦ δυνάμεως! Ὢ τῆς ἀκράτου γνώσεως! Ὢ τῆς μεγίστης χρηστότητος! Ὅσα ὑπέστη διὰ τὸν ἄνθρωπον εὐθὺς καὶ ἐξ ἀρχῆς! Οὔπω τῆς δη‐ μιουργίας τὴν χάριν ἀπέλαβε, καὶ εὐθέως δίκας μετὰ τοῦ οἰκείου δούλου ἔλεγεν· οὔπω τῆς γεωργίας τὸ τέλος ἐκαρπώσατο, καὶ περὶ παντὸς τοῦ γεωργίου συνε‐
10κρίνετο. Ὁ κτήτωρ ὑπὸ τοῦ παροίκου καθείλκετο ἐπὶ γῆς τῷ ὄφει διαλέγεσθαι, καὶ ὁ δεσπότης ὑπὸ τοῦ ὄφεως διὰ τὸν δοῦλον διεσύρετο. Οὐκ ἀπέλαβε τὴν τοῦ παραδείσου χάριν ἀπὸ τοῦ Ἀδάμ, καὶ παρευθὺς σύγ‐ κριτον ἔσχε τὸν θεράποντα· οὐκ ἐφύλαξε τὴν ἐντολήν, καὶ εἰς κατηγορίαν ἐτρέπετο. Τὴν πίστιν ἠθέτησε, καὶ τὴν ἐντολὴν οὐκ ἐφύλαξε, καὶ πρὸς τούτοις ἀπολογίας ἐπε‐
15λαμβάνετο λέγων· ἡ γυνή μοι ἔδωκε. Καὶ εὐθὺς ἄχρι ῥᾳθυμίας αὐτῷ προύκοπτεν73

74

ἡ παράβασις, ἀλλὰ καὶ κλοπὴν ἐργασάμενος οὐκ ᾐσχύνετο· οὔτε γὰρ ἐφύλαξε τὴν γυναῖκα μὴ ἅψασθαι, οὔτε ἑαυτὸν τῆς βρώσεως ἠλλοτρίωσεν. Οὗτος, οὗτος ὁ τύπος καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονεν, ὅτι ἰάσεων ἀπήλαυον διὰ Χριστοῦ, καὶ μετ’ οὐ πολὺ εἰς δίκας μετέβαλον· καὶ τὸν νόμον ἀποσυλοῦντες τὸν
5νομοθέτην ἐδίκαζον· καὶ τοῖς τοῦ νόμου δικαιώμασιν ἐν ῥᾳδιουργίᾳ προσιόντες, τὸν νομοθέτην ᾐτιῶντο, ἐπὶ τελείοις αὐτοῦ δόγμασι προτρεπόμενον. Ἀλλ’ ἔσχον καὶ αὐτοὶ ἐν ἑαυτοῖς τὸν ἔλεγχον, ὅτι ἐγυμνώθη ὁ ναὸς σχισθέντος τοῦ ἁπλώματος, ἵν’ ἐκ τῆς ὁμοιότητος γνωσθῇ ὅτι ὁ τὸν Ἀδὰμ ἐλέγξας ἐπὶ κλοπῇ, αὐτὸς καὶ Ἰουδαίους παραβάτας ἐδείκνυεν.
10 Ἐκεῖνον σαρκὸς θανάτῳ πρὸς τὸ σφάλμα κατέκρινε, τούτους δὲ αἰωνίῳ κο‐ λάσει ψυχῆς· ἐκεῖνον παραδείσου, τούτους τοῦ ναοῦ ἠλλοτρίωσεν· ἐκεῖνον ἀπέστη‐ σε τοῦ ξύλου τῆς ζωῆς, καὶ τούτους τοῦ θείου νόμου ἐξεώσατο. Εὐχαριστοῦμέν σοι, Χριστέ, ὅτι ἔδωκας ἡμῖν ἐλπίδα ἀναστάσεως· ὁ γὰρ Ἐχθρὸς ἔσπευσεν ἀμφοτέρους ἡμῖν τοὺς θανάτους συναρπάσαι· ἐν τῷ Ἀδὰμ τὸν σαρκὸς θάνατον εἰσέβαλε, καὶ ἐν
15τοῖς Ἰουδαίοις τὸν ψυχῆς τοῖς ἀπίστοις προεξένησεν. Ἀλλ’ ὁ τοῦ Θεοῦ Λόγος ἀμ‐74

75

φοτέρους ἠλλοίωσε παραγενόμενος· τὸν μὲν τῆς σαρκὸς διὰ τοῦ πάθους καθελών, τὸν δὲ τῆς ψυχῆς διὰ πίστεως· ὅτι καὶ ἀσεβέσιν ἐκήρυξε μετάνοιαν. Ὧδέ που τέλος ἐπιθῶμεν τῷ πρώτῳ λῃστῇ· ἴδωμεν δὲ ἐφεξῆς τίς μετὰ τοῦτον δεύτερος. Οὗτος ἐκεῖνός ἐστιν ὁ ἐπὶ σταυροῦ, ὁ τὰ διπλᾶ λῃστεύσας πράγματα· ἐλῄ‐
5στευσε γὰρ ἐν τῷ θανάτῳ τὴν ζωήν, καὶ ἐν τῇ πίστει τὴν ἀπιστίαν. Ὁ Ἀδὰμ ἀπὸ ξύλου θάνατον ἔκλεψε, διὰ ξύλου καὶ οὗτος τὴν ζωὴν ἐλῄστευσε. Διπλῆν γνῶσιν ὁ καρπὸς τοῦ δένδρου παρεῖχεν ἐκεῖ, καὶ ἐν τῷ σταυρῷ διπλοῦς τρόπος ἐτύγχανε, ζωῆς καὶ θανάτου. Ἐκεῖνος φαγὼν ἔθανε, καὶ οὗτος νηστεύσας ἔζησεν· ἐκεῖνος λα‐ λήσας ἠπάτηται, καὶ οὗτος σιγήσας ἐπέτυχε.
10 Ὁ Ἀδὰμ διὰ πανουργίας Θεῷ συνέπεσεν, ὁ λῃστὴς ἐν ἁπλότητι πιστεύσας διασῴζεται. Καὶ τοῦ μὲν Ἀδὰμ ἡ ἀπολογία οὐκ ἔσχε ταπεινοφροσύνης ὁρμήν· οὐ γὰρ εἶπε· σύγγνωθι ὅτι ἥμαρτον. Τοῦ δὲ λῃστοῦ ἡ ὁμολογία τὸν Διάβολον ἐν τα‐ πεινοφροσύνῃ ἐνίκησε. Διὰ τοῦτο, ἐκεῖνος μὲν ζῶν ἀπέθανεν, ὁ δὲ λῃστὴς θνῄσκων
ἀνέζησεν. Οὗτος εἰσῆλθεν εἰς τὸν παράδεισον διὰ τῆς πίστεως, ὁ δὲ Ἀδὰμ διὰ τῆς75

76

πλάνης ἐκεῖθεν ἐκβέβληται. Ἐκεῖ γνῶσις ἦν καλοῦ καὶ πονηροῦ, ζωὴ καὶ θάνατος· καὶ ἐν τῷ σταυρῷ Ἰουδαίοις ἦν θάνατος, τοῖς δὲ πιστοῖς ζωὴ αἰώνιος. Τῷ Ἀδὰμ ἐν ξύλῳ ἐκρέματο ὁ καρπὸς τῆς γνώσεως, καὶ τῷ λῃστῇ ἐν τῷ σταυρῷ ὁ καρπὸς τῆς ζωῆς, ὁ Χριστὸς δηλαδή. Ἐκεῖνος ἔφαγε καὶ διεφθάρη, οὗτος μόνον ἥψατο καὶ
5διεσώθη ἐκ τῆς φθορᾶς. Ὢ τῆς διπλῆς ὑποθέσεως! Ὢ τῆς τῶν δύο λῃστῶν διπλῆς πράξεως! Τῶν δύο μία πρᾶξις ὑπεναντίαν ἔσχεν ἔκβασιν· μία προσωνυμία τέχνης διεφώνησε τῇ ἐνερ‐ γείᾳ· ἐν τοῖς δυσὶ λῃσταῖς εὑρήσειέ τις ἑκάστῳ παρεῖναι τὰ δύο δένδρα. Εἶχε καὶ Ἀδὰμ ξύλον ζωῆς, εἰ τὴν ἐντολὴν ἐφύλαξεν· εἶχε καὶ τὸ διπλοῦν ξύλον ὁ λῃστής, εἰ
10ἠθέλησε διὰ πανουργίας Θεῷ προσελθεῖν· ἐάσας δὲ τὴν πλάνον πανουργίαν εὐθύ‐ τητι τῷ Χριστῷ προσέδραμεν. Ὁ σταυρὸς ἦν τὸ ξύλον, καὶ ἡ ἐν αὐτῷ ζωὴ ἦν ὁ Χριστός. Καὶ ἐν τῷ παρα‐ δείσῳ οὐ φύσις ξύλου περιεῖχε ζωὴν οὐσιωδῶς, ἀλλ’ ἐπείσακτον εἶχεν ἐν Θεῷ τὴν ἀφθαρσίαν.
15Ὁ Ἀδὰμ ἠλόγησε καθιδεῖν ἐν αὑτῷ τὸν κρυπτόμενον Θεὸν καὶ ἀπέτυχεν· ὁ
λῃστὴς ἐπιμελῶς προσηνέχθη τῇ πρὸς Χριστὸν οἰκειότητι. Ὁ Ἀδὰμ εἶχε τὴν Εὔαν76

77

ὑποφῆτιν τῆς βρώσεως, καὶ ὁ λῃστὴς ὡσαύτως τὸν ἕτερον λῃστὴν ἐπονειδίζοντα· ἀλλ’ ἐνίκησε τὴν ἀπάτην διὰ τῆς πίστεως· οὐ γὰρ διεκρίθη περὶ τὸν ὁρώμενον, πρὸς δὲ τὴν ἐνέργειαν τοῦ ἀοράτου ἐνέβλεψε. Ταῦτά ἐστι πίστις καὶ φρόνησις, τὰ γὰρ τοῦ Ἀδὰμ πανουργία καὶ ἄνταρσις.
5Ταῦτα κλέμματα ἔχει τὴν εἰς ἕκαστον ἀπόλαυσιν. Ὁ μὲν γὰρ ἐβιάσατο τὴν ζωὴν καὶ ἔτυχε καθὼς γέγραπται, ὁ δὲ περιεργασάμενος αὐτὴν συνέπεσε, καθὼς προείρηται. Ἴδωμεν γοῦν τοῦ φιλοχρίστου τὸν προφητικὸν νοῦν, καὶ θαυμάσωμεν τῆς θείας Γραφῆς τὴν δύναμιν. Δεύτερος λῃστὴς οὗτός ἐστιν ὁ λαὸς ὁ ἐξ ἐθνῶν ὁ δεύτερος, ὁ διὰ πολλῶν πλα‐
10νηθεὶς καὶ ἐπὶ τέλει σωθείς, ὁ ἐν κακοῖς πολλοῖς περικρουσθεὶς καὶ δι’ ὁμολογίας Θεοῦ λυτρωθείς, ὁ τὴν σαρκικὴν ζωὴν ἐν μοχθηρίᾳ διελθὼν καὶ ἐπὶ τοῦ οἰκείου θανάτου τὴν ζωὴν κτησάμενος. Πρὸς τοῦτον τὸν λῃστὴν εἰδικώτερον εἴρηται· ἆρον τὸν σταυρόν σου καὶ ἀκολούθει μοι. Ἀληθῶς γὰρ ἀπὸ τοῦ σταυροῦ ὁ λῃστὴς τῷ Χριστῷ εἰς τὸν παράδεισον ἠκολούθησεν· οὕτω καὶ οἱ τῷ Χριστῷ πιστεύοντες διὰ
15τοῦ θανάτου αὐτῶν τὴν ζωὴν κληρονομήσουσιν.77

78

Οὗτος ὁ λῃστὴς τῷ ἑτέρῳ ἐπετίμα λῃστῇ· τὸ μέλλον γὰρ ἐσήμαινε τὸ περὶ τῶν δύο λαῶν, ὅτι οἱ τοῦ Χριστοῦ τοῖς Ἰουδαίοις ὡς ἀπίστοις ἐπιτιμήσουσιν. Ἰου‐ δαῖοι ἕως τοῦ νῦν τῷ Χριστῷ μοχθηρῶς προσφέρονται, καὶ αὐτοὺς ἡ ζωή, ὁ Χρι‐ στός, ἕως τοῦ δεῦρο ἀποστρέφεται· καὶ καθὼς ὁ λῃστὴς κατεκρίθη διὰ τὴν ἀπιστίαν,
5οὕτω καὶ Ἰουδαῖοι ἐν θεομαχίᾳ ἐναποθνῄσκουσιν. Ὁ νέος λαὸς ἐλέγχει τὸν παλαιὸν ὑπὸ κακονοίας φθειρόμενον. Οὗτός ἐστιν ὁ λῃστὴς ὁ εὐσεβέστατος· μήπω καμὼν ἀπολαμβάνει τὰ γέρα πρὸς Θεοῦ, ἐπειδὴ ἡ πίστις οὐ χρόνου δεῖται, ἀλλὰ διαθέσως. Οὗτός ἐστιν ὁ λῃστὴς ὁ τὴν ἑνδεκάτην ὁλόκληρον ἡμέραν ἀπολαβών· καὶ γὰρ ὁ ἐξ ἐθνῶν λαὸς πρὸς ἑσπέ‐
10ραν τοῦ κόσμου τῷ Χριστῷ εἰς τὸν ἀμπελῶνα ἠκολούθησεν. Ὁ ἀμπελών ἐστιν ὁ τοῦ Θεοῦ παράδεισος· οἱ κάμνοντες ἐν αὐτῷ οἱ ἅγιοι, Σήθ, Ἐνώχ, Νῶε, Ἀβραάμ, Μω‐ υσῆς, Σαμουήλ, καὶ τῆς ἡμέρας τὸ καῦμα τοῖς πόνοις ἀποτρυγήσαντες. Ὁ λῃστὴς
ὄντως πρὸς ἑσπέραν μεμίσθωται, κἀκείνων τοῖς μισθοῖς παραπλήσιος γέγονεν.78

79

Ἴδωμεν οὖν τὴν χάριν τοῦ Χριστοῦ, ἐν ᾗ τὰ δικαιοσύνης συγκεκέρασται, ὅτι οὐδὲν ἄκριτον ἢ προσκλινὲς παρ’ αὐτῷ. Ἐπίστευσε Νῶε τῷ Θεῷ, ἀλλὰ διὰ θείας ἀποκαλύψεως· ἐπίστευσεν Ἀβραάμ, ἀλλ’ ἐξ οὐρανοῦ Θεῷ προσομιλοῦντι· ἐπίστευσεν 〈Ἰωσὴφ〉 καὶ ἐνυπνίοις ἐνδόξοις
5πειθόμενος· καὶ Ἰακὼβ ἐπίστευσε ψηλαφωμέναις εὐεργεσίαις στηριζόμενος· κἄν τις εἰς μέσον ἐνέγκῃ τὸν Μωυσῆν, εὑρήσει τὴν τούτου πίστιν πολλοῖς παιδαγωγηθεῖσαν θαυμασίοις Θεοῦ· κἂν Ἰησοῦν τὸν Ναυῆ, τοὺς Κριτάς, καὶ Σαμουήλ, Δαυΐδ, καὶ πάντας τοὺς εὐαρεστήσαντας βασιλεῖς καὶ ἰδιώτας, ὄψεται τὴν τούτων πίστιν διὰ πολλῶν Θεοῦ τελειωθεῖσαν πράξεων.
10 Τί δὲ πρὸς τὸν λῃστήν; Ὅτι ἐπίστευσε Θεῷ οὐκ ἀπ’ οὐρανοῦ βοῶντι, οὐκ ἀπὸ ὄρους Σινᾶ νομοθετοῦντι, οὐκ ἐν Αἰγύπτῳ πατάσσοντι, οὐ θάλασσαν διαιροῦντι,
οὐκ ἄρτον ἀπ’ οὐρανοῦ διδόντι, οὐ τὸν λαὸν παιδεύοντι, οὐ τὸν Χαναὰν ὀλοθρεύοντι,79

80

οὐ τὴν Ἱεριχὼ ἐκτὸς ὅπλων βάλλοντι, οὐ πολέμους ἀλλοφύλων τροπουμένῳ, οὐκ ἐν τῷ ναῷ διὰ νεφέλης φαινομένῳ, οὐ θυσίας οὐρανίῳ πυρὶ δεχομένῳ, οὐκ ἐν προφή‐ ταις ποικίλως δημηγοροῦντι πρὸς τὸν Ἰσραήλ, ἀλλ’ ἐν ἀτιμίᾳ, ἐν ἀδοξίᾳ, ἐπὶ αὐτοῦ τοῦ σταυροῦ ἐφ’ ὃν κἀκεῖνος ἐκρέματο.
5 Οὐκ εἶδεν αὐτὸν οὐρανὸν πηγνύντα, ἀλλ’ ἐπὶ σταυροῦ προσηλωμένον· οὐκ εἶδεν ἐπὶ θρόνου δόξης καθεζόμενον, ἀλλὰ γυμνόν, ἀσχημόνως κρεμάμενον· οὐκ εἶδεν Ἀγγέλων ἐν πλήθει δορυφορίαν, ἀλλὰ δημίων ἐπιβαινόντων αὐτῷ εἰς ἀναί‐ ρεσιν· οὐκ εἶδεν Ἀρχαγγέλων ὕμνους, ἀλλ’ Ἰουδαίων ὕβρεις· οὐκ εἶδε δυναστείαν ἐπίσημον, ἀλλ’ ἀπὸ Πιλάτου φραγγελούμενον· οὐ νεφέλας αὐτὸν ἐνδόξους περιε‐
10χούσας ἐθεάσατο, ἀλλὰ σπεῖραν στρατιωτῶν ἐπιχαίρουσαν· οὐ στεφάνῳ βασιλικῷ περιδεδεμένον ἐθεάσατο, ἀλλὰ ἀκάνθαις τὴν κεφαλὴν περιεχόμενον· οὐ σκῆπτρον
βασιλείας ἑώρακεν, ἀλλὰ κάλαμον ἐπαιτικὸν κρατοῦντα ἐν χειρί· οὐκ ἀλουργίδα80

81

λαμπρὰν ἀποστίλβουσαν, ἀλλὰ φάρσος πεφοινιγμένον αἵματι· οὐκ ἦχον βασιλείας ἐπάξιον, ἀλλὰ χορὸν Ἰουδαίων ἐπιτωθάζοντα· οὐκ εἰς τιμὴν εἰσιόντα ἔνδοξον ἑώ‐ ρακεν, ἀλλ’ εἰς γύμνωσιν κατακρίσεως. Ἄλλους τύπτοντας, ἑτέρους ῥαπίζοντας, ἐνίους ἐπιγελῶντας, καί τινας τὸν οἰκεῖον σταυρὸν τοῖς ὤμοις αὐτοῦ ἐπιθέντας.
5 Καὶ ἐπὶ τούτοις πᾶσιν οὐκ ἐδίστασεν, οὔτε τὸν νοῦν πρὸς ἀπιστίαν ἔκλινεν, ἀλλὰ λαμπρᾷ τῇ φωνῇ εἶπεν αὐτῷ· μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὢ λῃστοῦ θαυμασίου τὴν βασιλείαν τῶν οὐρανῶν λῃστεύσαντος! Ὢ φωνῆς ἱερᾶς τὸν παράδεισον κληρονομούσης! Ὢ πίστεως ἀσυγκρίτου πᾶσαν τὴν τοῦ δαί‐ μονος δολιότητα τροπωσαμένης! Τί εἶδες, ὦ λῃστά, οὕτω ἀποκρίνεσθαι; Ἄνθρωπος
10ἦν ὁ Χριστὸς τὸ φαινόμενον, καὶ ἄνθρωπος κατάκριτος μετὰ σοῦ ἐπὶ τοῦ ξύλου ἐκρέ‐ ματο. Μιᾷ κολάσει ὑποβεβλημένον ἔβλεπες· ὁμοίως σοι κατακριθέντα αὐτοῖς 〈τοῖσ〉 ὀφθαλμοῖς παρελάμβανες. Πόθεν σοι προσγέγονεν ἡ τοσαύτη προαίρεσις; Πόθεν ἡ τηλικαύτη πίστις ἀνέκυψεν; Ἐνίκησας τοὺς Ἰουδαίους καὶ τὴν φρόνησιν αὐτῶν· τοὺς νομομαθεῖς κατῄσχυνας ἐν διαλέξεσιν· ἔγνως τὸ εὐσεβὲς ὑπὸ φύσεως διδα‐
15χθείς· ἤλεγξας τὸ ἀσεβὲς τῶν ἐν νόμῳ παιδευομένων.81

82

Ἀκούσατε γὰρ καὶ σύνετε τοῦ λῃστοῦ τὴν θείαν ἐπίλυσιν· ἐπιτιμᾷ τῷ ἑτέρῳ λῃστῇ ὑβρίζοντι. Εἶπε πρὸς αὐτόν· τί θεομαχεῖς ἐν αὐτῷ τῷ τέλει τοῦ βίου γινόμε‐ νος; Τί ὑπτιάζεις πρὸς ἀσέβειαν, ἐν ἀφροσύνῃ διερχόμενος; Σύνες τὴν 〈ἀνομίαν〉 καὶ λέγε τὴν ἁμαρτίαν· νόησον ἡμῶν τὴν πρᾶξιν καὶ παραιτοῦ κατὰ τὸν τρόπον.
5Ἡμεῖς γὰρ ἀξίως σταυρούμεθα, πάμπολλα κακουργήσαντες· οὗτος δὲ ἐν φθόνῳ ἀθῶος ὢν τοῦθ’ ὑφίσταται· οὐκ ἔστι δὲ φθόνος ἄνευ ἀρετῆς, οὐδὲ ζηλοῦσιν οἱ παρά‐ νομοι τοὺς ὁμοίους, φησίν· ἀθῶον ὄντα θανάτῳ παρέδοσαν, καὶ ἐπὶ παρανομίαις
ἐλέγχοντα οἱ Ἰουδαῖοι οὐκ ἤνεγκαν τὰ τοῦ Θεοῦ νουθετοῦντα ...82