TLG 4138 139 :: EPHRAEM SYRUS :: Sermo in crucem, in consecrationibus, et de sancto ligno crucis (e cod. Athen. Nat. Bibl. 244 MPT, fol. 62v)

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo in crucem, in consecrationibus, et de sancto ligno crucis (e cod. Athen. Nat. Bibl. 244 MPT, fol. 62v)

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 7. Thessalonica: Το περιβόλι της Παναγίας, 1998: 62–68.

Citation: Page — (line)

62

(1t)

Λόγος ἐν τῷ σταυρῷ, ἐπὶ τῶν ἐγκαινίων,
2tκαὶ περὶ τοῦ ἁγίου ξύλου τοῦ σταυροῦ
1 Ἐν τοῖς ἁγίοις τόποις οὕτως ἐστὶν ὁ σταυρός, ἀδελφοί, ὡς τὸ ξύλον τὸ πεφυ‐ τευμένον ἐν μέσῳ τοῦ παραδείσου. Ἐκεῖνο τὸ δένδρον καρπὸν ζωῆς ἔφερε, τοῦτο τὸ ξύλον ζωῆς αἰωνίου πηγὴν προεβάλετο· ἐκεῖνο τὸ δένδρον πηγὴν εἶχεν ἐν πλευρᾷ κειμένην εἰς ἀρδείαν αἰώνιον,
5καὶ τοῦτο τὸ ξύλον προείκατο καρπὸν καὶ ἐκ πλευρᾶς πηγὴν αἵματος καὶ ὕδατος ἐξ‐ έβλυσεν· ἐκεῖνο 〈τὸ〉 δένδρον ἦν ἐν μέσῳ τοῦ παραδείσου, καὶ τοῦτο τὸ ξύλον ἐν μέσῳ
τῆς γῆς πεφύτευται· καθὼς καὶ Δαυῒδ ὁ προφήτης ἐμαρτύρησε περὶ Θεοῦ εἰπὼν ὅτι,62

63

εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Ἐκεῖ ἐφύτευσεν, ὧδε εἰργάσατο. Ὅτι τὸν μὲν παράδεισον ὡς Θεὸς ἔκτισε, τὸν δὲ σταυρὸν ὡς ἄνθρωπος ὑπομεμένηκεν. Ἐκεῖνο τὸ δένδρον ἔμφυτον προΐετο ζωήν, τοῦτο τὸ ξύλον ἐμπροαίρετον ἀΐδιον ζωὴν πᾶσι τοῖς βουλομένοις προβάλλεται· ἐκεῖνο τὸ δένδρον μόνῳ τῷ Ἀδὰμ ἐπ’ ἐξ‐
5ουσίας δίδοται, τοῦτο τὸ ξύλον τῆς ζωῆς πᾶσι τοῖς θέλουσι πρόκειται εἰς ἀπόλαυσιν· ἐκείνου τοῦ δένδρου ἁμαρτήσας ὁ Ἀδὰμ ἀπολαῦσαι κωλύεται, τούτου τοῦ ξύλου τῆς ζωῆς διὰ μετανοίας καὶ οἱ σφαλλόμενοι συντόμως μετέχουσιν· ἐκεῖνο τὸ δένδρον ἔμφυτον εἶχε τὸν καρπὸν συντείνοντα εἰς ζωὴν αἰώνιον, τοῦτο τὸ ξύλον ὃ μὴ εἶχεν ἐπεκτήσατο· ὅτι φθαρτὸν ὄν, γέγονεν ἄφθαρτον· καὶ διὰ πίστεως οὐκέτι ξύλον ἐστίν,
10ἀλλὰ πηγὴ ζωῆς αἰωνίου. Καὶ ὅτι πηγάζει ζωὴν ὁ σταυρὸς καὶ ὁ Ἰησοῦς ἔφη· ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις. Καὶ ὁ Ἀπόστολος εἴρηκεν, ὅτι εἰς τὸν θάνατον τοῦ Χρι‐ στοῦ ἐβαπτίσθημεν εἰς ζωὴν αἰώνιον. Ὢ τοῦ σταυροῦ τῆς θείας δυνάμεως, ὅτι ἡμᾶς ἀπολαῦσαι τοῦ παραδείσου πε‐
ποίηκε, τὴν ζωὴν ἐν Χριστῷ προβαλλόμενος! Οὐαὶ Ἰουδαίοις καὶ Ἕλλησιν, ὅτι κοι‐63

64

νὸν οἰκοῦντες παράδεισον τὸ ξύλον τῆς ζωῆς οὐκ ἐμβλέπουσιν! Οὐαὶ τοῖς Ἰουδαίοις, ὅτι τὸ γεώργιον τοῦ Θεοῦ ἐμπιστευθέντες, τὸν καρπὸν τῆς ζωῆς οὐκ ἐπιγινώσκου‐ σιν! Οὐαὶ τοῖς Ἰουδαίοις, ὅτι τυφλοὶ ὄντες, τὸν ἀτίμητον μαργαρίτην ἠρτημένον ἐν ξύλῳ οὐ καθορῶσιν! Οὐαὶ τοῖς Ἰουδαίοις, ὅτι λαβόντες τὴν κτῆσιν τοῦ ἀγροῦ, τὸν
5ἐν τῷ ξύλῳ θησαυρὸν οὐκ ἐνόησαν, ἀλλὰ τοῖς ἔθνεσιν αὐτὸν ἀποδίδονται! Οὐαὶ τοῖς Ἰουδαίοις, ὅτι τῆς ἀμπέλου κρατοῦντες, τῆς εὐφροσύνης τοῦ δένδρου τούτου ἐστέ‐ ρηνται· ἡμῖν 〈τε〉 τὸν θησαυρὸν τοῦτον μηδὲν λαβόντες παραχωροῦσι! Διὰ τοῦτο ὡς τυφλοῖς καὶ μωροῖς ὁ σατανᾶς ἐμπαίζων οὐ παύεται. Ἀπὸ τῆς ἀργίας τὸν βό‐ τρυν ἠφάνιζον· διὸ ἡμῖν αὐτὸν ὁ Θεὸς ἀντιπαραδίδωσιν. Ἔλαβε τὸν ἀμπελῶνα καὶ
10τοῖς ἔθνεσιν αὐτὸν δίδωσιν· ὅθεν καὶ μυριοπλασίονα αὐτῷ τὸν καρπὸν ἀποδίδωσι. Τίς ὁ καρπὸς τοῦ ἀμπελῶνος Χριστοῦ, ἀλλ’ ἢ ὑμεῖς; Ὅσοι γάρ ἐστε τοῖς πλή‐ θεσι, τοσοῦτοί εἰσι καὶ οἱ βότρυες. Ἐν τῇ συναγωγῇ ἐζήτει κἂν ἕνα βότρυν Χριστός,
ἀλλ’ ἔλεγον οἱ Προφῆται πρὸς αὐτόν, πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· ὑμεῖς δὲ64

65

ὡς θαυμάσιοι βότρυες τὴν παρουσίαν αὐτοῦ εὐφραίνεσθε, ἑαυτοὺς αὐτῷ προσκομί‐ ζοντες. Ἐπεζήτει ἐν τῇ συναγωγῇ καρπὸν ὁ Χριστός, ἀλλὰ πρὸς αὐτὸν ἔλεγον οἱ ἅγιοι, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός· ὑμεῖς δὲ ἀνακεκραμένοι τῇ τοῦ Χριστοῦ χάριτι, πάντες καρπός ἐστε τῆς ἀμπέλου ταύτης, ἐν ᾗ τὸ ξύλον πεφύ‐
5τευται τοῦτο. Καὶ ὅτι ἀμφότερα ἐν ταῖς Διαθήκαις οἱ λαοί, καρπὸς καὶ γεώργιόν εἰσι τοῦ Θεοῦ, λέγει μὲν καὶ Παῦλος ὁ ἀπόστολος, Θεοῦ γεώργιόν ἐστε, Θεοῦ οἰκο‐ δομή ἐστε· εἶπε δὲ καὶ Ἠσαΐας περὶ Ἰουδαίων· ὁ γὰρ ἀμπελὼν Κυρίου σαββαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος Ἰούδα νεόφυτον ἠγαπημένον. Εἰς τοῦτον ἧκε τὸν ἀμπελῶνα ὁ Κύριος ζητῶν τὸν καρπόν. Ἀλλὰ πρὸς αὐτὸν
10λέγει ὁ αὐτὸς Ἠσαΐας· τί ἐπιζητεῖς εἰς τὴν χερσωθεῖσαν ἄμπελον καρπόν; Τί παρα‐ καθίζῃ τῇ ἠρημωμένῃ ἀμπέλῳ προσδεχόμενος βότρυας; Τί ἐπιμένεις καὶ παραμέ‐ νεις αὐτούς; Τυφλοὺς ἀπαιτεῖς γεωργίας ἐπιμέλειαν; Τὰ ἀκάνθιά σοι ἀποδώσοιεν ἀντὶ βοτρύων· ἀκάνθας καὶ τριβόλους ἀντὶ καρποῦ· καὶ γὰρ ἐγὼ ἔμεινα ἵνα ποιήσῃ
σταφυλήν, ἐποίησε δὲ ἀκάνθας.65

66

Τοῖς πάθεσιν ἀποτυφλωθέντες οἱ Ἰουδαῖοι οὔτε τὴν προϋπάρξασαν σπουδὴν τῆς ἀμπέλου ἐφύλαττον, ἀλλὰ καὶ ὅσα οἱ πατέρες ἐν αὐτῇ ἔκαμνον, οὗτοι διὰ τῆς ἀμελείας ἀπώλεσαν· διὰ τοῦτο καὶ ἕτερος προφήτης ἀναζητοῦντι Χριστῷ τὸν καρ‐ πὸν εἴρηκεν· ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.
5Ἀλλ’ ἐλθὼν ὁ δεσπότης τοῦ ἀμπελῶνος τὴν συκῆν καταργοῦσαν τὸν ἀμπελῶνα ἐξή‐ ρανε, καὶ φυτεύσας ἐν αὐτῷ τὴν προγονικὴν εὐσέβειαν, ἡμῖν τὸν ἀμπελῶνα ἐκδί‐ δωσι· τὴν συκῆν ἐξήρανε καὶ τὸν σταυρὸν ἐν αὐτῷ κατεφύτευσεν. Αὐτὸς γάρ ἐστι περὶ οὗ καὶ ὁ προφήτης Ἰεζεκιὴλ εἴρηκεν, ὅτι ξηραίνει ξύλον ξηρόν, καὶ τὸ ὑγρὸν ἀναθάλαι ποιεῖ. Ἢ οὐκ ἀνέθαλεν ὁ σταυρός, ὁ τηλικοῦτον καρπὸν προέμενος· ὅτι
10πᾶσαν ἐκκλησίαν καὶ τοὺς ἐν αὐτῇ λαοὺς μεγάλως ἐνέπλησεν; Ὢ σταυροῦ δύναμις, οὗ τὸ ξύλον ἐλαιόδενδρον ἐγένετο καὶ ἄμπελος· καὶ πάλιν στάχυς καὶ ἄρουρα! Ὁ γὰρ ἐν αὐτῷ καρπὸς ἀναβλαστήσας καὶ ἄρτος καὶ οἶνος καὶ
ἔλαιον, νοητῶς προύχεε πᾶσι τοῖς ἔθνεσι.66

67

Καὶ ὅτι ταῦτα πάντα ἐστὶν ὁ Χριστός, λέγει ἐν τῷ εὐαγγελίῳ· ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ὅτι δὲ καὶ οἶνος ὁ αὐτὸς γέγονεν, ἐγώ, φησίν, ἡ ἄμπε‐ λος, ὑμεῖς τὰ κλήματα· ὁ Πατήρ μου ὁ γεωργός. Περὶ δὲ τοῦ εἶναι αὐτὸν ἔλαιον, λέγει καὶ ἐν τῷ Προφήτῃ· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.
5 Μέγα τὸ μυστήριον τούτου τοῦ ἀγροῦ, ἀγαπητοί, ὅτι ἐν τρισὶν ἡμέραις τοὺς καρποὺς τελείους παρέστησεν. Ἐν τῷ προσαββάτῳ τὸν σπόρον ἐδέξατο καὶ μετὰ μίαν ἡμέραν τέλειον τὸν στάχυν ἔδωκε. Πρὸ δύο ἡμερῶν ἐφυτεύθη ἡ ἄμπελος αὕτη καὶ τῇ τρίτῃ τὸν βότρυν παρέστησεν, εὐθὺς οἶνον παρεσχηκότα πᾶσι πλουσίως εἰς ἀπόλαυ‐ σιν. Καίτοι τοῦτον ἐγεώργησε τὸν οἶνον, θαυμαστὸν ὅτι αὖθις τοῦ πρόσθεν πολὺ γέ‐
10γονεν ἀμείνων· πᾶς γὰρ φησὶ τὸν ἐλάσσονα οἶνον οὐ πρῶτον ἀλλ’ ἔσχατον δίδωσι. Χριστὸς δὲ ἔσχατος ἐλθών, πρῶτος ἐγένετο· ἐν τύπῳ γὰρ τοῦ νόμου Ἰωάννης εἴρη‐ κεν· ὁ ὀπίσω μου ἐρχόμενος πρότερός μου γέγονε· κἀγὼ οὐκ ᾔδειν αὐτόν.
Ὢ τῶν ἀθανάτων πηγῶν τῶν ἀπὸ τοῦ ξύλου τούτου προερχομένων· ὅτι πᾶσι67

68

χορηγεῖ κατὰ δύναμιν ἀθανασίας ἀπόλαυσιν. Καὶ ὁ μὲν Παῦλος λέγει· ἔχομεν τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν· ἐγὼ δὲ ἀνθυπενέγκας εἴποιμι, ὅτι ἔχομεν τοὺς θησαυροὺς τούτους ἐν τούτοις τοῖς ξυλίνοις σκεύεσιν. Οὐ χρῄζει αὕτη ἡ ἄρουρα, οὐκ ὄμβρων, οὐχ ὕδατος αἰσθητοῦ, οὐ τροπὰς οὐρα‐
5νοῦ, οὐχ ἡμερίας ποιότητος, οὐκ ἐτησίων ὡρῶν, οὐ θερινῆς αὐχμότητος, ἀλλὰ κατὰ τὸ μάννα, αὐθημερὸν ποιεῖται τῶν καρπῶν τὴν ἐκπλήρωσιν. Ἀλλ’ ἵνα μή τις ἐπιλάβοιτο τοῦ λόγου, τὸν Χριστὸν ἡμᾶς λέγοντας ἄρτον καὶ οἶνον καὶ ἔλαιον, καὶ ἀπὸ τῆς παλαιᾶς Γραφῆς ἐπισφραγιστέον τὰ εἰρημένα. Λέγει γοῦν Δαυΐδ· γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ’
10αὐτόν. Ἔλθετε οὖν, φάγωμεν τοῦ Χριστοῦ τῆς αἰωνίου ζωῆς καρπόν, ἵνα χρηστοὶ γε‐ νώμεθα· ἐν τούτοις γὰρ τοῖς ἐδέσμασιν ἐντρεφόμενοι, ἐπουράνιοι γενησόμεθα ἄνθρω‐
ποι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.68