TLG 4138 138 :: EPHRAEM SYRUS :: Sermo de resurrectione, in consecrationibus, et de tumulo sancto (e cod. Athen. Nat. Bibl. 244 MPT, fol. 60r) EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Sermo de resurrectione, in consecrationibus, et de tumulo sancto (e cod. Athen. Nat. Bibl. 244 MPT, fol. 60r) Citation: Page — (line) | ||
54(1t) | Λόγος περὶ τῆς ἀναστάσεως, ἐν τοῖς ἐγκαινίοις, | |
2t | καὶ περὶ τοῦ ἁγίου μνήματος | |
---|---|---|
1 | Πολλὰ κατ’ οἰκονομίαν ἐν ἀρχῇ δοκοῦντα δυσάντη συμφέρουσαν ἔχουσιν ἔκβα‐ σιν· οἷα καὶ ἐπὶ τοῦ Ἰωσὴφ γέγονεν ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ· καὶ ἐπὶ τοῦ Δαυΐδ, ὅτε ὑπὸ τοῦ Σαοὺλ ἐδιώκετο. Οὕτω καὶ ἐν τῷ ἁγίῳ τούτῳ ὑπῆρξε τόπῳ· ἐν πρώ‐ τοις γὰρ ἠσφάλιστο ὁ τάφος τῆς ἀναστάσεως καὶ σφραγῖσι καὶ φύλαξι· γέγονε δὲ | |
5 | ἑκάτερον ἀπόδειξις Χριστοῦ τῆς ἀναστάσεως. | |
Ὁρᾷς τὸν λίθον τοῦτον, ὦ Ἰουδαῖε; Μάρτυς ἐστὶ τοῦ ἐνθάδε ἀναστάντος ἀπὸ | 54 | |
55 | νεκρῶν. Ἄγγελοι αὐτὸν ἀπεκύλισαν, ὃν οἱ ἐναντίοι οἶα σφραγῖδα τῷ τάφῳ ἐπέθηκαν. Μάρτυς ἐσμὸς στρατιωτῶν ἰδόντων ἀνδρείκελόν τινα, τὸν λίθον ἀποκυλισθέντα. Ἀλλ’ ἄπειμι τῇ διανοίᾳ περὶ τὰ ἐξ ἀρχῆς γενόμενα, καὶ εὑρίσκω τὸν μὲν τά‐ φον τοῦτον πηγὴν ἀναστάσεως, τὸν δὲ λίθον συνήγορον τῶν νεκρῶν· ὅτι Θεὸν ἐξε‐ | |
5 | δέχετο ἵνα τὸν κρυπτόμενον θησαυρὸν τῆς ζωῆς ὑποδείξῃ τοῖς χρῄζουσιν. Ὧδέ μοι τὸν νοῦν συντάματε καὶ συνήσετε μυστηρίων ἔκβασιν. Μωυσῆς ὁ νο‐ μοθέτης, ὅτε ἀπὸ τῆς Αἰγύπτου ἀπέδρασεν, ἐλθὼν ἐν γῇ Μαδιὰμ λίθον ἀπεκύλισε τοῦ φρέατος, ἵνα ποτίσῃ τὰ ποίμνια. Ὑμεῖς ἐστε τὰ λογικὰ ποίμνια, καὶ ὁ Ἄγγελος δι’ ὑμᾶς ἀπεκύλισε τὸν λίθον τοῦτον τὸν θεσπέσιον, ἵνα ποτίσῃ πάντας ὑμᾶς, οὐκ αἰσθητὸν | |
10 | ὕδωρ, ἀλλὰ πόμα τῆς ἀφθαρσίας, ὃ προχέει οὗτος ὁ τόπος τῆς ἀναστάσεως. Ἔλθετε, πίετε ἀθανασίας ποτήριον· οὗ τὰ προοίμια Χριστὸς εἰληφώς, εἰς οὐρα‐ νοὺς ἀπεδήμησε· κάλλιστα γὰρ καὶ Ἠσαΐας ὁ προφήτης ταῦτα αὐτὰ προορῶν εἴρη‐ κεν· οἱ διψῶντες πορεύεσθε καὶ πίετε ἐκ τῶν πηγῶν, καὶ οἱ μὴ ἔχοντες ἀργύριον | |
ἀγοράσατε ἄνευ ἀργυρίου καὶ πίετε. Καὶ ἐπειδὴ ἐν μυστηρίῳ πηγὴν εἶδε βαθεῖαν | 55 | |
56 | ὡς φρέαρ τοῦ Χριστοῦ τὴν ἀνάστασιν, ὁ αὐτὸς ἑτέρωθι λέγει· ἀντλήσατε ὕδωρ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου καὶ πίετε. Τίνες οἱ διψῶντες; Ὑμεῖς· οἱ καὶ διὰ τὴν δίψαν τοσαύτην ὁδὸν ἀνύσαντες. Κατὰ γὰρ τὸν Δαυΐδ, εἴποιεν ἂν περὶ τῶν ἁγίων τόπων ἕκαστον ὑμῶν· ὃν τρόπον | |
5 | ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ Θεός. Ὅθεν καὶ εὑρόντες τὰς πηγὰς ἐπὶ τῆσδε τῆς πόλεως, περιμένετε τὸν ἐκ τῶν μυστικῶν φρεάτων τὴν ἄντλησιν ὑμῖν ποιησόμενον. Τίνες οὖν οἱ ἀντλοῦντες τοῦτο τὸ ὕδωρ τὸ νοητόν; Ἡμεῖς οἱ πρὸς διδασκαλίαν προχειρισθέντες. Ἐπεὶ οὖν τὸ ὕδωρ τούτου τοῦ μυστικοῦ φρέατός ἐστιν ἡ ἁγία Γρα‐ | |
10 | φή, τὸ δὲ ἄντλημα ὁ κοινὸς ἡμῶν λόγος, φέρε διὰ τοῦ κοινοῦ λόγου τὸν Θεῖον λόγον εἰς μέσον ἀγάγωμεν. Οὗτος ὁ τόπος ἐστὶν ἀγγέλων διδασκαλεῖον· ἀπὸ γὰρ αὐτοῦ προσεφώνησαν τοῖς ἀποστόλοις λέγοντες· μὴ ζητεῖτε μετὰ τῶν νεκρῶν τὸν ζῶντα· ἀνέστη, οὐκ ἔστιν ὧδε. Ὢ τῶν ἀθανάτων μυστηρίων! Ἄγγελοι χειροτονοῦνται τῆς ἀναστάσεως μάρ‐ | |
15 | τυρες, ἐπειδὴ οἱ προφῆται ἐν Ἰουδαίοις οὐκ ἐπιστεύοντο. Πλῆθος στρατιωτῶν ἐτήρει | 56 |
57 | τὸν τάφον καὶ Σαδδουκαῖοι τῶν ἀγγέλων τὴν μαρτυρίαν ψευδῆ ἐνόμιζον ὑποστήσε‐ σθαι. Ὑπεναντίον ἦσαν οἱ τηροῦντες, ὡς Σαδδουκαῖοι ῥᾳδίως ἐψεύδοντο, δεδοικότες τὴν κατηγορίαν, ὅτι ἀνεῖλον ἄνδρα ἀθῶον τοῦ σταυρωθῆναι. Οὐ συνέκρυπτον νοῦν τοῖς ἀποστόλοις οἱ κατὰ τῶν ἀποστόλων ἀντιπράττειν πειρώμενοι. | |
5 | Ἰδοὺ τοίνυν ἀλήθεια πᾶσα τοὺς ἐναντίους ἔχειν μάρτυρας· ἀντιδίκων γὰρ συνη‐ γορούντων, οὐδεμία ζήτησις ἀπολείπεται. Ἔκειντο καὶ τὰ ὀθόνια, παρὰ μέρος δὲ καὶ σουδάριον, ὅπερ ἂν εἴη προσμάγιον· τοῦτο γὰρ παρ’ Ἑβραίοις σουδάριον λέγεται. Μὴ γυμνὸν οἱ κλέψαντες ἐλάμβανον τὸν Χριστόν; Ἢ οἱ σπουδάζοντες, εἴγε ἔκλεψαν, σχολὴν ἦγον ἀφιματοῖν καὶ πάλιν ἐνταφιάζειν; | |
10 | Πῶς οὖν ἵσταται ὃ ὑπέθεντο λέγειν τοῖς φύλαξιν οἱ Σαδδουκαῖοι· εἴπατε, ἐλθόν‐ τες οἱ μαθηταί, ἡμῶν κοιμωμένων, ἔκλεψαν αὐτόν· καὶ ἡμεῖς τὸν ἡγεμόνας πληρο‐ φορήσομεν; Τίς οὖν ἡ αἰτία ὀθόνια κεῖσθαι ἐπὶ τοῦ τάφου, ἀλλ’ ἵνα δειχθῇ ὅτι οὐδόλως | |
τῶν ἀπὸ τῆς γῆς χρεία ἐσθημάτων τοῖς ἐκ νεκρῶν ἀνισταμένοις; Ἀλλὰ καὶ μάρτυ‐ | 57 | |
58 | ρα περὶ τούτου παρέξομαι τὸν μακάριον Δαυῒδ λέγοντα περὶ Χριστοῦ, ὅτι ἀναστάν‐ τος ἐπουρανίῳ στολῇ κέχρηται· ὁ Κύριος γάρ, φησίν, ἐβασίλευσεν, εὐπρέπειαν ἐνε‐ δύσατο. Ὅτι δὲ ἐπὶ τῆς ἀναστάσεως Χριστοῦ ὁ λόγος προείρηται, φανερόν. Μετὰ γὰρ τὴν ἀνάστασιν ἔφη· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. | |
5 | Ἄρα οὖν ἐπουράνιον εὐπρέπειαν ἐνδυσάμενος τῆς εὐτελείας τῶν ἐπιγείων ἐσθη‐ μάτων περιεφρόνησε. Διατί δὲ τὸ σουδάριον κατ’ ἰδίαν ἔκειτο κεχωρισμένον τῶν ἄλλων ὀθονίων; Ἐπειδὴ ἱερωσύνης τεκμήριον ἐν αὐτῷ δείκνυται· ὅτι ἐπὶ κεφαλῆς δίδοται ἡ χάρις τοῦ Πνεύματος. Δηλοῖ γοῦν τὰ δύο τάγματα ἐν τῇ τοῦ Σωτῆρος κη‐ δείᾳ· τοῦ λαοῦ καὶ τῶν ἱερέων· ὅτι ἰδιάζουσαν ἔχει τὴν κατάστασιν. | |
10 | Ἀφίησι δὲ αὐτὰ ἐπὶ τοῦ τάφου, οὐ μόνον εἰς ἀπόδειξιν τῆς οἰκείας ἀναστάσε‐ ως, ἀλλὰ καὶ εἰς ἡμᾶς εὐλογίαν τῇ ἐκκλησίᾳ. Ὥσπερ ὁ Ἠλίας ἀναλαμβανόμενος τὴν μηλωτὴν Ἐλισσαίῳ κατέπεμψεν εἰς βοήθειαν, τὸν αὐτὸν τρόπον καὶ ὁ Χριστὸς ἀναβαίνων εἰς οὐρανοὺς τοῖς ἀποστόλοις τὰ ἐσθήματα κατέλιπεν, ὡς συγκληρονό‐ μοις τῆς χάριτος. Ἀφίησι τὸ περιωλένιον καὶ περικεφάλαιον εἶδος τοῖς ἀποστόλοις, | |
15 | καὶ τὰ λοιπὰ ὀθόνια τοῖς λοιποῖς τάγμασι τῆς ἐκκλησίας. | 58 |
59 | Ἡκέτω ὁ λίθος μάρτυς τῆς ἀναστάσεως. Ὁποίῳ γὰρ ἂν ὕπνῳ βαθεῖ συνεί‐ χοντο οἱ φύλακες καὶ ὑπνίζοντο, τοιούτου λίθου ἀποφραττομένου τοῦ στομίου τοῦ μνήματος; Ὀρυγίων χρεία καὶ ὄνυχος, πελεκίων καὶ σιδήρων ποικίλων, εὐλυτῶσαι λίθον σφηναρίοις ἐμπεφραγμένον. | |
5 | Πῶς οὖν ἵσταται τό, ἐλθόντες οἱ μαθηταὶ ἔκλεψαν αὐτὸν καὶ ἀπεληλύθασιν; Ἐγὼ δὲ καὶ ἀπὸ τῆς Παλαιᾶς Διαθήκης ἀποδείκνυμι περὶ τούτου τοῦ λίθου, ὅτι μέ‐ γας μάρτυς γίνεται, ποικίλοις τρόποις τοὺς ἐναντίους ἐπιστομῶν. Καὶ γὰρ Ἰακὼβ χρίει λίθον, οὐδὲν ἕτερον σημαίνων ἢ χειροτονίαν μαρτύρων ἐσομένων τοῦ λίθου. Καὶ Μωυσῆς ἐπὶ λίθου ἐδοξάσθη, ἐπὶ γῆς Μαδιάμ, μαρτυρήσαντι ὅτι ἔχει βασιλικὴν | |
10 | δύναμιν. Καὶ Σαμουὴλ ἔφη ὅτι ἐπὶ τῷ λίθῳ τούτῳ ὁ Θεὸς ἡμῖν βοηθὸς γέγονε· καὶ ἐνεκάλεσεν αὐτὸν Ἀβενέζερ, ὃ ἑρμηνεύεται Θεὸς βοηθός. Εἰ δὲ καὶ ἡ Παλαιὰ Διαθήκη εἰς μέσον ἄγει μάρτυρας καὶ λίθους, καὶ νῦν μάρτυς λίθος τῆς τῶν Σαδδουκαίων συκοφαντίας· καὶ γὰρ ὁ πατριάρχης Ἰακὼβ ἔτι | |
λέγει τῷ Λάβαν· οὗτος ὁ βουνὸς μάρτυς. Εἰκότως τοίνυν καὶ ἡμεῖς εἴποιμεν πρὸς | 59 | |
60 | Ἰουδαίους, ὅτι εἰ μὴ πιστεύετε Χριστὸν εἰς οὐρανοὺς ἀναβεβηκέναι, ἰδοὺ καὶ ὁ βουνὸς τῆς ἀναλήψεως μάρτυς, ἀφ’ οὗ ἀπολιπὼν τοὺς ἀποστόλους πρὸς τὸν οἰκεῖον Πατέ‐ ρα ἐξεδήμησεν. Οὐ παρίειμι καὶ τὸ λοιπὸν τὸ ἐν τῷ λίθῳ κρυπταζόμενον μυστήριον· εἰ γὰρ | |
5 | καὶ σφραγῖδι συνείχετο, γινέσθω μάρτυς κατὰ τῶν ἐναντίων, ὅτι τοῖς οἰκείοις ἀντι‐ λέγουσι συνηγόροις. Ἄρα τίς οὐ βδελύξεται τὸν ἄπιστον λαὸν τῶν Ἰουδαίων, ὅτι ἐν οἷς περιεργά‐ ζονται ἡμᾶς, ἐν αὐτοῖς συμπίπτοντες οὐκ αἰσθάνονται; Ἄρα τίς αὐτοὺς οὐκ ἀπο‐ δράσειεν, ἐν μὲν τῇ κακίᾳ ἐπαύξοντας, ἐν δὲ τῇ εὐσεβείᾳ ἀφραίνοντας; Καθὼς λέγει | |
10 | καὶ Ἱερεμίας ὁ προφήτης περὶ αὐτῶν· σοφοί εἰσι τῷ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἔγνωσαν. Ὑμεῖς οὖν, ἀγαπητοί, ἐποικοδομούμενοι τῇ ἁγιωτάτῃ πίστει ἡμῶν, τὸν τόπον τῆς ἀναστάσεως Χριστοῦ πηγὴν ἀποδείξεως εἶναι πιστεύετε, ἔχοντες τὴν εἰρημένην ἑρμηνείαν μεγάλα δικαιώματα· οἱ γὰρ ἀντίδικοι ἡμῖν μακρύνοντες ἠγνόησαν, ὥσπερ | |
15 | δοῦλοι δεσπόταις ἀνάπαυσιν ἑτοιμάζοντες. Ὅθεν ἀπώσθησαν τῆς ἀπολαύσεως, ἡμεῖς | |
δὲ προσελήφθημεν. | 60 | |
61 | Καὶ ἐν μὲν Ἠσαΐᾳ, λέγοντος τοῦ Θεοῦ πρὸς ἡμᾶς, ἐγκαινίζεσθε πρός με, νῆσοι πολλαί. Ἐν νήσοις γὰρ οὐκ Ἰουδαῖοι, ἀλλὰ ἔθνη καταμένουσι· καὶ ὅτι Χριστοῦ φωνὴ τοῖς ἔθνεσι τῆς χάριτος. Καὶ ὁ Δαυῒδ εἴρηκεν· ὁ Κύριος ἐβασίλευσεν· εὐφρανθήτω‐ σαν νῆσοι πολλαί. | |
5 | Εὐφραινόμεθα γοῦν ἡμεῖς ὄντως, ἐγκαίνια τῆς ἀναστάσεως ἡμῶν ἄγοντες εἰς | |
δόξαν Θεοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 61 |