TLG 4138 137 :: EPHRAEM SYRUS :: In sanctam parasceuen, et in latronem et crucem

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

In sanctam parasceuen, et in latronem et crucem

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 7. Thessalonica: Το περιβόλι της Παναγίας, 1998: 42–53.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 471–476a.

Citation: Page — (line)

42

(1t)

Εἰς τὴν ἁγίαν Παρασκευὴν
2tκαὶ εἰς τὸν λῃστὴν καὶ εἰς τὸν σταυρόν
1 Πρῴην Ῥεβέκκας ἐπιθαλάμιον εἶπον· σήμερον τοῦ ἐκ Ῥεβέκκας ἐπιτάφιον ᾄδω. Σήμερον γὰρ δεσποτικὸν ἑορτάζομεν ἐντάφιον, ζωῆς γεγονότα γλωσσόκο‐ μον· σήμερον βασιλικὸν ἑορτάζομεν τύμβον, παράθυρον ἐπὶ τὸν τάφον γενόμενον· σήμερον ἐπιχορεύομεν λάρνακα, τριήμερον, δῆλον, νεκρὸν ἐπὶ τὸν θάνατον κρύ‐
5ψασαν· σήμερον βακχεύομεν περὶ θήκην, τὴν μυροθήκην τοῦ κόσμου· σήμερον περὶ σορὸν ἐξορχούμεθα πρὸς νεκρὸν ἐκλικμήσασαν ...
Σήμερον ἐπάγη σταυρός, καὶ ἡ κτίσις ἀγάλλεται· σταυρὸς γὰρ πεπλανημέ‐42

43

νων ὁδός· σταυρὸς Χριστιανῶν ἐλπίς· σταυρὸς πλουσίων χαλινός· σταυρὸς τρό‐ παιον κατὰ δαιμόνων, ἀπόρων εὐπορία, χειμαζομένων ἐλπίς, προστάτης χηρῶν, θλιβομένων ἄνεσις, πρεσβυτέρων τέλος· σταυρὸς ὅπλον αἰώνιον, ἀπαιδεύτων σο‐ φία, Ἀποστόλων καταγγελία, παρθένων σωφροσύνη· σταυρὸς οἰκουμένης ἀσφά‐
5λεια· σταυρὸς εἰδώλων ἀφανισμός, ἀδυνάτων δύναμις, παραλυτικῶν ἄφεσις, γυ‐ μνῶν σκέπη· σταυρὸς νεκρῶν ἀνάστασις, χωλῶν βακτηρία, ὑπερηφάνων καθαίρε‐ σις, κατὰ τοῦ Διαβόλου νῖκος· σταυρὸς ἀπηλπισμένων ἐλπίς, πολεμουμένων τεῖχος, ἀδίκων κριτής, νηπίων φύλαξ· σταυρὸς φῶς τοῖς ἐν σκότει καθημένοις, βαρβάρων φιλοσοφία, ἀνόμων νόμος, μαρτύρων καύχημα· σταυρὸς ἱερέων χαρά,
10ναῶν καθαίρεσις, Ἰουδαίων σκάνδαλον, νοσούντων ἰατρεία· σταυρὸς πεινώντων ἄρτος, τυφλῶν ὁδηγός, πενήτων παραμυθία, ἀκολάστων μετάνοια· σταυρὸς νέων παιδαγωγός, πλεόντων κυβερνήτης, πατὴρ ὀρφανῶν· σταυρὸς δικαίων σύμβου‐
λος, ἀνδρῶν κεφαλή, βασιλέων μεγαλοπρέπεια, δούλων ἐλευθερία, Προφητῶν43

44

κήρυγμα· σταυρὸς μοναζόντων ἄσκησις, Ἐκκλησίας θεμέλιον, βωμῶν ἀνατροπή, διψώντων πηγή. Σήμερον ἐπάγη σταυρός, καὶ τὰ καταχθόνια διερρήχθη· σήμερον Ἰησοῦ κα‐ θηλώθησαν χεῖρες, καὶ τῶν νεκρῶν ἀνελύθη τὰ δεσμά· σήμερον ἐτολμήθη χριστο‐
5κτονία, καὶ ἐπετράπη νεκροδρομία· σήμερον αἵματος ῥύαξ εἰς τάφους μετωχετεύθη, καὶ ἀρδευθεὶς ὁ ᾅδης ἀνέθαλε. Σήμερον πανημέριον Ἰησοῦς περιήλκετο τῇδε κακεῖ‐ σε, πᾶσαν ὥραν εὐλογῶν τοῖς οἰκείοις παθήμασιν· ἐξεώθη οὐ μέχρι πόρρω Πιλάτου κρίνοντος, πραιτωρίῳ προεδρεύοντος· ἐκεῖθεν τόλμαις ἰουδαϊκαῖς πρὸς παίγνιον ἐκδοθεὶς εἰς ἕκτην ὥραν· εἶτα τοῖς ἐκ τῶν ἥλων κεντήμασι τριώριον ὑποστὰς ἀλγη‐
10δόνα, θανάτῳ παύει τὸ πάθος· ἐντεῦθεν ἄχρι δωδεκάτης τῷ ξύλῳ προσέρριπται, καθεύδοντι προσόμοιος λέοντι. Νῦν εἰς ᾅδου κατῆλθεν, ἰδεῖν ἐπιθυμῶν τοὺς δικαίους μετὰ πόνους καθεύδον‐
τας· ὧν ἕκαστον συνιδὼν ὑπερσχοίη, ὁρῶν καθάπερ βασιλεὺς ἐπισκεπτόμενος ἐν44

45

μεσημβρίᾳ στρατόπεδον ἀναπαυόμενον ὕπνῳ. Εἶδε τὸν Ἀδὰμ πολλοῖς ἐμπεφυρμέ‐ νον κλαυθμοῖς· εἶδε τὸν Ἄβελ αἵματι πορφυρίζοντα· εἶδε Νῶε δικαιοσύνῃ κομῶντα· εἶδε τὸν Σὴμ καὶ τὸν Ἰάφεθ πατρικῇ κεκοσμημένους αἰδοῖ· εἶδε τὸν Ἀβραὰμ παν‐ τοίαις ἐστεμμένον ἀρεταῖς· εἶδε τὸν Λὼτ ξενοδοχίαις ἀνθοῦντα· εἶδε τὸν Ἰσαὰκ
5θάλλοντα καρτερίαις· εἶδε τὸν Ἰακὼβ ὑπομοναῖς ἠλειμμένον· εἶδε τὸν Ἰὼβ ἀθλη‐ τικῶς τεταμένον· εἶδε τὸν Φινεὲς σειρομάστιγι καθωπλισμένον· εἶδε τὸν Μωσέα θείοις μεμυηκότα δακτύλοις. Ἦλθεν ἐπὶ τὸν τοῦ Ναυῆ υἱόν, καὶ πέφρακται στρατηγίαις· μετέστη πρὸς τὸν Σαμουήλ, 〈καὶ〉 ἥπλωται βασιλικαῖς χειροτονίαις ἀστράπτων· ἧκεν ἐπὶ τὸν Δαυΐδ,
10καὶ ψαλτηρίῳ συντέθαπται· πρὸς Ἐλισσαῖον μετέβη, καὶ ἐντετύλικται μηλωτῇ.45

46

Ἔκειτο Ἠσαΐας κεφαλῇ πρισθείσῃ γαυρούμενος· Ἰωνᾶς νινευϊτικῇ κεκαλ‐ λώπιστο σωτηρίᾳ· Ἱερεμίας τῷ ἐκ λάκκου βορβόρῳ μεμύρισται· ἐδείκνυτο τὰ Ἰε‐ ζεκιὴλ ὄμματα φρικταῖς ὀπτασίαις αὐγάζοντα· τοῖς τοῦ Δανιὴλ ποσὶν ἐπήνθει λεόν‐ των φιλήματα· ἔστιλβε τὰ ἐκ καμίνου σώματα πυρὶ χροῒ αὐγοῦντα· ἀρθρεμβόλοις
5πέφρακτο τῶν Μακκαβαίων φάλαγξ· ἡ τοῦ Βαπτιστοῦ κεφαλὴ καρατομίᾳ λελάμ‐ πρυντο. Εἶδε καὶ γυναῖκας ἁγίας, οὐδὲν ἀνδρῶν λειπομένας· εἶδε τὴν Σάρραν ἀβρα‐ μιαίᾳ λαμπρύνουσαν πίστει· εἶδε τὴν Ῥεβέκκαν ταῖς ἐξυδρίαις εὐποιΐαις ἀνθοῦσαν· εἶδε τὴν Ῥαχὴλ γάμῳ σωφροσύνης στίλβουσαν· εἶδε τυραννομάχων μητέρα πύρ‐
10γων ἑβδομάδι τετειχισμένην. Εἶδε πάντα δίκαιον· κατενόησε πάντα προφήτην·46

47

ἐκήρυξε, πάρειμι· καὶ ὁ θεῖος ἀφυπνίσθη στρατός. Ἀλλὰ γὰρ ἄχρι τούτων τὸ βα‐ σιλικὸν εἰρήσθω συντόμως. Φέρε δὴ λοιπόν, ἐπὶ τὸν Πιλάτον τὸν λόγον ἑλκύσωμεν· αὕτη γὰρ τῶν ση‐ μερινῶν ἡ ἀρχή. Μανικῶς οἱ Ἰουδαῖοι τὸν Χριστὸν συλλαβόμενοι, ἡγεμονικαῖς
5βασάνοις ἐξέδωκαν, οὐδὲν ἀκολούθως ποιήσαντες, οὐδὲ ἐγγραφὰς ἀποθέμενοι, οὐ κατηγορίαν ἔννομον εἰσελθόντες, οὐκ αἰτίαν εἰπόντες, οὐκ ἔγκλημα, οὐδ’ ἕνα συνή‐ γορον δείξαντες. Ἀλλὰ πῶς; Δῆμος χυδαῖος καὶ ὄχλος ἀγοραῖος καὶ λαὸς ἀγροι‐ κώδης ἐκ τῶν πέριξ κωμῶν ἐν ἑορτῇ συνελθὼν ἐβόα· σταύρωσον, σταύρωσον. Ὁ δὲ Πιλάτος ἄλλην μὲν οὐδεμίαν αἰτίαν, ὁρμὴν δὲ δήμου διὰ φθόνον κεκινημένην ὁρῶν,
10μείζονα τιμωρίαν ἐλάττονος πρίασθαι βουληθεὶς ἵνα θανάτου ῥύσηται, φραγγελοῖ. Ὡς δὲ καὶ οὕτως ἦσαν ὠμοί, τὰς χεῖρας ἀπονιψάμενος εἶπε· καθαρός εἰμι ἀπὸ τοῦ αἵματος τούτου. Μυρίοις δὲ τοὺς αἱμοβόρους ἀπέστρεψε λόγοις, τὰ ῥωμαϊκὰ πρὸς αὐτοὺς διεξερχόμενος νόμιμα· ἐκ ποίων, φησίν, ὦ Ἰουδαῖοι, τὸν Ἰησοῦν ἀδικημάτων
σταυρώσω; Ἐγὼ φονέων κάθημαι τιμωρός· οὗτος δὲ τάφους ἐκένωσεν. Ἐγὼ παρὰ47

48

Καίσαρος πλημμελημάτων ἀπέσταλμαι δικαστής· τοῦτον δὲ τίς οὐκ εἶδε πταισμά‐ των ἀνώτερον; Ἐγὼ κολάζω τὸν τοὺς ὁρῶντας τυφλοῦντα· οὗτος δὲ τετυφλωμένους φωτίζει. Ἐγὼ τὸν πόδας ἑτέρων κατατέμνοντα τιμωροῦμαι· οὗτος δὲ χωλεύοντας ὤρθωσεν. Ἐγὼ ψῆφον ἐκφέρω θανατηφόρον, εἴ τις παιδὸς ἀποστερεῖ μητέρα· οὗτος
5δὲ μητρὶ ἐχάρισεν υἱὸν ἐκ νεκρῶν ἀναστήσας. Ἐμοὶ νόμος χειροκοπεῖν τὸν ἑτέρου κόπτοντα δεξιάν· οὗτος δὲ δεξιὰν ἥπλωσε χεῖρα. Ἐγὼ ζημιῶ καταδίκαις, εἴ τις τι‐ νὸς νοσφίζει τὸ σιτηρέσιον· οὗτος δὲ ποταποῖς τὴν ἔρημον ἄρτοις ἐπέκλυσεν; Ἐμὸν ἔργον συγκόπτειν πληγαῖς τοὺς ἑτέροις διὰ πληγῶν ἀρρωστήματα τίκτοντας· οὗτος δὲ παραλυτικὸν κλινηφόρον τρέχειν ἐκέλευσεν. Ἐμὸν ἐξορίᾳ σωφρονίζειν τὸν λυμαί‐
10νοντα ἀμπελῶνας· οὗτος δὲ γάμον ἐφαίδρυνεν ἔχων ἀμπελῶνα τὸν λόγον. Ἐγὼ
λαμβάνω δίκην, εἴ τις τοιχωρυχίαν τολμᾷ· οὗτος δὲ διαρραγεῖσαν κρυπτῶν αἱμάτων48

49

ἐνέφραξεν. Ἐγὼ τοὺς τῶν πλωτήρων καταποντιστὰς περιβάλλω κινδύνοις· οὗτος δὲ τὸν Πέτρον ἐπὶ κυμάτων ἐπόρευσε. Τοῦτον οὖν κολάζειν βοᾶτε; Μήποτε οὕτω μανίειν! Οὐκ ἔστι μοι ξίφος πρὸς ἀνδρὸς τούτου σφαγήν. Ἐγὼ τὸν Ἰησοῦν θανατώσω, Λάζαρον βλέπων ζῶντα, καὶ
5εἰς τάφον ἄνθρωπον πέμψω ὀχληρὸν γενόμενον τάφοις; Πῶς δὲ καὶ ἄκων ἔσται νεκρός, δι’ ὃν ᾅδης οὐδ’ ἕνα νεκρὸν ἔχειν θαρρεῖ; Πῶς δὲ καὶ νεκρωθεὶς οὐκ ἀνί‐ σταται, καὶ πάλιν ὑμῶν ἐν ὀδύναις τὰ πράγματα; Τοιαῦτα φράσας, οὐ πειθομένους ὁρῶν, ἀπῆλθε τοῦ πραιτωρίου, ἀφεὶς ἀπελ‐ θόντας, ὅ τι βούλοιντο δράσαι. Ἀλλὰ τούτων ταραττομένων, ἡ Σοφία σιγῇ παρει‐
10στήκει. Οὐκ ἐδίδου λόγον ὁ Λόγος. Οἱ δὲ ἐπιβλαβῶς ἀθετοῦντες ἐσταύρωσαν. Καὶ εὐθὺς ἐδονήθη τὰ πάντα. Τῶν στοιχείων ἕκαστον ἐκλονήθη· ἔφυγεν ἡ ἡμέρα· ἐμε‐ λανειμόνησεν ὁ οὐρανός· τῆς ὑπ’ οὐρανὸν κατεσείσθη τὰ βάραθρα· ἡ ἀκοντὶ σταυ‐
ροδόχος ὠλόλυξε γῆ, σεισμῷ τὴν βίαν ταράξασα· κατεθλάσθησαν τάφοι, καθάπερ49

50

μοχλῷ, τῷ σταυρῷ πορθηθέντες· κατεβόησαν πέτραι θυμικῶς ἐκραγεῖσαι· ναὸς περιεσχίσατο, μὴ φέρων τὴν ἀφόρητον τόλμαν· ἥλιος τοὺς τολμηροὺς ἀπεστράφη, καὶ ἐκρύβη, δεδανεισμένῃ νυκτί· ἐσαλεύθη ἡ κτίσις. Ἀλλὰ καίτοι οὕτως ὁρῶντες φρικτά, οὐδὲν καθυφῆκαν τῆς λύπης· πλὴν τε‐
5τιμήκασιν αὐτὸν ἄκοντες, καὶ ἐδόξασαν ἀγνοοῦντες. Δι’ ὧν ἐπείρασαν ἀτιμάζειν, τιμὴν αὐτῷ προσεκύρωσαν. Ἐν παιγνίων προσχήματι, δεδώκασιν αὐτῷ τὰ αὑτοῦ. Ἐνέπαιξαν αὐτῷ προσκυνοῦντες, ἀλλ’ ἐνεπαίχθησαν παίζοντες· δουλείαν γὰρ τὴν ἑαυτῶν ὡμολόγησαν. Ἠμφιάσαντο αὐτὸν χλαμύδα χλευάζοντες· οὐκοῦν, οἰκείαις αὐτῶν χερσὶν ἐνέδυσαν αὐτὸν βασιλέα. Ἀκάνθαις αὐτὸν ἐστεφάνωσαν ὡς χέρσον
10γεώργιον· ὄξος ἐκέρασαν ὡς ἀχρήσιμος ἀμπελών· χολὴν προσεκόμισαν ὡς κακό‐ ξενος δῆμος· σπόγγον ἐπέδωκαν ὡς ψυχῶν ἰατρῷ· προσήνεγκαν κάλαμον, ὅθεν
ἐγγράφως ἐκβέβληνται· λῃσταῖς συνεσταύρωσαν, ἀλλ’ ηὗρε θυρωρὸν παραδείσου50

51

ὧν εἰς ὕβριν ἐσταύρωσαν· Κύριε, φησί, μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου. Ὅρα τὸν κατανενυγμένον οἰκέτην. Ὅρα τὸν ταπεινόφρονα τῆς φιλανθρωπίας προσαιτητήν. Οὐδὲν αὐτὸς αἰτῆσαι τολμᾷ. Οὐκ εἶπε, δός μοι τὰς κλεῖς, ἃς δέδωκας Πέτρῳ, οὐδ’ ἕνα τῶν θρόνων, οὓς ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου λαβεῖν ἐδεήθη. Καὶ
5τί δεῖ τῶν λίαν ὑπερόγκων λέγειν; Ἀλλ’ οὐδὲ τὸν τελώνην μεμίμηται, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, εἰρηκότα· οὐδὲ ἁμαρτιῶν ᾔτει συγγνώμην· πολλὰς γὰρ οὔσας αὐτῷ ἑώρα· ὅθεν μνήμην μόνην ᾔτησε τὴν ἐν βασιλείᾳ. Τῇ γνώμῃ τοῦ βασιλέως δέ‐ δωκε τὸ τί χρὴ χαρίσασθαι καὶ ὅπως τὸν οἰκέτην οἰκτεῖραι. Ἐγώ, Δέσποτα, φησίν, οὐδὲν αἰτεῖσθαι θαρρῶ. Ὑπαρξάτω δὲ μόνον μοι τοῦτο· ὅταν ἀνέλθῃς ἐν τῇ βασιλείᾳ
10σου, ὅταν ἀγγελικός σοι προτρέχῃ στρατός, ὅταν σοι δικαίων ἀπαντῶσι νεφέλαι, ὅταν τάφων αὔλακες νεκρῶν θερίζωνται δράγματα, ὅταν βίβλοι τῶν ἑκάστῳ δρω‐ μένων ἀνοίγωνται, τότε μου μνήσθητι, λέγων· ἐσταύρωσέ με ποτὲ δῆμος Ἑβραίων,
καὶ πάντες ἠρνήσαντο τὴν ἐμὴν οἰκειότητα· τὰς ἀλεκτρυόνων παρῆλθον φωνάς,51

52

ἀρνούμενοί με οἱ πάντων μου γνησιώτατοι. Οὐδείς μοι συμπαθὴς κρεμαμένῳ πα‐ ρέστη, ἀλλ’ οὓς τὸ ἐμὸν ἐψώμισα σῶμα, πόρρωθέν με σφαττόμενον ἐθεώρουν. Ὁ πρῶτός μοι τῶν μαθητῶν, πρῶτος τῶν ἐμὲ πεφευγότων ἐγένετο· ὁ Πέτρος· ὅρκοις ἐβεβαίωσε τὴν πρός με ἀλλοτρίωσιν. Ὁ Ἀνδρέας ὡς ἄνανδρος ἐδραπέτευσεν· Ἀν‐
5δρέας ὁ Πέτρου ἀδελφός· Πέτρου ἦν ἀδελφός, τὴν ἄρνησιν ὡς 〈καὶ〉 τὴν φύσιν. Ὁ Φίλιππος φιλίᾳ τῇ πρὸς ἐμὲ [ἡμᾶς] ἀπετάττετο. Οἱ τοῦ Ζεβεδαίου ζάλαις ἀπιστίας βαλλόμενοι, ἀστήρικτοι περιῄεσαν· ὃν ἐπὶ στήθους ἔθαλπον Ἰωάννην, τεμνομένης μου τῆς πλευρᾶς, τὴν λόγχην οὐχ ἥρπασε. Θωμᾶς οὐ παρῆν· Ματθαῖος ἀπῆν. Ὁ δωδέκατος χορὸς ἐσκορπίσθη· οὐδὲ φωνὴν ἀφῆκαν ὑπὲρ ἐμοῦ, ὑπὲρ ὧν τὴν ψυχήν
10μου ἐτεθήκειν. Ἀλλ’ οὐδὲ τῶν εὐεργετηθέντων τοῦ πλήθους οὐδεὶς ἧκέ μοι σύμμα‐ χος. Οὐκ ὤφθη μοι τότε Λάζαρος, ὃν τεθανατωμένον ἐκάλεσα· οὐκ ἐδάκρυσέ με
τυφλός, ᾧ τὴν ἀκτῖνα κεχάρισμαι τοῦ φωτός· οὐκ ἔδραμε πρός με χωλός, παρ’ ἐμοῦ52

53

τὸ τρέχειν λαβών. Εἷς δεδεμένος ὁμολογεῖ λῃστής, πρὸς ἐμὴν ἀτιμίαν παρ’ ἐμοὶ σταυρωθείς· καὶ παρέκνιζεν Ἰουδαίους βασιλέα καλῶν. Ὅταν μου τότε μνησθῇς, τότε μοι πρόσριψον ἓν οἰκτιρμῶν μέρος, τὸ σοὶ παραστάν· ἐγὼ γὰρ ὃ δώσεις αἰτεῖν οὐ τολμῶ. Οὐ γίνομαι φιλοτιμίας βασιλικῆς ἐριστής· οὐ σταθμίζω πλοῦτον φιλαν‐
5θρωπίας· οὐ μετρῶ θάλατταν οἰκτιρμῶν. Εἶδες λῃστικὴν ἱκεσίαν; Ὅρα βασιλικὴν δωρεάν· ἀμὴν ἀμὴν λέγω σοι, σή‐ μερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Σὺ τότε τὴν μνήμην αἰτεῖς, ἐγὼ νῦν τὴν ὑπόσχεσιν δίδωμί σοι. Ὦ λῃστά, καὶ παραδείσου λῃστά! Ὦ θεοφυτεύτου φραγμοῦ τοιχωρύχε! Ὦ
10πλημμελημάτων ἀφέσεως κλέπτα! Ὦ βασιλικῆς στολῆς ἐργάτα! Ὦ θυρῶν ἀκλῄ‐ στων ταμία! Ὦ κλείθρων ἀρχαίων ἐπίτροπε! Ὦ σταυροῦ πρώιμον ἄνθος! Ὦ τῆς Γολγοθᾶ χαίτης πρῶτον ἀκρόδρυον! Ὦ σωτηρίων ἥλων ὀψώνιον! Ὦ ἄγκιστρον μετανοίας! Ὦ δέλεαρ Χριστοῦ πρὸς ζωήν! Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.53