TLG 4138 136 :: EPHRAEM SYRUS :: Sermo de passione Saluatoris

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo de passione Saluatoris

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 7. Thessalonica: Το περιβόλι της Παναγίας, 1998: 31–41.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 244–248e.

Citation: Page — (line)

31

(t)

Λόγος περὶ τοῦ πάθους τοῦ Σωτῆρος
1 Φοβοῦμαι τὸ λαλῆσαι καὶ τῇ γλώσσῃ ἅψασθαι εἰς τὴν φοβερὰν ταύτην διή‐ γησιν τοῦ Σωτῆρος· φόβος γὰρ ὄντως ἐστὶ περὶ ταύτης διηγήσασθαι. Ὁ Κύριος ἡμῶν σήμερον παρεδόθη εἰς χεῖρας ἁμαρτωλῶν! Ἕνεκεν τίνος ἄρα παρεδόθη ἅγιος Δεσπότης καὶ ἀναμάρτητος ὤν; Οὐδὲν γὰρ ἁμαρτήσας παρεδόθη σήμερον.
5 Δεῦτε καταμάθωμεν διατί παρεδόθη Χριστὸς ὁ Σωτὴρ ἡμῶν· δι’ ἡμᾶς τοὺς ἀσεβεῖς παρεδόθη Δεσπότης. Τίς ἄρα μὴ θαυμάσῃ; Τίς ἄρα μὴ δοξάσῃ; Δούλων ἁμαρτησάντων, Δεσπότης παρεδόθη, ἵνα ἐλευθερώσῃ θανάτῳ τῷ ἰδίῳ παῖδας ἁμαρτήσαντας. Οἱ υἱοὶ τῆς ἀπωλείας καὶ τὰ τέκνα τοῦ σκότους ἐξῆλθον ἐν σκοτίᾳ
κατέχειν τὸν ἥλιον τὸν δυνάμενον φλέξαι ἅπαντας μιᾷ ῥοπῇ.31

32

Εἰδὼς δὲ ὁ Δεσπότης τὴν ἑαυτῶν τολμηρίαν καὶ τῆς ὀργῆς κίνησιν, μετὰ [τῆς] πρᾳότητος ἰδίᾳ ἐξουσίᾳ ἑαυτὸν παρέδωκεν εἰς χεῖρας τῶν ἀσεβῶν. Καὶ δή‐ σαντες ἄνομοι τὸν ἄχραντον Δεσπότην ἐνέπαιξαν αὐτὸν τὸν δήσαντα 〈τὸν〉 ἰσχυρὸν ἐν ἀλύτοις δεσμοῖς, καὶ ἡμᾶς δὲ λύσαντα τῶν δεσμῶν ἁμαρτιῶν. Ἔπλεξαν δὲ στέ‐
5φανον τῶν ἰδίων ἀκανθῶν, ὧν ἐκαρποφόρησεν ἄμπελος Ἰουδαίων. Ἐμπαίζοντες εἰς αὐτόν, βασιλέα ἐκάλουν. Ἐνέπτυσαν ἄνομοι εἰς πρόσωπον ἀχράντου, οὗ ἀπὸ τοῦ βλέμματος πτοοῦνται ἅμα πᾶσαι δυνάμεις τῶν οὐρανῶν καὶ Ἀγγέλων αἱ τάξεις. Ἰδού, πάλιν συνέχει τὴν καρδίαν τὴν ἐμὴν λύπη τε καὶ δάκρυα, κατανοῶν Δε‐ σπότην οὕτως ἀνεχόμενον ὕβριν καὶ ὀνειδισμούς, μάστιγας, ἐμπτύσματα ἐκ δού‐
10λων, ῥαπίσματα. Δεῦτε καταμάθετε οἰκτιρμῶν ὑπερβολήν, ἀνοχὴν καὶ ἔλεος τοῦ γλυκέος Δεσπότου. Δοῦλον ἔσχεν εὔχρηστον ἐν παραδείσῳ τρυφῆς, καὶ ἁμαρτήσας
οὗτος ἐδόθη βασανισταῖς. Ἰδὼν δὲ ὁ ἀγαθὸς μικροψυχοῦντα αὐτόν, εὐσπλαγχνί‐32

33

σθη τῷ δούλῳ, καὶ ἐλέησεν αὐτόν, καὶ ἑαυτὸν ἐξέτεινε μαστιχθῆναι ὑπὲρ αὐτοῦ. Ἐβουλήθην σιγῆσαι διὰ τὴν ὑπερβολὴν ἐκστάσεως τοῦ νοός· καὶ πάλιν ἐφο‐ βήθην, ἵνα μὴ ἀθετήσω διὰ ἐμῆς σιωπῆς τὴν χάριν τοῦ Σωτῆρος. Ὅμως μετὰ φό‐ βου, λέγω ὑμῖν· τρέμει γὰρ τὰ ὀστᾶ μου, ὅταν κατανοήσω. Ὁ Πλάστης τῶν ἁπάν‐
5των, αὐτὸς Κύριος ἡμῶν ἔμπροσθεν τοῦ Καϊάφα παρεστάθη σήμερον ὡς εἷς τῶν καταδίκων, καὶ εἷς τῶν ὑπηρετῶν ῥάπισμα αὐτῷ δέδωκε. Τρέμει μου ἡ καρδία ταῦτα πάντα νοοῦντος· δοῦλος ἐκαθέζετο, Δεσπότης παρέστηκε, καὶ πλήρης ἀνο‐ μιῶν ἀπόφασιν ἐδίδου κατὰ ἀναμαρτήτου. Οὐρανοὶ ἐτρόμασαν, ἔφριξαν θεμέλια· Ἄγγελοι, Ἀρχάγγελοι, πάντες ἐπτοήθησαν· Γαβριὴλ σὺν Μιχαὴλ τὰ πρόσωπα
10ἑαυτῶν ἐκάλυψαν πτέρυξι· Χερουβεὶμ ἐν τῷ θρόνῳ ὑπὸ τροχῶν ἐκρύβη· Σεραφεὶμ τὰς πτέρυγας ἀλλήλοις συνέκρουον ἐν τῇ ὥρᾳ ἐκείνῃ τῷ δοῦναι ὑπηρέτην ῥάπισμα τῷ Δεσπότῃ. Πῶς ἄρα ἐβάστασαν τὰ θεμέλια τῆς γῆς τὸν σεισμὸν καὶ τὸν τρόμον,
ἐν τῇ ὥρᾳ ἐκείνῃ, ὑβρισθέντος Δεσπότου; Κατανοῶ καὶ τρέμω, 〈καὶ〉 πάλιν κατα‐33

34

νύσσομαι ὁρῶν μακροθυμίαν τοῦ ἀγαθοῦ Δεσπότου. Ἰδοὺ γὰρ οἱ νεφροί μου τρέ‐ μουσι λαλοῦντός μου, ὅτι ὁ δημιουργός, ὁ πλάσας ἐν χάριτι ἄνθρωπον ἀπὸ χοός, ἐρραπίσθη [ὁ Πλάστης]. Φοβηθῶμεν, ἀδελφοί, μὴ ἁπλῶς ἀκούσωμεν. Ταῦτα πάντα ὁ Σωτὴρ δι’ ἡμᾶς
5ὑπέμεινεν. Ὑπηρέτα ἄθλιε, εἰπὲ ἕνεκεν τίνος ἐρράπισας Δεσπότην; Πάντες μὲν οἱ οἰκέται, ὅταν ἐλευθεροῦνται, ῥάπισμα λαμβάνουσιν, ἵνα ἐπιτύχουσιν ἐλευθερίας φθαρτῆς· αὐτὸς δέ, ὦ ἄθλιε, ἐλευθερωτὴν πάντων ἀδίκως ἐρράπισας. Τί ἄρα προσ‐ εδόκας ὑπὸ Καϊάφα λαβεῖν μισθὸν τοῦ ῥαπίσματος; Κἂν ἄρα οὐκ ἤκουσας, ἢ ἄρα οὐκ ἔμαθες, ὅτι Ἰησοῦς ἐστιν ὁ οὐράνιος Δεσπότης; Ῥάπισμα μὲν ἔδωκας Δεσπότῃ
10τῶν ἁπάντων, γέγονας 〈δὲ〉 δοῦλος δούλων εἰς αἰῶνα αἰῶνος, ὄνειδος καὶ βδέ‐ λυγμα καὶ κατάδικος ἀεὶ ἐν πυρὶ τῷ ἀσβέστῳ. Μέγα θαῦμα, ἀδελφοί, ἰδεῖν τὴν πρᾳότητα τοῦ Χριστοῦ τοῦ Βασιλέως! Ῥαπι‐ σθεὶς παρὰ δούλου νουνεχῶς ἀπεκρίθη μετὰ τῆς πρᾳότητος καὶ πάσης εὐσεβείας. Οἰκέτης ἀγανακτεῖ, Δεσπότης ἀνέχεται· οἰκέτης ὀργίζεται, Δεσπότης χρηστεύεται.
15Θυμὸν δὲ καὶ ταραχὴν ἐν τῇ ὥρᾳ τῆς ὀργῆς τίς ἄρα ὑπενέγκῃ; Ὁ δὲ Κύριος ἡμῶν34

35

ταῦτα πάντα ὑπέστη τῇ αὑτοῦ χρηστότητι. Τίς ἄρα δυνήσεται τὴν σὴν μακροθυμίαν ἐξειπεῖν, ὦ Δέσποτα! Προσέλθετε, ποθεινοὶ ἠγαπημένοι Χριστοῦ, ἔχοντες κατάνυξιν καὶ πόθον τοῦ Σωτῆρος. Δεῦτε καταμάθωμεν, τί σήμερον γέγονεν ἐν Σιών, πόλει Δαυΐδ. Τὸ σπέρ‐
5μα τοῦ Ἀβραὰμ ποθεινὸν καὶ ἐκλεκτὸν τί ἔπραξε σήμερον; Τὸν ἄχραντον Δεσπότην θανάτῳ παρέδωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ. Χριστὸς ὁ Σωτὴρ ἡμῶν διὰ χειρῶν ἀνόμων ἐπὶ ξύλου τοῦ σταυροῦ ἐκρεμάσθη ἀδίκως. Δεῦτε ἄπαντες ἡμεῖς λούσωμεν σῶμα ἡμῶν δάκρυσι καὶ στεναγμοῖς, ὅτι Κύριος ἡμῶν, ὁ Βασιλεὺς τῆς δόξης, δι’ ἡμᾶς τοὺς ἀσεβεῖς θανάτῳ παρεδόθη.
10 Εἴ τις ἄφνω ἀκούει ὑπὲρ τοῦ ἀγαπητοῦ τοῦ γνησίου θανόντος, ἢ πάλιν ἄφνω ὁρᾷ αὐτὸν τὸν ἀγαπητὸν νεκρὸν κατακείμενον ἔμπροσθεν τῶν ὀφθαλμῶν, ἀλλοι‐ οῦται προσώπῳ, φαιδρότης δὲ ἀμαυροῦται τῆς αὑτοῦ ὁράσεως. Οὕτω θεασάμενος ὁ ἥλιος ὁ φαιδρὸς ἐν ὕψει τοῦ οὐρανοῦ τὴν ὕβριν τοῦ Δεσπότου ἐπὶ ξύλου τοῦ σταυ‐ ροῦ, ἠλλοιώθη προσώπῳ, συνέστησεν ἀκτῖνας τῆς αὑτοῦ φαιδρότητος, μὴ φέρων
15κατανοεῖν τὴν ὕβριν τοῦ Δεσπότου, λύπην δὲ καὶ σκοτίαν ἑαυτὸν ἐνέδυσε. Πάλιν35

36

θεασάμενον τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ ὂν ἐν τῷ Πατρί, τὸν ἀγαπητὸν Υἱὸν ἐπὶ ξύλου τοῦ σταυροῦ, ῥῆξαν καταπέτασμα τὸ κόσμιον τοῦ ναοῦ, ἄνωθεν ἕως κάτω, ἐν εἴδει περιστερᾶς ἐξῆλθε παραχρῆμα. Πᾶσα κτίσις γέγονεν ἐν φόβῳ καὶ ἐν τρόμῳ, ὅταν ἔπαθεν ὁ Σωτήρ, ὁ οὐράνιος Βασιλεύς· ἡμεῖς δὲ ἁμαρτωλοὶ καταφρονοῦμεν ἀεί, δι’
5οὓς καὶ παρεδόθη ὁ μόνος ἀθάνατος. Γελῶμεν καθ’ ἑκάστην, ἀκούοντες τὰ πάθη καὶ ὕβριν τοῦ Σωτῆρος· τρυφῶμεν καθ’ ἡμέραν, ἔχοντες πᾶσαν σπουδὴν ἐσθῆτα καλλωπίζειν. Ἥλιος ἐν οὐρανῷ δι’ ὕβριν τοῦ Δεσπότου τὴν αὑτοῦ λαμπρότητα εἰς σκότος μετέβαλεν, ἵνα ἡμεῖς ὁρῶντες μιμηταὶ γενώμεθα. Δεσπότης ἐπὶ σταυροῦ διὰ σὲ ἐνυβρίσθη, αὐτὸς δέ, ὦ ἄθλιε, ἐσθῆτα ἱματίων
10καλλωπίζεις πάντοτε. Οὐ τρέμει σου ἡ καρδία, οὐ φρίττει σου ἔννοια, τοιαῦτα ἀκού‐ ουσα; Ὁ μόνος ἀναμάρτητος διὰ σὲ τὸν ἀσεβῆ θανάτῳ παρεδόθη ὕβρεσιν, ὀνειδι‐ σμοῖς, αὐτὸς δὲ μετεώρως ἀκούεις ταῦτα πάντα. Πρέπει δὲ καὶ τῇ ποίμνῃ ἁπάσῃ τῇ λογικῇ προορᾶν διηνεκῶς τὸν ποιμένα ἑαυτῆς, καὶ ποθεῖν αὐτὸν ἀεί, καὶ ἐντρέπε‐
σθαι αὐτόν· δι’ αὐτὴν γὰρ ἔπαθεν 〈ὁ〉 ἀπαθὴς καὶ ἄχραντος· καὶ μὴ καλλωπίζεσθαι36

37

ἱματίοις τοῖς φθαρτοῖς, μηδὲ πάλιν ἐν τρυφῇ καὶ βρώμασι κοσμικοῖς, ἀλλὰ ἐν τῇ ἀσκήσει καὶ πάσῃ σεμνότητι ἀρέσαι τῷ Ποιητῇ. Μὴ γενώμεθα ἡμεῖς μιμηταὶ Ἰουδαίων· λαὸς σκληρός, ἀπειθὴς καὶ ἀθετῶν πάντοτε τὰ ἀγαθὰ τοῦ Θεοῦ καὶ τὰς εὐεργεσίας. Ὁ Θεὸς ὁ ὕψιστος ἕνεκεν τοῦ
5Ἀβραὰμ καὶ διαθήκης αὐτοῦ βαστάζει ἀπ’ ἀρχῆς τοῦ λαοῦ τὴν δυσκολίαν. Μάννα ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν· αὐτοὶ δὲ ἀνάξιοι σκόροδα ἐπεθύμησαν, βρώ‐ ματα δυσωδίας. Ὕδωρ πάλιν ἐκ πέτρας ἔδωκεν ἐν ἐρήμῳ· αὐτοὶ δὲ ἀντὶ τούτων ὄξος αὐτῷ ἔδωκαν κρεμάσαντες ἐν σταυρῷ. Σπουδάσωμεν, ἀδελφοί, ἵνα μὴ εὑρεθῶμεν Ἰουδαίων μέτοχοι σταυρωσάντων
10Δεσπότην, τὸν αὐτῶν δημιουργόν. Φοβηθῶμεν πάντοτε ἔχοντες πρὸ ὀφθαλμῶν τὰ πάθη τοῦ Σωτῆρος. Μελετῶμεν πάντοτε τὰ αὑτοῦ παθήματα· δι’ ἡμᾶς γὰρ ἔπαθεν ὁ ἀπαθὴς Δεσπότης· δι’ ἡμᾶς ἐσταυρώθη 〈ὁ〉 μόνος ἀναμάρτητος. Τί ἡμεῖς ἀποδῶμεν περὶ τούτων, ἀδελφοί; Προσχῶμεν οὖν ἑαυτοῖς καὶ μὴ
ἀθετήσωμεν τὰ αὑτοῦ παθήματα. Προσέλθετε ἅπαντες, τέκνα τῆς Ἐκκλησίας,37

38

ὠνηθέντες αἵματι τιμίῳ καὶ ἁγίῳ τοῦ ἀχράντου Δεσπότου. Δεῦτε μελετήσωμεν παθήματα δάκρυσι καὶ στεναγμοῖς, ἐννοοῦντες τὸν φόβον, μελετῶντες ἐν τρόμῳ, λέγοντες εἰς ἑαυτούς, Χριστὸς ὁ Σωτὴρ ἡμῶν δι’ ἡμᾶς τοὺς ἀσεβεῖς θανάτῳ πα‐ ρεδόθη.
5 Κατάμαθε, ἀδελφέ, τί ἐστιν ὃ ἀκούεις· Θεὸς ἀναμάρτητος ὁ Υἱὸς τοῦ Ὑψίστου διὰ σὲ παρεδόθη. Ἄνοιξον καρδίαν σου, κατάμαθε ἀκριβῶς τὰ αὑτοῦ παθήματα, καὶ λέγε εἰς ἑαυτόν· Θεὸς ἀναμάρτητος σήμερον παρεδόθη, σήμερον ἐνεπαίχθη, σήμε‐ ρον ἐνυβρίσθη, σήμερον ἐρραπίσθη, σήμερον ἐμαστίχθη, σήμερον ἐφόρεσε στέφανον ἐξ ἀκανθῶν, σήμερον ἐσταυρώθη ὁ οὐράνιος ἀμνός. Τρομήσει σου ἡ καρδία, φρίξει
10σου ἡ ψυχή. Δάκρυσον καθ’ ἑκάστην ἐν τῇ μελέτῃ ταύτῃ παθημάτων Δεσπότου. Γλυκαίνεται τὰ δάκρυα, φωτίζεται ἡ ψυχὴ μελετῶσα πάντοτε Χριστοῦ τὰ παθή‐ ματα. Οὕτω μελετῶν ἀεί, δακρύων καθ’ ἑκάστην, εὐχαριστῶν Δεσπότῃ περὶ τῶν παθημάτων ὧν ἔπαθε διὰ σέ, ἵνα καὶ ἐν ἡμέρᾳ τῆς αὑτοῦ παρουσίας γένωνταί σου δάκρυα καύχημα καὶ ὕψωμα ἔμπροσθεν τοῦ βήματος.
15Κακοπάθησον καὶ σὺ μελετῶν παθήματα τοῦ ἀγαθοῦ Δεσπότου· ὑπόμεινον38

39

πειρασμούς· εὐχαρίστει ἐκ ψυχῆς σου. Μακάριος ἄνθρωπος, ὁ ἔχων πρὸ ὀφθαλμῶν Δεσπότην οὐράνιον καὶ αὐτοῦ παθήματα, καὶ σταυρώσας ἑαυτὸν ἀπὸ πάντων τῶν παθῶν καὶ γηΐνων πραγμάτων, ὃς γέγονε μιμητὴς τοῦ ἰδίου Δεσπότου. Αὕτη ἐστὶν ἡ σύνεσις, αὕτη ἡ διάθεσις οἰκετῶν φιλοθέων, ὅταν μιμηταὶ ἀεὶ γίνωνται τοῦ
5Δεσπότου ἐν τοῖς ἀγαθοῖς ἔργοις. Θεωρεῖς, ὦ ἄνθρωπε, τὸν ἄχραντον Δεσπότην κρεμάμενον ἐν σταυρῷ, καὶ τολμᾷς, ὦ ἀναιδές, ἐν τρυφῇ καὶ γέλωτι ἐπιτελῶν τὸν χρόνον, ὃν περιζῇς ἐπὶ τῆς γῆς; Ἢ οὐκ οἶδας, ὦ ἄθλιε, ὅτι λόγον ἀπαιτεῖ ὁ σταυρωθεὶς Κύριος περὶ τούτων ἁπάντων καταφρονημάτων σου, ὧν ἀκούων ἀμελεῖς, καὶ κατατρυφῶν γελᾷς καὶ
10τρυφᾷς ἀδιαφόρως; Ἥξει ἡ ἡμέρα ἐκείνη ἡ φοβερά, ἵνα κλαύσῃς ἀπαύστως καὶ βοήσῃς ἐν πυρὶ ἀπὸ τῶν ὀδυνῶν σου, καὶ οὐκ ἔσται παντελῶς ὁ ἀποκρινόμενος ἐλεῶν σου τὴν ψυχήν. Προσκυνῶ σε, Δέσποτα, εὐλογῶ σε, ἀγαθέ, ἱκετεύω, ἅγιε, προσπίπτω, φι‐ λάνθρωπε, καὶ δοξάζω σε, Χριστέ, ὅτι σὺ μονογενὴς Δεσπότης τῶν ἁπάντων,
15μόνος ἀναμάρτητος, ὑπὲρ τοῦ ἁμαρτωλοῦ ἐμοῦ τοῦ ἀναξίου θανάτῳ παρεδόθης, θα‐39

40

νάτῳ δὲ σταυροῦ, ἵνα ἐλευθερώσῃς ψυχὴν τοῦ ἁμαρτωλοῦ τῶν δεσμῶν ἁμαρτιῶν. Καὶ τί σοι ἀποδώσω περὶ τούτων, Δέσποτα; Δόξα σοι, φιλάνθρωπε. Δόξα σοι, ἐλεῆμον. Δόξα σοι, μακρόθυμε. Δόξα σοι, συγχωρητὰ πάντων παραπτωμάτων. Δόξα σοι, ὁ κατελθὼν σῶσαι τὰς ψυχὰς ἡμῶν. Δόξα σοι, ὁ σαρκωθεὶς ἐν μήτρᾳ τῆς
5Παρθένου. Δόξα σοι, ὁ δεσμευθείς. Δόξα σοι, ὁ μαστιχθείς. Δόξα σοι, ὁ ἐμπαιχθείς. Δόξα σοι, ὁ σταυρωθείς. Δόξα σοι, ὁ [καὶ] ταφείς. Δόξα σοι, ὁ ἐγερθείς. Δόξα σοι, ὁ κηρυχθείς. Δόξα σοι, ὁ πιστευθείς. Δόξα σοι, ὁ ἀναληφθείς. Δόξα σοι, ὁ καθεσθεὶς μετὰ δόξης μεγάλης ἐκ δεξιῶν τοῦ Πατρός, καὶ πάλιν ἐρχόμενος μετὰ δόξης τοῦ Πατρὸς καὶ ἁγίων Ἀγγέλων κρῖναι ἅπασαν ψυχὴν τὴν ἀθετήσασαν ἅγιά σου παθή‐
10ματα ἐν τῇ ὥρᾳ ἐκείνῃ τῇ φρικτῇ καὶ φοβερᾷ, ὅταν σαλευθήσονται αἱ δυνάμεις τῶν40

41

οὐρανῶν, ὅταν ἔρχωνται ὁμοῦ Ἄγγελοι, Ἀρχάγγελοι, Χερουβεὶμ καὶ Σεραφεὶμ μετὰ φόβου καὶ τρόμου ἔμπροσθεν τῆς δόξης σου, ὅταν τρέμωσι πάλιν τὰ θεμέλια τῆς γῆς καὶ φρίσσει πᾶσα πνοὴ ἀπὸ τῆς ἀνεικάστου δόξης σου τῆς μεγάλης. Ἐν τῇ ὥρᾳ ἐκείνῃ κρύψει με ἡ χάρις σου ὑπὸ τὰς πτέρυγας αὐτῆς, καὶ ῥυσθῇ μου ἡ
5ψυχὴ ἐκ τοῦ φοβεροῦ πυρὸς καὶ βρυγμοῦ τῶν ὀδόντων καὶ σκότους ἐξωτέρου καὶ κλαυθμοῦ αἰωνίου, ἵνα λέγω εὐλογῶν· δόξα τῷ θελήσαντι σῶσαι τὸν ἁμαρτωλόν,
διὰ πολλοὺς οἰκτιρμοὺς τῆς αὑτοῦ εὐσπλαγχνίας.41