TLG 4138 134 :: EPHRAEM SYRUS :: 〈Precationes ad dei matrem〉 EPHRAEM SYRUS Theol., vel Ephraem Graecus 〈Precationes ad dei matrem〉 Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 524–552. Citation: Prayer — page — (line) | ||
t354 | 〈Εὐχαὶ τῆς Θεοτόκου〉 | |
1.354(t) | Εὐχὴ τῆς ὑπεραγίας Θεοτόκου | |
1 | Παναγία Δέσποινα Θεοτόκε, ἡ μόνη καθαροτάτη καὶ ψυχὴν καὶ σῶμα, ἡ μόνη πάσης ἐπέκεινα καθαρότητος καὶ σωφροσύνης καὶ παρθενίας, ἡ μόνη κατοι‐ κητήριον ὅλη γενομένη τῆς ὅλης χάριτος τοῦ παναγίου Πνεύματος, κἀντεῦθεν καὶ αὐτὰς τὰς ἀΰλους Δυνάμεις ἀσυγκρίτως ὑπερβαλοῦσα τῇ καθαρότητι καὶ τῷ ἁγια‐ | |
---|---|---|
5 | σμῷ τῆς ψυχῆς καὶ τοῦ σώματος, ἔπιδε ἐπ’ ἐμὲ τὸν ἐναγῆ καὶ ἀκάθαρτον καὶ ῥερυ‐ πωμένον καὶ ψυχὴν καὶ σῶμα τῷ μολυσμῷ τῆς ἐμπαθοῦς καὶ ἐνηδόνου ζωῆς μου· κάθαρόν μου τὴν ἐμπαθῆ διάνοιαν· ἅγνισόν μου καὶ διόρθωσόν μου τοὺς πεπλανη‐ | |
μένους καὶ τετυφλωμένους λογισμούς· ῥύθμισον καὶ παιδαγώγησόν μου τὰς αἰσθή‐ | 354 | |
1.355 | σεις· ἐλευθέρωσόν με τῆς τυραννούσης κακίστης καὶ αἰσχρᾶς συνηθείας τῶν ἀκα‐ θάρτων προλήψεων καὶ παθῶν· στῆσόν μου πᾶσαν τὴν κατ’ ἐνέργειαν ἁμαρτίαν, καὶ δώρησαι νῆψιν καὶ διάκρισιν τῷ ἐσκοτισμένῳ καὶ ταλαιπώρῳ μου νῷ πρὸς διόρθωσιν τῶν οἰκείων σφαλμάτων τε καὶ πτωμάτων, ἵνα τοῦ σκότους τῆς ἁμαρ‐ | |
5 | τίας ἀπαλλαγεὶς καταξιωθῶ δοξάζειν καὶ ὑμνεῖν σε ἐν παρρησίᾳ τὴν μόνην ἀλη‐ θινὴν Μητέρα τοῦ ἀληθινοῦ φωτὸς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ὅτι μόνη σὺν αὐτῷ καὶ δι’ αὐτὸν εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις ὑπὸ πάσης τῆς ἀοράτου καὶ ὁρατῆς κτίσεως, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
2.355(9t) | Εὐχὴ τῆς Θεοτόκου | |
10 | Παρθένε Δέσποινα Θεοτόκε, κεχαριτωμένη Θεογεννήτρια, ὑπερευλογημένη Θεοχαρίτωτε, δοχεῖον τῆς θεότητος τοῦ μονογενοῦς Υἱοῦ τοῦ ἀθανάτου καὶ ἀορά‐ του Πατρός, κλῖνον τὸ οὖς σου καὶ ἐπάκουσόν μου τῶν ἐκ ῥυπαρῶν καὶ ἀκαθάρ‐ των χειλέων μου ἐκπεμπομένων ῥημάτων. Ἰδοὺ γὰρ ἐκ ψυχῆς συντετριμμένης | |
καὶ τεταπεινωμένης διανοίας τῇ σῇ προσέδραμον εὐσπλαγχνίᾳ. Μὴ οὖν παρίδῃς | 355 | |
2.356 | με τὸν ἄθλιον, μηδὲ ἐάσῃς με ἀπολέσθαι εἰς τέλος τὸν ἀνάξιον δοῦλόν σου, ἀλλὰ ταῖς μητρικαῖς σου δεήσεσι χρησαμένη, ἴασαι τὴν ταλαίπωρόν μου ψυχήν, τὴν κα‐ κῶς συντριβεῖσαν τοῖς πονηροῖς μου πάθεσιν, ἣν ὁ πονηρὸς Ἐχθρὸς ταῖς φιληδό‐ νοις ἁμαρτίαις συντρίψας εἰς γῆν κατεπάτησε. | |
5 | Διὸ πάσης αἰσχύνης πεπληρωμένος εἰμί, καὶ οὐ τολμῶ, οὐδὲ εὐπροσωπῶ συγχώρησιν τῶν πολλῶν ἁμαρτημάτων καὶ ἀνιάτων τραυμάτων μου ἴασιν παρὰ τοῦ φιλανθρώπου μου Θεοῦ αἰτήσασθαι· ἐμόλυνα γὰρ τὸν ναὸν τοῦ σώματος, καὶ ταῖς ἀτόποις ἐπιθυμίαις δεινῶς αὐτὸν κατεσπίλωσα, καὶ πάσας τὰς αἰσθήσεις ἀθέ‐ σμοις πράξεσι κατηχρείωσα. Ὅθεν οὐκ ἔχω παρρησίαν ἐπάραι χεῖρας πρὸς οὐρα‐ | |
10 | νόν, ἃς ἐν κακαῖς ἐργασίαις ἐμόλυνα, καὶ χείλη ἀνοῖξαι πρὸς ἱκεσίαν, ἅπερ κατὰ τοῦ πλησίον λοιδορίαις καὶ συκοφαντίαις ἐσπίλωσα. Διὰ τοῦτο, πάναγνε Δέσποινα, πρὸς τοὺς σοὺς ἀφάτους οἰκτιρμοὺς ἐμαυτὸν ἐπιρρίπτω ἐγὼ ὁ ἄθλιος καὶ ἄσωτος· οὐκ ἔχω γὰρ ἄλλην ἐλπίδα ἢ καταφυγήν, εἰμὴ σὲ καὶ μόνην, τὴν ἐμὴν παραμυθίαν καὶ ὀξεῖαν ἀντίληψιν, τὸ τῆς ἐμῆς ψυχῆς | |
15 | ἀγαλλίαμα, τῆς λύπης ἡ λύσις, τῆς αἰχμαλωσίας ἡ λύτρωσις, τῶν θνητῶν ἡ θέω‐ | |
σις, τὸ ἡμέτερον ἱλαστήριον καὶ προσφύγιον, ἡ ἀνάστασις τῶν πεπτωκότων, ἡ | 356 | |
2.357 | ἀνάπλασις τῆς ἐμῆς ψυχῆς καὶ τοῦ σώματος, τῶν ἁμαρτιῶν μου ἡ ἀπολύτρωσις, τῆς ξηρανθείσης μου καρδίας ἡ θεόρρυτος ῥανίς, τῆς ζοφερᾶς μου ψυχῆς ἡ τηλαυ‐ γεστάτη λαμπάς, τῆς ἐμῆς γυμνότητος ἡ ἀμφίασις, τῶν ἐμῶν στεναγμῶν ἡ κατά‐ παυσις, τῶν συμφορῶν μου ἡ μεταποίησις. Εἰς σὲ γὰρ ἐλπίζω, εἰς σὲ καυχῶμαι. | |
5 | Μὴ μακρύνῃς ἀφ’ ἡμῶν τὴν σὴν προστασίαν, ἀλλ’ ἐπικούρει, καὶ σκέπε, καὶ πά‐ ρεσό γε διὰ παντός. Τέρπεται ταῖς αἰτήσεσί σου ὁ μονογενής σου Υἱός. Καὶ πολλῷ μᾶλλον αὐτός, ἐν δούλοις ἐξετάζεσθαι ἑλόμενος, φυλάξει τὴν χάριν καὶ τὸ ἴδιον δόγμα σοὶ τῇ διακονησαμένῃ τούτῳ τὴν ἀπόρρητον γέννησιν. Ὅθεν καὶ χαίρει ταῖς παρακλήσεσί σου, οἰκείαν τὴν σὴν ἡγούμενος δόξαν, καὶ χρεωστικῶς ἐκπλη‐ | |
10 | ροῖ τὰς αἰτήσεις σου. Μόνον μὴ παρίδῃς με τὸν πανάθλιον, μηδὲ αἱ τῶν πράξεών μου ἀτοπίαι τὸ σὸν ἀμέτρητον ἀνακόψωσιν ἔλεος, Θεοτόκε μου, τὸ ὑπερπόθητον ὄνομα· οὐδὲν γὰρ τῆς σῆς βοηθείας ὀχυρώτερον τρόπαιον. Σοὶ τοίνυν, Πανάμωμε καὶ Μεσίτρια τοῦ κόσμου, ἐν μετανοίᾳ προσπίπτω, τὴν ἐν ἀνάγκαις ταχεῖαν βοήθειαν, τὴν μετὰ Θεὸν ἐπίκουρον καὶ ἀσφαλῆ καὶ κρα‐ | |
15 | ταιὰν προστασίαν μου. Ὁ πολλοῖς ὑπεύθυνος πλημμελήμασιν ἐκ βάθους κράζω | 357 |
2.358 | σοι τῆς καρδίας μου· ἐλέησόν με, φιλάγαθε καὶ φιλεύσπλαγχνε, τὸν πάσης δυσω‐ δίας καὶ ῥᾳθυμίας πεπληρωμένον, καὶ πρόσδεξαί μου τὴν οἰκτρὰν ταύτην καὶ εὐτελῆ δέησιν. Εἰ καὶ ῥᾳθύμως καὶ ἀμελῶς σοι προσήνεγκα, ἀλλ’ εὐπρόσδεκτον ταῖς μητρικαῖς σου δεήσεσι τῷ σῷ Υἱῷ καὶ Θεῷ ἀπέργασαί με, ἀξιοῦσά με τῆς | |
5 | τῶν οὐρανῶν βασιλείας, αἰνοῦντα καὶ εὐλογοῦντα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
3.358(7t) | Εὐχὴ τῆς Θεοτόκου | |
8 | Παρθένε Δέσποινα Θεοτόκε, ἡ τὸν Σωτῆρα Χριστὸν καὶ Θεὸν ἡμῶν ἡ κυή‐ σασα, εἰς σὲ τὴν ἐλπίδα μου ἀνατίθημι ἅπασαν, καὶ ἐν σοὶ πέποιθα, τὴν ὑψηλοτέ‐ | |
10 | ραν πασῶν τῶν οὐρανίων Δυνάμεων. Σύ μοι, Πανάχραντε, τῇ θείᾳ σου περιφρούρησον χάριτι. Κυβέρνησόν μου τὴν ζωήν, καὶ πρὸς τὸ ἅγιον θέλημα τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν καθοδήγησον. Σύ μοι δώρησαι πταισμάτων τὴν ἄφεσιν. Γενοῦ μοι καταφυγή, σκέπη καὶ ἀντίλη‐ | |
ψις καὶ χειραγωγὸς εἰς τὴν αἰώνιον ζωὴν διαβιβάζουσα. Ἐν ὥρᾳ δὲ τῇ φοβερᾷ τῇ | 358 | |
3.359 | τοῦ θανάτου μου, Δέσποινά μου, μὴ ἐγκαταλίπῃς με, ἀλλ’ εἰς τὴν βοήθειάν μου τάχυνον, καὶ τῆς πικρᾶς τυραννίδος τῶν δαιμόνων ἐξάρπασον· ἔχεις γὰρ τῇ βουλῇ σου τὸ δύνασθαι, ὡς ἀληθῶς Μήτηρ τοῦ Θεοῦ καὶ πάντων δεσπόζουσα. Δέχου, πανευμενεστάτη Παναγία Δέσποινα Θεομῆτορ, τίμια δῶρα καὶ σοὶ | |
5 | μόνῃ ἁρμόζοντα παρ’ ἡμῶν τῶν ἀναξίων δούλων σου, ἡ πασῶν γενεῶν ἐκλελεγμέ‐ νη, ἡ πάσης κτίσεως οὐρανίων καὶ ἐπιγείων ὑψηλοτέρα φανεῖσα, ἐπεὶ διὰ σοῦ τὸν Υἱὸν τοῦ Θεοῦ ἐγνωρίσαμεν, 〈καὶ〉 διὰ σοῦ γέγονε Κύριος τῶν Δυνάμεων μεθ’ ἡμῶν, καὶ ἠξιώθημεν τοῦ ἁγίου αὐτοῦ σώματος καὶ αἵματος. Μακαρία σὺ εἶ ἐν γενεαῖς γενεῶν, Θεομακάριστε, ἡ τῶν Χερουβεὶμ λαμπροτέρα, καὶ τῶν Σεραφεὶμ ἐνδοξο‐ | |
10 | τέρα. Καὶ νῦν, πανύμνητε Παναγία Θεοτόκε, μὴ παύσῃ πρεσβεύουσα ὑπὲρ ἡμῶν τῶν ἀναξίων δούλων σου ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης ἐπιβουλῆς τοῦ Πονηροῦ καὶ ἀπὸ πάσης περιστάσεως, καὶ τηρεῖσθαι ἀτρώτους ἀπὸ πάσης ἰοβόλου προσβολῆς· ἀλλὰ καὶ μέχρι τέλους ταῖς ἱκεσίαις σου ἀκατακρίτους ἡμᾶς διαφύλαξον, ὅπως τῇ σῇ ἀντιλήψει καὶ βοηθείᾳ διασῳζόμενοι δόξαν καὶ αἶνον καὶ εὐχαριστίαν καὶ προσ‐ | |
15 | κύνησιν διὰ παντὸς τῷ ἐν Τριάδι μόνῳ Θεῷ καὶ πάντων δημιουργῷ ἀναπέμπωμεν. | 359 |
3.360 | Δέσποινα ἀγαθὴ καὶ πανευγενεστάτη τοῦ ἀγαθοῦ καὶ παναγάθου καὶ ὑπερα‐ γάθου Θεοῦ Μῆτερ, ἔπιδε ἐπὶ τὴν προσευχὴν τοῦ ἀναξίου καὶ ἀχρείου δούλου σου [καὶ] ἱλέῳ σου ὄμματι, καὶ κατὰ τὸ πολὺ ἔλεος τῆς ἀφάτου σου εὐσπλαγχνίας ποίησον μετ’ ἐμοῦ, καὶ πάριδέ μου τὰ πλημμελήματα, τά τε ἐν λόγῳ, τά τε ἐν | |
5 | ἔργῳ, τὰ κατὰ πᾶσαν αἴσθησιν, ἑκούσιά τε καὶ ἀκούσια, ἐν γνώσει καὶ ἀγνοίᾳ, καὶ ὅλον με καινοποίησον, ναὸν κατασκευάζουσα τοῦ παναγίου καὶ ζωοποιοῦ καὶ ἀρχικωτάτου Πνεύματος, ὃ κατῴκησε καὶ ἐπεσκίασεν ἐν τῇ παναχράντῳ νηδύϊ σου, ἡ τοῦ Ὑψίστου δύναμις· σὺ γὰρ εἶ βοηθὸς τῶν καταπονουμένων, προστάτις τῶν κινδυνευόντων, σωτὴρ τῶν χειμαζομένων, λιμὴν τῶν ἐν ζάλῃ, ἐπίκουρος καὶ | |
10 | ἀντιλήπτωρ τῶν περιστατουμένων. Δώρησαι κατάνυξιν τῷ δούλῳ σου, γαλήνην λογισμῶν, εὐστάθειαν νοός, σώφρονα νοῦν, νῆψιν ψυχῆς, φρόνημα ταπεινόν, κατάστασιν ἁγιοπρεπῆ καὶ νηφά‐ λιον, ἦθος συνετὸν καὶ κατεσταλμένον, σύμβολα φαῖνον τῆς ἔνδον ψυχῆς τε τὴν | |
εὐταξίαν καὶ τὴν εἰρήνην, ἣν ὁ Κύριος ἡμῶν τοῖς οἰκείοις μαθηταῖς ἐχαρίσατο. | 360 | |
3.361 | Ἀφίκοιτό μου ἡ δέησις εἰς ναὸν ἅγιόν σου, καὶ εἰς κατοικητήριον δόξης σου. Στα‐ λαξάτωσάν μου οἱ ὀφθαλμοὶ πηγὰς δακρύων, ἵνα ἀποπλύνῃς με τοῖς οἰκείοις δά‐ κρυσι, καὶ ἀποσμήξῃς τοῖς νασμοῖς τῶν δακρύων μου, καθαίρουσά με τοῦ ῥύπου τῶν παθῶν. Τὸ χειρόγραφον ἀπάλειψον τῶν ἐμῶν πλημμελημάτων. Διασκέδασον | |
5 | τὰ νέφη τῆς ἀθυμίας μου, τῶν λογισμῶν τὴν ὁμίχλην καὶ ταραχήν. Τῶν παθῶν τὴν καταιγίδα καὶ θύελλαν μακρὰν ποίησον ἀπ’ ἐμοῦ, καὶ ἐν ἀταραξίᾳ καὶ γαλήνῃ με διαφύλαξον. Πλάτυνον τὴν καρδίαν μου πλατυσμῷ πνευματικῷ. Εὔφρανον καὶ χαροποίησόν με χαρὰν ἀνεκλάλητον καὶ εὐφροσύνην διηνεκῆ, ὅπως τὰς ὁδοὺς τὰς εὐθείας τῶν ἐντολῶν τοῦ Υἱοῦ σου εὐθυδρόμως δραμοῦμαι, καὶ πορεύσομαι ἀκα‐ | |
10 | ταγνώστῳ συνειδότι καὶ ἀπροσκόπῳ διαγωγῇ. Δὸς δὲ καὶ εὐχὴν ἐμοὶ καθαρὰν τῷ εὐχομένῳ πρὸς σέ, ἵνα ἀθολώτῳ νοῒ καὶ ἀρρεμβάστῳ διαλογισμῷ μελετῶ διη‐ νεκῶς ἀκορέστῳ ψυχῇ, ἐν νυκτὶ καὶ ἡμέρᾳ, τὰ τῶν θείων Γραφῶν λόγια, καὶ ψάλλω ἐν ἐξομολογήσει, καὶ ἀγαλλιάσει καρδίας προσεύχωμαι εἰς δόξαν καὶ τιμὴν καὶ μεγαλωσύνην τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ | |
15 | στοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. Ἀμήν. | 361 | |
4.362(t) | Εὐχὴ τῆς Θεοτόκου | |
1 | Δέσποινα, ὑπεραγία μου Θεοτόκε, κεχαριτωμένη Θεογεννήτρια, ὑπερευλο‐ γημένη θεοχαρίτωτε Θεομῆτορ, δοχεῖον τῆς 〈ἀστέκτου〉 Θεότητος τοῦ μονογενοῦς Υἱοῦ τοῦ ἀθανάτου καὶ ἀοράτου Πατρός, θρόνε πυρίμορφε, τῶν τετραμόρφων ὑπερενδοξοτέρα, πάναγνε, πανάχραντε, πανάσπιλε, παναμόλυντε, παναμώμητε, | |
5 | πανύμνητε, πανάφθορε, παμμακάριστε, πανακήρατε, πάνσεπτε, πάντιμε, παν‐ τευλόγητε, παντομνημόνευτε, παμπόθητε, παρθένε τῇ ψυχῇ καὶ τῷ σώματι καὶ τῷ νοΐ, καθέδρα Βασιλέως τοῦ ἐπὶ τῶν Χερουβείμ, κλίμαξ ἐπουράνιε, δι’ ἧς οἱ ἐπὶ γῆς εἰς οὐρανοὺς ἀνατρέχομεν, νύμφη Θεοῦ, δι’ ἧς αὐτῷ κατηλλάγημεν· ἀκατανόητον θαῦμα, ἀνερμήνευτον ἄκουσμα, μυστηρίου θείου ἀποκεκρυμμένου φανέρωσις, ἀκα‐ | |
10 | ταμάχητος προστασία, ἀντίληψις κραταιά, ζωοδόχε πηγή, πέλαγος ἀνεξάντλητον τῶν θείων καὶ ἀπορρήτων χαρισμάτων καὶ δωρεῶν, ὕψος τῶν ἐπουρανίων 〈καὶ ἀσωμάτων〉 Δυνάμεων 〈καὶ τῶν Σεραφεὶμ ὑψηλοτέρα〉, βάθος τῶν ἀποκρύφων νοημάτων τὸ ἀνεξερεύνητον, ἡ κοινὴ φιλοτιμία τῆς φύσεως, ἁπάντων τῶν καλῶν | |
χορηγία, ἡ μετὰ τὴν Τριάδα πάντων 〈τῶν ποιημάτων〉 Δέσποινα, ἡ μετὰ τὸν Πα‐ | 362 | |
4.363 | ράκλητον ἄλλος Παράκλητος, καὶ μετὰ τὸν μεσίτην 〈Χριστὸν μεσίτρια τοῦ〉 κό‐ σμου παντός, τὸ ὄχημα ἡλίου τοῦ νοητοῦ, 〈τὸ δοχεῖον〉 τοῦ φωτὸς τοῦ ἀληθινοῦ τοῦ φωτίζοντος πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἡ φέρουσα 〈ἐν ἀγκάλαις τὸν〉 τῷ ῥήματι τὰ πάντα φέροντα· τὸ ἄσπιλον ἔνδυμα τοῦ ἀναβαλλομένου φῶς ὡς | |
5 | ἱμάτιον, ἡ γέφυρα κόσμου παντὸς πρὸς τὸν ὑπερκόσμιον οὐρανὸν ἡμᾶς ἀνάγουσα, ὑπερτέρα 〈τῶν Χερουβείμ, ἀσυγκρίτως ὑπερενδοξοτέρα τῶν Σεραφείμ, καὶ τιμιω‐ τέρα πάσης τῆς κτίσεωσ〉· Ἀγγέλων ἀγλάϊσμα, ἀνθρώπων διάσωσμα, κλεὶς εἰς τὸν οὐρανὸν ἡμᾶς ἡ εἰσάγουσα, μήτηρ καὶ δούλη τοῦ ἀδύτου ἡλίου, αὐγὴ τῆς ἀλη‐ θινῆς καὶ μυστικῆς ἡμέρας, τῆς ἀνεξιχνιάστου τοῦ Θεοῦ φιλανθρωπίας ἡ ἄβυσσος, | |
10 | 〈ἡ τιμιωτέρα τῆς Ἐδέμ, ἡ τῆς ἐπαγγελίας γῆ ἁγία, τῆς χάριτοσ〉 ἅρμα τὸ θεῖον καὶ πολυώνυμον, τῆς ἀληθινῆς πίστεως στερρότατον ἔρεισμα, χωρίον τοῦ ἀχωρή‐ του τὸ εὐρυχωρότατον, ἄμπελος ἡ ἀληθινὴ τὸν καρπὸν τῆς ζωῆς ἡ βλαστήσασα, ἐλαία κατάκαρπος τὰς ψυχὰς τῶν πιστῶν ἱλαρύνουσα, σκέπη τοῦ κόσμου παγκό‐ σμιος, θύρα τοῦ ὑπὲρ νοῦν σεπτοῦ μυστηρίου, 〈ἀκτὶς τοῦ νοητοῦ ἡλίου Χριστοῦ〉, | |
15 | τριαδικῶν χαρίτων πλήρωμα, ὡς τὰ δευτερεῖα τῆς Θεότητος φέρουσα, ἀστραπὴ | 363 |
4.364 | 〈τὰσ〉 ψυχὰς τῶν πιστῶν καταλάμπουσα, τῶν ἁμαρτωλῶν ἡ καταλλαγή, τῶν ἑστώτων ἡ ἀσφάλεια, τῶν πιπτόντων ἡ ἀνάκλησις, τῶν ῥᾳθυμούντων ἡ διέγερσις, τῶν εὐεκτούντων ἡ ἰσχύς, τῶν Ἐκκλησιῶν ἡ ὁμόνοια, τῶν στρατοπέδων ἡ εὐτυ‐ χία, τῶν καλῶν ἁπάντων ἡ χορηγία, ἡ εὐνομία τῶν πόλεων, ἡ τῆς οἰκουμένης | |
5 | εἰρήνη, ἡ καρτερία τῶν ἀσκητῶν, ἡ ἀνδρεία τῶν ἀθλητῶν· θησαυρὲ ζωῆς ἀκηρά‐ του, νεφέλη φέρουσα τὴν οὐράνιον δρόσον τοῖς ἐπὶ γῆς, 〈λαμπὰς τοῦ ἀπροσίτου φωτός,〉 κλίμαξ 〈ἡ μετάρσιοσ〉, δι’ ἧς οἱ ἐπουράνιοι Ἄγγελοι πρὸς ἡμᾶς κατεφοίτη‐ σαν, τῶν χειμαζομένων λιμήν, τῶν θλιβομένων χαρά, τῶν ἀδικουμένων προστά‐ τις, 〈τῶν πενθούντων παράκλησις,〉 τῶν ἀβοηθήτων ἡ βοήθεια, τῶν ἀσθενούντων | |
10 | ἡ ῥῶσις, τῶν καταπονουμένων ἡ ἀντίληψις, τῶν τυφλῶν βακτηρία, τῶν πεπλα‐ νημένων σωτήριος ὁδηγός, τῶν ἐν ἀνάγκαις ἐπίκουρος ἀσφαλής. Κιβωτὲ ἁγία, δι’ ἧς τοῦ τῆς ἁμαρτίας κατακλυσμοῦ διεσώθημεν· βάτε ἀκα‐ τάφλεκτε, ἣν εἶδε Μωυσῆς ὁ θεόπτης· θυμιατήριον χρυσοῦν, ἐν ᾧ ὁ Λόγος τὴν σάρ‐ | |
κα ἀνάψας, τὴν οἰκουμένην εὐωδίας ἐπλήρωσε, καὶ τὰ τῆς παρακοῆς κατεκαύθη | 364 | |
4.365 | ἐγκλήματα· θεόγραφε πλάξ· λυχνία ἑπτάφωτε, ἧς τὸ φέγγος τὰς ἡλιακὰς λαμπηδό‐ νας ὑπερηκόντισε· σκηνὴ ἁγία, ἣν ὁ πνευματικὸς Βεσελεήλ, ὁ Χριστός, ἐτεκτήνα‐ το 〈διὰ τῶν ἀρετῶν πανσόφως, καὶ οἰκητήριον αὐτοῦ ἀπειργάσατο〉· τὸ βασιλικὸν ὄχημα, στάμνε μανναδόχε, κῆπε κεκλεισμένε· πηγὴ ἐσφραγισμένη, ἧς τὰ καθαρὰ | |
5 | νάματα τὴν οἰκουμένην ἀρδεύουσι· ῥάβδος ἁγιόβλαστε τοῦ Ἀαρών· πόκε δροσο‐ φόρε τοῦ Γεδεών· τόμος ὁ θεόγραφος, δι’ οὗ τὸ τοῦ Ἀδὰμ ἐσχίσθη χειρόγραφον· ὄρος τοῦ Θεοῦ· ὄρος τὸ ἅγιον, ὃ ὁ Κύριος εὐδόκησε κατοικεῖν ἐν αὐτῷ· ῥίζα ἁγία τοῦ Ἰεσσαί· πόλις τοῦ Θεοῦ, περὶ ἧς δεδοξασμένα λελάληνται, ὡς φάσκει Δαυΐδ. Τῆς λύπης ἡ λύσις, τῆς αἰχμαλωσίας ἡ λύτρωσις, τῶν θνητῶν ἡ θέωσις, ἡ | |
10 | ὡραία τῇ φύσει καὶ μώμου παντὸς ἀνεπίδεκτος· ἡ ἀπὸ λιβάνου τῆς παρθενίας ἀνοῦσα καὶ τὸν κόσμον μυρίζουσα· ἐξ ἧς ὁ γλυκασμὸς ἀπορρέων τὴν παλαιὰν τοῦ | |
ξύλου πικρίαν ἐγλύκανεν· ἡ τὴν οὐσίαν ὅλην φρικτῶς χωρήσασα τῆς Θεότητος· | 365 | |
4.366 | τιμῆς ἁπάσης ὑπέρτερον δώρημα, καὶ κάλλους παντὸς ὑπέρτιμον ἐγκαλλώπισμα· Σολομῶντος ἡ κλίνη, ᾗ παρίστανται κύκλῳ οἱ ἑξήκοντα δυνατοί, αἱ ῥήσεις δη‐ λαδὴ τῆς θεοπνεύστου Γραφῆς· φωτοδόχον χωρίον, ἐξ οὗ σωτηρίας ἀκτῖνες τῇ οἰκουμένῃ ἐπέλαμψαν· τὸ μεγαλεῖον τῆς φρικτῆς οἰκονομίας· τὸ περικαλλὲς τῆς | |
5 | θείας συγκαταβάσεως ἐνδιαίτημα· τὸ τοῦ κόσμου διαλλακτήριον· τὸ ἡμέτερον ἱλαστήριον καὶ προσφύγιον· τὸ πάντων τῶν καλῶν εὐκταιότατον δώρημα. Φλογοφόρε λαβίς, ἣν 〈ὁ μέγας ἐν Προφήταισ〉 Ἠσαΐας ἑώρακεν· ὄρος ἀρε‐ ταῖς κατάσκιον, ὃ προεῖδεν Ἀββακούμ· ὄρος ἀλατόμητον τοῦ Δανιήλ· πύλη ἡ κατὰ ἀνατολὰς βλέπουσα τοῦ Ἰεζεκιήλ· παράδεισε ἐν Ἐδὲμ ἁγιώτατε· ξύλον τὸ | |
10 | ζωηφόρον τὸν ὡραιότατον καὶ ἡδύτατον καρπὸν φέρον· μῆλον εὔοσμον, ῥόδον ἡδύ‐ πνοον, ἄνθος ἀμάραντον, κρίνον λευκότατον, ἐσφραγισμένον βιβλίον, ὃ οὐδεὶς ἀνα‐ | |
γνῶναι δύναται· παρθενίας ὁ τύπος ὁ ἄγραφος, ὅρασις τῶν Προφητῶν ἡ τιμία, 〈ἡ | 366 | |
4.367 | θεοποίκιλτος στολή,〉 ἡ θεοΰφαντος πορφύρα· τὸ πάσης προφητείας ἐκφανέστατον πλήρωμα, στόμα ἀσίγητον τῶν Ἀποστόλων, θάρσος ἀνίκητον τῶν ἀθλοφόρων, βασιλέων στήριγμα, ἱερέων καύχημα, πταιόντων συγχώρησις, Κριτοῦ δικαίου δυσώπησις, ἀνάστασις τῶν πεπτωκότων, ἀνάπλασις τῆς ἐμῆς ψυχῆς καὶ τοῦ σώ‐ | |
5 | ματος κοσμοπόθητε. Σωτηρία μου, παρηγορία μου, ἐμὴ ζωή, ἐμὸν φῶς, ἐμὴ ἐλπίς, ἀναψυχή μου, θυμηδία μου, καταφυγή μου, σκέπη, ῥῶσις 〈τῆς ἐμῆς ψυχῆσ〉, εὐφροσύνη, ἡδύ‐ της, τεῖχος, προσφύγιον, ὀχύρωμα, ὅπλον, ἀντίληψις, δόξα, 〈πνοή μου,〉 προστά‐ τις, μεσῖτις, γαλήνη, ἐπίσκεψις, καύχημα, εἰρήνη, 〈ἰσχύς, βάδισμα,〉 ὕμνησις, | |
10 | 〈τροφή, στολή,〉 χαρά, εὐλογία, ἄγκυρα, εὐπορία, δρόσος, σεμνοπρέπεια, ἁγιω‐ σύνη, μεγαλωσύνη, λύτρωσις· τῶν λυπηρῶν μου παράκλησις, 〈βοηθὸς τῆς ἐμῆς ἀπορίας,〉 φωτισμὸς καὶ ἁγιασμὸς τῆς ψυχῆς μου, τῶν ἁμαρτιῶν μου ἡ ἀπολύ‐ τρωσις, τὸ ἐμὸν ἐκ Θεοῦ ψυχαγώγημα, τῆς ξηρανθείσης μου καρδίας ἡ θεόρρυτος ῥανίς, τῆς ζοφερᾶς μου ψυχῆς ἡ τηλαυγεστάτη λαμπάς, τῆς γυμνότητός μου ἡ | |
15 | ἀμφίασις, τῶν στεναγμῶν μου ἡ κατάπαυσις, τῶν συμφορῶν μου ἡ μεταποίησις· | |
ἐγκράτεια, ἁγνεία, ἀνδρεία, σωφροσύνη, τῶν ἀρετῶν ὁ κόσμος, ἐλευθερία μου, | 367 | |
4.368 | λιμήν, θησαυρός, ἐμπόρευμα τὸ ὄντως αἰώνιον, ἐπίκυρος μετάνοια, ὕψωμα, εὐε‐ ξία, κάλλος, ἰσχύς, εὐβουλία, σύνεσις, ἀγαλλίαμα, 〈λαμπρότης μου〉. Κυρία μου, καὶ πρὸς τὸν Θεόν μου ἀκοίμητος προστασία καὶ ἀκαταίσχυντος. Ἴδε τὴν πίστιν μου, καὶ τὸν πόθον τὸν ἔνθεόν μου, καὶ ὡς ἔχουσα τὸ συμπαθὲς καὶ | |
5 | τὸ δύνασθαι, οἷα δὴ Θεοῦ Μήτηρ, τοῦ μόνου ἀγαθοῦ καὶ ἐλεήμονος, δέξαι τὴν πανα‐ θλίαν μου ψυχὴν καὶ ἀξίωσον αὐτήν, διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, τῆς δεξιᾶς μερίδος τοῦ μονογενοῦς σου Υἱοῦ καὶ τῆς καταπαύσεως τῶν ἐκλεκτῶν καὶ ἁγίων αὐτοῦ, ὅτι οὐκ ἔχω πλήν σου βοηθόν, οὐδὲ ἀντίληψιν. Εἰς σὲ ἐλπίζων, μὴ ἀστοχήσω. Εἰς σὲ καυχῶμαι· μὴ διὰ τὰς πολλάς μου ἁμαρτίας καὶ ἀνομίας ἀπο‐ | |
10 | στρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ τοῦ ἀναξίου δούλου σου· ἔχεις γὰρ τὸ θέλειν καὶ δύνασθαι, ὡς τὸν ἕνα τῆς Τριάδος ἀρρήτως γεννήσασα. Ἔχεις οἷς πείσεις, οἷς δυσωπήσεις· τὰς χεῖρας, αἷς αὐτὸν ἀρρήτως ἐβάστασας, τοὺς μαστούς, οἷς ἐθήλα‐ σας· τῶν σπαργάνων ἀνάμνησον· τῆς ἄλλης ἐκ βρέφους ἀναγωγῆς. Τοῖς σοῖς τὰ ἐκείνου σύμμιξον· τὸν σταυρόν, τὸ αἷμα, τὰ τραύματα, δι’ ὧν σεσώσμεθα, δι’ ὧν | |
15 | δεδοξάσμεθα. Μὴ δὴ μακρύνῃς ἀπ’ ἐμοῦ τὴν σὴν προστασίαν, ἀλλ’ ἐπικούρει, καὶ | 368 |
4.369 | σκέπε, καὶ περίσῳζε διὰ παντός· 〈τέρπεται γὰρ ταῖς αἰτήσεσί σου ὁ μονογενής σου Υἱός·〉 ὑπόχρεων ἔχεις αὐτὸν εἰπόντα· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καὶ πολλῷ μᾶλλον αὐτὸς ἐν δούλοις ἐξετάζεσθαι ἑλόμενος, φυλάξει τὴν χάριν, κατὰ τὸ ἴδιον δόγμα, σοὶ τῇ διακονησαμένῃ τούτῳ τὴν ἀπόρρητον γέννησιν. Ὅθεν καὶ χαί‐ | |
5 | ρει ταῖς παρακλήσεσί σου, οἰκείαν τὴν σὴν ἡγούμενος δόξαν, καὶ χρεωστικῶς ἐκ‐ πληροῖ τὰς αἰτήσεις σου. Μόνον μὴ παρίδῃς με τὸν ἀνάξιον· μηδὲ αἱ τῶν πράξεών μου ἀτοπίαι τὸ σὸν ἀμέτρητον ἀνακόψωσιν ἔλεος. Θεοτόκε μου, τὸ ὑπερπόθητον ὄνομα· οὐδὲν γὰρ τῆς σῆς βοηθείας ὀχυρώ‐ τατον τρόπαιον. Σὺ γὰρ ἀφεῖλες πᾶν δάκρυον ἀπὸ προσώπου τῆς γῆς· σὺ τὴν κτί‐ | |
10 | σιν ἐνέπλησας παντοίας εὐεργεσίας. Τὰ οὐράνια εὔφρανας, τὰ ἐπίγεια ἔσωσας· τὸ πλάσμα κατήλλαξας, ἐξιλάσω τὸν Πλάστην· τοὺς Ἀγγέλους ὑπέκλινας, τοὺς ἀνθρώπους ἀνύψωσας· τὰ ἄνω τοῖς κάτω δι’ ἑαυτῆς ἐμεσίτευσας· μετεσκεύασας ἄριστα τὸ πᾶν πρὸς τὸ βέλτιον. Διὰ σοῦ τῆς ἀναστάσεως ἡμῶν ἀψευδῆ τὰ σύμβολα κατέχομεν· διὰ σοῦ τῆς ἐπουρανίου βασιλείας ἐπιτυχεῖν ἐλπίζομεν. Σὲ τῆς ἡμῶν | |
15 | σωτηρίας ἐπίκουρον κεκτήμεθα, 〈σὲ τῆς ἡμῶν βοηθείας ὑπέρμαχον ἔχομεν, σὲ τῆς | 369 |
4.370 | ἡμῶν ἀπολογίας προβαλλόμεθα στόμα, σὲ τῆς ἡμῶν ἐλπίδος περιφέρομεν καύχη‐ μα,〉 σὲ Χριστιανῶν ἡ πληθὺς ὀχυρώτατον τεῖχος κέκτηται. Σὺ τὰ τοῦ παραδείσου κλεῖθρα διήνοιξας, σὺ τὸ βαίνειν πρὸς οὐρανοὺς παρεσκεύασας, σὺ τῷ Υἱῷ σου καὶ Θεῷ ἡμᾶς προσῳκείωσας. Διὰ σοῦ πᾶσα δόξα, τιμὴ καὶ ἁγιωσύνη, ἀπ’ αὐτοῦ τοῦ | |
5 | πρώτου Ἀδὰμ καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος, Ἀποστόλοις, Προφήταις, Μάρ‐ τυσι, δικαίοις καὶ ταπεινοῖς τῇ καρδίᾳ, μόνη Πανάχραντε, καὶ ἐγένετο καὶ γίνεται καὶ γενήσεται· καὶ ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις· κἀγὼ ἐπὶ σοὶ θαρ‐ ρῶ, διὰ σοῦ τῆς κυρίως τεκούσης κατὰ σάρκα Θεὸν ἀληθινόν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζω‐ | |
10 | οποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
5.370(11t) | Εὐχὴ Θεοτόκου | |
12 | Ἐπεὶ σὲ προστάτιν καὶ μεσῖτιν πρὸς τὸν ἐκ σοῦ τεχθέντα Θεὸν τὸ ἀνθρώπι‐ | |
νον γένος, Θεοτόκε, εὐμοίρησε, καὶ τῆς σῆς ἀεὶ προστασίας ἐξήρτηται, καὶ σὲ μό‐ | 370 | |
5.371 | νην ἔχει καταφυγὴν καὶ ἀντίληψιν, ὡς παρρησίαν ἔχουσαν πρὸς αὐτόν, ἰδοὺ κἀγώ σοι προσέρχομαι ζεούσῃ ψυχῇ, μὴ τολμῶν μετὰ παρρησίας τῷ σῷ Υἱῷ προσελ‐ θεῖν, ἀλλὰ διὰ τῆς σῆς πρὸς αὐτὸν μεσιτείας σωτηρίας τυχεῖν ἱκετεύω σε. Μὴ οὖν παρίδῃς 〈με, Δέσποινα, μηδὲ ἀπώσῃ〉 τὸν δοῦλόν σου, τὸν τὴν ἐλπί‐ | |
5 | δα μου πᾶσαν μετὰ Θεὸν εἰς σὲ ἀναθέμενον. Μὴ βδελύξῃ 〈τὸν ἄσωτον, μηδὲ παρα‐ βλέψῃσ〉 τὸν παντελῶς κινδυνεύοντα καὶ ἐν μεγίσταις ὀδύναις ἐξεταζόμενον, ἀλλ’ ὡς συμπαθὴς καὶ τοῦ ἐλεήμονος Θεοῦ Μήτηρ, τὸν σὸν οἰκέτην ἐλέησον, καὶ τοῦ κατεγνωσμένου με συνειδότος ἀπάλλαξον, καὶ τὸν κλύδωνα τῶν 〈πονηρῶν〉 λο‐ γισμῶν καταπράϋνον, καὶ τῶν ἡδονῶν τὴν κάμινον κατάσβεσον, καὶ τὴν φλόγα | |
10 | τῆς σαρκὸς κατακοίμησον, καὶ τὸν πρὸς τὸν Υἱόν σου καὶ Θεὸν πόθον μου ἄναψον, καὶ πάσας μου τὰς αἰσθήσεις ἀσφάλισαι, μηδεμίαν εἴσοδον ταῖς ἀτόποις ἐπιθυμίαις παρέχουσα. Καιρὸν μετανοίας μοι δοθῆναι ἱκετεύω, μὴ ἄκαρπόν με ἡ τοῦ θανάτου ἐκκόψῃ δρεπάνη, καὶ τῷ πυρὶ ὡς ἄκαρπος ἐκδοθήσομαι. Τῆς ψυχῆς μου λαμπάδα ἐσβε‐ | |
15 | σμένην ἐπάναψον, καὶ τὸν ζόφον τῶν ἀνομιῶν μου διασκέδασον, καὶ τὴν τῶν ἐμπα‐ | |
θῶν ὀρέξεων ὁμίχλην τῇ σῇ πρεσβείᾳ ἀπέλασον· πολλὰ γὰρ ἰσχύει δέησις μητρικὴ | 371 | |
5.372 | πρὸς υἱὸν εὐδιάλλακτον. Δός μοι φῶς μετανοίας, καὶ πρὸς ἡμέραν κατανύξεως χει‐ ραγώγησον, καὶ ἀξίωσόν με κατὰ τὸ εὐάρεστον τοῦ φιλανθρώπου Θεοῦ πολιτεύεσθαι πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Καὶ ἕως μὲν ἐν τῷ πολυωδύνῳ τούτῳ βίῳ εἰμί, φρούρει, σκέπε, διαφύλαττε· πλέοντι σύμπλευσον· ὁδοιποροῦντι συνοδοιπόρησον· | |
5 | 〈ἐγρηγορῶτα συντήρησον·〉 καθεύδοντα σκέπασον· καὶ πάσας τὰς ὁδούς μου κα‐ τεύθυνον. Ἡνίκα δὲ μέλλω τοῦ σώματος ἐκδημεῖν, παράστηθί μοι, φιλάγαθε Δέ‐ σποινα, καὶ τὴν ἀφόρητον ἐκείνην ὀδύνην ἐλάφρυνον, καὶ τὸν πόνον μου κούφισον, 〈τὴν στενοχωρίαν μου παραμύθησον,〉 καὶ χειραγώγησον τὴν ἐμὴν ἀθλίαν ψυχὴν πρὸς τὰς αἰωνίους μονάς, μὴ ζοφερὰ δύναμις συναντήσῃ μοι καὶ εἰς ᾅδου βυθὸν | |
10 | κατασπάσῃ με. Ἵλεων ἴδοιμι τὸν Κριτὴν καὶ εὐμενῶς μοι προσβλέποντα. Ῥυσθεί‐ ην τῆς αἰωνιζούσης φλογὸς διὰ σοῦ, Θεονύμφευτε. Τῆς τοῦ παραδείσου τρυφῆς καταπολαύσαιμι, τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχοιμι· ἵνα σὲ τὴν μόνην τοῦ ἀν‐ | |
θρωπείου γένους γεγονυῖαν ἀντίληψιν, καὶ τὸ τῆς προμήτορος διὰ 〈τοῦ〉 σοῦ τόκου | 372 | |
5.373 | ἐπανορθώσασαν ἥττημα, τὴν τῶν ἁμαρτωλῶν προστάτιν τυγχάνουσαν, τὴν τῶν ἀθυμούντων παραμυθίαν ὑπάρχουσαν, τὴν τῶν θλιβομένων ἀναψυχὴν χρηματί‐ ζουσαν, μεγαλύνω καὶ μακαρίζω διαπαντός, ὑπὸ σοῦ φυλαττόμενος 〈καὶ σκεπό‐ μενοσ〉· σὲ γὰρ μακαριοῦσι πᾶσαι αἱ γενεαί, Παρθένε Δέσποινα Θεοτόκε, ἡ ἐλπὶς | |
5 | πάντων τῶν Χριστιανῶν. Ἀποδίωξον ἀπ’ ἐμοῦ τοῦ ταπεινοῦ καὶ παναθλίου δούλου σου τὴν ἀκηδίαν, τὴν λήθην, τὴν ἄγνοιαν, τὴν ἀμέλειαν, τὴν κενοδοξίαν, τὴν μοιχείαν, τὴν πορνείαν, τὴν ἀρσενοκοιτίαν, τὴν γαστριμαργίαν, καὶ πάντας τοὺς πονηροὺς καὶ αἰσχροὺς καὶ βλασφήμους λογισμοὺς ἐκ τῆς ἀθλίας καὶ ταλαιπώρου μου καρδίας καὶ τοῦ | |
10 | ἐσκοτισμένου μου νοός, καὶ πάντων τῶν κακῶν μου πράξεων ἐλευθέρωσον, καὶ κατάσβεσόν μου τὴν φλόγα τῶν παθῶν, ὅτι ἀσθενὴς καὶ ταλαίπωρός εἰμι· ὅτι δε‐ δοξασμένη ὑπάρχεις πάντων τῶν γηγενῶν. Εὐχαριστῶ σοι, Δέσποινα Θεοτόκε, καὶ μεγαλύνω καὶ δοξάζω σε, ὅτι ἐνί‐ σχυσάς με πρὸς τὸ τέλος τῆς ἡμέρας καὶ εἰς τὴν ἀρχὴν τῆς νυκτὸς ἐλθεῖν, ἐν ᾗ δέ‐ | |
15 | ομαι τῆς σῆς εὐπροσδέκτου πρεσβείας. Δός μοι συγχώρησιν, Πάναγνε, τῆς ἐν | |
αὐτῇ μέχρι τοῦ νῦν κατακυριευσάσης με ὀλιγωρίας καὶ ὀκνηρίας, καὶ ταῖς σαῖς | 373 | |
5.374 | ἱκεσίαις προθυμίας ἔμπλησον τοῦ ἀενάως σχολάζειν τοῖς θείοις ὕμνοις σου, καὶ τοῦ φιλανθρώπου Υἱοῦ καὶ Θεοῦ σου, ἀνθ’ ὧν ἐρρύσθην καὶ ῥύομαι παντοίων νό‐ σων, συμφορῶν τε καὶ θλίψεων, καὶ κινδύνων ψυχικῶν ὁμοῦ καὶ σωματικῶν, ὁ τάλας. Προσπίπτω δέ σοι, καὶ θερμῶς ἀνακράζω χαριστήριον ᾠδὴν ὁ σὸς οἰκέ‐ | |
5 | της, ὃν ἠλέησας, Ὑπερευλογημένη, διὰ ἔλεος ἀμέτρητόν τε καὶ οἶκτον, ὡς Μή‐ τηρ Θεοῦ οὖσα τοῦ φιλανθρώπου. Χαίροις, πάναγνε Κεχαριτωμένη· χαίροις, ἄχραντε παρθενομῆτορ Κόρη. Χαίροις, ἡ δόξα τῶν ἀνθρώπων, Παρθένε· χαίροις, πλήρωμα τῶν Προ‐ φητῶν ἁπάντων. | |
10 | Χαίροις, τέλεσμα τῶν συνταγῶν Κυρίου· χαίροις, σφράγισμα τῆς αὑτοῦ διαθήκης. Χαίροις, τὸ πέρας τῶν αὑτοῦ βουλευμάτων· χαίροις, δήλωσις τῶν αὑτοῦ μυστηρίων. Χαίροις, σύλλογε τῶν κακῶς δυσφημούντων· χαίροις, σύναξις τῶν πάλαι | |
15 | διεστώτων. | 374 |
5.375 | Χαίροις, στήριγμα τῶν κάτω νενευκότων· χαίροις, τὸ σέλας τῶν ἐν σκότει κειμένων. Χαίροις, καινισμὸς τῶν πεπαλαιωμένων· χαίροις, ἱλασμὸς τῶν πταιόντων καὶ λύσις. | |
5 | Χαίροις, ὁδηγὸς τῶν πλανωμένων 〈καὶ〉 φάος· χαίροις, ὁ λιμὴν τῶν πλεό‐ ντων καὶ σκέπη. Χαίροις, προστάτις ἐν ἀνάγκαις καὶ τεῖχος· χαίροις, ἀσφαλὴς τῶν πιστῶν σωτηρία. Χαίροις, δώρημα καινότατον καὶ θεῖον· χαίροις, Δέσποινα τῶν γηγενῶν | |
10 | ἁπάντων. Χαίροις, ἡ χαρὰ τῶν Ἀγγέλων καὶ κλέος· χαίροις, ἁπάντων κτισμάτων ὑπερτέρα. Χαίροις, τοῦ Θεοῦ οὖσα 〈Μήτηρ〉 καὶ δούλη· χαίροις, Παντευλόγητε, εἰς αἰῶνας αἰώνων. | |
15 | Χαίροις, ξύλον εὔσκιον, Παρθένε Κόρη, ἐξ οὗ πάντες καρπὸν τρυγῶμεν, ὃν οἱ φαγόντες χαίρουσιν, οὐ θανατοῦνται· χαίροις, Μαριὰμ μητροπάρθενε, μητρό‐ | |
νυμφε. | 375 | |
5.376 | Χαίροις, τὸ κάλλος τοῦ γυναικείου κόσμου· χαίροις, Δαυῒδ θύγατερ ὡραϊ‐ σμένη. Χαίροις, τράπεζα μυστικῶν χαρισμάτων· χαίροις, τὸ νῖκος τοῦ Βασιλέως τε καὶ Θεοῦ μου. | |
5 | Χαίροις, καύχημα Πατριαρχῶν τε καὶ Ἀθλοφόρων· χαίροις, τὸ τεῖχος τῶν σὲ προσκαλουμένων. Χαίροις, ἀμυντήριον καὶ στερεὰ σκέπη· χαίροις, Παναμώμητε, τοῦ Θεοῦ θεῖε θρόνε. Χαίροις, φαεινὴ τοῦ Θεοῦ Μήτηρ μόνη· χαίροις, Σολομὼν ἁγιωτάτη κλίνη. | |
10 | Χαίροις, ἀΰλων τιμιωτέρα νόων· χαίροις, τῶν ἐμῶν ἁμαρτάδων λύσις. Χαίροις, Δέσποινα ἀδαμιαίου γένους· χαίροις, μάχαιρα τῶν πονηρῶν δαι‐ μόνων. Χαίροις, δότειρα τῶν καλῶν ἀπλέτων· χαίροις, σοφίας ἀφθονωτάτη δόσις. Χαίροις, παρηγόρημα τῶν ἐν κινδύνοις· χαίροις, πενήτων ἀντίληψις πλουσία. | |
15 | Χαίροις, ἁπάντων τῶν καλῶν τῶν τοῦ βίου, χαίροις, ἁπάντων τῶν ἀγαθῶν | |
αἰτία. | 376 | |
5.377 | Ἀλλ’, ὦ Δέσποινα μόνη, τὸ ἐμὸν ἐκ Θεοῦ ψυχαγώγημα, τοῦ ἐν ἐμοὶ καύ‐ σωνος ἡ θεία δρόσος, τῆς ξηρανθείσης μου καρδίας ἡ θεόρρυτος ῥανίς, τῆς ξηραν‐ θείσης μου τῶν δακρύων πηγῆς ἡ ἀνάβλυσις, πρὸς κάθαρσιν τῶν ἐμῶν ἀνομιῶν, τῆς ζοφερᾶς μου ψυχῆς ἡ τηλαυγεστάτη λαμπάς, τῆς ἐμῆς ἀπορίας ἡ ποδηγία, | |
5 | τῆς ἀσθενείας ἡ δύναμις, τῆς γυμνώσεως ἡ ἀμφίασις, τῆς πτωχείας ὁ πλοῦτος, τῶν ἀνιάτων τραυμάτων τὸ ἴαμα, ἡ τῶν δακρύων ἀναίρεσις, τῶν στεναγμῶν ἡ κατάπαυσις, τῶν συμφορῶν 〈ἡ μεταποίησις, τῶν ὀδυνῶν〉 ὁ κουφισμός, τῶν δε‐ σμῶν ἡ λύσις, 〈τῆς σωτηρίας μου ἡ ἐλπίσ〉. Εἰσάκουσόν μου τῶν προσευχῶν, οἰ‐ κτείρησόν μου τοὺς στεναγμούς, καὶ πρόσδεξαί μου τοὺς ὀδυρμούς. Ἐλέησόν με | |
10 | ἐπικαμφθεῖσα τοῖς ἐμοῖς δάκρυσι. Σπλαγχνίσθητι ἐπ’ ἐμοί, ὡς Μήτηρ τοῦ φιλαν‐ θρώπου Θεοῦ. Ἐπίβλεψον καὶ κατάνευσον πρὸς τὴν ἐμὴν ἱκεσίαν. Ἐκπλήρωσόν μου τὸ ἐκδιψώμενον καταθύμιον, καὶ ἐπίσκεψαι τὸν δεινῶς ἀσθενοῦντα καὶ ψυχικῶς κατακείμενον. Ἀπάλλαξον τοῦ τυραννοῦντός με πάθους καὶ δεινῶς πολεμοῦντός με ἀεί, ἡμέρας τε καὶ νυκτός, καὶ θανατοῦντος τὴν ἀθλίαν μου ψυχήν, καὶ λύτρω‐ | |
15 | σαί με τῶν βελῶν τοῦ Βελίαρ, καὶ τῶν ἐχθρῶν 〈τῶν ὁρατῶν〉 καὶ ἀοράτων, καὶ | |
πλήρωσόν με θεϊκῆς θυμηδίας, δεικνύουσά με κοινωνὸν τῶν ὁσίων τε καὶ δικαίων | 377 | |
5.378 | ἅμα, τῇ σῇ πρὸς Θεὸν ἀγαθῇ μεσιτείᾳ, καὶ σύναψόν με τοῖς σοῖς δούλοις καὶ λά‐ τραις ἐν γῇ τῶν πραέων, ἐν σκηναῖς οὐρανίαις, ἐν χώρᾳ ζώντων, ἐν τρυφῇ τῶν Ἁ‐ γίων. Ἀξίωσόν με ἡ πάντων προστασία, καὶ πάντων χαρὰ καὶ θυμηδία. Συνευφραν‐ θῆναι αὐτοῖς δέομαί σου ἐν τῇ χαρᾷ ἐκείνῃ τῇ ὄντως ἀνεκφράστῳ τοῦ ἐκ σοῦ γεν‐ | |
5 | νηθέντος Υἱοῦ καὶ Βασιλέως, καὶ ἐν τῷ νυμφῶνι αὐτοῦ καὶ ἀπεράντῳ βασιλείᾳ. Ναί, Δέσποινα, τὸ ἐμὸν καταφύγιον, ἡ ζωὴ καὶ ἀντίληψις, τὸ ὅπλον καὶ καύχημα, ἡ ἐλπὶς καὶ τὸ σθένος. Δός μοι σὺν αὐτοῖς ἀπολαῦσαι τῶν τοῦ Υἱοῦ σου ἀνεκδιηγήτων καὶ ἀκαταλήπτων δωρεῶν τε καὶ θησαυρῶν ἐν τῇ ἐπουρανίῳ δια‐ μονῇ· ἔχεις γὰρ σύνδρομον τῇ θελήσει τὸ δύνασθαι, ὡς τοῦ Ὑψίστου Μήτηρ· καὶ | |
10 | διὰ τοῦτο τολμῶ μὴ ἀποστερηθῆναι, Κυρία μου, τῆς ἐμῆς προσδοκίας, ἀλλὰ τύ‐ χοιμι ταύτης, Θεόνυμφε· ἡ τῶν ὅλων προσδοκία, ἡ ὑπὲρ λόγον τεκοῦσα τὸν Κύ‐ ριον ἡμῶν Ἰησοῦν Χριστόν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 378 | |
6.379(t) | Εὐχὴ τῆς ὑπεραγίας Θεοτόκου | |
1 | Ἀνεσπέρου φωτὸς ἡ γεννήτρια, ἐξαγγέλλοντι πρόσχες μοι, δέομαι. Βεβορβόρωμαι γὰρ καὶ ῥερύπωμαι, καὶ ζοφώδης ὁ τάλας γεγένημαι. | |
5 | Γῆν ἐμίανα, οἴμοι, ὁ ἄθλιος, ταῖς πολλαῖς ἁμαρτίαις μου, Δέσποινα! Διὰ τοῦτο βοᾷ νῦν στενάζουσα κατ’ ἐμοῦ πρὸς Κριτὴν τὸν ἀδέκαστον, ἐπιφέρουσα, οἴμοι, καὶ μάρτυρας | |
10 | οὐρανὸν σὺν τοῖς ἄστροις καὶ ἥλιον. Ζάλη δὲ λογισμῶν μου 〈ἐκύκλωσεν〉, καὶ βυθίζει λοιπὸν πρὸς ἀπόγνωσιν. Ἡ ψυχή μου τῷ τρόμῳ συνέχεται, | |
ἀναμένουσα, φεῦ, τὴν ἀπόφασιν. | 379 | |
6.380 | Θεοτόκε, τὴν πᾶσαν ἐλπίδα μου ἐπὶ σὲ ἀνεθέμην ὁ ἄσωτος. Ἴδε, πάσης αἰσχύνης πεπλήρωται τοῦ οἰκέτου σου, οἴμοι, τὸ πρόσωπον! | |
5 | Κἂν δυσώπει ἀπαύστως ὃν ἔτεκες, οἰκτειρῆσαι κἀμὲ τὸν ἀνάξιον. Λῦσον μόνη δεσμά μου τὰ ἄλυτα, λυτρωτὴν ἡ τῷ κόσμῳ κυήσασα. Μελανθέντα καὶ σκότος γενόμενον, | |
10 | μετανοίας με δάκρυσι λεύκανον. Νεκρωθέντα πολλῇ ῥᾳθυμίᾳ με, τὴν ζωήν μου ἡ τέξασα ἔγειρον. Ξενωθέντα Θεοῦ καὶ Ἀγγέλων με, πρὸς αὐτούς 〈με〉 αὖ ἐπανάγαγε. | |
15 | Ὄντως θαῦμα φρικτόν! Πῶς ὑπέμεινε 〈τὰσ〉 ἐμὰς ἁμαρτίας ὁ Κύριος! Πῶς εὐθὺς εἰς πυθμένα τοῦ ᾅδου με | |
οὐ κατήγαγε ζῶντα τὸν ἄθλιον! | 380 | |
6.381 | Ῥάβδον πῶς οὐ κατέπεμψεν ἄνωθεν ἀφανῶς, ἢ ῥομφαίαν πατάξαι με! Σὺ δὲ πάντως ταῖς σαῖς παρακλήσεσι τὴν ζωὴν ἐδωρήσω μοι, Δέσποινα, | |
5 | τὴν ἐμὴν ἐκζητοῦσα μετάνοιαν, ἣν αὐτή μοι παράσχου τῷ δούλῳ σου. Ὑπεράγαθε, σὺ γὰρ τεῖχός μου καὶ λιμὴν καὶ ὀχύρωμα πέφυκας. Φῶς μοι λάμψον τοῦ θείου προσώπου σου, | |
10 | τῆς νυκτὸς ἐν μέσῳ ὕμνον τίσαντι. Χάρισαί μοι κατάνυξιν, Δέσποινα, στεναγμοὺς ἀσιγήτους καὶ δάκρυα. Ψυχικάς μοι σπιλάδας ἀπόπλυνον, καὶ τελείαν μοι δώρησαι ἄφεσιν, | |
15 | ὡς βροτὸς θεοφόρος ὑπάρχουσα, καὶ Θεὸν βροτοφόρον κυήσασα. Ἴδοιμί σε νυκτὸς μέσον, Ἄχραντε, | |
νοεροῖς ὀφθαλμοῖς καὶ χαρήσομαι. | 381 | |
6.382 | Ὦ ἰσχύς, ὦ ἐλπὶς ἀκαταίσχυντε, ὦ ζωὴ καὶ γλυκὺ φῶς τοῦ δούλου σου, ἀπὸ γλώσσης βεβήλου καὶ στόματος ῥυπαροῦ τὴν εὐχὴν ταύτην πρόσδεξαι. | |
5 | Νῦν ἡ νὺξ γενηθήτω τῷ δούλῳ σου σωτηρίας ἡμέρα, Θεόνυμφε. Νῦν χαρήτωσαν Ἄγγελοι, Δέσποινα, ἐπ’ ἐμοὶ καὶ δικαίων τὰ πνεύματα, ὅπως ἂν εὐχαρίστως δοξάζω σου | |
10 | γεγηθὼς τὸ πανάγιον ὄνομα. Ὑπερύμνητε, δύνασαι, οἶδα γάρ, πρὸς Θεὸν ὅσα θέλεις, ὃν ἔτεκες· ὦ Τριάς, ἡ προσκύνησις πρέπει σοι. Ὦ Θεοῦ Μῆτερ, ὑπὲρ πάντα καὶ νοῦν καὶ λόγον! Ὦ Παρθένε, πάσης παρθε‐ | |
15 | νίας ἀσυγκρίτως ὑπερκειμένη, ὡς καὶ πρὸ τοῦ θείου τόκου παρθένος ὑπὲρ πάσας οὖσα τὰς παρθένους, καὶ ἐν αὐτῷ τῷ τόκῳ καὶ μετὰ τὸ τεκεῖν ἡ αὐτὴ μείνασα! Δι’ | |
ἧς ἡ τῶν ἀνθρώπων φύσις, ἡ πάλαι ἔκπτωτος καὶ μακρὰν ἀπῳκισμένη Θεοῦ, λό‐ | 382 | |
6.383 | γοις ἀφάτου φιλανθρωπίας καὶ ἀνεικάστου συγκαταβάσεως ἥνωτο τῇ μακαρίᾳ καὶ θείᾳ φύσει, μηδαμῶς ὑποστᾶσα τροπὴν ἢ σύγχυσιν ἢ ἀλλοίωσιν· δι’ ἧς, καὶ μετὰ τὴν φρικωδεστάτην ἕνωσιν καὶ καταλλαγήν, φθόνῳ τε τοῦ Πονηροῦ καὶ τῇ τοῦ νοὸς ἡμῶν ματαιότητι τοῦ καθήκοντος ἀποπίπτοντες, αὖθις ἀνακαλούμεθα καὶ | |
5 | τὸν σὸν Υἱὸν καὶ Θεὸν περὶ ἡμᾶς εὑρίσκομεν ἵλεων, ταῖς πρὸς αὐτὸν ἀκαμάτοις μεσιτείαις σου. Δέσποινα, δέομαι καὶ σὲ παρακαλῶ τὴν ἐλεήμονα καὶ φιλάνθρωπον τοῦ ἐλεήμονος καὶ φιλανθρώπου Θεοῦ Μητέρα, πρόστηθί μου καὶ ἐν τῇ ὥρᾳ ταύτῃ, πλείστης ὑπέρποτε καὶ τὰ νῦν δεομένου μου τῆς παρὰ σοῦ σκέπης καὶ ἀντιλήψεως. | |
10 | Ἐπειδὴ γὰρ ὅλος ὢν ἀκαθαρσία καὶ τῶν ἁμαρτιῶν βόρβορος, καὶ συνόλως εἰπεῖν, τῶν ψυχοφθόρων πάντων παθῶν οἰκητήριον, τοῖς ὑπεραχράντοις καὶ φρικτοῖς μυ‐ στηρίοις τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ προσελθεῖν βούλομαι, ἀγωνιῶ καὶ τρόμῳ συνέχο‐ μαι πρὸς τὸ τῶν ἐμῶν ἁμαρτιῶν ἀφορῶν πλῆθος. Τίνα γὰρ τῶν ἐμῶν αἰσθήσεων 〈ὁ〉 ταλαίπωρος οὐ κατέχρανα; Ποῖον σατανικὸν ἐπιτήδευμα οὐ μεθ’ ὑποκρίσεως | |
15 | καὶ μετὰ διαθέσεως καὶ μεθ’ ὑπερβολῆς εἰργασάμην; Ποίοις οὐ διεφθάρην ἀτόποις | |
λογισμοῖς καὶ ἀναπλάσμασι ματαιότητος; Ποῖος αἰχμαλωσίας τρόπος οὐ κατε‐ | 383 | |
6.384 | κράτησέ μου τελέως τοῦ νοῦ; Οὐ μόνον γὰρ ἐν οἷς ἀθλίως περιπέπτωκα πάθεσιν, ἐν τούτοις κατὰ πρόληψιν, ὡς αἰχμάλωτος περιάγομαι, οὐδ’ ἅπερ διὰ τῆς τῶν αἰσθήσεων ἀκρασίας ἐξ ἀλλοτρίων πράξεων ἢ ὁμιλιῶν, ἢ ἐκ τοῦ παρήκοντος εἰς ἀκοὴν ἐλθόντων ἢ ὁραθέντων, ἐμαυτῷ ἐπεσώρευσα πονηρὰ εἴδωλα, ταῦτα σκε‐ | |
5 | δαννύουσι τὴν διάνοιαν, ἀλλὰ καὶ τὰ μήπω γεγονότα, μήτε μὴν γενησόμενα, μή‐ τε ἀκουσθέντα, μήθ’ ὁραθέντα· συνερχόμενος ὁ ἐμπαθὴς καὶ σαθρὸς καὶ νηπιό‐ φρων καὶ ἄκαρπός μου νοῦς τῷ δημιουργῷ τῆς κακίας, καὶ ὡς ὄντα εἰδοποιῶν, ἐν τούτοις τὸν τῆς ἐλεεινῆς ζωῆς κατηνάλωσε χρόνον. Τοσούτοις καὶ τηλικούτοις ὁ δυστυχὴς ἐνισχημένος κακοῖς, πρὸς τοιαῦτα | |
10 | ὑπερφυῆ καὶ θειότατα, πρὸς ἃ δὴ καὶ Ἄγγελοι παρακύψαι ἐπιθυμοῦσι, προσελθεῖν προσεθέμην, ὦ Δέσποινα, καὶ δέδοικα μή πως, ὡς ἀνάξιος, κατ’ ἐκεῖνον τὸν μὴ ἐνδεδυμένον ἔνδυμα γάμου, χεῖρας καὶ πόδας δεθεὶς εἰς τὸ σκότος ῥιφῶ, ἀντὶ φω‐ τισμοῦ καὶ κοινωνίας θείας χάριτος, τὴν ἐμὴν κατάλληλον τοῦ σκότους κατοίκη‐ σιν καταδικασθείς. Ἀλλὰ τί πάθω; Ἀναξίως μὲν τῶν τοιούτων φρικωδεστάτων | |
15 | μυστηρίων μετέχων, τοιαύτας καὶ χείρονας προσδοκῶ τὰς εὐθύνας ὑφέξειν· ἀμέ‐ | 384 |
6.385 | τοχος δὲ τούτων, ἐσθ’ ὅτε, διαμένων, καὶ πολὺ προβαλλόμενος τὸ ἀνάξιον, εἰς βάθος, ὡς εἰπεῖν, τῶν κακῶν ἐμπίπτω καταφρονῶν, καὶ ταῖς αὐταῖς κολάσεσιν, ἢ καὶ μείζοσι, [καὶ] οὕτως ὑπόδικος γίνομαι. Στενά μοι τοίνυν τὰ τοῦ πράγματος ἑκατέρωθεν. Διὸ καὶ πρὸς σὲ καταφεύ‐ | |
5 | γω τὴν ἀπροσμάχητον καὶ κραταιοτάτην ὄντως βοήθειαν. Σπλαγχνίσθητι οὖν, ὑπέραγνε Δέσποινά μου, ἐπ’ ἐμοί, καὶ χρησαμένη τῇ πρὸς τὸν σὸν Υἱὸν καὶ Θεὸν μητρικῇ παρρησίᾳ, ἄφεσιν μέντοι τῶν προγεγονότων σφαλμάτων ἐξαίτησαι, ἄφλεκτον δέ με τῷ καυστικῷ καὶ φωτιστικῷ πυρὶ τῶν αὑτοῦ ζωοποιῶν μυστηρίων ἀνάδειξον· μᾶλλον μὲν οὖν ὡς τὸ βούλεσθαι τῷ δύνασθαι συντρέχον ὑπερφυῶς κε‐ | |
10 | κτημένη, καθαρθῆναι καὶ φωτισθῆναι τῇ κοινωνίᾳ τούτων ἀξίωσον· καὶ τὸ ὑπό‐ λοιπον τῆς ἐμῆς ζωῆς ἐν μετανοίᾳ καὶ ἁγνείᾳ καὶ ταπεινώσει διελθεῖν εὐόδωσον, ἐν ἔργοις, ἐν λόγοις, ἐν λογισμοῖς, ἐν πᾶσι ψυχῆς καὶ σώματος τοῖς κινήμασιν· ἀεὶ συμπαροῦσα, διευθετοῦσα, προϊσταμένη, χειραγωγοῦσα· τὰς ἐναντίας ἀποτρεπο‐ μένη δυνάμεις, καὶ ὡς δοῦλον, εἰ καὶ ἀχρεῖον, τῆς σῆς χρηστότητος, παντοίως πε‐ | |
15 | ριποιουμένη καὶ φυλάττουσα. | 385 |
6.386 | Ναί, Δέσποινα παντευλόγητε, μὴ ἀποστρέψῃς κενὰς τὰς ἀναξίους μου καὶ οἰκτροτάτας δεήσεις, ἀλλὰ κἀν τῷ τῇδε βίῳ, κἀν τῇ ἐξόδῳ τῆς ταλαιπώρου μου ψυχῆς, ἔν τε τῇ μελλούσῃ φοβερᾷ καὶ ἀδεκάστῳ κρίσει, πάρεσό μοι συμμαχοῦσα καὶ τῶν ἀπευκτῶν ῥυομένη πάντων, ἵνα χάριτι σῇ σεσωσμένος εὐλογῶ καὶ δοξά‐ | |
5 | ζω σε· καὶ ταῖς σαῖς αὐγαῖς φωτιζόμενος πρὸς ὕμνον, πρὸς δόξαν, πρὸ προσκύνη‐ σιν ἀνατείνωμαι τῆς παναγάθου καὶ παντουργοῦ καὶ μακαρίας Τριάδος, εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. | |
7.386(8t) | Εὐχὴ τῆς Θεοτόκου | |
9 | Δέσποινα πανύμνητε καὶ πανάγαθε, ἡ τοῦ ἐλέους πηγή, ἡ τῆς φιλανθρω‐ | |
10 | πίας ἄβυσσος, τὸ ὕδωρ τὸ ζῶν, ἡ τῶν ἁμαρτανόντων προστάτις καὶ τῶν χειμαζο‐ μένων λιμήν· ἡ τὸν Θεὸν ἀσπόρως ἐν γαστρὶ δεξαμένη καὶ ἀξιωθεῖσα γενέσθαι Μήτηρ Θεοῦ· ἡ ἄμπελος ἡ ἀληθινή, ἡ μανναδόχος στάμνος, ἡ τῶν πιπτόντων | |
ἀνόρθωσις, ἡ πάντων καταφυγὴ καὶ παντὸς τοῦ κόσμου ζωή, τὸν ἐναγῆ, τὸν φιλό‐ | 386 | |
7.387 | πορνον καὶ φιλοτάραχον, τὸν ἀμελῆ τῇ γνώμῃ καὶ πράξει καὶ προαιρέσει ἀσώτως τὸν βίον μου δαπανήσαντα, [ἀλλ’] ὡς Θεοῦ Μήτηρ φιλάνθρωπός τε καὶ συμπα‐ θής, μὴ βδελύξῃ με τὸν ἁμαρτωλὸν καὶ ἄσωτον, ἀλλὰ προφθάνουσα τὴν ἐκ ῥυπαρῶν χειλέων μου φερομένην σοι πρόσδεξαι δέησιν, ἵλεών μοι τὸν Κριτὴν | |
5 | ἀπεργασαμένη ταῖς εὐπροσδέκτοις καὶ παναγάθοις δεήσεσί σου τῆς ἀληθῶς πανά‐ γνου καὶ Θεομήτορος. Ἄνοιξόν μοι σπλάγχνα τοῦ φιλοικτίρμονος Υἱοῦ σου· παρι‐ δεῖν ἱκέτευσόν μου τὰ πταίσματα· ἴθυνόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν· καὶ τῶν αὑτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀνάδειξόν με· καὶ μὴ ἐάσῃς με γενέσθαι κτῆμα ἢ βρῶμα τοῦ ψυχοφθόρου Σατᾶν, ἀλλ’ ἐγκαίνισόν με τῇ μεσιτείᾳ σου, τὸν πολλαῖς | |
10 | ἤδη παλαιωθέντα ταῖς ἁμαρτίαις, καὶ τόνδε τὸν ῥακώδη μου βίον κατεύθυνον, ἵνα σε μεσῖτιν ἔχων τὴν ὑπεράγαθον ἀμέμπτως τῷ Κριτῇ παραστήσωμαι, καὶ τὴν φο‐ βερὰν ἐκφύγοιμι κόλασιν, καὶ τῆς αὑτοῦ δόξης κληρονόμον ἀναδείξῃς τῇ μεσιτείᾳ σου, ἧς καὶ τύχω, Πανάμωμε, τὸν Ποιητήν μου καθικετεύουσα· ᾧ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
15 | Παρθένε Δέσποινα, ἡ Μήτηρ τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ, οἶδα ὅτι ἀκά‐ θαρτός εἰμι καὶ βέβηλος καὶ ἐναγὴς καὶ ἀνάξιος, ὅτι ὑπερῆραν τὴν κεφαλήν μου αἱ | |
ἀνομίαι μου· ἐπληθύνθησαν γὰρ ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης· προσώζεσαν | 387 | |
7.388 | καὶ ἐσάπησαν οἱ μώλωπες τῆς ψυχῆς μου ἐκ τῶν πολλῶν μου κακῶν. Ἀλλὰ προσ‐ έρχομαί σοι μετανοῶν καὶ προσπίπτων σοι, ἐξομολογούμενος πάντα μου τὰ δεινὰ ἁμαρτήματα. Σὲ τὴν τοῦ Θεοῦ Μητέρα πολλάκις παρώργισα, ῥυπούμενος ταῖς ἀκαθαρσίαις μου. Ἐλέησόν με ἡ πάντας ἐλεοῦσα φιλανθρώπως, καὶ συγχώρησόν | |
5 | μοι, καὶ μὴ βδελύξῃ με, Δέσποινα, μηδὲ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ἀποστραφῶ τεταπεινωμένος, οἴμοι, οἴμοι, ἀπὸ σοῦ! Μή, Δέσποινα, μὴ ἐπιχα‐ ρῶσί με ἐν τούτῳ, οἴμοι, οἴμοι, οἱ ἐχθροί μου! Διέγειρόν μου τὸν λογισμόν [μου] πρὸς μετάνοιαν, καὶ χειραγώγησόν με πρὸς σωτήριον ὁδόν, ἣν εὑρὼν καὶ ὁδεύσας σχῶ σε συνοδοιπόρον, καὶ τῇ σῇ ὁδηγίᾳ σωθήσομαι. | |
10 | Ναί, Δέσποινα, Μήτηρ τοῦ φιλανθρώπου Θεοῦ, σύντριψον τὴν καρδίαν μου, καὶ ταπείνωσον αὐτήν, καὶ ἔμπλησον τοὺς ὀφθαλμούς μου δακρύων πνευματι‐ κῶν, καὶ φώτισον αὐτοὺς τῷ φωτὶ τῶν σῶν πρεσβειῶν, ἵνα μὴ ὑπνώσω εἰς θάνα‐ τον. Ῥάντισόν με τῷ ὑσσώπῳ τοῦ ἐλέους σου καὶ καθάρισόν με· πλῦνόν με τῇ σῇ χάριτι τοῖς ἐμοῖς δάκρυσι, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ναί, ἡ Μήτηρ τοῦ Κυ‐ | |
15 | ρίου μου Ἰησοῦ Χριστοῦ, δέξαι μου τὴν οἰκτρὰν ταύτην ἐξομολόγησιν καὶ δέησιν, | 388 |
7.389 | καὶ πρόστηθι τῆς ἐμῆς διανοίας, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου ἀσκανδάλιστον ἐν μετανοίᾳ διατήρησον· καὶ ἐν τῷ καιρῷ τῆς ἀπὸ τοῦ σώματος ἐξόδου τῆς ταπεινῆς μου ψυχῆς, ὅταν τοῖς Ἐχθροῖς ἐν πύλῃ μέλλω λαλεῖν, οἴμοι, τότε φάνηθί μοι, Δέσποινα, ἱλέῳ σου ὄμματι, καὶ ἐλευθέρωσόν με ἐκ τῶν πικρῶν συλλογιστῶν καὶ | |
5 | δεινῶν φορολόγων τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου. Γενοῦ μοι συνήγορος, καὶ ἀ‐ φάνισον πάντα τὰ τῶν ἁμαρτιῶν μου χειρόγραφα τότε, καὶ προσάγαγέ με ἀκαταί‐ σχυντον καὶ σεσωσμένον τῷ βήματι τοῦ σοῦ Υἱοῦ καὶ τοῦ ἀνάρχου Πατρὸς αὐτοῦ καὶ τοῦ παναγίου Πνεύματος, τῆς μιᾶς καὶ ἀρχιφώτου καὶ ὁμοουσίου Τριάδος. Φιλάγαθε Μῆτερ τοῦ φιλανθρώπου καὶ ἐλεήμονος Θεοῦ, ἡ ἐλεήμων καὶ ἀγα‐ | |
10 | θὴ τοῦ ἀγαθοῦ καὶ οἰκτίρμονος γαλουχός, 〈τοῦ ἐκ σοῦ βρεφουργηθέντος ὑπερφυῶς,〉 Παρθένε Δέσποινα, κλῖνον τὸ οὖς σου καὶ ἐπάκουσόν μου ἐκ τοῦ ὕψους τῆς δόξης σου. Τὰ ῥήματά μου ἐνώτισον, Πάναγνε· σύνες τῆς ἐκ βάθους κραυγῆς μου· πρόσχες τῇ φωνῇ τῆς ἐπιπόνου δεήσεώς μου, ἡ βοηθός μου 〈καὶ ἐλπίσ〉. Δός μοι λόγον ἐν ἀνοίξει τοῦ στόματός μου, ἡ παρασχοῦσά μοι τὸ ζῆν τῇ μεσιτείᾳ σου, ὅπως ἂν ἐξ‐ | |
15 | αγγείλω τὰ μεγαλεῖά σου, πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκ ἔστιν ἐκεῖ ἐξομολογήσα‐ | 389 |
7.390 | σθαι, μετὰ τὸν ἐνθένδε πικρὸν συγκλεισμόν. Ἡμάρτηκα, Πάναγνε, ἡμάρτηκα· καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω· καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διαπαντός. Ἐ‐ πίβλεψον εἰς τὴν τελευταίαν μου ταύτην προσευχὴν καὶ ἐξομολόγησιν τοῦ δούλου σου. Παράσχου μοι πηγὰς ἐπιπόνων δακρύων, ψυχῆς ἐσπιλωμένης καθάρσιον | |
5 | λουτρόν. Ἀπόπλυνον τῶν ἁμαρτιῶν μου τὸν βόρβορον. Ἐμφύτευσον ἐν τῇ πετρώδει καρδίᾳ μου τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὸν φόβον τὸν ἅγιον. Εἰσέλθῃ εἰς τὰ ἐντός μου, δι’ οὗ ὠδινήσω ἐκ κατωδύνου ψυχῆς μου [καὶ] καθάρσιον δάκρυον καὶ ἀποκυηθή‐ σεταί μοι πνεῦμα σωτήριον. Ἡλίου τοῦ 〈νοητοῦ〉 φαεινοτάτη νεφέλη, λάμψον μοι φῶς νοερὸν τῷ 〈ζοφώδει καὶ σκοτεινῷ〉 νοΐ μου, διασχίζουσα καὶ ἀπελαύνουσα | |
10 | τὴν παχεῖαν ὁμίχλην τῶν πονηρῶν λογισμῶν μου, ὅπως ἂν ἐν γαλήνῃ καὶ φωτὸς ἱλαρότητι τῆς σῆς ἐπιλάμψεως καὶ ἐπισκοπῆς θυσίαν θύσω ὁλόκληρον καὶ δεκτὴν [θυσίαν], ἣν ἐπηγγείλατο ὁ Υἱός σου καὶ Θεός μου, ὁ μὴ καλέσαι δικαίους ἐλθών, | |
ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν, κἀμὲ τὸν ἀνάξιον τῇ σῇ μεσιτείᾳ προσδέξηται. | 390 | |
7.391 | Πολλοὶ τῶν ἁμαρτησάντων ἐξ αἰῶνος, ὑπεράγαθε Δέσποινα, πολλοὶ τῶν παραπεσόντων, πολλοὶ τῶν παροργισάντων καὶ μὴ φυλαξάντων τὰς ἐντολὰς τοῦ Υἱοῦ σου, ἀλλ’ οὐκ ἔστιν οὐδείς, ὃν οὐχ ὑπερῆρεν ἡ πληθὺς τῶν ἐμῶν ἐν γνώσει ἀνομιῶν· πᾶσα γὰρ παλαιὰ καὶ καινὴ Διαθήκη τάς τε τῶν δικαίων ἐσάλπισεν | |
5 | ἀρετὰς καὶ τῶν ἁμαρτωλῶν καὶ ἀνόμων ἐστηλίτευσεν ἀνοσιουργίας καὶ πράξεις, ἀλλὰ τὸ ἔνδον κριτήριον τῆς συνειδήσεώς μου βαρυτέραν πάντων συνορᾷ, περιφέ‐ ρον τὴν ἀπέχθειαν τῶν ἁμαρτιῶν. Πλείω τῶν ἀπ’ αἰῶνος τὰ φορτία κακῶν· ὅσον καὶ τὸ ἐν ἀγνοίᾳ κατάκριμα τοῦ ἐν γνώσει κουφότερόν τε καὶ ἐλαφρότερον. Ἐντολὴν καὶ νόμον ἔλαβεν ὁ Ἀδάμ, καὶ οὐκ ἐφύλαξεν· ἀλλ’ οὔπω πεῖραν εἶχε, | |
10 | Πανάχραντε, πτώσεως ἑτέρου καὶ κατακρίσεως. Ἐγὼ δὲ 〈ὁ ἀσελγής, καὶ ἀκρα‐ τής, καὶ ἀκόλαστος, ὁ εἰδὼς καὶ γνοὺς πάντα, καὶ σπουδάσας γενέσθαι κακός,〉 τί ἀπολογήσομαι ὁ ἄθλιος; Πάντως οὐδέν. Ὡς γὰρ ἀκρατὴς καὶ ἀκόλαστος, ἔσπευσα γενέσθαι κακός, καὶ διὰ τοῦτο ἀναπολόγητός εἰμι. Πάντων ἀθλίων ἀθλιώτερος | |
γέγονα, τῶν ἐξ Ἀδάμ, τοῦ Κάϊν, τοῦ Λάμεχ, τῶν ἀνοήτων πυργοποιῶν, τῶν πυρι‐ | 391 | |
7.392 | βρόχων Σοδομιτῶν, τῶν ἐπὶ Νῶε κατακλυσμῷ· τῶν Αἰγυπτίων μοχθηρῶν κατα‐ κρίτων κατακριτώτερος. Πάντων ἀθλίων ἐγὼ ἀθλιώτερος, καὶ τῶν τῆς νέας Δια‐ θήκης ἁμαρτωλῶν ἐμαυτὸν οἶδα ἁμαρτωλότερον. Βαπτισθεὶς γὰρ ῥερύπωμαι, λουσάμενος μεμόλυσμαι, τιμηθεὶς ἀξιώματι χάριτος τὴν ἀτιμίαν τῆς ἁμαρτίας | |
5 | ἐνδέδυμαι· τὴν χάριν ἠχρείωσα τοῦ μοναχικοῦ ἐπαγγέλματος. Ποῖος ἄρα ἀρκέσει μοι λόγος καὶ χρόνος καὶ τρόπος εἰς κάθαρσιν τῶν τοιού‐ των μου ἁμαρτημάτων; Τοσοῦτον γάρ, Παναγία, τῶν ἁμαρτημάτων μου τὸ ἀνυ‐ πόστατον πέλαγος· τοιαύτη τῶν ἐμῶν κακῶν ἡ ἐπιβουλή. Τίς γένωμαι; Ποίαν ὁδὸν βαδιοῦμαι; Ἡ οὐράνιος ἄβατος· στενόχωρος ἡ ἐπίγειος· ἡ ὑπόγειος δεινή· ἡ | |
10 | ἐν θαλάσσῃ κεκράτηται. Ὁρᾷς ἀνάγκην ἀνεπινόητον; Βλέπεις ἀπορίαν ἀμήχανον; Ὁ κίνδυνος βίαι‐ ος! Μικροῦ καὶ τοῦ λόγου κεκένωταί μου τὸ ὄργανον. Ἡ δυνατὴ τοῦ δυνατοῦ καὶ ζῶντος Θεοῦ Μήτηρ δός μοι χεῖρα βοηθείας ἀπορουμένῳ. Θαυμάστωσον ἐπ’ ἐμοὶ | |
τῷ ἀθλίῳ τὰ ἐλέη σου. Ἐξέγειρόν μου τὴν ψυχὴν εἰποῦσα· σωτηρία σου εἰμὶ ἐγώ. | 392 | |
7.393 | Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ, Ἄχραντε. Δέξαι τὴν δέησιν τοῦ ἀναξίου δούλου σου. Πιστεύω, Πάναγνε, ὅτι δύνασαι τοῦτο ποιῆσαι. Σῶσόν με ἡ ἀπλανὴς τῶν μετανοούντων ὁδός. Δεῖξον ἐν ἐμοὶ τῷ πάντων ἐλεεινῷ καὶ ἀθλίῳ μᾶλλον θαυ‐ μασιώτερα τὰ ἐλέη σου, ἡ ἐλπίς, Δέσποινα Θεοτόκε. Σὺ γὰρ γινώσκεις τοὺς λογι‐ | |
5 | σμοὺς καὶ τὰς πράξεις μου, καὶ τὴν ἀσθένειαν τῆς ταπεινῆς φύσεως, καὶ σοὶ τὴν ἐμὴν ψυχὴν παριστῶ ῥερυπωμένην πολλαῖς ἁμαρτίαις καὶ λογισμοῖς ἀτόποις. Σὺ βλέπεις, Δέσποινά μου, τὰ ἕλκη μου τῶν τραυμάτων καὶ τὰς πονηρὰς ἐνθυμήσεις. Σὺ τὴν ἴασιν βράβευσον, ἐπιχέουσα ῥανίδα τῆς σῆς φιλανθρώπου συμπαθείας. Ἐπίβλεψον, Δέσποινά μου Θεοτόκε, καὶ εὐμενῆ ποίησόν μοι τὸν Υἱόν σου καὶ πάν‐ | |
10 | των Βασιλέα, τὸν μέλλοντά μοι δημοσιεύειν ἐνώπιον Ἀγγέλων καὶ ἀνθρώπων τοὺς πονηροὺς λογισμούς μου καὶ τὰς πράξεις. Δέχεταί σε, ὡς Μητέρα φιλάνθρω‐ πον, ὑπὲρ ψυχῆς ἀπεγνωσμένης πρεσβεύουσαν, ὡς καταφυγὴν τῶν ἁμαρτωλῶν ὑπάρχουσαν. Τοιαύτην γὰρ σὲ ἔθετο ἀντίληψιν καὶ καταφυγὴν καὶ βοηθὸν τοῖς κατ’ ἐμὲ ἁμαρτωλοῖς ὁ Υἱὸς καὶ Θεός σου· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύ‐ | |
15 | νησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ | |
αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 393 | |
8.394(t) | Εὐχὴ τῆς Θεοτόκου | |
1 | Παρθένε Δέσποινα Θεοτόκε, ἡ κοινὴ σωτηρία τοῦ τῶν Χριστιανῶν γένους. Σὺ μέν, ὥσπερ Μήτηρ, οὐ διέλιπες προνοουμένη ἡμᾶς, ἀλλ’ ὡς φιλόπαις ὁμοῦ καὶ φιλόστοργος, οὕτως ἀεὶ τὰς σὰς εὐεργεσίας ἐπιχορηγεῖς ἡμῖν, διασῴζουσα, περι‐ σκέπουσα, φυλάττουσα, κινδύνων [μου] ἐλευθεροῦσα, πειρασμῶν ἀπαλλάττουσα, | |
5 | ἁμαρτιῶν τοῦ πλήθους ἐλευθεροῦσα· ἡμεῖς δὲ ἀντὶ τούτων εὐχαριστοῦμεν, ἀνακη‐ ρύττομεν τὰς χάριτας, οὐ κρύπτομεν τὰς εὐεργεσίας, ᾄδομεν μεγαλοφώνως τὰ σὰ θαυμάσια, τὴν κηδεμονίαν δοξάζομεν, τὴν πρόνοιαν μεγαλύνομεν, τὴν προστα‐ σίαν ὑμνοῦμεν, τὴν εὐσπλαγχνίαν δοξολογοῦμεν· καὶ ἐπὶ μὲν τοῖς παρελθοῦσι, με‐ μνημένοι τῶν σῶν μεγάλων δωρεῶν, καὶ ἐξ ὅσων κινδύνων ἐρρύσθημεν διὰ σοῦ, | |
10 | ταύτην σοι τὴν εὐχαριστήριον ᾠδὴν ὡς χρέος προσάγομεν, οὐκ ἀντάξιον μὲν οὖσαν ταῖς σαῖς εὐεργεσίαις—τί γὰρ εἴη τούτων ἀντάξιον; —ὅμως θαρροῦντες ἱκετεύομεν τὴν σὴν εὐσπλαγχνίαν οἶκτον λαβεῖν τῶν σῶν οἰκετῶν, καὶ στῆναι πρε‐ | |
σβείαν πρὸς τὸν ἐκ σοῦ τεχθέντα Θεὸν ἡμῶν, τοῦ ἐξελέσθαι ἡμᾶς ἐκ τῆς αἰωνίου | 394 | |
8.395 | κολάσεως, ὅπως δοξάζωμεν τὸ πανάγιον ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ὁρᾷς, ὦ Παναγία Δέσποινα Θεοτόκε, ὅσοις κακοῖς περιέχει ἡμᾶς ὁ πο‐ νηρὸς καὶ παγκάκιστος Δαίμων; Ἰδού, εἰς πάθη πάμπολλα καὶ ἀνεκδιήγητα ἡμᾶς | |
5 | ἐπιτρέπει! Ἀνάστηθι οὖν καὶ μὴ ἀπώσῃ εἰς τέλος. Ἵνα τί τὸ πρόσωπόν σου ἀπο‐ στρέφῃς, καὶ ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν; Διάλυσον τοῦ Πονηροῦ τὰ ἔνεδρα, ἄνελε τοὺς ἡμᾶς πολεμοῦντας, παῦσον τὴν καθ’ ἡμῶν ἐπεγειρομένην διὰ τῶν πολλῶν [μου] πταισμάτων τοῦ Θεοῦ ὀργὴν τῇ σῇ μεσιτείᾳ· ἵνα ταῖς πολλαῖς εὐερ‐ γεσίαις προστεθείσης καὶ ταύτης δοξάζωμεν τὸ πανάγιον ὄνομα τοῦ Υἱοῦ σου καὶ | |
10 | Θεοῦ ἡμῶν, ἅμα τῷ ἀνάρχῳ αὐτοῦ Πατρί, σὺν τῷ ἀνάρχῳ καὶ θείῳ 〈Πνεύματι〉. Δέσποινα Θεοτόκε, ἡ τὸν Σωτῆρα Χριστόν, τὸν Θεὸν ἡμῶν, ἡ κυήσασα, εἰς σὲ τὴν ἐλπίδα μου ἀνατίθημι ἅπασαν, καὶ ἐν σοὶ πέποιθα τὴν ὑψηλοτέραν πασῶν τῶν ἐπουρανίων δυνάμεων. Σύ με, Πανάχραντε, τῇ θείᾳ σου περιφρούρησον χά‐ ριτι, καὶ κυβέρνησόν μου τὴν ζωήν, καὶ πρὸς τὸ ἅγιον θέλημα τοῦ Υἱοῦ σου καὶ | |
15 | Θεοῦ ἡμῶν καθοδήγησον. Σύ μοι δώρησον τὴν τῶν πταισμάτων ἄφεσιν. Γενοῦ | |
καταφυγή, σκέπη καὶ ἀντίληψις καὶ χειραγωγὸς εἰς τὴν αἰώνιον ζωὴν διαβιβάζου‐ | 395 | |
8.396 | σα· καὶ ἐν ὥρᾳ δὲ τοῦ θανάτου, Δέσποινα, Δέσποινα, μὴ ἐγκαταλίπῃς με, ἀλλὰ εἰς τὴν ἐμὴν βοήθειαν τάχυνον, καὶ τῆς πικρᾶς τυραννίδος τῶν δαιμόνων ἐξάρπασον· ἔχεις γὰρ 〈σύνδρομον〉 τῇ βουλήσει τὸ δύνασθαι, ὡς ἀγαθὴ Μήτηρ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν [αὐτῷ], σὺ μόνη, Δέσποινα Θεοτόκε, ὑψηλοτάτη ἐπὶ πᾶσαν τὴν γῆν· | |
5 | ἡμεῖς δὲ σέ, Θεόνυμφε, πίστει εὐλογοῦμεν, πόθῳ γεραίρομεν καὶ φόβῳ προσκυ‐ νοῦμεν, ἀεί σε μεγαλύνοντες καὶ σεπτῶς μακαρίζοντες. Σὺ γὰρ τιμὴ τῶν τιμῶν καὶ γέρας γερῶν καὶ ὑψωμάτων ὕψωμα. Ἀλλ’, ὦ Δέσποινα, τὸ ἐμὸν ἐκ Θεοῦ ψυχαγώγημα, τοῦ ἐν ἐμοὶ καύσωνος ἡ θεία δρόσος, τῆς ξηρανθείσης μου καρδίας ἡ θεόρρυτος ῥανίς, τῆς ζοφερᾶς μου | |
10 | ψυχῆς ἡ τηλαυγεστάτη λαμπάς, τῆς ἐμῆς ἀπορίας ἡ ποδηγία, τῆς ἀσθενείας ἡ δύ‐ ναμις, τῆς γυμνώσεως ἡ ἀμφίασις, τῆς πτωχείας ὁ πλοῦτος, τῶν ἀνιάτων τραυ‐ μάτων τὸ ἴαμα, ἡ τῶν δακρύων ἀναίρεσις, τῶν στεναγμῶν ἡ κατάπαυσις, τῶν συμφορῶν ἡ μεταποίησις, τῶν ὀδυνῶν ὁ κουφισμός, τῶν δεσμῶν μου ἡ λύσις, τῆς σωτηρίας μου ἡ ἐλπίς. Εἰσάκουσόν μου τῶν προσευχῶν, οἰκτείρησόν μου τοὺς στε‐ | |
15 | ναγμούς, καὶ πρόσδεξαί μου τοὺς ὀδυρμούς. Ἐλέησόν με ἐπικαμφθεῖσα τοῖς ἐμοῖς | 396 |
8.397 | δάκρυσι. Σπλαγχνίσθητι ἐπ’ ἐμοί, ὡς Μήτηρ τοῦ φιλανθρώπου Θεοῦ. Ἐπίβλεψον καὶ κατάνευσον πρὸς τὴν ἐμὴν ἱκεσίαν. Ἐκπλήρωσόν μου τὸ ἐκδιψώμενον κατα‐ θύμιον, καὶ σύναψόν με τῇ συγγόνῳ καὶ συνδούλῃ, ἐν τῇ γῇ τῶν πραέων, ἐν σκη‐ ναῖς τῶν δικαίων, ἐν χορῷ τῶν ἁγίων, καὶ ἀξίωσόν με ἡ πάντων προστασία, καὶ | |
5 | πάντων χαρά, καὶ φαιδρὰ θυμηδία, συνευφρανθῆναί σοι. Ταῦτα δέομαί σου ἐν τῇ χαρᾷ ἐκείνῃ τῇ ἀνεκφράστῳ ὄντως τοῦ ἐκ σοῦ γεν‐ νηθέντος Θεοῦ καὶ Βασιλέως, καὶ ἐν τῷ νυμφῶνι αὐτοῦ τῷ ἀφράστῳ, καὶ τῇ τρυφῇ τῇ ἀλήκτῳ καὶ ἀκορέστῳ, καὶ ἐν τῇ ἀνεσπέρῳ αὐτοῦ καὶ ἀπεράντῳ βασιλείᾳ. Ναί, Δέσποινά μου. Ναί, τὸ ἐμὸν καταφύγιον, ἡ ζωὴ καὶ ἡ ἀντίληψις, τὸ | |
10 | ὅπλον καὶ καύχημα, ἡ ἐλπὶς καὶ τὸ σθένος μου, δός μοι σὺν αὐτῇ ἀπολαῦσαι τῶν τοῦ Υἱοῦ σου ἀνεκδιηγήτων καὶ ἀκαταλήπτων δωρεῶν ἐν τῇ ἐπουρανίῳ διαμονῇ· ἔχεις γάρ, ἔχεις, οἶδα, σύνδρομον τῇ θελήσει τὸ δύνασθαι, ὡς τοῦ Ὑψίστου Μή‐ τηρ. Διὰ τοῦτο τολμῶ. Μὴ οὖν ἀποστερηθείην, πανάχραντε Κυρία, τῆς ἐμῆς προσδοκίας, ἀλλὰ τύχοιμι ταύτης, Θεόνυμφε, ἡ τὴν τῶν ὅλων προσδοκίαν ὑπὲρ | |
15 | λόγον τεκοῦσα, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἀληθινὸν Θεὸν καὶ Δεσπό‐ | 397 |
8.398 | την· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
9.398(4t) | Εὐχὴ τῆς ὑπεραγίας Θεοτόκου | |
5 | Ἀλλ’, ὦ Παρθένε Δέσποινα, ἄχραντε Θεοτόκε, Κυρία μου πανένδοξε, ὑπερπανάγαθέ μου· ὑψηλοτέρα οὐρανῶν, ὑπερκαθαρωτέρα ἡλιακῶν μαρμαρυγῶν, ἀκτίνων, λαμπηδόνων· τιμιωτέρα Χερουβείμ, καὶ ἀσυγκρίτως πάντων | |
10 | τῶν οὐρανίων στρατιῶν ὑπερενδοξοτέρα· τῶν Προπατόρων ἡ ἐλπίς, τῶν Προφητῶν ἡ δόξα, τῶν Ἀποστόλων καύχημα, κήρυγμα τῶν Μαρτύρων, Ὁσίων ἀγαλλίαμα, καὶ ἀσκητῶν λαμπρότης· θυμιατήριον χρυσοῦν, λυχνία φωτοφόρε, | |
15 | ἡ στάμνος ἡ βαστάσασα τοῦ οὐρανοῦ τὸ μάννα, | |
ἡ κιβωτὸς ἡ ἀληθής, ὁ θεόγραφος τόμος. | 398 | |
9.399 | Ὦ βάτε ἀκατάφλεκτε, εὐρύχωρον χωρίον, καὶ ῥάβδος ἡ βλαστήσασα τοῦ Ἀαρὼν ἐκείνου! Ῥάβδος ἐδείχθης ἀληθῶς, καὶ ἄνθος ὁ Υἱός σου, Χριστὸς ἡμῶν, ἀληθινὸς Θεὸς καὶ Ποιητής σου. | |
5 | Σὺ κατὰ σάρκα τὸν Θεὸν ἐγέννησας καὶ Λόγον, πρὶν τόκου παρθενεύουσα, παρθένος μετὰ τόκον· καὶ κατηλλάγημεν Θεῷ, Χριστῷ μου τῷ Υἱῷ σου. Σὺ βοηθὸς ἁμαρτωλῶν καὶ τῶν ἀβοηθήτων, χειμαζομένων σὺ λιμήν, παρηγορία κόσμου. | |
10 | Σὺ ὀρφανῶν ἀντίληψις, καὶ λύτρον αἰχμαλώτων. Σὺ μοναστῶν στερέωμα, ἐλπὶς 〈τῶν ἐν τῷ κόσμῳ〉. Σὺ τῶν χηρῶν ὑπομονή, ἀντίληψις καὶ σκέπη, καὶ τῶν παρθένων καύχημα, στέφανός τε καὶ τέρψις. Κόρη σεμνὴ καὶ Δέσποινα, Βασίλισσα, Κυρία, | |
15 | ὑπὸ τὰς πτέρυγας τὰς σὰς σκέπασον, φύλαξόν με, | 399 |
9.400 | μὴ κατ’ ἐμοῦ καυχήσηται Σατὰν ὀλεθροτόκος, καὶ κατ’ ἐμοῦ ὁ μιαρὸς μὴ ἐπαρθῇ Ἐχθρός μου. Σὺ γάρ μου, Πάναγνε, λιμήν, 〈σύ μου καὶ προστασία,〉 καὶ οὐ γινώσκω, Δέσποινα, καταφυγὴν ἑτέραν. | |
5 | Παρακαλῶ σε, Δέσποινα, μετὰ πολλῶν δακρύων, μὴ ὁ γλυκύς σου ὁ Υἱός, ὁ ποιητὴς καὶ πλάστης, διὰ πολλὰς ἃς ἔπραξα, ἐκκόψῃ ἁμαρτίας. 〈Μεσίτευσον, Πανάχραντε, τῷ σῷ Υἱῷ καὶ Κτίστῃ τοῦ δοῦναι λύσιν τῶν ἐμῶν πολλῶν πλημμελημάτων, | |
10 | μὴ ὡς τὴν ἄκαρπον συκῆν τὸν ἄσωτον μ’ ἐκκόψῃ, μᾶλλον καιρόν μοι δώρησαι εἰς τὸ μετανοῆσαι.〉 Αἰτῶ σε δὲ ἀπέργασαι 〈τὸν σὸν ἀχρεῖον δοῦλον〉 τοῦ εἰσελθεῖν εἰς τὰς αὐλὰς ἐκείνας τῶν Ἁγίων, ἔνθα οὐκ ἔστι δάκρυα, οὐ θλῖψις, οὐδὲ λύπη, | |
15 | οὐ θάνατος, οὐ βάσανος, οὐδὲ στενοχωρία, ἀλλὰ χαρὰ ἡ ἄρρητος, ἀπόλαυσις δικαίων, | |
καὶ τέρψις ἀδιάλειπτος, ζωὴ μὴ ἔχων τέλος, | 400 | |
9.401 | τρυφὴ καὶ ἀγαλλίασις, δόξα τε καὶ λαμπρότης. Καὶ πλήρωσον τὸ στόμα μου χάριτος γλυκασμοῦ σου, καὶ κίνησον τὴν γλῶττάν μου καὶ χείλη τοῦ ὑμνεῖν σε μετὰ ψυχὴν χαρμόσυνον καὶ πρόθυμον καρδίαν, | |
5 | καὶ μέλος τὸ ἀγγελικὸν ἐκεῖνο τὸ ὑμνῶδες, ὃ Γαβριὴλ ἐφθέγξατο πρὸς σέ, Παρθενομῆτορ. Ἀξίωσον τὸν δοῦλόν σου τὸν ταπεινόν, Παρθένε, τοῦ λυτρωθῆναι τῶν παθῶν καὶ πάσης ἁμαρτίας. Σκόρπισον πάντα λογισμόν, τὸν ἐκ τοῦ Διαβόλου, | |
10 | συχνῶς μοι ἐπεμβαίνοντα εἰς τὸ κατακρημνῆσαι τὴν παναθλίαν μου ψυχὴν εἰς τάρταρον τοῦ ᾅδου. Ῥῦσαί με, Παναγία μου, ἐκ τῶν αὑτοῦ παγίδων· δός μοι τὸν φόβον τοῦ Θεοῦ καὶ τὴν ἀγάπην, Κόρη· προαίρεσιν θεοπρεπῆ καὶ βίον ἡγνισμένον· | |
15 | ἀγάπην τὴν πρὸς Κύριον ὁμοῦ καὶ τὸν πλησίον· ὑπομονήν, ταπείνωσιν, ἐγκράτειαν, νηστείαν, | |
δάκρυα κατανύξεως καθαρτικά, Παρθένε· | 401 | |
9.402 | ἐνθύμησιν τῶν φοβερῶν κολάσεων ἐκείνων, ἐπιστροφήν τε τῶν κακῶν, ὧν ἔπραξα ὁ τάλας· καὶ γὰρ ἐκ προαιρέσεως, ὡς σύ, Παρθενομῆτορ, ἐπίστασαι, οὐκ ἔστι μοι ἐλπὶς τῆς σωτηρίας. | |
5 | Ἔφθειρα καὶ ἠχρείωσα ψυχήν μου καὶ τὸ σῶμα· ἐκ νεαρᾶς ὁ ἄθλιος πάνυ ἡλικίας σκεῦος ἐγενόμην μιαρόν, ἄχρηστον, ἐφθαρμένον· ὅλως κατηκολούθησα ὁ τάλας τῷ Βελίαρ, ἐν λογισμοῖς, ἐν ἔργοις τε καὶ πράξεσιν ἀτόποις. | |
10 | Ἄχρι τοῦ νῦν ὁ βδελυρὸς ἕλκει με, ὦ Παρθένε, εἰς τὰ αὑτοῦ θελήματα. Οὐαί μοι τῷ ἀθλίῳ! Ἐνέδρας ὁ παμπόνηρος βάλλει μοι καθ’ ἑκάστην, καὶ λογισμοὺς κακοτελεῖς οὐ δύναμαι βαστάζειν· συνήθειαν γὰρ ἔλαβον κακὴν τῆς ἁμαρτίας | |
15 | καὶ τάχα μόλις καὶ ποτὲ βούλομαι ἀνανῆψαι. Ὅρκους φρικτοὺς ὁ ἄθλιος καὶ συνταγὰς ποιοῦμαι ἐξ ὅλης τῆς καρδίας μου τῷ Υἱῷ καὶ Θεῷ σου· | |
ἄφες μοι, λέγω, Δέσποτα, τὰ ἁμαρτήματά μου, | 402 | |
9.403 | καὶ τάσσομαι ἀπὸ τοῦ νῦν, οὐ μή σοι πταίσω πλέον. Ὢ τῆς μακροθυμίας σου, Χριστέ μου ζωοδότα! Ὢ πῶς ἀνέχει, Δέσποινα, ὁ εὔσπλαγχνος Υἱός σου, ὁρῶν τὴν καταφρόνησιν καὶ τὰς ἐπιορκίας, | |
5 | τὸ ψεῦδος, ὅπερ κέκτημαι, τὸ ἄμετρον, ὁ τάλας! Ἅμα τῷ συνταγῆναί με—φεῦ μοι τῆς ἀφοβίας καὶ τῆς καταφρονήσεως—αὖθις ἐπὶ τὰ πρῶτα καὶ χείρονα ἐπεκτείνομαι ὁ βέβηλος καὶ ψεύστης· καὶ ὥσπερ κύων κορεσθεὶς ἐπέκεινα τοῦ μέτρου, | |
10 | αὖθις ἐπὶ τὸν ἴδιον ἔμετον κατατρέχει, οὕτω κἀγὼ πορεύομαι στρέφων εἰς τὰ ὀπίσω, μηδόλως εἰς τὴν αἴσθησιν ἔρχομαι ὁ παντλήμων! Ἀλλὰ καὶ εἰς ἀπόγνωσιν πολλάκις ὁ Βελίαρ ῥίπτει με, Παναγία μου· διὸ βοήθησόν μοι! | |
15 | Μή με ἐάσῃς, Δέσποινα, ἐπίχαρμα γενέσθαι τοῦ Πονηροῦ, Πανάχραντε, ἀλλὰ ἐξάρπασόν με | |
ἐκ τῶν χειρῶν τοῦ πονηροῦ καὶ κακοτέχνου πλάνου, | 403 | |
9.404 | καὶ δοῦλόν με ἀπέργασαι τοῦ σοῦ Υἱοῦ, Παρθένε, σκεῦός τε πάλιν εὔχρηστον Πνεύματος παναγίου, τοῦ σοὶ ἐπισκιάσαντος χρόνοις ἐν τοῖς ἐσχάτοις. Καὶ σῶσόν με, Πανύμνητε, ὡς θέλεις καὶ ὡς οἶδας, | |
5 | καὶ δός μοι τοῦ δοξάζειν σε καὶ λέγειν ἐκ καρδίας· Χαῖρε, τὸ ᾆσμα Χερουβείμ, καὶ ὕμνος τῶν Ἀγγέλων. Χαῖρε, εἰρήνη καὶ χαρὰ τοῦ ἀνθρωπίνου γένους. Χαῖρε, παράδεισε τρυφῆς, χαῖρε, ζωῆς τὸ ξύλον. Χαῖρε, τὸ τεῖχος τῶν πιστῶν, λιμὴν κινδυνευόντων. | |
10 | Χαῖρε, ἀνάκλησις Ἀδάμ, χαῖρε, τῆς Εὔας λύτρον. Χαῖρε, πηγὴ τῆς χάριτος καὶ τῆς ἀθανασίας. Χαῖρε, Ἁγίου Πνεύματος κῆπος ἐσφραγισμένος. Χαῖρε, ναὲ θειότατε, χαῖρε, θρόνε Κυρίου. Χαῖρε, Ἁγνή, ἡ Δράκοντος τοῦ ἀρχεκάκου κάραν | |
15 | συνθλάσασα, καὶ εἰς ἄβυσσον ῥίψασα δεδεμένον. Χαῖρε, τὸ καταφύγιον τῶν καταπονουμένων. | |
Χαῖρε, ἀρᾶς ἡ λύτρωσις, δι’ ἧς χαρὰ τῷ κόσμῳ | 404 | |
9.405 | ἐδείχθης, παναμώμητε, τῷ σῷ, Παρθένε, τόκῳ. Χαῖρε, ἡ Μήτηρ τοῦ Χριστοῦ, Υἱοῦ Θεοῦ τοῦ ζῶντος· ᾧ πρέπει δόξα καὶ τιμή, προσκύνησις καὶ ὕμνος, νῦν καὶ ἀεὶ καὶ πάντοτε, ἀμήν, εἰς τοὺς αἰῶνας. | |
10.405(5t) | Εὐχὴ ἐξομολογητικὴ εἰς τὴν ὑπεραγίαν Θεοτόκον | |
6 | Παρθένε Δέσποινα Θεοτόκε, ἡ τὸν Θεὸν Λόγον κατὰ σάρκα γεννήσασα, οἶδα μέν, οἶδα, ὅτι οὐκ ἔστιν εὐπρεπές, οὐδὲ ἄξιον ἐμὲ τὸν οὕτω πανάσωτον εἰκόνα κα‐ θαρὰν σοῦ τῆς ἁγνῆς, σοῦ τῆς ἀειπαρθένου, σοῦ τῆς σῶμα καὶ ψυχὴν ἐχούσης καθα‐ ρὰ καὶ ἀμόλυντα, 〈ὀφθαλμοῖς μεμολυσμένοις ὁρᾶν καὶ χείλεσιν ἀκαθάρτοις καὶ | |
10 | βεβήλοις περιπτύσσεσθαι, ἢ παρακαλεῖν〉. Δίκαιον γάρ ἐστιν ἐμὲ τὸν οὕτω πανά‐ σωτον ὑπὸ τῆς σῆς καθαρότητος μισεῖσθαι καὶ βδελύττεσθαι· πλήν, ἐπειδήπερ διὰ τοῦτο γέγονεν ὁ Θεός, ὃν ἐγέννησας, ἄνθρωπος, ὅπως καλέσῃ τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν, 〈θαρρῶν κἀγὼ προσέρχομαί σοι μετὰ δακρύων δεόμενοσ〉. Δέξαι μου τὴν παροῦσαν τῶν πολλῶν καὶ χαλεπῶν πταισμάτων ἐξομολόγησιν, καὶ προσά‐ | |
15 | γαγε τῷ μονογενεῖ σου Υἱῷ καὶ Θεῷ, ἱκετηρίαν ποιοῦσα, ὅπως ἵλεως γένηται τῇ | 405 |
10.406 | ἀθλίᾳ καὶ ταλαιπώρῳ μου ψυχῇ· διὰ γὰρ τὸ πλῆθος τῶν ἀνομιῶν μου κωλύομαι τοῦ πρὸς αὐτὸν ἀτενίσαι καὶ αἰτῆσαι συγχώρησιν. 〈Διὰ τοῦτο〉 σὲ προβάλλομαι πρέσβυν τε καὶ μεσῖτιν, διότι πολλῶν καὶ μεγάλων ἀπολαύσας δωρεῶν παρὰ τοῦ πλαστουρ‐ γήσαντός με Θεοῦ, ἀμνήμων πάντων φανεὶς ὁ ἄθλιος καὶ ἀχάριστος, εἰκότως πα‐ | |
5 | ρασυνεβλήθην τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθην αὐτοῖς· πτωχεύων ταῖς ἀρεταῖς, πλουτῶν τοῖς πάθεσιν, αἰσχύνης πεπληρωμένος, παρρησίας θείας ἐστε‐ ρημένος, κατακρινόμενος ὑπὸ Θεοῦ, θρηνούμενος ὑπὸ Ἀγγέλων, γελώμενος ὑπὸ δαιμόνων, 〈μισούμενος παρὰ ἀνθρώπων,〉 ἐλεγχόμενος ὑπὸ τοῦ συνειδότος, ὑπὸ τῶν πονηρῶν μου πράξεων καταισχυνόμενος, καὶ πρὸ θανάτου νεκρὸς ὑπάρχων, | |
10 | καὶ πρὸ τῆς κρίσεως αὐτοκατάκριτος ὤν, καὶ πρὸ τῆς ἀτελευτήτου κολάσεως αὐτοτιμώρητος ὑπὸ τῆς ἀπογνώσεως τυγχάνων. Διὸ δὴ εἰς τὴν σὴν καὶ μόνην καταφεύγω θερμοτάτην ἀντίληψιν, Δέσποινα Θεοτόκε, ὁ τῶν μυρίων ὀφειλέτης ταλάντων ἐγώ, ὁ ἀσώτως δαπανήσας τὴν πατρι‐ κὴν οὐσίαν μετὰ πορνῶν, ὁ πορνεύσας 〈ὑπὲρ τὴν πόρνην, ὁ παρανομήσασ〉 ὑπὲρ | |
15 | τὸν Μανασσῆν, ὁ ὑπὲρ τὸν πλούσιον ἄσπλαγχνος γεγονώς, ὁ λαιμαργιῶν δοῦλος, | 406 |
10.407 | τὸ τῶν πονηρῶν λογισμῶν δοχεῖον, ὁ τῶν αἰσχρῶν καὶ ῥυπαρῶν λόγων θησαυρο‐ φύλαξ, ὁ πάσης ἀκαθαρσίας ἔμπλεως καὶ πάσης ἀγαθῆς ἐργασίας ἀλλότριος. Ἐλέησόν μου τὴν ταπείνωσιν, Ἄχραντε, οἰκτείρησόν μου τὴν ἀσθένειαν, Πάναγνε. Μεγάλην ἔχεις πρὸς τὸν ἐκ σοῦ τεχθέντα τὴν παρρησίαν, ὡς οὐδεὶς ἕτε‐ | |
5 | ρος. Πάντα δύνασαι, ὡς Θεοῦ Μήτηρ. Πάντα ἰσχύεις, ὡς πάντων ὑπερέχουσα κτισμάτων. Οὐδέν σοι ἀδυνατεῖ, ἐὰν θελήσῃς μόνον. Μὴ τὰ δάκρυά μου παρίδῃς· μὴ βδελύξῃ μου τὸν στεναγμόν· μὴ ἀπώσῃ μου τὸν ἐγκάρδιον πόνον· μὴ καται‐ σχύνῃς μου τὴν εἰς σὲ προσδοκίαν· ἀλλὰ ταῖς μητρικαῖς σου δεήσεσι τὴν τοῦ ἀγα‐ θοῦ Υἱοῦ καὶ Θεοῦ σου ἀβίαστον βιασαμένη εὐσπλαγχνίαν, ἀξίωσόν με τὸν ταλαί‐ | |
10 | πωρον καὶ ἀνάξιον δοῦλόν σου τὸ πρῶτον καὶ ἀρχαῖον ἐπαναλαβεῖν κάλλος τῆς ψυχῆς, τὴν τῶν παθῶν ἀμορφίαν ἀποβαλεῖν, ἐλευθερωθῆναι 〈ἀπὸ〉 τῆς ἁμαρτίας, δουλωθῆναι τῇ δικαιοσύνῃ, ἐκδύσασθαι τὸν μιασμὸν τῆς σαρκικῆς ἡδονῆς, ἐνδύ‐ σασθαι τὸν ἁγιασμὸν τῆς ψυχικῆς καθαρότητος, νεκρωθῆναι τῷ κόσμῳ, ζῆσαι τῇ ἀρετῇ· ὁδοιποροῦντί μοι συνοδεύουσα, ἐν θαλάσσῃ πλέοντι συμπλέουσα, ἀεὶ πολε‐ | |
15 | μοῦντάς με δαίμονας νικῶσα, ἀγρυπνοῦντά με ἐνισχύουσα, ὑπνοῦντα διαφυλάτ‐ | 407 |
10.408 | τουσα, θλιβόμενον παραμυθουμένη, ὀλιγοψυχοῦντα παρακαλοῦσα, ἀσθενοῦντα ῥωννύουσα, ἀδικούμενον ῥυομένη, συκοφαντούμενον ἀθωοῦσα, εἰς θάνατον κινδυ‐ νεύοντα συντόμως προφθάνουσα, φοβερόν με ὁρατοῖς ἐχθροῖς καὶ ἀοράτοις δεικνύ‐ ουσα καθ’ ἑκάστην, ἵνα γνώσωσι πάντες οἱ ἀδίκως τυραννοῦντές με δαίμονες τίνος | |
5 | δοῦλος ὑπάρχω. Ναί, ὑπεραγία μου Δέσποινα Θεοτόκε, ἐπάκουσόν μου τῆς οἰκτροτάτης ταύ‐ της δεήσεως, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου, ἡ ἐλπὶς πάντων 〈τῶν〉 περάτων τῆς γῆς. Τὸν βρασμὸν τῆς σαρκός μου κατάσβεσον· τὸν ἐν τῇ ψυχῇ μου ἐγειρόμενον ἀγριώτατον κλύδωνα τοῦ ἀκαίρου θυμοῦ καταπράϋνον· τὸν τῦφον καὶ | |
10 | τὴν ἀλαζονείαν τῆς ματαίας νεότητος ἐκ τοῦ νοός μου ἀφάνισον· τὰς νυκτερινὰς φαντασίας τῶν πονηρῶν πνευμάτων καὶ τὰς καθημερινὰς τῶν ἀκαθάρτων ἐννοιῶν προσβολὰς ἐκ τῆς καρδίας μου μείωσον· παίδευσόν μου τὴν γλῶτταν λαλεῖν τὰ συμφέροντα· δίδαξον τοὺς ὀφθαλμούς μου τοῦ βλέπειν ὀρθῶς τῆς ἀρετῆς τὴν εὐθύ‐ τητα· τοὺς πόδας μου τρέχειν ἀσκελίστως ποίησον τὴν μακαρίαν ὁδὸν τῶν | |
15 | ἐντολῶν τοῦ Θεοῦ· τὰς χεῖράς μου ἁγιασθῆναι παρασκεύασον, ἵνα ἀξίως αἴρωνται | |
πρὸς τὸν Ὕψιστον· κάθαρόν μου τὸ στόμα, ἵνα μετὰ παρρησίας ἐπικαλέσωμαι | 408 | |
10.409 | Πατέρα τὸν φοβερὸν Θεὸν καὶ πανάγιον. Ἄνοιξόν μου τὰ ὦτα, ἵνα ἀκούσω αἰσθητῶς καὶ νοερῶς τὰ γλυκύτερα μέλιτος καὶ κηρίου τῶν ἁγίων Γραφῶν λόγια· δεχόμενος ποιῶ αὐτὰ ὑπὸ σοῦ κραταιούμενος. Δός μοι καιρὸν μετανοίας καὶ λογι‐ σμὸν ἐπιστροφῆς. Αἰφνιδίου με ἐλευθέρωσον θανάτου. Κατακεκριμένου με συνει‐ | |
5 | δότος ἀπάλλαξον. Τέλος παράστηθί μοι ἐν τῷ χωρισμῷ τῆς ταπεινῆς μου ψυχῆς ἐκ τοῦ ἀθλίου τούτου σώματος, τὴν ἀφόρητον ἐκείνην ἐλαφρύνουσα βίαν, τὸν ἀνέκφραστον ἐκεῖνον ἐπικουφίζουσα πόνον, τὴν ἀπαραμύθητον ἐκείνην παραμυ‐ θουμένη στενοχωρίαν, τῆς σκοτεινῆς με τῶν δαιμόνων λυτρουμένη μορφῆς, τοῦ πικροτάτου λογοθεσίου τῶν τελωνῶν τοῦ ἀέρος καὶ τῶν ἀρχόντων τοῦ σκότους | |
10 | ἐξαίρουσα, τὰ χειρόγραφα τῶν πολλῶν μου ἁμαρτιῶν διαρρήσουσα, τῷ Θεῷ με οἰκειοῦσα, τῆς ἐκ δεξιῶν αὐτοῦ καὶ μακαρίας στάσεως, τῆς ἐν τῷ φοβερῷ κριτη‐ ρίῳ, καταξιοῦσα, τῶν αἰωνίων καὶ ἀνυποίστων ῥυομένη κολάσεων, τῶν ἀοιδίμων | |
καὶ ἀκηράτων ἀγαθῶν ποιοῦσα κληρονόμον. | 409 | |
10.410 | Ταύτην σοι προσφέρω τὴν ἐξομολόγησιν, Δέσποινα Θεοτόκε, τὸ φῶς τῶν ἐσκοτισμένων μου ὀφθαλμῶν, ἡ παραμυθία ἐμῆς ψυχῆς, ἡ μετὰ Θεόν μου ἐλπὶς καὶ 〈προστασία〉· ἣν εὐμενῶς πρόσδεξαι, καὶ καθάρισόν με ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἀξιοῦσά με ἐν τῷ παρόντι αἰῶνι ἀκατακρίτως μετέχειν τοῦ | |
5 | ἀχράντου σώματος καὶ αἵματος τοῦ Υἱοῦ καὶ Θεοῦ σου, ἐν τῷ μέλλοντι δὲ τῆς γλυκύτητος τοῦ οὐρανίου δείπνου, τῆς τρυφῆς τοῦ παραδείσου, τῆς βασιλείας τοῦ Θεοῦ, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία. Καὶ τούτων τυχὼν τῶν ἀγαθῶν 〈ὁ ἀνάξιοσ〉, δοξάσω εἰς αἰῶνα αἰῶνος τὸ 〈πάντιμον καὶ〉 μεγαλοπρεπὲς ὄνομα τοῦ Υἱοῦ καὶ Θεοῦ σου, 〈τοῦ δεχομένου πάντας τοὺς ἐξ ὅλης μετανοοῦντας | |
10 | ψυχῆς, διὰ τὸ σὲ γενομένην πάντων τῶν ἁμαρτωλῶν μεσῖτιν καὶ ἐγγυήτριαν, καὶ διὰ σοῦ, πανύμνητε καὶ ὑπεράγαθε Δέσποινα, περισῴζεται πᾶσα βροτεῖα φύσις, αἰνοῦσα καὶ εὐλογοῦσα Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὴν παναγίαν Τριάδα | |
καὶ ὁμοούσιον, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν〉. | 410 | |
11.411(t) | Εὐχὴ τῆς ὑπεραγίας Θεοτόκου | |
1 | Παρθένε Δέσποινα Θεοτόκε, ἡ τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τὸν πάσης ὁρατῆς καὶ νοητῆς κτίσεως Ποιητὴν καὶ Δεσπότην, τὸν ἕνα τῆς Τριάδος Θεόν, Θεόν τε καὶ ἄνθρωπον, ὑπὲρ φύσιν καὶ λόγον γεννήσασα· τὸ σκήνωμα τῆς Θεότη‐ τος, τὸ πάσης ἁγιωσύνης καὶ χάριτος δοχεῖον, ἐν ᾧ κατῴκησε τὸ πλήρωμα τῆς | |
5 | Θεότητος σωματικῶς εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος· ἡ πάσης κτίσεως βασιλικῷ καὶ θεοπρεπεῖ ἀξιώματι ἀνυπερβλήτως ὑπερκειμένη καὶ ὑπερέχουσα· ἡ δόξα καὶ τρυφὴ καὶ ἄρρητος εὐφροσύνη τῶν Ἀγγέλων, ὁ βασιλικὸς τῶν Ἀποστόλων καὶ τῶν Προφητῶν στέφανος, ἡ ὑπερ‐ φυὴς καὶ θαυμαστικὴ τῶν Μαρτύρων ἀνδρεία, ἡ τῶν ἀγώνων αὐτῶν καὶ τῆς νίκης | |
10 | ἀφορμή, καὶ τῶν ἀθλητικῶν στεφάνων καὶ τῶν ἀϊδίων καὶ θεοπρεπῶν ἀμοιβῶν πρόξενος· ἡ ὑπέρτιμος τῶν Ὁσίων τιμὴ καὶ δόξα, ἡ τῆς ἡσυχίας ἀπλανὴς ὁδηγὸς καὶ διδάσκαλος, ἡ τῶν ἀποκαλύψεων καὶ τῶν πνευματικῶν μυστηρίων θύρα, ἡ | |
πηγὴ τοῦ φωτός, ἡ πύλη τῆς αἰωνίου ζωῆς, ὁ τοῦ ἐλέους ἀκένωτος ποταμός, ἡ | 411 | |
11.412 | πάντων τῶν θεοπρεπῶν χαρισμάτων τε καὶ θαυμάτων ἀνεξάντλητος θάλασσα· σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, τὴν συμπαθεστάτην Μητέρα τοῦ φιλανθρώπου Δεσπότου, ἱλάσθητι ἡμῖν τοῖς ταπεινοῖς καὶ ἀναξίοις δούλοις σου· ἐπίβλεψον εὐμενῶς ἐπὶ τὴν αἰχμαλωσίαν καὶ τὴν ταπείνωσιν ἡμῶν· ἴασαι τὰ συντρίμματα | |
5 | τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν. Τοὺς ὁρατοὺς καὶ ἀοράτους πολεμίους κα‐ τάλυσον· πύργος ἰσχύος, ὅπλα πολεμικά, παράταξις ἰσχυρὰ καὶ στρατηγὸς καὶ πρόμαχος ἄμαχος γενοῦ τοῖς ἀναξίοις ἡμῖν ἀπὸ προσώπου τῶν ἐχθρῶν ἡμῶν. Δεῖξον ἐν ἡμῖν τὰ ἀρχαῖά σου ἐλέη καὶ τὰ θαυμάσια σήμερον. Δεῖξον ἀνόμοις ἐχθροῖς ἡμῶν ὅτι μόνος Βασιλεὺς καὶ Δεσπότης ὁ σὸς Υἱὸς καὶ Θεός, καὶ σὺ Θεο‐ | |
10 | τόκος κυρίως, ἡ τὸν ἀληθινὸν Θεὸν κατὰ σάρκα γεννήσασα, καὶ δύνασαι πάντα, καὶ ἰσχύεις ἐνεργεῖν ὅσα καὶ βούλει ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πᾶσι τὰς αἰτήσεις πρὸς τὸ συμφέρον ἑκάστῳ δώρησαι, Δέσποινα· τοῖς νο‐ σοῦσι τὴν ὑγίειαν, τοῖς ἐν θαλάσσῃ τὴν γαλήνην καὶ τὴν κυβέρνησιν· ὁδοιποροῦσι συνοδεύουσα καὶ φυλάττουσα, αἰχμαλώτους τῆς πικρᾶς ῥυομένη δουλείας, παρα‐ | |
15 | μυθουμένη τοὺς λυπουμένους, τὴν πενίαν καὶ πᾶσαν σωματικὴν ἄλλην κουφίζουσα | |
κάκωσιν, τῶν ψυχικῶν ἀρρωστημάτων καὶ τῶν παθῶν ἀπαλλάττουσα πάντας | 412 | |
11.413 | ταῖς σαῖς ἀοράτοις προστασίαις καὶ εἰσηγήσεσιν, ἵνα τὴν ὁδὸν τῆς προσκαίρου ταύ‐ της ζωῆς καλῶς καὶ ἀπροσκόπτως ἀνύσαντες, καὶ τῶν αἰωνίων ἐκείνων ἀγαθῶν διὰ σοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐπιτύχοιμεν. Τοὺς δὲ πιστοὺς βασιλεῖς ἡμῶν, τοὺς τῷ φοβερῷ τοῦ μονογενοῦς Υἱοῦ σου τιμηθέντας ὀνόματι, καὶ τῇ σῇ πεποιθό‐ | |
5 | τας προστασίᾳ καὶ χάριτι, καὶ σὲ προβαλλομένους ἐν παντὶ καὶ μεσῖτιν καὶ πρόμα‐ χον κατὰ τῶν ἐπικειμένων ἐχθρῶν ἀοράτως ἐνίσχυσον. Διάλυσον τὸ ταῖς ψυχαῖς αὐτῶν ἐπικείμενον τῆς ἀθυμίας νέφος. Ἄφελε ἀπὸ τοῦ πόνου τὰς ψυχὰς αὐτῶν, καὶ λαμπρὰν τὴν εὐθυμίαν καὶ τὴν χαρὰν ἀντεισάγαγε, εἰρηνικὸν καὶ ἀστασίαστον τὸ κράτος καὶ τὴν βασιλείαν αὐτοῖς ἀποκαταστήσασα. | |
10 | Ῥῦσαι, Δέσποινα, ταῖς πρεσβείαις σου τὴν ἐξαιρέτως ἀνακειμένην σοι ταύτην ποίμνην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυ‐ ρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων καὶ ἐμφυλίου πολέμου· καὶ πᾶσαν ὀργὴν καθ’ ἡμῶν κινουμένην δικαίως ἀπόστρεψον εὐδοκίᾳ καὶ χάριτι τοῦ μονογενοῦς Υἱοῦ καὶ Θεοῦ σου· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ | |
15 | αὐτοῦ Πατρί, καὶ τῷ συναϊδίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς | |
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 413 |