TLG 4138 132 :: EPHRAEM SYRUS :: 〈Precationes〉

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

〈Precationes〉

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 6. Thessalonica: Το περιβόλι της Παναγίας, 1995: 262–279.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 482b–490a.

Citation: Page — (line)

t

〈Εὐχαί〉

1

(t)

〈Εὐχή〉
1 Ὁ Θεὸς ὁ δίκαιος καὶ αἰνετός, ὁ Θεὸς ὁ προαιώνιος, εἰσάκουσον ἁμαρτωλοῦ ἀνδρὸς τῇ ὥρᾳ ταύτῃ. Ἐπάκουσόν μου, ὁ Θεός, ἐπάκουσόν μου ἐν ἰσχύϊ, μὴ μνη‐ μονεύων ἐν ταύτῃ μου τῇ προσευχῇ τῶν ἀεὶ καὶ εἰσαεὶ παρακοῶν τῆς ἐμῆς ἐξουδε‐ νώσεως. Ἐπάκουσόν μου, Κύριε, ἐπάκουσόν μου ἐν πυρὶ προσευχῆς, ὥς ποτε τοῦ
5σοῦ Προφήτου. Ναί, ὁ Θεὸς τῶν ἁγίων Δυνάμεων· ναί, ὁ τῶν ἀσωμάτων ποιητής· ναί, ὁ εἰπών, αἰτεῖτε, καὶ λήψεσθε. Μὴ βδελύξῃ με τὸν ἀκάθαρτα τὰ χείλη περι‐ βεβλημένον καὶ ἐν ἁμαρτίαις συγκεχωσμένον. Ἐπάκουσόν μου ὁ ἐπαγγειλάμενος ὑπακούειν τῶν ἐν ἀληθείᾳ ἐπικαλουμένων σε, καὶ κατεύθυνον τὰ διαβήματα τῶν
δούλων σου καὶ τοὺς πόδας αὐτῶν εἰς ὁδὸν εἰρήνης. Συμπάθησον ἀκάκοις παισὶν262
10ἐπὶ ξένης οὖσιν, ὁ εἰπών· γίνεσθε ἀκέραιοι ὡς αἱ περιστεραί. Ἐκέκραξά σοι ἐν ὅλῃ καρδίᾳ μου, ὁ Θεός. Ὁ Θεός, ἐπάκουσόν μου· ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐπὶ ξένης μακράν. Ἐπιτίμησον πᾶσι τοῖς ἀκαθάρτοις πνεύμασιν ἀπὸ προσ‐ ώπου τῶν παίδων σου. Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειαν αὐτῶν. Ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξεναντίας τῶν καταδιωκόντων αὐτούς.
15Εἰπέ, εἰπέ, ὦ Κύριε, Κύριε, τῇ ψυχῇ αὐτῶν· σωτηρία σου εἰμὶ ἐγώ. Ὑπαναχωρη‐ σάτω ἀπὸ τῆς διανοίας αὐτῶν πνεῦμα δειλίας, πνεῦμα ἀκηδίας, πνεῦμα ὑπερηφα‐ νίας καὶ πάσης κακίας, καὶ κατασβεσθήτω αὐτῶν πᾶσα πύρωσις ἐκ διαβολικῆς ἐνεργείας συνισταμένη. Φωτισθήτω αὐτῶν τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα τῷ φωτὶ τῆς γνώσεώς σου, ἵνα καταντήσαντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς
20ἐπιγνώσεως τῆς ἁγίας καὶ προσκυνητῆς Τριάδος, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας, δοξάσωσιν εἰς αἰῶνα αἰῶνος σὺν Ἀγγέλοις καὶ πᾶσι τοῖς ἀπ’ αἰῶνος εὐα‐ ρεστήσασι τῷ Θεῷ τὸ πάντιμον καὶ φυλακτήριον ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ
καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.263

2

(t)

〈Εὐχή〉
1 Δέσποτα Κύριε, ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, Βασιλεῦ τῶν αἰώνων, εὐδόκησον ἀνοιγῆναί μοι θύραν τῆς μετανοίας, ὅτι ἐν ὀδύνῃ ψυχῆς ἱκετεύω σε. Ἐπίβλεψον τῇ πολλῇ σου εὐσπλαγχνίᾳ, καὶ πρόσδεξαί μου τὴν δέησιν, καὶ μὴ ἀπώσῃ μου τὴν ἱκεσίαν, ἀλλὰ σύγγνωθί μοι τῷ ἐν πολλοῖς πταίσμασιν εὑρεθέντι.
5Κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, καὶ συγχώρησόν μοι πάντα ὅσα, ὡς ἄνθρω‐ πος ἡττηθεὶς τῇ προαιρέσει μου, εἰργασάμην κακά. Ζητῶ γὰρ ἄνεσιν καὶ οὐχ εὑρί‐ σκω διὰ τὸ τὴν συνείδησίν μου εἶναι μεμολυσμένην· ἀλλ’ οὐδὲ εἰρήνη ἐστὶν ἐν ἐμοὶ διὰ τὸ πλῆθος τῶν ἀνομιῶν μου. Ἄκουσον, Κύριε, καρδίας ἐν ὀδύνῃ βοώσης πρὸς σέ, καὶ μὴ πρόσχες τοῖς
10φαύλοις μου ἔργοις, ἀλλ’ ἐπίβλεψον ἐπὶ τὴν ὀδύνην τῆς ψυχῆς μου, καὶ τάχυνον τοῦ ἰάσασθαί με δεινῶς τετραυματισμένον, καὶ δός μοι καιρὸν ἀνανήψεως κατὰ τὴν χάριν τῆς φιλανθρωπίας σου, καὶ ῥῦσαί με ἀπὸ τῶν κακίστων ἔργων μου, καὶ μὴ ἀνταποδῷς μοι ἄξια, ὧν ἔπραξα, ἵνα μὴ τελείως ἀπόλωμαι καὶ πάσης προθυ‐
μίας ἐρημωθῶ καὶ ἐννοίας εἰς τὸ διορθώσασθαι ἐμαυτόν. Προσπίπτω οὖν τοῖς οἰ‐264
15κτιρμοῖς σου τοῦ ἐλεῆσαί με ἐπὶ γῆς ἐρριμμένον ἐν καταδίκῃ ἔργων μου. Ἀνακάλεσαί με, Δέσποτα, τὸν αἰχμάλωτον κατεχόμενον ὑπὸ τῶν πράξεών μου, καὶ ὡς ὑπὸ ἁλύσεως σφιγγόμενον· σὺ γὰρ μόνος οἶδας λύειν πεπεδημένους, καὶ ἰᾶσθαι τὰ ἄδηλα τραύματα, ἃ σὺ μόνος ἐπίστασαι, ὡς τῶν κρυπτῶν γνώστης. Ὅσα γὰρ πάθη πρόσεστί μοι κακῶν, εἰς πάντα σε εὑρίσκω ὀνομαζόμενον ἰατρὸν
20τῶν κακῶς ἐχόντων, θύραν τῶν ἔξω παροδυρομένων, λυτρωτὴν τῶν ἀπαγομένων, ἐπέχοντα ἀεὶ τὴν χεῖρά σου καὶ μὴ ἐπαφιέντα τὴν ὀργήν σου τὴν τοῖς ἁμαρτωλοῖς ἡτοιμασμένην, ἀλλὰ διὰ τὴν πολλήν σου φιλανθρωπίαν διδόντα ἡμῖν καιρὸν ἀνα‐ νήψεως· σὺ γὰρ εἶ ὁ ταχὺς ἐν ἐλέει καὶ βραδὺς ἐν κολάσει. Θέλησον οὖν ὀρέξαι μοι χεῖρα καὶ ἀναστῆσαί με ἐκ τοῦ βορβόρου τῶν ἀνομιῶν μου, ὁ μὴ τερπόμενος ἐν ἀ‐
25πωλείᾳ ἀνθρώπου καὶ μὴ ἀποστρεφόμενος πρόσωπον ἐν δάκρυσιν εἰς σὲ ἀτενίζοντος. Εἰσάκουσον, Κύριε, φωνὴν τοῦ δούλου σου βοῶντος πρὸς σέ, καὶ ἐπίφανον τὸ πρόσωπόν σου εἰς ἐμὲ τὸν ἐσκοτισμένον, καὶ φώτισόν με τῇ τοῦ Ἁγίου σου Πνεύ‐
ματος παρουσίᾳ, καὶ χάρισαί μοι μιαρῷ προθυμίαν, καὶ στρέψον, Κύριε, τὸν κοπε‐ τόν μου εἰς χαρὰν ἐμοί, καὶ διάρρηξον τὸν σάκκον μου, καὶ περίζωσαί με εὐφροσύ‐265
30νῃ, καὶ ἀνοιγήτω μοι ἡ θύρα τῆς βασιλείας σου, ὅπως εἰσελθὼν ἐν αὐτῇ δοξάζω τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

3

(t)

Εὐχή
1 Κύριε, Βασιλεῦ ἐπουράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, παρακλή‐ θητι καὶ συγχώρησόν μοι τῷ ἀναξίῳ δούλῳ σου, εἴ τι ἥμαρτον σήμερον ὡς ἄν‐ θρωπος, μᾶλλον δὲ ὡς ἀπάνθρωπος· τὰ ἑκούσιά μου πταίσματα καὶ τὰ ἀκούσια· τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ· τὰ ἐκ συναρπαγῆς καὶ ἀπροσεξίας, καὶ πολλῆς μου
5ῥᾳθυμίας καὶ ἀμελείας· ἤτε τὸ ὄνομά σου τὸ ἅγιον ὤμοσα, ἤτε αὐτῷ ἐπιώρκησα, ἢ ἐβλασφήμησα κατὰ διάνοιαν, ἤτε τινὰ ἐλοιδόρησα, ἢ ἐσυκοφάντησα, ἢ ἐλύπη‐ σα, ἤ τινι κατηρασάμην, ἢ ἔν τινι παρώργισα, ἢ ἐψευσάμην, ἢ φίλος κατῆλθε
πρός με καὶ αὐτὸν παρεῖδον, ἤτε ἀδελφὸν ἔθλιψα καὶ παρεπίκρανα, ἢ ἱσταμένου μου εἰς προσευχὴν καὶ ψαλμῳδίαν ὁ νοῦς μου ὁ πονηρὸς εἰς τὰ βιωτικὰ καὶ πονηρὰ266
10περιεπόλευσεν, ἢ παρὰ τὸ πρέπον ἐτρύφησα, ἢ εὐτράπελα ἐλάλησα, ἢ ἀφρόνως ἐγέλασα, ἢ ἐκενοδόξησα, ἢ ἐγαστριμάργησα, ἢ ὑπερηφανευσάμην, ἢ κάλλος μά‐ ταιον ἐθεασάμην, ἢ ὑπ’ αὐτοῦ ἐθέλχθην, ἢ τὰ μὴ δέοντά μοι ἐφλυάρησα, ἢ τὸ ἐ‐ λάττωμα τοῦ ἀδελφοῦ μου ἔβλεψα καὶ τὰ ἐμὰ ἀναρίθμητα ἐλαττώματα καὶ παρα‐ πτώματα παρέβλεψα, ἤτε τῆς εὐχῆς μου ἠμέλησα, ἤτε τι ἄλλο πονηρὸν ἐποίησα.
15Ταῦτα πάντα, καὶ ἄλλα ἃ ἔπραξα, καὶ οὐ μέμνημαι, ἐλέησόν με, Κύριε, καὶ συγ‐ χώρησόν μοι τῷ ἀχρείῳ δούλῳ σου, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, ἵνα ἐν εἰρήνῃ κοιμηθήσομαι καὶ ὑπνώσω ὁ ἄσωτος ἐγώ, δοξάζων σε σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.

4

(t)

〈Εὐχή〉
1Μεγαλύνων μεγαλύνω σε, Κύριε, ὅτι ἐπεῖδες ἐπὶ τὴν ταπείνωσίν μου, καὶ
οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν, καὶ ἔσωσας [με] ἐκ τῶν ἀναγκῶν τὴν ψυ‐ χήν μου. Καὶ νῦν, Δέσποτα, σκεπασάτω με ἡ χείρ σου, καὶ ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεός σου, ὅτι τετάρακται ἡ ψυχή μου, καὶ κατώδυνός ἐστιν ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν267
5ἐκ τοῦ ἀθλίου σώματος τούτου, μήποτε ἡ πονηρὰ τοῦ ἀντικειμένου χεὶρ συναντήσῃ αὐτῇ, καὶ παρεμποδίσῃ ἐν σκότει διὰ τὰς ἐν ἀγνοίᾳ καὶ γνώσει ἐν τῷ βίῳ τούτῳ γενομένας μοι ἁμαρτίας. Ἵλεώς μοι γενοῦ, Δέσποτα τῶν ἁπάντων, καὶ μὴ ἰδέτω ἡ ψυχή μου τὴν ἐζοφωμένην ὄψιν τῶν πονηρῶν δαιμόνων, ἀλλὰ παραλαβέτωσαν αὐτὴν Ἄγγελοί σου φαιδροὶ καὶ φωτεινοί. Δὸς δόξαν τῷ ὀνόματί σου τῷ ἁγίῳ,
10καὶ τῇ σῇ δυνάμει ἀνάγαγέ με εἰς τὸ θεῖόν σου βῆμα. Ἐν τῷ κρίνεσθαί με μὴ κατα‐ λάβῃ με ἡ χεὶρ τοῦ ἄρχοντος τοῦ κόσμου τούτου εἰς τὸ κατασπᾶσαί με τὸν ἁμαρτω‐ λὸν εἰς βυθὸν ᾅδου, ἀλλὰ παράστηθί μοι καὶ γενοῦ μοι σωτὴρ καὶ ἀντιλήπτωρ. Ἐ‐ λέησον, Κύριε, τὴν ῥυπωθεῖσαν τοῖς πάθεσι τοῦ βίου τούτου ψυχήν μου· καὶ εἴ τι ὡς ἄνθρωπος κατὰ τὴν ἀσθένειαν τῆς φύσεως ἐν λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοιαν ἐπλημ‐
15μέλησα, ὁ ἔχων ἐξουσίαν ἀφιέναι ἁμαρτίας, συγχώρησόν μοι, καὶ ἄφες μοι ἵνα ἀναψύξω καὶ εὑρεθῶ ἐνώπιόν σου μὴ ἔχων σπῖλον ἢ ῥυτίδα, ἀλλ’ ἄμωμος καὶ ἀκη‐
λίδωτος προσδεχθείην ἐν χερσί σου, Δέσποτα· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας.268

5

(t)

Εὐχή
1 Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, ὁ Θεὸς ὁ σωτήρ μου, ἡ ἄρρητος ἡδονή, τὸ σωτήριον ὄνομα, δώρησαί μοι τῷ ἀναξίῳ δούλῳ σου κατάνυξιν καὶ φωτισμὸν καρδίας, ἵνα φωτισθεὶς τὴν καρδίαν βρύω μετὰ γλυκύτητος δάκρυα ἐν προσευχῇ καθαρᾷ, ὅπως ἐξαλείψῃς τὸ μεταγράμματον τῶν ἐμῶν ἁμαρτιῶν ἐν δάκρυσιν ὀλί‐
5γοις, καὶ κατασβέσῃς μοι δι’ ὀλίγου κλαυθμοῦ τὸ πῦρ τὸ καιόμενον· εἰ γὰρ δοίης ἐνταῦθα κλαῦσαί με, Δέσποτα, τοῦ πυρὸς ἐκεῖ τοῦ ἀσβέστου ἐλευθερώσεις με. Καὶ οἶδα μέν, οἶδα, μακρόθυμε, φιλάνθρωπε Κύριε, ὅτι καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν ἄμετρα παροξύνω καὶ παροργίζω σε, ἀλλ’ ἡ χρηστότης τῆς μακροθυμίας σου τὴν ἐμὴν νικήσει κακίαν καὶ τὴν πικρότητα. Εἰ γὰρ μήτηρ ἀτιμαζομένη ὑπὸ
10τοῦ οἰκείου παιδός, οὐ φέρει ὑπεριδεῖν αὐτὸ ὑπὸ τῶν ἰδίων νικωμένη σπλάγχνων, πόσῳ μᾶλλον ἡ σὴ χάρις καὶ χρηστότης, εὔσπλαγχνε καὶ μακρόθυμε Κύριε, ὑπὸ τῶν σῶν ἀπείρων οἰκτιρμῶν κινουμένη νικῆσαι ἔχει τὴν ἐμὴν κακίαν καὶ ἐλεῆσαί με; Ναί, φιλάγαθε Κύριε, Θεὲ ἐλέους καὶ οἰκτιρμῶν, ῥῦσαί με ἐκ τῶν πονηρῶν
ἐπιτηδευμάτων τοῦ μιαροῦ καὶ δεινοῦ πολεμίου τοῦ συνέχοντος καθ’ ὥραν καὶ θλί‐269
15βοντος τὴν ἐμὴν ψυχὴν ἐν πονηροῖς καὶ μιαροῖς λογισμοῖς. Ἡ ἄρρητος δύναμίς σου, Χριστέ, ἡ ἐπιτιμήσασα τοῖς κύμασι τῆς θαλάσσης, ἐπιτιμήσαι αὐτῷ, καὶ κα‐ ταργήσαι αὐτόν, καὶ πόρρω ἀπ’ ἐμοῦ βάλοι τοῦ δούλου σου· καθ’ ἑκάστην γὰρ ἀνανεοῖ κατ’ ἐμοῦ τὰς αὐτοῦ μηχανάς, καὶ σπεύδει δεσποτεῦσαι τῆς χαύνης μου διανοίας, καὶ χωρίσαι με ἀπὸ σοῦ καὶ τῶν θείων σου ἐντολῶν. Ἀλλὰ κατάπεμ‐
20ψον, Δέσποτα, πολυέλεε Κύριε, ἐν τάχει, καὶ ἀποδίωξον ἀπ’ ἐμοῦ τοῦ ἀχρείου οἰκέτου σου τὸν Δράκοντα τὸν μέγαν σὺν πᾶσι τοῖς πονηροῖς αὐτοῦ καὶ ῥυπαροῖς λογισμοῖς, ἵνα καθαρῶς ἀνυμνῶ καὶ δοξολογῶ σε σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

6

(t)

Εὐχή
1 Ὁ ἀναμάρτητος ἀμνὸς τοῦ Θεοῦ, ὁ ἑκουσίᾳ βουλῇ σταυρὸν ὑπομείνας σω‐ ματικῶς, καὶ σφαγεὶς ὑπὲρ τῆς σωτηρίας ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ δὴ ἀφθόρως
τῇ σαρκὶ γευσάμενος θανάτου, ἵνα σώσῃς τὴν ἔκπτωτον φύσιν ἡμῶν κατειρχθεῖσαν ἐν τοῖς κατωτάτοις τῆς γῆς· ὁ νεκρὸς ὁραθεὶς καὶ ζωὴν πηγάσας τῷ κόσμῳ σου,270
5καὶ νεκρώσας τὸν θάνατον, καὶ ὡς σκηνὴν καταλύσας τοῦ ᾅδου δεσμωτήριον· ὁ ὄμβρος τῆς ἀφθαρσίας· ὁ ἐκ τῆς θείας ἀστραπῆς ὑπέρτιμος μαργαρίτης· ὁ ζωηφό‐ ρος βότρυς γλυκασμὸν ἀποστάζων τῆς σωτηρίας παγκόσμιον· τὸ φῶς τὸ ἀληθινὸν καὶ ἀνέσπερον· ὁ τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος καὶ σοφία καὶ δύναμις· τὸ ἀπαύγα‐ σμα τῆς δόξης αὐτοῦ· ἀκατάληπτε Ἰησοῦ καὶ ἀνεξερεύνητε Χριστέ, ὁ μόνος οἰ‐
10κτίρμων καὶ συμπαθής, ἔκχεον ἐπ’ ἐμὲ τὸν ἁμαρτωλὸν τὴν πολλήν σου ἀγαθότητα, καὶ δεξάμενός μου τὰς ἱκεσίας ἐξάλειψον τὰ πλήθη τῶν ἀπείρων ἀνομιῶν καὶ ἁμαρτιῶν, καὶ δώρησαί μοι πάντα τὰ αἰτήματά μου. Μὴ ἀποδοκιμάσῃς με τὸν ἀδιόρθωτον, μὴ ἀπορρίψῃς με τὸν ῥᾴθυμον καὶ ἀνυπομόνητον, μὴ εἴπῃς μοι τῷ ἀθλίῳ ἐν τῇ δευτέρᾳ παρουσίᾳ σου, ὅταν κρίνῃς τὸν κόσμον ἅπαντα, τί ὑπέμεινας
15δι’ ἐμέ· ὅτι οὐκ ἔχω μικρὰν ὁ τάλας ὑπομονήν. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικτῇ ἐρεῖς ἡμῖν, Κύριε, τοῖς ἁμαρτωλοῖς· οἴδατε ἀκριβῶς τί ὑπέμεινα δι’ ὑμᾶς, ὦ ἄνθρωποι; Θεὸς ὢν δι’ ὑμᾶς ἐσαρκώθην· ἀόρατος ὢν δι’ ὑμᾶς ἐπὶ γῆς ἐμφανῶς ἐβάδισα· δι’ ὑμᾶς ἐπείνασα, ἐδίψησα, ἐκοπίασα· δι’ ὑμᾶς ἐδιώχθην, ἐλιθάσθην.
Καὶ ἀναμάρτητος ὢν δι’ ὑμᾶς ἐρραπίσθην, ἐνεπτύσθην· καὶ ἀπαθὴς ὢν δι’ ὑμᾶς271
20ἐσταυρώθην· καὶ ἀθάνατος ὢν δι’ ὑμᾶς θάνατον ὑπέμεινα ἐπονείδιστον. Δι’ ὑμᾶς λόγχῃ τὴν πλευρὰν ἐκεντήθην καὶ ὄξος μεμιγμένον ὑσσώπῳ καὶ χολῇ ἐποτίσθην, καὶ οὕτω πάσχων προσηλωμένος ἐν τῷ σταυρῷ οὐκ ὠργίσθην, καὶ μυκτηριζόμενος οὐ κατηρασάμην. Ἐγὼ ὁ Δεσπότης, ὁ ἀνώτερος ὢν πάντων τῶν ἐγκλημάτων, ταῦτα πάντα ὑπέμεινα δι’ ὑμᾶς, ἵνα ποιήσω ὑμᾶς οὐρανίους καὶ ἁγίους. Βασιλείαν
25αἰώνιον ἐχαρισάμην ὑμῖν· πάντας ὑμᾶς ἀδελφοὺς ἐκάλεσα· τῷ Πατρὶ προσήνεγκα· τὸ Πνεῦμα τὸ Ἅγιον κατέπεμψα. Τί οὖν ὑμεῖς ὑπεμείνατε, ὦ ἄνθρωποι, δι’ ἐμέ; Πρὸς ταῦτα τί ἐρῶ ὁ τάλας ἐγώ, ὁ πονηρὸς καὶ ἁμαρτωλὸς καὶ βέβηλος; Τότε μάρτυρες μὲν δείξουσι τὰς πληγὰς αὐτῶν, τὰς στρεβλώσεις, τῶν μελῶν τὰς ἐκκοπὰς καὶ τὴν εἰς τέλος καρτερίαν αὐτῶν· ἀσκηταὶ δὲ δείξουσι τὴν ἄσκησιν αὐτῶν,
30τὴν ἐπιτεταμένην νηστείαν, τὴν ἀγρυπνίαν, τὴν ἀκτημοσύνην, τὰ δάκρυα καὶ τὴν εἰς τέλος ὑπομονὴν αὐτῶν. Ἐγὼ δὲ ὁ ῥᾴθυμος, ὁ ἁμαρτωλός, ὁ ὑπεύθυνος, τί ἔχω δεῖξαι, εἰ μὴ τὸν καρπὸν τῆς αἰσχύνης, γαστριμαργίαν, φιληδονίαν, πολυυπνίαν, πολυκτημοσύνην, ἀνυπομονησίαν, κενοδοξίαν, ἀμέλειαν; Εἰ οὖν λόγον ἀπαιτή‐ σεις με, Κύριε, περὶ τοῦ δοθέντος μοι πρὸς μετάνοιαν καιροῦ, ἕνεκεν τῆς ἀμελείας
35μου, ποίαν δώσω ἀπολογίαν; Εἰ δὲ καὶ ἕως ἀργοῦ λόγου, ὡς γέγραπται, καὶ πο‐ νηρῶν λογισμῶν καὶ ἐνθυμήσεων ἐξετασθήσομαι, ποῖός με τότε φόβος καὶ κλόνος τὸν δείλαιον λήψεται, ποία με δὲ μετὰ ταῦτα βάσανος διαδέξεται; Φεῖσαι, Κύριε, φεῖσαι, εὔσπλαγχνε, φεῖσαι, φιλάνθρωπε, φεῖσαι, μόνε ἀγα‐ θέ, καὶ μὴ ἀνάξιον κρίνῃς με τῶν σῶν οἰκτιρμῶν. Μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.272
40Μὴ μνησθῇς ἀρχαίων μου ἀνομιῶν, μηδὲ τῶν προσφάτων. Σοί, Κύριε, τῷ Θεῷ ἡ δικαιοσύνη, ἐμοὶ δὲ ἡ αἰσχύνη προσώπου. Μνήσθητι, Κύριε, ὅτι τὰ ἐλέη σου ἀπὸ τοῦ αἰῶνός εἰσιν εἰς γενεὰν καὶ γενεάν, ἐπὶ πάντα τὸν λαόν σου. Μνήσθητι ὅτι σὺ πάντων ἡμῶν ἐγενήθης καταφυγὴ καὶ σωτηρία τῶν ἐλπιζόντων ἐπὶ σέ. Σπλαγ‐ χνίσθητι καὶ ἐλέησόν με διὰ μόνην τὴν σὴν ἀγαθότητα. Στήριξον τὴν παρειμένην
45μου ψυχὴν τῇ ῥᾳθυμίᾳ τῆς ἀμελείας μου, ὁ ἀνορθῶν τοὺς κατερραγμένους, καὶ ἰώμενος τοὺς συντετριμμένους. Ἰδοὺ γὰρ αἱ ἀνομίαι μου μεγάλαι καὶ ἰσχυραί, καὶ τὸ πλῆθος τῶν ἁμαρτιῶν μου πολὺ καὶ ἄπειρον, καὶ ἡ εὐχή μου ἀσθενὴς ὑπάρχει, καὶ ἡ σκληρότης τῆς καρδίας μου ἐξήρανε τοὺς ὀφθαλμούς μου. Ἡ ἀνάγκη τοῦ
σώματος προφασίζεσθαι ποιεῖ με προφάσεις ἐν ἁμαρτίαις, καὶ ἡ ἀπώλεια ὀχλεῖ με273

6

(50)

καταλεῖψαι τὴν ὁδόν· σὺ δὲ γινώσκεις, Δέσποτα, τὴν ὀλιγωρίαν τῆς ταλαιπωρίας μου, καὶ ὅσαι με πολεμοῦσι πονηραὶ προλήψεις, καὶ σὺ βλέπεις τὴν κατ’ ἐμοῦ πο‐ λυμήχανον κακίαν τοῦ Ἐχθροῦ. Ἀντιλαβοῦ μου κατὰ τὸ μέγα ἔλεός σου, καὶ σῶ‐ σόν με χάριτι καὶ οἰκτιρμοῖς, πρεσβείαις τῆς ὑπεραχράντου Δεσποίνης ἡμῶν Θεο‐ τόκου καὶ πάντων σου τῶν Ἁγίων· ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος ὑπάρχεις, Κύριε
55ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν Θεῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύ‐ ματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

7

(t)

Εὐχή
1 Φιλάνθρωπε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, εἰς τοὺς οἰκτιρμούς σου θαρρῶν ἱκετεύω σε, μὴ στήσῃς με ἐξ εὐωνύμων σου μετὰ τῶν ἐρίφων τῶν παροξυνάντων σε, μηδὲ εἴπῃς μοι, ἀμὴν λέγω σοι, οὐκ οἶδά σε, ἀλλὰ δός μοι κατὰ τὴν χρηστό‐
τητά σου κλαυθμὸν διηνεκῆ, καὶ κατάνυξιν, καὶ ταπείνωσιν τῇ καρδίᾳ μου, καὶ274
5ἅγνισον αὐτὴν ἐν τῷ φόβῳ σου διὰ τῆς μεταλήψεως τῶν ζωοποιῶν σου ἀχράντων μυστηρίων, ἵνα γένηται ναὸς τῆς σῆς χάριτος· εἰ γὰρ καὶ σφόδρα ἁμαρτωλός εἰμι καὶ ἀνάξιος, ἀλλ’ οὗν διηνεκῶς εἰς τὴν θύραν σου κρούω, καὶ εἰ ῥᾴθυμος καὶ ὀκνη‐ ρός, καὶ τῆς ἐμῆς σωτηρίας καταφρονῶ, ἀλλ’ ὅμως εἰς τὴν ὁδόν σου βαδίζω. Σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, ὅτι χρηστὸς εἶ, Κύριε, τοῖς σύμπασι, καὶ οἱ
10οἰκτιρμοί σου ἐπὶ πάντα τὰ ἔργα σου, καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

8

(t)

Ἑτέρα
1 Βοηθός μου γενοῦ, Δέσποτα ἁπάντων Χριστέ, ὑπεράσπισον τῆς ψυχικῆς μου ἀσθενείας. Ἀπαλλαγείην τῆς ἀνοσίου ταύτης καὶ ἁμαρτητικῆς φθορᾶς· ἐλεύθερος γενοίμην τῶν δεσμῶν τῆς ἁμαρτίας· μὴ ἐνεργείτω ἐν ἐμοὶ ἡ τυραννὶς τῆς κακίας, μηδὲ κατακρατείτω μου ὁ πολέμιος δαίμων διὰ τῆς ἁμαρτίας ὡς αἰχμαλώτου,
5ἀλλ’ ἐλθέτω ἐπ’ ἐμὲ ἡ τοῦ θείου καὶ προσκυνητοῦ σου Πνεύματος βασιλεία, ἵνα ἀποχωρήσῃ τὰ νῦν ἐπικρατοῦντα καὶ βασιλεύοντά μου ἐβδελυγμένα πάθη. Σὺ γὰρ
εἶ Θεὸς ἐλέους καὶ φιλανθρωπίας καὶ οἰκτιρμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.275

9

(t)

Ἑτέρα
1 Κύριε, δὸς ἔλεος τοῖς μισοῦσι καὶ φθονοῦσι καὶ λοιδοροῦσιν, ὁμοίως καὶ τοῖς καταλαλοῦσί μου· καὶ μηδόλως τις ἐξ αὐτῶν δι’ ἐμὲ τὸν ἀκάθαρτον πονηρόν τι πάθοι, μήτε ἐν τῷ νῦν αἰῶνι, μήτε ἐν τῷ μέλλοντι, ἀλλὰ ἁγίασον αὐτοὺς ἐν τῷ ἐλέει σου, καὶ σκέπασον αὐτοὺς ἐν τῇ χρηστότητί σου, Πανάγαθε.

10

(t)

Εὐχή
1 Τί ποιήσω ὁ ἄθλιος πάντων ἀνθρώπων; Κλαύσω ἐμαυτὸν ὡς ἔτι καιρὸς δε‐ χθῆναι τὰ δάκρυα. Οἴμοι, τί ποιήσω τὴν γέενναν τοῦ πυρὸς 〈καὶ〉 τὸ σκότος τὸ
ἐξώτερον, ἔνθα ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων; Οἴμοι, τί ποιήσω τὴν βάσανον καὶ τὸν τάρταρον τὸν ἀτελεύτητον, τὸν ἰοβόλον καὶ ἀκοίμητον σκώληκα;276
5Οἴμοι, τί ποιήσω τὴν ἀπειλὴν τῶν ἐπὶ τῶν κολάσεων, ὅτι φοβεροί εἰσι καὶ ἀνελεή‐ μονες; Τίς δῴη μοι τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ καθίσας κλαύσω νυκτὸς καὶ ἡμέρας, ἵνα Θεὸν δυσωπήσω, ὃν παρώργισα; Ἥμαρτες, ψυχή μου· μετανόησον. Ἰδού, αἱ ἡμέραι ἡμῶν ὡς σκιὰ παράγου‐ σιν. Ἔτι μικρόν, καὶ ἀπελεύσῃ ἐκεῖθεν. Φοβερὸν τόπον μέλλεις διέρχεσθαι, ψυχή
10μου. Μὴ ὑπέλθῃ ἡμέρας ἐξ ἡμέρας ἐπιστρέφειν πρὸς Κύριον. Οἴμοι, τί ποιήσω; Ἐξεδίωξας τοὺς ἁγίους Ἀγγέλους διὰ τῶν ῥυπαρῶν λογισμῶν καὶ πράξεων. Μὴ δὸς ἀνάπαυσιν ἑαυτῇ, μηδὲ σιωπησάτω κόρη ὀφθαλμῶν σου προσπίπτουσα τῷ Ἀγαθῷ καὶ Φιλανθρώπῳ δοθῆναί σοι βοήθειαν ἐξ ὕψους. Φοβεροὺς καὶ φρικώδεις τόπους οὐ μετὰ πολὺ μέλλομεν διέρχεσθαι, ἀδελ‐
15φοί. Οὐ δυνατὸν μὴ ὁδεῦσαι ἐκείνην τὴν ὁδόν. Οὐδεὶς τῶν ἐνταῦθα ἐπὶ βοηθείᾳ συν‐ οδεύσει ἡμᾶς· οὐ γονεῖς, οὐκ ἀδελφοί, οὐ φίλοι, οὐ γένος, οὐδὲ πλοῦτος, οὐδέ τι
τῶν ὁμοίων. Μὴ οὖν ἀμελήσωμεν τῶν ἀγαθῶν πράξεων, ἃς εὑρήσομεν ἐν τῷ καιρῷ τῆς χρείας. Νήψωμεν ἐν τῷ νῦν αἰῶνι, ἵνα μετὰ τὸν χωρισμὸν μὴ δυνη‐ θῶσι κατασχεῖν ἡμᾶς οἱ ἄρχοντες τοῦ σκότους. Οὐ βασιλέα φοβοῦνται, οὐ τύραν‐277
20νον τιμῶσιν, οὐ μικρόν, οὐ μέγαν, εἰ μὴ μόνον τὸν ἐν εὐσεβείᾳ ζήσαντα, τὸν ἐν ἔργοις ἀγαθοῖς καταληφθέντα. Ἐκ προσώπου τούτου φοβηθήσονται καὶ ὑποχωροῦ‐ σιν ἔμφοβοι ὄντες, δίοδον παρέχοντες μετὰ πολλῆς σπουδῆς, καθὼς γέγραπται· δικαίων ψυχαὶ ἐν χειρὶ Κυρίου, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος· προπορεύσεται γὰρ πρὸ προσώπου αὐτῶν ἡ δικαιοσύνη αὐτῶν. Μακάριος ὁ εὑρεθεὶς ἐλεύθερος ἐν
25τῇ ὥρᾳ τοῦ χωρισμοῦ. Μὴ ἀμελήσωμεν οὖν, ἀδελφοί μου ἀγαπητοί· μὴ ἕλκωμεν πρὸς ἑαυτοὺς τὰ ἀλλότρια, τὰ πάντως φθειρόμενα. Ἐκείνη ἡ ὁδὸς πάντα καταλύει. Φθασάσης γὰρ τῆς ὥρας ἐκείνης αἱ ἡδοναὶ μαρανθήσονται, ἡ τρυφὴ καὶ ἡ κενοδοξία παύσεται, ὁ πλοῦτος καὶ ἡ φιλαργυρία οὐ διαμενεῖ.
30Κύριε, τὴν ὥραν ἐκείνην λαβὼν κατὰ νοῦν, προσπίπτω τῇ ἀγαθότητί σου
βοῶν, μὴ δοθῶ τοῖς ἀδικοῦσί με, Δέσποτα. Μὴ καυχήσωνται οἱ ἐχθροί σου κατὰ τοῦ δούλου σου, ἀγαθὲ Κύριε, τρίζοντες τοὺς ὀδόντας καὶ ἐκφοβοῦντες τῇ ταπεινῇ μου ψυχῇ. Μὴ εἴποιεν· εἰς χεῖρας ἡμῶν ἐλήλυθας, ἡμῖν παρεδόθης, πλὴν αὕτη ἡ ἡμέρα ἣν προσεδοκῶμεν. Μή, Κύριε, μὴ ἀποδώσῃς μοι κατὰ τὰς ἀνομίας μου,278
35καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ. Μὴ εἴπῃς μοι· ἀμὴν λέγω σοι, οὐκ οἶδά σε. Σύ, Κύριε, παίδευσόν με, πλὴν ἐν οἰκτιρμοῖς, καὶ ὁ Ἐχθρὸς μὴ ἐπι‐ χαρήτω μοι. Ἀλλὰ σβέσον αὐτοῦ τὴν ἀπειλήν, καὶ πᾶσαν τὴν ἐνέργειαν κατάλυ‐
σον· καὶ δός μοι τὴν πρὸς σὲ ὁδὸν ἀνύβριστον καὶ ἀνεπηρέαστον ἀνύσαι.279