TLG 4138 131 :: EPHRAEM SYRUS :: Fragmenta paraenetica

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Fragmenta paraenetica

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 6. Thessalonica: Το περιβόλι της Παναγίας, 1995: 255–261.

  • Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732)
  • Pars 1: pp. 255–256
  • pars 2: pp. 256–257
  • pars 3: pp. 257–261

Citation: Section — (line)

t

〈Ἀποσπάσματα παραινέσεων〉

1

Ἀδιαλείπτως τῷ Κυρίῳ προσεύχεσθαι χρή, κρείττους ἡμᾶς ὀφθῆναι τῆς τῶν δαιμόνων ἐπιβουλῆς. Οὐ γὰρ μόνον ἐν ἡσυχίᾳ κατὰ μόνας ὄντας ἐκθλίβουσιν, ἀλλὰ 〈καὶ〉 ἐν οἴκῳ Θεοῦ συνελθοῦσιν ἡμῖν σφοδρῶς ἐπανίστανται, καὶ τὰς τῶν ἀρρένων ὄψεις ἀναιδῶς τε καὶ ἀφυλάκτως ὁρᾶν ὑποβάλλουσιν, ἄχρι τοῦ καὶ αὐτῆς
5τῆς μυσαρᾶς πράξεως τὴν φαντασίαν ἡμῖν ὑπογράφοντες, ἵνα φυρμόν τινα λογι‐ σμῶν ταῖς φρεσὶν ἡμῶν καταχέωσι, καὶ τρόπῳ τοιῷδε τῶν τοῦ Χριστοῦ κωλύσωσι μυστηρίων· ἀλλ’ ὅμως διὰ τῆς τῶν ὀφθαλμῶν φυλακῆς καὶ τῆς τοῦ νοῦ προσοχῆς περίεσται τούτων ὁ ἐγκρατής, τῆς χάριτος συνεργούσης. Πάσῃ φυλακῇ τὴν ἑαυτῶν
καρδίαν καὶ τὰς αἰσθήσεις συντηρητέον, καθότι μέγας ἡμῶν ὁ πόλεμος καὶ πολλὴ255
10τῷ ἐχθραίνοντι καθ’ ἡμῶν ἡ μανία· ἀλλ’ οὐ παρὰ τοῦτο τὸν ἀγῶνα παραιτητέον, ἀλλ’ ἐνεργοὺς αὐτοῦ τὰς ἐνθυμήσεις μὴ ποιητέον, καὶ οὕτως ἐῶμεν αὐτὸν διαρρή‐ γνυσθαι· οἶδε γὰρ ὁ Κύριος τὸν θλίβοντα ἡμᾶς, καὶ ἡλίκους ταῖς ἡμῶν καρδίαις τοὺς καυτῆρας ἐμβάλλει. Πλὴν τῶν πυκτευόντων ἐπὶ τὸ καλῶς προσέχοντας μὴ παραδέξασθαι τὴν πυγμήν· ὁ δέ γε πρὸς τὰ πάθη σπενδόμενος, ποῖον ἀνέληται τὸν
15πρὸς αὐτὰ πόλεμον; Ὅπου γὰρ ἔχθρα, ἐκεῖ καὶ πόλεμος· καὶ ὅπου πόλεμος, ἐκεῖ καὶ ἀγών· ὅπου δὲ ἀγών, ἐκεῖ καὶ στέφανοι. Ὥστε εἴ τις βούλοιτο τῆς πικρᾶς ἀ‐ παλλαγῆναι δουλείας, πόλεμον πρὸς τὸν Ἐχθρὸν συναπτέτω.

2

Ἐν τῷ κοσμικῷ βίῳ ὁ φιλοκαλῶν τὸ σῶμα αὐτοῦ καὶ ἐξαλλάσσων ἱματίοις, δόξαν ἔχει ἀνθρωπίνην· ἐν δὲ τῷ ἐπαγγέλματι τούτῳ ὁ τούτων καταφρονῶν, προ‐ σέχων δὲ μόνον τὴν ἀναγκαίαν χρείαν τοῦ σώματος, δόξαν περιποιεῖται ἑαυτῷ ἐν
τοῖς οὐρανοῖς κατὰ τὸν λέγοντα· ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις256
5ἀρκεσθησόμεθα. Δουλεύσωμεν οὖν εὐαρέστως τῷ Θεῷ τῷ ἡμᾶς ἐλευθερώσαντι, καὶ μὴ δελεασθῶμεν πρὸς τὰ πάθη τῆς φθορᾶς, μηδὲ προσχῶμεν εὐπρεπείᾳ στο‐ λισμῶν, ἢ κουκουλίου, ἢ ζωναρίου, ἢ ἕως ἀναλάβου πιθανοῦ· ἀλλὰ τὰ ταπεινὰ μεταδιώξωμεν καὶ τὰ ἀκενόδοξα, καθὼς πρέπει ἁγίοις. Ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ, μιμνῃσκόμενος τῆς μηλωτῆς Ἠλιοὺ καὶ Ἠσαΐου τὸν σάκκον, καθὼς γέ‐
10γραπται· πορεύου καὶ ἄφελε τὸν σάκκον ἐκ τῆς ὀσφύος σου· καὶ τὰ σανδάλια ἀπό‐ λυσαι ἀπὸ τῶν ποδῶν σου. Καὶ τοῦ Βαπτιστοῦ τὸ ἔνδυμα μὴ ἐπιλανθάνου. Μὴ οὖν δι’ ἐσθῆτος λαμπρᾶς περίβλεπτος ἔσο, ἀλλὰ δι’ ἔργων ἀγαθῶν λαμψάτω τὸ φῶς σου ἔμπροσθεν πάντων, ἵνα δοξασθῇ ὁ Κύριος.

3

Ἀδελφοί, εἴποτε συμβῇ ἡμᾶς ὀνειδισθῆναι περὶ ἀγαθοῦ ἔργου, μὴ ἐν‐ τραπῶμεν τὸν ὀνειδισμὸν τὸν ὑπὸ τῶν ἀνθρώπων ἀδίκως ἡμῖν ἐπαγόμενον, καὶ
πράξωμεν ἃ μὴ δεῖ. Γέγραπται γάρ· λαός μου, οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε·257
5ὥσπερ γὰρ ἱμάτιον παλαιωθήσεται ὑπὸ χρόνου, καὶ ὡσεὶ ἔριον βρωθήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη 〈μου〉 εἰς τὸν αἰῶνα μένει, καὶ τὸ σωτήριόν μου εἰς γενεὰς γενεῶν. Καὶ πάλιν λέγει· ἐγὼ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπε‐ στράφη ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Καὶ Κύριος ἐγενήθη βοηθός μου. Διὰ τοῦτο
10οὐκ ἐνετράπην, ἀλλ’ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ. Διόπερ καὶ ἡμεῖς, ἀγαπητοί, κἂν ὑβριζώμεθα, ἢ ἐμπαιζώμεθα, ἢ ἄλλο τι τῶν δεινῶν πάσχωμεν παρὰ τῶν ἀνθρώπων, ἕνεκεν τοῦ ἀγαθοῦ, μὴ δειλιάσωμεν, μηδὲ ἐγκαταλίπωμεν τὴν εὐθεῖαν ὁδὸν κατὰ τὸν Προφήτην τὸν λέγοντα· ἐὰν πα‐
15ρατάξηται ἐπ’ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου. Καὶ πάλιν· ὑπερή‐ φανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. Καὶ ἐν ἑτέρῳ·
ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν, καὶ ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου. Λέγει δὲ καὶ ὁ Σωτήρ· μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ τὰ ἑξῆς. Μὴ οὖν αἰσχυνθῶμεν, ἀγαπητοί, κληθῆναι ὑποκριταὶ ὑπὸ τῶν ἀθετούντων258
20τὰς ἐντολὰς τοῦ Κυρίου. Δῆλον γὰρ ὅτι οὐ κατὰ διόρθωσιν ἡμῶν τὴν μνήμην 〈τῆσ〉 ὑποκρίσεως ἄγουσιν, ἀλλ’ ἵνα ἐντραπέντες τοὺς ὀνειδισμοὺς αὐτῶν ἀπαι‐ δευσίαν ἀναλάβωμεν· τοῖς γὰρ ἀπαιδεύτοις θάνατος συναντᾷ, κατὰ τὴν Γραφήν. Λέγει δὲ καὶ ἐν ἑτέρῳ· ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν. Καὶ πάλιν· 〈εἰ〉 ὀνειδίζεσθε ἐν ὀνόματι τοῦ Θεοῦ, μακά‐
25ριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ’ ὑμᾶς ἀναπαύεται. Μή τις γὰρ ὑμῶν πασχέτω ὡς φονεὺς καὶ ὡς κλέπτης· εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ ὀνόματι τούτῳ. Καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ὁ ἁμαρτωλὸς ποῦ φανεῖται;
Φεύγωμεν οὖν τὴν παρρησίαν καὶ τὸν γέλωτα· ταῦτα γὰρ καταστρέφει τὴν259
30ψυχὴν μοναχοῦ. Διὸ λέγει· μακάριος ἀνήρ, ὃς καταπτήσσει πάντα δι’ εὐλάβειαν. Καὶ τοὺς γελοιαστὰς ἀνθρώπους καὶ ἀπροσεχεῖς ἐκτρεπώμεθα· τίς γάρ, φησί, μερὶς πιστῷ μετὰ ἀπίστου; Ἢ τίς κοινωνία Χριστοῦ πρὸς Βελίαλ; Ἔλεγεν ὁ ἀββᾶς Ἰωάννης ὁ Κολοβὸς τῷ μαθητῇ αὐτοῦ· τέκνον, τιμήσωμεν τὸν ἕνα, καὶ πάντες τιμῶσιν ἡμᾶς· ἐὰν δὲ καταφρονήσωμεν τοῦ ἑνός, ὅς ἐστιν ὁ
35Θεός, καταφρονοῦσιν ἡμῶν πάντες, καὶ εἰς ἀπώλειαν ὑπάγομεν. Διηγήσατό τις τῶν πατέρων περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ τῆς Φέρμης, ὅτι ἀπῆλθόν ποτε τῇ δείλῃ πρὸς αὐτόν, θέρους ὄντος, καὶ εὗρον αὐτὸν φοροῦντα κε‐ κομμένον λεβίτωνα, καὶ τὸ στῆθος αὐτοῦ γυμνόν, καὶ τὸ κουκούλιον αὐτοῦ ἔμ‐ προσθεν κείμενον. Καὶ ὁμιλούντων ἡμῶν, ἰδού, τὶς κόμης ἦλθεν ἰδεῖν αὐτόν. Καὶ
40ὡς ἔκρουσεν, ἐξῆλθεν ὁ γέρων ἀνοῖξαι· καὶ ὑπαντήσας αὐτῷ ἐκάθισεν εἰς τὴν θύραν
σὺν τῷ ἐλθόντι, καὶ ἐλάλει αὐτῷ· ἐγὼ δὲ ἔλαβον κόμμα μαφορίου καὶ ἐσκέπασα τοὺς ὤμους αὐτοῦ. Ὁ δὲ γέρων τῇ χειρὶ κρατήσας ἔρριψεν αὐτό. Καὶ ὡς ἀπῆλθεν ὁ κόμης, εἶπον αὐτῷ· ἀββᾶ, τί τοῦτο ἐποίησας; Ἦλθεν ὁ ἄνθρωπος ὠφεληθῆναι· μὴ γὰρ σκανδαλισθῆναι. Καὶ ἀπεκρίθη ὁ γέρων· τί λέγεις μοι, ἀββᾶ; Ἀκμὴν τοῖς ἀν‐260
45θρώποις δουλεύειν ὀφείλομεν; Ἐποιήσαμεν τὴν χρείαν, καὶ παρῆλθεν. Ὁ θέλων οὖν ὠφεληθῆναι, ὠφεληθήτω, καὶ ὁ θέλων σκανδαλισθῆναι, σκανδαλισθήτω· ἐγὼ δὲ ὡς ἂν εὑρεθῶ, οὕτως ἀπαντῶ. Παρήγγειλε δὲ καὶ τῷ μαθητῇ αὐτοῦ, ἵνα ἐάν τις ἔλθῃ ἰδεῖν θέλων τὸν γέροντα, μὴ εἴπῃ αὐτῷ τίποτε ἀνθρώπινον, ἤτοι ψεῦ‐ δος δι’ ἀνθρωπαρέσκειαν λεγόμενον· ἀλλὰ ἐὰν τρώγῃ ὁ γέρων, εἰπεῖν τῷ ἐλθόντι

3

(50)

ὅτι τρώγει, καὶ ἐὰν κοιμᾶται, εἰπεῖν ὅτι κοιμᾶται. Οὕτως ὑπερβαλλόντως ὁ γέ‐ ρων τὴν ἀνθρωπίνην δόξαν ἐμίσησεν! Ἡμεῖς δὲ καὶ ὡς ἀσθενεῖς, τὴν θαυμαστὴν ταύτην ἐργασίαν τοῦ γέροντος ἐντελῶς μιμήσασθαι οὐ δυνάμεθα, καὶ τὴν ἀνθρω‐ παρέσκειαν οὕτω πατῆσαι· ἀλλὰ κἄν γε, ἐν οἷς μολύνομεν τὴν συνείδησιν αὐτήν,
βδελυξώμεθα, καὶ μὴ διὰ τὸ ἀνθρώποις ἀρέσαι ἐχθροὶ τοῦ Θεοῦ γενώμεθα.261