TLG 4138 130 :: EPHRAEM SYRUS :: 〈Fragmenta〉

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

〈Fragmenta〉

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 6. Thessalonica: Το περιβόλι της Παναγίας, 1995: 243–254.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 478c, 481e–482b.

Citation: Page — (line)

243

(t)

〈Ἀποσπάσματα〉
1 Ὁ γὰρ δεδεμένος ἐν τοῖς κοσμικοῖς πράγμασι, κἂν ἀκούσῃ τὴν ἀλήθειαν, βδελύσσεται τὸν λέγοντα. Συνετὸς μοναχὸς τὴν χρείαν στοιχήσει τοῦ σώματος, καὶ τὴν χρείαν τῆς γα‐ στρὸς ἄρτῳ πληρώσει καὶ ὕδατι.
5 Ὡς ὁρῶ γάρ, οἱ τοῦ παρόντος καιροῦ ἄνθρωποι τραπέζης καὶ ἀδηφαγίας εἰσὶ φίλοι μᾶλλον ἢ ἀγάπης καὶ πίστεως. Νοῦς ὅσιος αὐτοπροαίρετος.
Τιμὴ ἐκ Θεοῦ καὶ πατρίδος λύτρωσις.243

244

Εἴ τις ἀπροσπαθῶς πρὸς τὸ οἱονοῦν πρᾶγμα διακεῖσθαι νομίζει, ἐπὶ δὲ τῇ τούτου ἀποστερήσει, κἂν πρὸς βραχύ, τῇ καρδίᾳ λελύπηται, ὁ τοιοῦτος τελείως ἑαυτὸν ἠπάτησεν. Ὅσοι νέοι περὶ τοὺς τῶν σωμάτων ἔρωτας καὶ τὴν τρυφὴν ἐμμανῶς διάκειν‐
5ται, καὶ τῇ μοναδικῇ πολιτείᾳ προσελθεῖν βούλονται, πάσῃ νήψει καὶ προσοχῇ ἑαυτοὺς γυμνάσωσι, καὶ πείσωσι πάσης τρυφῆς καὶ πονηρίας ἀπέχεσθαι, μήπως γένωνται αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Ὁ λιμὴν καὶ σωτηρίας καὶ κινδύνων πολλάκις πρόξενος. Καὶ τοῦτο γινώ‐ σκουσιν οἱ τὴν νοητὴν θάλασσαν πλέοντες. Ἐλεεινὸν δὲ εἰδέσθαι θέαμα τοὺς ἐν τῷ
10πελάγει διασωθέντας ἐν τῷ λιμένι ναυαγήσαντας.244

245

(1t)

Περὶ τοῦ μὴ μεθύσκεσθαι οἴνῳ, εἴτ’ οὖν μὴ συνδιατρίβειν γυναιξί
2 Περισσόν μοι δοκεῖ σημᾶναι τῇ σῇ θεοφιλίᾳ, καθότι πᾶσι φανερόν, ἀλλότριον εἶναι τοῦτο τῆς ἀρετῆς. Ἀναγκαῖον οὖν μὴ μόνον ἐν τούτῳ τῷ μέρει ἐπιτηρεῖν τὸ ὁρμηθὲν τῶν δαιμόνων, ἀλλὰ μηδὲ μετὰ ἀρρένων συγκρούειν λόγους ἡδονικούς τε
5καὶ γυναικώδεις, τοὺς ἐπὶ ὄλεθρον ἄγοντας τὴν ψυχήν· οὐ γὰρ ὡς πονηροῦ ὄντος τοῦ θήλεος τὴν τούτου συντυχίαν ἀποποιούμεθα, ἀλλ’ ὡς εὔκολον τῷ Ἐχθρῷ διὰ τῆς τῶν γυναικῶν συντυχίας τε καὶ συνδιατριβῆς καταστρέφειν ἡμᾶς καὶ πρὸς παρά‐ βασιν ἄγειν 〈τῆσ〉 τοῦ Θεοῦ ἐντολῆς. Χρὴ οὖν ἡμᾶς πάντοθεν ἐπιτηρεῖν τὰς προσ‐ βολὰς τῶν πονηρῶν πνευμάτων, θαρροῦντας τῇ πανοπλίᾳ καὶ δυνάμει τοῦ Ἁγίου
10Πνεύματος· ὁ γὰρ τὴν μίαν πύλην ἀποκλείων τῷ ἐχθρῷ, δύο δὲ αὐτῷ ἀνοίγων, καὶ ἐν ἀσφαλείᾳ δοκῶν καθῆσθαι, ἀπατᾶται ὁ τοιοῦτος. Ἀναγκαῖον οὖν πανταχό‐ θεν ἐπασφαλίζειν ἑαυτούς, καὶ μὴ διδόναι ἀφορμὴν τοῖς ζητοῦσιν ἀφορμήν· Θεὸς γὰρ οὐ μυκτηρίζεται· καί, φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· ᾧ ἡ δόξα
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.245

246

(1t)

Περὶ τοῦ ἐμφυσήματος
2 Οὕτως ἐστὶν ἡ ψυχὴ ἐν τῷ σώματι, ὡς δεσμὸς φυσικὸς δυσδιάλυτος. Ὁ δὲ χωρισμὸς αὐτῆς δηλοῖ τὸν δεσμόν, ὅτι ἀφίησι τὸ πλάσμα ὁλόκληρον, ἵνα δείξῃ ὅτι οὐχ ὡς μέρος σαρκός ἐστιν, οἰκείαν δὲ ἔχει ὑπόστασιν. Οὕτως ἐν πᾶσιν ἐνεργεῖ,
5ὡς ἄρχουσα τοῦ σώματος. Οὕτως ἐνεργεῖ τὴν ζωὴν ἐν σαρκί, ὡς φυσικῷ κρατου‐ μένη δεσμῷ. Οὐ χρῄζει φαγεῖν, ἄνευ δὲ αὐτῆς οὐ δύναται ἡ σὰρξ ἑστιᾶσαι· οὐ γάρ ἐστιν ἄλλη ψυχὴ ἐν τοῖς αἰσθητοῖς ἐνεργοῦσα, ἑτέρα δὲ ἐν τοῖς νοητοῖς. Συγγεγέ‐ νηται ἡ ψυχή, ἀλλ’ οὐ συνέσπαρται· συνεκτίσθη τῷ σώματι, ἀλλ’ οἰκείαν ἔχουσα ὑπόστασιν· ἡ γὰρ φύσις ἐστὶν ὁ δεσμός, ἥτις ἐν τῷ σώματι συσπείρεται, καὶ τὴν
10ψυχὴν συγκτιζομένην κρατεῖ. Ὁ σπόρος ἐκ συνουσίας· ἡ δὲ πλάσις τοῦ ἀνθρώπου ἐκ θείου Πνεύματος. Τότε συγκτίζεται ἡ ψυχή, ὅτε καὶ τὸ σῶμα τοῦ ἀνθρώπου εἰ‐ κόνα λαμβάνει, εἰς ἀποδιάκρισιν τοῦ συγκεχυμένου σπέρματος. Ἐκτὸς τοῦ εἴδους ἐστὶν ἡ συνουσία· παραχωρεῖ γὰρ τῷ Κτίστῃ τὴν διάπλασιν. Ἄνευ μελῶν τὸ κα‐
ταβληθέν ἐστι σὰρξ ἄμορος· οὐ γὰρ δύναται ἡ φύσις δίχα Θεοῦ παραστῆσαι ἄν‐246

247

θρωπον. Αὐτὸς γὰρ εἶπε τῷ Ἱερεμίᾳ· πρὸ τοῦ με πλάσαι 〈σε〉 ἐν κοιλίᾳ, ἐπίστα‐ μαί σε. Τί οὖν ἐστιν ἡ φύσις; Ὕλης μόρφωσις, τὸν Δημιουργὸν προκαλουμένη εἰς χορηγίαν τῆς ὑποστάσεως, καὶ εἰς τὴν τοῦ γένους διαμονὴν τὸ θεῖον Πνεῦμα. Ἐνε‐
5φύσησε δὲ ὁ Θεὸς εἰς τὸ πρόσωπον τοῦ Ἀδάμ· ἐκ τοῦ κυρίου μέρους τῆς ὄψεως δεικνὺς τὸ ἀξίωμα τῆς ψυχῆς, ὅτι ἡγεῖται παρ’ αὐτοῦ τῆς ὑποστάσεως. Εἶπε δέ, ὅτι ἐγένετο εἰς ψυχὴν ζῶσαν, δηλῶν ὅτι τότε ἐγένετο εἰς ψυχὴν ζῶσαν, καὶ οὐ πρὸ χρόνου τινός. Εἶπεν ὅτι ἔθετο αὐτὸν ἐργάζεσθαι καὶ φυλάττειν τὸν παράδεισον, μηνύων
10τὴν διὰ σώματος πρᾶξιν τῆς ψυχῆς. Εἶπεν ὅτι καὶ ἐντολὴν διέθετο πρὸς αὐτὸν περὶ τοῦ ξύλου τοῦ διπλοῦ, αἰνιττόμενος ὅτι πρὸ τούτου οὔπωγε ἔμαθε τί ἐστι γνῶσις
καλοῦ καὶ πονηροῦ ἡ ψυχή, ἐπεὶ μηδὲ ἦν.247

248

(1t)

Καὶ ἦν οἰκοδομῶν πόλιν ...
2 Δύο φόνους ἐτόλμησε· ἄλλο γὰρ ἀνὴρ καὶ ἄλλο νεανίσκος. Καὶ τῶν ἀναιρε‐ θέντων, φησίν, ἔλαβε τὰς γυναῖκας, πρὸς ἃς ἐξομολογεῖται, πρὸς ἄνδρας μὴ ἐξο‐ μολογούμενος. Πάντως γὰρ ἀσέλγεια κατ’ ἐκεῖνο τοῦ καιροῦ κατεκράτησε, καὶ
5συνεχεῖς ἀνδροφονίαι διὰ τὰς γυναῖκας ἐγίνοντο, καὶ αὐτὰς τοὺς ἄνδρας ἀμειβού‐ σας ἀναιδῶς, ὥστε καὶ τοὺς υἱοὺς τοῦ Θεοῦ ἑλεῖν πρὸς τὴν μῖξιν τοὺς ἐκ τοῦ γέ‐ νους τοῦ Σήθ, ὥς που φησὶ περὶ Χριστοῦ τὸ Εὐαγγέλιον, ὅτι γέγονεν υἱὸς Σήθ, υἱὸς Ἀδάμ, υἱὸς τοῦ Θεοῦ.
9tΚαὶ ἔζησεν Ἰάρεδ δύο καὶ ἑξήκοντα καὶ ρʹ ...
10Ἤκουσα Ἰουδαϊκῆς αἱρέσεως λεγούσης· εἰ ὁ Κύριος διὰ τὸ καταργῆσαι τὸν
θάνατον παρεγένετο, πῶς Ἐνὼχ οὐκ ἀπέθανεν, οὐδὲ Ἠλίας; Καὶ εἰ ἐν τῷ Ἐνώχ,248

249

φησί, κατήργητο, ἄρα μείζων ὁ Ἐνὼχ καὶ ὁ Ἠλίας τοῦ Χριστοῦ. Καὶ εἰ Ἠλίας καὶ Ἐνὼχ πρὸ Χριστοῦ παράδεισον ᾤκησαν καὶ οὐρανόν, τίς ἡ χρεία τῆς τοῦ Χριστοῦ ἀναστάσεως, τί δὲ πλέον ὁ Χριστὸς παρέσχετο ἢ ἔσχε; Συντόμως λέγω· ὁ Χριστὸς διὰ τὸν θανατωθέντα Ἀδὰμ παρεγένετο, οὐ διὰ Ἠλίαν τὸν εἰς λειτουργίαν τηρού‐
5μενον. Ἦλθεν ὁ Χριστὸς λῦσαι τῆς ἁμαρτίας τὸ κράτος, οὐ μὴν δὲ διὰ τὴν τοῦ Ἐ‐ νὼχ φύσιν, ἥτις εἰς ἀπόδειξιν τοῦ Κτίστου τέως οὐκ ἀπέθανεν. Ἡ χάρις διεφύλαξε τὸν Ἐνώχ, οὐχ ἡ φύσις αὐτοῦ τὸν θάνατον ἐνίκησεν. Ὁ Χριστὸς ἦλθε διὰ τὴν φύ‐ σιν, οὐ διὰ τὴν χάριν, διὰ τοῦτο καὶ ἡ φύσις ὑπόκειται τῷ θανάτῳ, ἵνα ὁμοῦ καὶ Ἐνὼχ μετὰ πάντων ἀπολαύῃ τὴν φύσιν τὴν ἀθάνατον διὰ Ἰησοῦ Χριστοῦ.
10tΚαὶ μετ’ ὀλίγα
11 Οὐκ ἀπώλεσε τὸ κράτος ὁ θάνατος, τοῦ Ἐνὼχ μὴ θανόντος, ἐπειδὴ ἔτι ὑπὸ τὸν θάνατον εἶναι πιστεύεται· οὐ λυπεῖ τὸν θάνατον ἡ τοῦ Ἠλιοὺ ζωή· ἡ γὰρ ἐλπὶς
τοῦ θανεῖν αὐτοὺς τὴν νομὴν αὐτῷ οὐ ποιεῖ ἄκυρον. Ἐπὶ Χριστοῦ ὁ θάνατος σφό‐249

250

δρα λελύπητο, ὅτι ὑπ’ αὐτοῦ νεκροῦ ἡττήθη ἀναστάντος. Οἶδα τὸν Ἐνὼχ δοῦλον τῆς χάριτος, καὶ αὐτὸν γὰρ ἀπὸ τοῦ τῆς ἁμαρτίας χρέους ἠλευθέρωσε. Ἐνὼχ γέγονεν ἀνὴρ εὐσεβέστατος, καὶ τὸν Ἀδὰμ τὸν προπάτορα ἤλεγξε περὶ τῆς παραβάσεως, καὶ ἐμαρτύρησε τῷ Θεῷ, ὅτι ἃ εἶπε παρείχετο τῷ Ἀδάμ,
5εἰ μὴ παρέβη· ἐπειδὴ τῇ πίστει τῆς ἀθανασίας ἔτυχε, καὶ θνητὸς ὤν, οὐκ ἀπέθανε. Πῶς οὖν ὁ Ἀδὰμ ἀπέθανεν; Ἐπειδὴ οὐκ ἐφύλαξε τὴν ἐντολήν. Ἀνθίσταται ταῖς αἱρέσεσιν ὁ δίκαιος ταῖς λεγούσαις, ὅτι ἀδίκως ἐκ τοῦ παραδείσου τὸν Ἀδὰμ ἐξέ‐ βαλεν. Ἰδὼν γὰρ τὸν Ἐνὼχ δικαίως διατρίψαντα, ἐκ γῆς ταύτης εἰς τὸν παράδει‐ σον εἰσήγαγεν. Εἰ ἀδυνατῶν τὸν Ἀδὰμ ἀπώσατο διὰ προφάσεως τοῦ παραδείσου,
10πῶς τὸν Ἐνὼχ εἰσήγαγε διὰ τῆς πίστεως, καὶ ἀθάνατον διετήρησεν, ἕβδομον ἀπὸ Ἀδάμ, εὑρὼν τὸν δίκαιον εὐαρεστήσαντα;
12tΚαὶ μετ’ ὀλίγα
13Ἐν τῷ Ἐνὼχ ἔδειξεν ὁ Θεὸς πῶς ἐπὶ τῆς ἀναστάσεως οἱ δίκαιοι τῶν ἁμαρ‐
τωλῶν χωρίζονται, καὶ ἐν τῷ Ἠλίᾳ πῶς τὰ σώματα ἐν ἀέρι κουφίζονται.250

251

Δύο τέχνας εὕρασθαι τοῖς τότε ἡ Γραφὴ εἴρηκε, ψαλτήριον καὶ κιθάραν, καὶ χαλκείαν χαλκοῦ καὶ σιδήρου· τὴν κιθάραν πρὸς τοὺς κώμους, καὶ πρὸς πόλεμον τὴν χαλκείαν· δεινὸς γὰρ ὄλεθρος κατεῖχε τὸν βίον, κομπαζόντων, πορνευόντων, παροινούντων εἰς τὴν εὐσέβειαν. Οὐκ ἦν αὐτοῖς ὁ βίος εἰ μὴ μανία καὶ τέρψις. Καὶ
5γὰρ ὡς θῆρες ἦσαν πρὸς πρόβατα, μόνον πρὸς τὰς γυναῖκας εἰρήνην ἄγοντες, καὶ ἐν αὐταῖς οὐ τὸν τυχόντα πόλεμον ὑπομένοντες, ἐπεὶ καὶ φόνοις ἀνδρῶν γυνὴ πε‐ ριεφέρετο· ἡ γὰρ φθορὰ τὴν ἰσχὺν τοῦ σώματος ἐν τῇ μοιχείᾳ ἐγύμναζε, καὶ 〈αἱ〉 γυναῖκες οὐκ εἶχον ἐν τῇ εὐνοίᾳ τὸ καύχημα, ἀλλ’ ἐν τῇ πολυανδρίᾳ. Οὕτω καὶ αὗται ἐξεμάνησαν, οὐχ ἥκιστα τῶν ἀνδρῶν ταῖς ψυχαῖς πολεμοῦσαι. Τοὺς ἔχον‐
10τας αὐτὰς ηὔχοντο θανεῖν, ἵνα τῇ φθορᾷ ἐκμανῶς λειτουργήσωσι· προέκοπτε γὰρ ἐν αὐταῖς τὸ πάθος τῆς ἀκρασίας τοσοῦτον, ὥστε καὶ τοὺς υἱοὺς τοῦ Θεοῦ ἑλεῖν
πρὸς τὴν μῖξιν τὴν ἄτιμον, οἳ ἐκ τοῦ γένους τοῦ Σὴθ ἦσαν υἱοὶ τοῦ Θεοῦ, ἐπειδὴ251

252

καὶ τὸ Εὐαγγέλιον λέγει περὶ τοῦ Χριστοῦ, ὅτι γέγονεν υἱὸς Σήθ, υἱὸς Ἀδάμ, υἱὸς Θεοῦ· καὶ τὸν Ἰσραὴλ υἱὸν πρωτότοκον ὠνόμασε. Τίς ἀπιστήσειε τοῖς εἰρημένοις μὴ ἕπεσθαι τὰς φθορὰς καὶ θάνατον; Καὶ διὰ τί ταῦτα εἶπον; Ἵνα δείξω τὴν συντέ‐ λειαν τὴν ἐπὶ τοῦ Νῶε συμβᾶσαν, ἤτοι τὸν κατακλυσμόν, διὰ ταῦτα γενόμενον.
5tΟὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν
6 Ἐντεῦθεν μανθάνομεν ὅτι ἀδύνατόν ἐστι τοῖς φοβουμένοις τὸν Κύριον ἐν ἀλη‐ θείᾳ κατακυριευθῆναι ὑπὸ τοῦ Διαβόλου. Ἐπιχειρεῖ μὲν γὰρ τοῦ σαλεύειν, ἀλλ’ ἐκριζῶσαι οὐκ ἰσχύει, καθάπερ ἐγένετο καὶ ἐπὶ τοῦ Ἰώβ· παρεδόθη μὲν εἰς χεῖρας τοῦ πειράζοντος, ἀλλ’ οὐκ ἐτόλμησεν αὐτοῦ ἐφάψασθαι δίχα τῆς τοῦ Θεοῦ ἐπι‐
10τροπῆς, καίπερ λαβὼν ἐξουσίαν παρὰ τοῦ Θεοῦ χρήσασθαι αὐτῷ, καθὼς ἂν βου‐ ληθῇ, δίχα τῆς ψυχῆς τοῦ δικαίου· ὅπου γε οὐδὲ κατὰ τῶν χοίρων τὴν ἐξουσίαν
ἔχει ὁ Ἐχθρός, δίχα τῆς τοῦ Θεοῦ συγχωρήσεως. Ἐνίκησε δὲ ὁ δίκαιος τὸν ἀντί‐252

253

παλον, ὡς καὶ Παῦλος τὸν δοθέντα σκόλοπα, ἄγγελον Σατάν, μόνῳ τῷ πόθῳ, ᾧ εἶχε πρὸς τὸν Θεὸν ἀληθείᾳ. Οὐδὲ γὰρ τὸ ἀσθενῆσαι κατὰ σάρκα ἐστὶν ἥττημα, οὐδὲ ταῖς ζημίαις καὶ θλίψεσι περιπεσεῖν ἐστὶ πτῶμα, ἀλλὰ τὸ ἐν πειρασμοῖς εὑ‐ ρεθῆναι ἀδόκιμον.
5tΜὴ συμπροσέστω σοι θρόνος ἀνομίας
6 Μὴ οἰκείτω ἐν τῇ καρδίᾳ σου δυναστεία τοῦ Διαβόλου, ὁ κατὰ πρόσταγμα τοῦ Θεοῦ ἀσκεῖσθαι βουλόμενος. Ἀρχὴ ἐγκαταλείψεως ἀνθρώπου ἀφιστᾶν ἑαυτὸν τῆς ταπεινοφροσύνης· καὶ ὁ ἐγκαταλειφθεὶς ὑπὸ Θεοῦ πνιγήσεται ὡς ὁ Σαοὺλ ὑπὸ πονηροῦ πνεύματος.
10tὉ δὲ Τελώνης, μακρόθεν ἑστώς ...
11 Εἰ τοίνυν ὀρθοῦ βίου ὀρέγῃ, ταπεινοφροσύνην ἄσκησον· ταύτης γὰρ ἐκτὸς ὀρθὸς βίος οὐχ ἵσταται.
Ὁδοιπόρος ἀρχὴν ὁδοῦ ἀπολέσας ἐν ἀλλοδαπῇ χώρᾳ πλανᾶται, καὶ ὁ ἐκκλί‐253

254

νας ἑαυτὸν τῆς ὁδοῦ τῶν ταπεινῶν οὐ πήξει σκηνὴν αὐτοῦ ἐν παρεμβολαῖς ὁσίων. Ἔργασαι οὖν ἐν ταπεινοφροσύνῃ πάντα σου τὰ ἔργα, καὶ ἐν τούτῳ ὑψωθήσεταί σου ὁ καρπὸς εἰς οὐρανόν· ἡ γὰρ ὑπερηφανία ἔοικεν ὑψηλοτάτῳ δένδρῳ σεσηπότι πάν‐ τοθεν, εὐθλάστους ἔχοντι τοὺς κλάδους, καὶ ὁ ἀνελθὼν ἐν αὐτῷ κατερράγη ἐξ ὕψους.
5t〈Περὶ τῆς γεννήσεως τοῦ Κυρίου〉
6 Ἐν μὲν οὖν τῷ Ξανθικῷ τῷ φαιδρῷ, σύλληψις τοῦ φαιδροῦ καρποῦ καὶ θείου φωτός· τότε δὴ δραμὸν ὀξέως τὸ σκότος, οὐκ ἴσχυσεν ἀμαυρῶσαι τὴν φωτεινὴν σύλληψιν. Ἐν δὲ τῷ Ἀπελλαίῳ γέγονεν ἡ γέννησις τοῦ φωτὸς τοῦ τὸ ἡμέτερον σκότος διασκεδάσαντος. Καὶ τῷ μηνί, ἐν ᾧ λείπεται τὸ σκότος, ἀνέτειλεν ἡμῖν
10φῶς νικητικόν. Ὁ τῆς συλλήψεως αὐτοῦ μὴν ἡρμήνευεν ἡμῖν τὸν τύπον, ὃν ὁ Μωυ‐ σῆς διὰ γραμμάτων ἐμήνυσε, καὶ ὁ μὴν τῆς γεννήσεως αὐτοῦ ὁμοίως ἐδήλωσεν
ἡμῖν τὸ μυστήριον.254