TLG 4138 129 :: EPHRAEM SYRUS :: Interrogationes ac responsiones EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Interrogationes ac responsiones pp. 218–236 dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 104d–113, 476a–478b. Citation: Page — (line) | ||
218(t) | Κατὰ πεῦσιν καὶ ἀπόκρισιν | |
1 | Ἐρώτησις. Πῶς βλασφημεῖται ὁ Θεός; Καὶ τίνα ἀπαιτεῖ, ᾧ ἐστι πᾶσα τιμὴ καὶ κράτος· ὁ καὶ πάσης ἁγιωσύνης δοτήρ; Ἀπόκρισις. Λέγει ὁ Θεὸς διὰ τοῦ Προφήτου· οὐαὶ δι’ οὓς τὸ ὄνομά μου βλασ‐ φημεῖται ἐν τοῖς ἔθνεσιν. Αὕτη οὖν ἡ ἀπειλὴ ἐπὶ τοὺς ἀτιμάζοντας εἰκόνα τοῦ Θεοῦ | |
---|---|---|
5 | ἁρμόζει. Κατ’ εἰκόνα αὑτοῦ ἐποίησεν ἡμᾶς καὶ καθ’ ὁμοίωσιν, καὶ ὀφείλει πᾶς Χρι‐ στιανὸς τηρεῖν ἑαυτὸν καὶ φυλάττειν, καὶ τιμᾶν ἐν ἑαυτῷ τὴν τοῦ Θεοῦ εἰκόνα καὶ ἁγιάζειν διὰ τῶν καλῶν ἔργων, ἵνα δύνηται λέγειν· ἁγιασθήτω ἐν ἐμοὶ τὸ ὄνομά σου, Κύριε. Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ | |
10 | καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἴδετε, πῶς δοξά‐ | 218 |
219 | ζεται ὁ Θεὸς διὰ τῶν καλῶν ἔργων; Καὶ ὥσπερ διὰ τῶν καλῶν ἔργων δοξάζεται, οὕτω πάλιν διὰ τῶν πονηρῶν πράξεων βλασφημεῖται καὶ ἀτιμάζεται. Θεωροῦντες γὰρ οἱ ἄπιστοι καὶ τὰ ἔθνη τοὺς Χριστιανούς, ὅτι ὥσπερ οἱ ἐθνικοὶ καὶ οἱ ἄπιστοι καὶ αὐτοὶ διάγουσιν ἐν κραιπάλῃ καὶ μέθῃ, παίζοντες καὶ σκιρτῶντες μετὰ κιθάρας | |
5 | καὶ τυμπάνων καὶ αὐλῶν καὶ χορῶν, οὐκέτι λέγουσιν ὅτι ἀσύνετοί εἰσιν οἱ Χρι‐ στιανοὶ οἱ παραβαίνοντες τὸν νόμον καὶ τὰς ἐντολὰς τοῦ Χριστοῦ, ἀλλὰ βλασφη‐ μοῦντες λέγουσιν ὅτι καθὼς παρέδωκε καὶ ἐνετείλατο αὐτοῖς ὁ Χριστός, οὕτω καὶ φυλάττουσιν· οὐ γὰρ δύνανται τὸν λόγον καὶ τὴν ἐντολὴν τοῦ διδασκάλου παραβῆναι. Οὕτω δοκοῦσιν εἶναι τὴν τοῦ Χριστοῦ διδασκαλίαν καὶ τὸ μυστήριον· καὶ οὕτω βλασ‐ | |
10 | φημεῖται τὸ ὄνομα τοῦ Θεοῦ δι’ ἡμᾶς. Καὶ λοιπὸν πληροῦται ἐν ἡμῖν τὸ γεγραμ‐ μένον· οὐαὶ δι’ οὓς βλασφημεῖται τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν. Ἀλλ’ ἡμεῖς, ἀδελφοί μου, καταλιπόντες ταῦτα τοῖς ποθοῦσι, διὰ τῶν καλῶν ἔργων ἁγιάσωμεν τὸ ὄνομα τοῦ Θεοῦ, ᾧ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων. Ἀμήν. | 219 | |
220 | Ἐρώτησις. Τί ἐστιν ὃ λέγει ὁ Ἀπόστολος· διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις. Ἀπόκρισις. Ὥσπερ ὁ τὰ γράμματα τοῦ βασιλέως δεχόμενος καὶ ἐντυγχάνων, ἐὰν μετὰ πάσης ἐπιμελείας καὶ τιμῆς καὶ φόβου καὶ σπουδῆς καταδέξηται καὶ τιμήσῃ | |
5 | καὶ ἀσπάσηται καὶ συντόμως ποιήσῃ τὰ προστασσόμενα, εἰς τὸν βασιλέα λογίζεται ἡ τιμή· ἐὰν δὲ ἀπώσηται καὶ ἐξουδενώσῃ τὰ γράμματα, καὶ τὸν γραμματηφόρον ἐνυβρίσῃ καὶ ἀτιμάσῃ, εἰς τὸν βασιλέα ἀνατρέχει ἡ ὕβρις· οὕτω καὶ οἱ παραβαίνοντες τὰ γράμματα τοῦ μεγάλου Βασιλέως, ἤγουν τὸ ἄχραντον Εὐαγγέλιον αὐτοῦ, διὰ τῆς παραβάσεως τὸν ἐντειλάμενον Χριστὸν ἀτιμάζουσιν. Οὕτω καὶ ἐπὶ τῶν Ἰου‐ | |
10 | δαίων χρὴ νοεῖν, ὅτι δεξάμενοι τὰ γράμματα δακτύλῳ Θεοῦ γραφέντα, τοὺς μὲν γραμματηφόρους ὕβρισαν καὶ ἔδειραν καὶ ἐλιθοβόλησαν καὶ ἀπέκτειναν· καὶ οὕτω παραβάντες τὸν τοῦ Θεοῦ νόμον τὸν λέγοντα· δίκαιον καὶ ἀθῷον οὐκ ἀποκτενεῖς· καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν ἅγιον καὶ δίκαιον, καὶ ὕβρισαν, καὶ ἐρράπισαν, καὶ ἐνέπτυσαν τὸ ἅγιον καὶ πανάχραντον καὶ φοβερὸν αὐτοῦ πρόσωπον· ὃ τρέμει ὁ | |
15 | οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ θάλασσα καὶ πάντα τὰ ἐν αὐτοῖς. Διὸ καὶ ἔλεγε πρὸς αὐτοὺς | 220 |
221 | ὁ Σωτήρ· ἐγὼ τιμῶ τὸν Πατέρα, καὶ ὑμεῖς ἀτιμάζετέ με. Τέλος δὲ καὶ ἀπέκτειναν. Ἠκούσατε πῶς διὰ τῆς παραβάσεως τοῦ νόμου ἀτιμάζεται ὁ Θεός; Οὕτως οὖν, τέκνα, καὶ οἱ λεγόμενοι Χριστιανοὶ καὶ ἀφυλάκτως βιοῦντες, διὰ τῆς παραβά‐ σεως τοῦ Εὐαγγελίου τὸν Θεὸν ἀτιμάζουσι, τὰ ἐναντία πράττοντες τοῦ δεσποτικοῦ | |
5 | μυστηρίου, καὶ τὰς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παραγγελίας λῆρον ἡγούμενοι, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέφουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτρέπον‐ ται, ὡς καὶ Ἀπόστολος προεκήρυξεν· ὅτι ἔρχεται καιρός, ὅτε τῆς ὑγιαινούσης δι‐ δασκαλίας οὐκ ἀνέξονται. Καὶ ἰδοὺ ὁρῶμεν τὸν λόγον ἔργον γινόμενον. Τίς γὰρ ἀνέχεται τῶν θείων Γραφῶν; Τίς προσέχει ταῖς ἐντολαῖς τοῦ Χριστοῦ; Τίς σοφός, | |
10 | καὶ φυλάξει ταῦτα; Τίς ἀποδείξει ὅτι οὐκ ἐσμὲν παραβάται νόμου; Πολλοὶ σοφοὶ κατὰ σάρκα, πολλοὶ εὐγενεῖς, πολλοὶ ἐπιστήμονες καὶ γραμματεῖς καὶ νομικοὶ καὶ βασιλεῖς καὶ ἄρχοντες καὶ πλούσιοι καὶ πένητες καὶ δοῦλοι καὶ ἐλεύθεροι καὶ διδά‐ σκαλοι καὶ μονάζοντες καὶ παρθένοι καὶ μιγάδες. Τίς ἐκ τούτων πάντων δύναται | |
παραστῆσαι ἢ ἀποδεῖξαι ὅτι δεῖ τὸν Χριστιανὸν κιθαρίζειν ἢ ὀρχεῖσθαι ἢ βαλλίζειν | 221 | |
222 | ἢ χοραυλεῖν ἢ ἐπιφωνεῖν ἢ μαντεύεσθαι ἢ ποιεῖν τὰ λεγόμενα φυλακτήρια ἢ φορεῖν ἢ ἐπερωτᾶν δαίμοσιν ἢ μεθύσκεσθαι, καὶ τὰ τούτων ὅμοια; Τίς ἀποδείξει ὅτι ταῦτα Χριστιανῶν εἰσι; Ποῖον Εὐαγγέλιον; Ποία τῶν Ἀποστόλων βίβλος; Ποῖος Προ‐ φήτης; Ἰδοὺ γὰρ ἀπὸ περάτων τῆς οἰκουμένης ἡ θεία Γραφὴ ἐν τῇ Ἐκκλησίᾳ ἀνα‐ | |
5 | γινώσκεται, ὁ Νόμος, οἱ Προφῆται, οἱ Ἀπόστολοι, ὁ Δεσπότης τῶν ὅλων, καὶ οὐδαμοῦ εὑρίσκεται ὅτι ἁρμόζει τοῖς Χριστιανοῖς τοῦτο ποιεῖν, ἀλλ’ ἕκαστος τῇ ἰδίᾳ ὁδῷ ἐπλανήθη, καὶ παρέβη, καὶ ἔστι παραβάτης τοῦ Νόμου, καὶ διὰ τῆς παραβά‐ σεως τοῦ Νόμου τὸν Θεὸν ἀτιμάζει, καὶ διὰ τῶν διαταξαμένων διὰ Νόμου καὶ Προ‐ φητῶν καὶ Ἀποστόλων. | |
10 | Ἰδού, ἠκούσατε πῶς ἀτιμάζεται ὁ Θεός. Παῦσαι οὖν, Χριστιανέ, παραβαίνειν καὶ ἀτιμάζειν τὸν Θεόν. Παῦσαι λοιπὸν ποιῶν τὰ τῶν ἐθνῶν σχήματα, ἵνα μὴ ἐκεῖ ἀπελθὼν πολλὴν ἀνάγκην καὶ στενοχωρίαν καὶ ἀτιμίαν εὕρῃς. Θέλεις ἀκοῦσαι πῶς ἐκέλευσεν ὁ Δεσπότης τὸν Χριστιανὸν χορεύειν καὶ σκιρ‐ τᾶν; Ἄκουσον· μακάριοι οἱ πενθοῦντες· μακάριοι οἱ πεινῶντες καὶ διψῶντες. Αὕτη | |
15 | ἡ πρώτη ἑορτὴ τοῦ Χριστιανοῦ. Καὶ πάλιν· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύ‐ | 222 |
223 | λης. Καὶ πάλιν· ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ πενθήσετε, ὁ δὲ κόσμος χαρή‐ σεται, ὑμεῖς δὲ λυπηθήσεσθε. Καὶ πάλιν λέγει· μὴ μετεωρίζεσθε· ταῦτα γὰρ πάντα, τὰ ἔθνη τοῦ κόσμου ποιοῦσι. Μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς. Βούλει ἀκοῦσαι καὶ τὰ τοῦ προφήτου Δαυῒδ καταλέγματα καὶ σκιρτήματα; | |
5 | Ἄκουσον τί λέγει· πενθῶν καὶ σκυθρωπάζων ἐπορευόμην, καὶ συνεκάλυψα ἐν νη‐ στείᾳ τὴν ψυχήν μου, καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός, καὶ σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Καὶ πάλιν λέγει· λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ πάλιν· οἱ ὀφθαλμοί μου δια‐ | |
10 | παντὸς πρὸς τὸν Κύριον. Καὶ πάλιν· ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου. Ἤκουσας πῶς ἐχόρευσεν ὁ Δαυΐδ; Οὕτως οὖν, Χριστιανέ, χόρευε. Θέλεις ἀκοῦσαι καὶ τοῦ μακαρίου Παύλου τὰς ἑορτὰς καὶ τὴν ἄνεσιν καὶ τρυφὴν καὶ τὰ σκιρτήματα; Δεῦτε ἀκούσωμεν, ἀδελφοί, τί συμβουλεύει ὁ μακάριος | |
Παῦλος. Δεῦτε ἀκούσατε πῶς προτρέπεται καὶ παρακαλεῖ λέγων· μιμηταί μου γί‐ | 223 | |
224 | νεσθε, ἀδελφοί. Τί δὲ καὶ ὁ Παῦλος ἔπραξεν, ἵνα καὶ ἡμεῖς μιμησώμεθα, ἵνα ἀξιωθῶμεν καὶ τῆς αὑτοῦ μερίδος; Καὶ γὰρ πολλῶν ἀκούω λεγόντων· ἐγὼ τοῦ Ἀποστόλου ἀκούω, καὶ ὡς ἐδίδαξεν οὕτω ποιῶ. Βλέπε τί λέγεις· μὴ ψεύσῃ· μὴ ἀλλοιώσῃς σου τὸ ῥῆμα. Ἐὰν οὖν ἀληθεύσῃς, μακάριος ἔσῃ καὶ ἐν τῷ νῦν αἰῶνι | |
5 | καὶ ἐν τῷ μέλλοντι. Ἀλλ’ ὑφορῶ καὶ δειλιῶ, μήπως εὑρεθῇς ψεύστης· διότι ὠλι‐ γώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων, καὶ πάντες ἐξέκλιναν. Πλὴν ὁ μακάριος Παῦλος προτρέπεται πάντας, λέγων· μιμηταί μου γίνεσθε. Μίμησαι τὸν Παῦλον, Χριστιανέ, ὁ λέγων ὅτι ὅσα λέγει ὁ Ἀπόστολος δέχομαι καὶ ποιῶ. Ὁ βουλόμενος Παύλου μιμητὴς γενέσθαι, οὐ χορεύει ἐπὶ τῆς γῆς, οὐκ εὐφραίνεται, | |
10 | οὐ τρυφᾷ. Μιμηταί μου γίνεσθε, ἀδελφοί. Ἆρα μὴ ἐχόρευεν ὁ Παῦλος; Μὴ ἐκιθά‐ ριζεν; Μὴ ἆρα τὰ ᾄσματα ἔλεγε τῶν δαιμόνων; Μὴ γένοιτο! Πόθεν οὖν παρέλαβον χορεύειν οἱ λέγοντες τὴν τοῦ Ἀποστόλου τηρεῖν διδασκα‐ λίαν; Τίς ὁ διδάξας ταῦτα Χριστιανοῖς; Ταῦτα ὁ Παῦλος οὐκ ἐδίδαξεν, οὐδὲ Πέτρος, οὐδὲ Ἰωάννης, οὐδέ τις τῶν θεοφόρων· ἀλλὰ ταῦτα ἐδίδαξεν ὁ Δράκων ὁ ἀρχαῖος, | |
15 | ὁ ἐχθρὸς τῶν ἀληθῶς Χριστιανῶν, ὁ διδάσκαλος πάσης ἀκαθαρσίας. Ὁ διδάξας | 224 |
225 | πορνεύειν, ἐδίδαξε καὶ βαλλίζειν· ὁ διδάξας εἰδωλολατρεῖν, ἐδίδαξε καὶ παίζειν. Διὰ τοῦτο ὁ Ἀπόστολος εἰδωλολάτρας ἀπεκάλεσε τοὺς παίζοντας, λέγων· μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὡς γέγραπται· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. | |
5 | Ἀκούσατε οἱ παίζοντες, μᾶλλον δὲ οἱ παιζόμενοι, ὅτι μετὰ τῶν εἰδωλολατρῶν ὑμᾶς ἔταξεν ὁ Παῦλος. Αἰσχύνθητε λοιπὸν καὶ παύσασθε ταύτης τῆς ἐθνικῆς καὶ ἀθέου μανίας. Παῦλος ταῦτα οὐκ ἐδίδαξεν, οὐδὲ ἡ μήτηρ ἡμῶν ἡ Ἐκκλησία. Ὅσοι βούλεσθε τῶν ἁγίων Ἀποστόλων εἶναι μιμηταί, ἀπόστητε ταύτης τῆς εἰδωλολατρίας. Μὴ πλανᾶσθε, ἀδελφοί. Οὐκ ἔστι ταῦτα τῶν τοῦ Χριστοῦ μαθητῶν· οὐκ ἔστι ταῦτα | |
10 | Χριστιανῶν· οὐκ ἔστι ταῦτα θεοσεβούντων· οὐκ ἔστι ταῦτα τῶν βουλομένων σωθῆναι καὶ ζωὴν αἰώνιον κληρονομῆσαι, ἀλλὰ ταῦτα πάντα τὰ ἔθνη ποιοῦσιν, οἷς οὐκ ἔστιν οὐδεμία ἐλπὶς σωτηρίας. Ταῦτα ποιοῦσιν ὅσοι οὐκ ἔχουσι πρὸ ὀφθαλμῶν τὴν μέλ‐ λουσαν ζωήν, οὐδὲ τὸν τοῦ Θεοῦ φόβον. Πάλιν ὁ Παῦλος βοᾷ· μὴ γίνεσθε εἰδωλολά‐ | |
τραι, καθώς τινες αὐτῶν. Καὶ τίνες οὗτοι; Δηλονότι οἱ Ἰουδαῖοι. Καὶ πῶς ἐγένοντο | 225 | |
226 | εἰδωλολάτραι; Εἰπὲ Παῦλε· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Ἆρα ἀρκεῖ ταῦτα, ἢ ἐνέγκω καὶ ἄλλα; Ἀλλὰ ἀρκεῖ καὶ ταῦτα τοῖς θέλουσιν ἀκούειν. Ὅσοι μιμηταὶ τοῦ Παύλου εἰσίν, πεισθήσονται αὐτῷ· ὅσοι μαθηταὶ τοῦ Χριστοῦ, ἀκούσονται πάντως, ὥς φησιν ὁ Θεολόγος· ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν· ὁ | |
5 | γινώσκων τὸν Θεὸν ἀκούει ἡμῶν· ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὐκ ἀκούει ἡμῶν. Δεῦτε λοιπὸν οἱ τοῦ Παύλου μιμηταὶ καὶ τοῦ Χριστοῦ μαθηταί, ἀκούσωμεν τί Παῦλος βοᾷ· ἰδοὺ γὰρ παρακαλεῖ, λέγων· μιμηταί μου γίνεσθε, ἀδελφοί, καθὼς κἀγὼ Χριστοῦ. Εἰπέ, μακάριε Παῦλε, ποίῳ τρόπῳ δύναταί τις μιμητής σου γενέσθαι; Φέρε εἰς μέσον τὴν ἁγίαν σου διδασκαλίαν. Διήγησαι ἡμῖν τὰς πράξεις καὶ τὴν | |
10 | τρυφὴν καὶ τὴν ἄνεσιν καὶ τὰ σκιρτήματα, ἵνα ἀκούσωμεν καὶ μιμησώμεθα· καὶ γὰρ πάντες γινώσκομεν ὅτι σὺ μακάριος εἶ καὶ Χριστῷ συμβασιλεύεις εἰς τοὺς ἀπεράντους αἰῶνας. Εἰπὲ ἡμῖν πῶς ἠγωνίσω, καὶ ἠξιώθης τῆς δόξης ἐκείνης; Εἰπὲ ἡμῖν, Παῦλε, ἵνα καὶ ἡμεῖς μιμησώμεθά σε, καὶ ἀξιωθῶμεν σὺν σοὶ τῶν αἰωνίων ἀγαθῶν. Ἐὰν ἐχόρευες, χορεύσωμεν. Ἐὰν ἔκλαιες, κλαύσωμεν. Ἐὰν ἐνήστευες, νηστεύσωμεν. | |
15 | Πάντα ὅσα ἔπραξας πίστεως, εἰπὲ καὶ ποιήσομεν. Εἰπὲ ἡμῖν, Παῦλε, πῶς δεῖ Χρι‐ | 226 |
227 | στιανοῖς πολιτεύεσθαι, ἵνα οἱ μὲν αἰσχυνθῶσι μὴ ἀκούοντές σου, οἱ δὲ στηριχθῶσι πιστεύοντες τοῖς ὑπὸ σοῦ λεγομένοις; Ἀποκρίνεται Παῦλος καὶ λέγει· μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι περιπατεῖν ὑμᾶς, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιό‐ τητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς δόξης | |
5 | τοῦ Θεοῦ. Ἀποτιθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν. Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ Διαβόλῳ. Ὁ κλέπτων μηκέτι κλεπτέτω. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω. Ποῦ εἰσιν οἱ τὰ ᾄσματα λέγοντες τῶν δαιμόνων καὶ δοκοῦντες Παύλῳ μιμεῖ‐ σθαι; Ἀκούσατε Παύλου βοῶντος· πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκ‐ | |
10 | πορευέσθω, ἀλλ’ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομήν. Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ. Εἰπέ, Παῦλε, τὰ μείζονα. Εἶπας, μιμηταί μου γίνεσθε, εἰπὲ καὶ τὰ μείζονα· γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά. | |
Ἀκούσατε καὶ τρομάσατε οἱ βουλόμενοι Χριστιανοὶ εἶναι, καὶ ἀπόστητε τῶν | 227 | |
228 | ἐθνικῶν ἔργων. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ. Πάλιν Παῦλος βοᾷ· πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν· καὶ αἰσχρότης καὶ μωρολο‐ γία ἢ εὐτραπελία. Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. Μιμηταί μου γίνεσθε. Νουθετεῖτε τοὺς ἀτάκτους, παρακαλεῖτε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, | |
5 | μακροθυμεῖτε πρὸς πάντας. Μιμηταί μου γίνεσθε. Ὁρᾶτε, μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκοντες. Μιμηταί μου γίνεσθε. Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε· ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας. Μιμηταί μου γίνεσθε, ἀδελφοί. Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε. Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, | |
10 | τῇ προσευχῇ προσκαρτεροῦντες. Μιμηταί μου γίνεσθε τῆς εἰκόνος. Μιμηταὶ γίνεσθε τοῦ μακαρίου Παύλου, ἵνα τῷ Χριστῷ συμβασιλεύσητε εἰς ἀπείρους αἰῶνας. Ποῦ εἰσιν οἱ λέγοντες ὅτι ὅσα λέγει ὁ Παῦλος ποιοῦμεν; Καὶ τίς σου μακαριώ‐ | |
τερος, ἐὰν ἀληθεύσῃς; Ἀλλ’ ὅρα, μὴ εὑρεθῇς ψεύστης, λέγων καὶ μὴ ποιῶν. Ἰδοὺ | 228 | |
229 | γὰρ πάλιν προτρέπεταί σε Παῦλος· μιμηταί μου γίνεσθε· ἐν παντὶ συνιστῶντες ἑαυ‐ τούς, ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχω‐ ρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν μακροθυ‐ μίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, | |
5 | ἐν δυνάμει Θεοῦ. Μιμηταί μου γίνεσθε, ἀδελφοί. Τίς οὕτω γενναῖος, ἵνα Παῦλον μιμήσηται καὶ γένηται σκεῦος ἐκλογῆς; Ἐὰν οὖν βούλῃ, Χριστιανέ, Πέτρον καὶ Παῦλον μιμήσασθαι καὶ Ἰωάννην, τήρησον αὐ‐ τῶν τοὺς λόγους· φύλαξον αὐτῶν τὴν διδασκαλίαν· μίμησαι αὐτῶν τοὺς ἀγῶνας. Μὴ ἀγαπήσῃς τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Μὴ εὐφραίνου ἐν τούτῳ τῷ αἰῶνι. Μὴ | |
10 | πολλὰ κοιμῶ, μηδὲ γελοίοις σχόλαζε. Μίμησαι Παῦλον· πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ. Μάθε, Χριστιανέ, πῶς εὐφραίνετο ὁ Παῦλος, πῶς ἐτρύφα, πῶς ἐπανηγύριζε καὶ ἑώρταζε καὶ ἐχόρευεν ἐν τῷ κόσμῳ τούτῳ. Καὶ μίμησαι μὴ μόνον λόγῳ, ἀλλὰ καὶ ἔργῳ. Εἰπέ, ἅγιε Παῦλε, οὐ γὰρ ἀφίσταμαι τοῦ παρακαλεῖν σε, μακάριε· διήγη‐ σαι ἡμῖν, πῶς ἐτρύφησας καὶ εὐφράνθης ἐν τῷ κόσμῳ τούτῳ. Ἀποκρίνεται Παῦλος· | |
15 | ἡ ἐμὴ τρυφὴ αὕτη ἐστί· τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων | 229 |
230 | νουθετῶν ἕνα ἕκαστον. Αὕτη μοι πανήγυρις· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν θανάτοις πολλάκις, 〈ὑπὸ Ἰουδαίων πεντάκισ〉 τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν καὶ ἐξ ἐθνῶν καὶ λῃστῶν, | |
5 | κινδύνοις ἐν ἐρημίᾳ καὶ ἐν θαλάσσῃ· ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι. Ταῦτα τὰ σκιρτήματα Παύλου καὶ τὰ βαδίσματα. Μιμηταί μου γίνεσθε, ἀδελ‐ φοί, καθὼς κἀγὼ Χριστοῦ. Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· πάν‐ τα ὑπέδειξα ὑμῖν. Μιμηταί μου γίνεσθε· ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθα‐ | |
10 | νεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. Κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ. Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως· οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων, ἀλλ’ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ. Πᾶς δὲ ὁ ἀγωνιζό‐ μενος πάντα ἐγκρατεύεται. Οὕτω τρέχετε, ἀδελφοί, ἵνα καταλάβητε. Μιμήσασθε | |
τοὺς Ἁγίους, καὶ οὕτω τρέχετε, ἵνα σὺν αὐτοῖς στεφανωθῆτε καὶ συμβασιλεύσητε. | 230 | |
231 | Παῦσαι γοῦν, Χριστιανέ, τῶν ἐθνικῶν καὶ ἑλληνικῶν ἔργων, ἵνα μὴ διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζῃς, καὶ σωρεύῃς σεαυτῷ ἀτιμίαν, καὶ θησαυ‐ ρίζῃς σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας Θεοῦ, ἐν ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου· ὅπου καὶ Ἄγγελοι | |
5 | μετὰ τρόμου παρίστανται· ὅπου οὐ μόνον περὶ τῶν πράξεων, ἀλλὰ καὶ ὑπὲρ λόγου ἀργοῦ δώσομεν δίκας. Ἐννοήσωμεν, ἀδελφοί, ὅτι ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· μιᾷ καιροῦ ῥοπῇ καὶ πάντα κατέ‐ παυσαν. Τί μάτην ταράσσῃ, ἄνθρωπε; Μία πυρετοῦ προσβολὴ παύσει σου τὰ πηδή‐ | |
10 | ματα καὶ τὰ σκιρτήματα. Μία ὥρα ἐχώρισέ σε τῶν συγχορευτῶν. Μία νύξ, καὶ μα‐ ρανθήσονταί σου αἱ σάρκες, καὶ οἱ πόδες παύσονται, καὶ ὀφθαλμοὶ τακήσονται, καὶ ἡ γλῶσσα ἡσυχάσει, καὶ ἡ ἄτακτος φωνὴ ἐκλείψει, καὶ ὁ στεναγμός σου πλεονά‐ σει, καὶ τὰ δάκρυά σου προτρέχουσι, καὶ οὐδεὶς ὁ βοηθῆσαι δυνάμενος, καὶ πάντες ἀφέντές σε ἀπελεύσονται ἕκαστος εἰς τὰ ἴδια, καὶ οὐδεὶς παραστήσεταί σοι, εἰ μὴ | |
15 | 〈οἱ〉 θεραπευθέντες ὑπὸ σοῦ ἀόρατοι δαίμονες. Ὁ δὲ ἀπότομος Ἄγγελος μακρό‐ | 231 |
232 | θεν ἱστάμενος ἐκδέχεται τοῦ Δεσπότου τὸ νεῦμα, ἵνα ἁρπάσας τὴν ἀθλίαν σου ψυχὴν ὑπενέγκῃ εἰς τὸν ἡτοιμασμένον αὐτῇ τόπον, ἵνα θερίσῃ ὃ ἔσπειρεν· ὅπου γεωργεῖται καὶ εὐθηνεῖ καὶ περισσεύει κλαυθμὸς καὶ ὀδυρμὸς καὶ πένθος καὶ στεναγμὸς καὶ θλῖψις καὶ στενοχωρία καὶ βρυγμὸς ὀδόντων καὶ οὐαί. Ἐκεῖ τακήσονται ὀφθαλμοὶ | |
5 | μεθύσων· ἐκεῖ μαρανθήσονται χεῖρες τῶν χορευτῶν· ἐκεῖ ὀδυνήσουσι καὶ στενάξουσι οἱ μετὰ κιθαρῶν καὶ αὐλῶν τὸν οἶνον πίνοντες· ἐκεῖ κλαύσουσι, καὶ τοὺς ὀδόντας τρίσουσι, πόρνοι καὶ μοιχοί, κλέπται, μάντεις, φαρμακοί, μάγοι, ἐπαοιδοί, πετα‐ λογράφοι, καὶ πάντες οἱ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν βαδίσαντες· οὐαὶ δὲ αὐτοῖς· οὐδὲ γὰρ ἐνδέχεται ὧδε σκιρτῆσαι καὶ χορεῦσαι καὶ ἐκεῖ, καθώς φησιν ὁ | |
10 | Κύριος· οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε. Δῆλον ὅτι ἐκεῖ οὐκ ἔστι δυνατόν, ἀδελφοί, ποτὲ μὲν Χριστιανόν, ποτὲ δὲ ἐ‐ | |
θνικὸν γενέσθαι· οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν. Οὐδαμοῦ οὖν, ὡς προεί‐ | 232 | |
233 | ρηται, ἐπετράπη ὁ Χριστιανὸς ποιεῖν τι τοιοῦτον· ἐλθὼν γὰρ ὁ Κύριος ἡμῶν πάντα ἐκεῖνα κατήργησε, καὶ τὸν διδάξαντα αὐτὰ Διάβολον καταπατήσας καὶ ἐκ τῶν χειρῶν αὐτοῦ λυτρωσάμενος ἡμᾶς ἔλεγεν· ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· δεῦτε ὀπίσω μου. Ἐγώ εἰμι ἡ ὁδός· δεῦτε πρός με πάντες. Ἐγώ εἰμι ἡ ἀλήθεια· δεῦτε πρός με 〈πάν‐ | |
5 | τεσ〉. Ἐγώ εἰμι ἡ ζωή· δεῦτε πρός με πάντες. Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· δεῦτε πρός με πάντες. Ἀπετάξασθε τῷ Σατανᾷ, ἀπορρίψατε αὐτοῦ τὰ μαθήματα. Δεῦτε πρός με πάντες, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον. Δεῦτε πρός με πάντες· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Δεῦτε πρός με πάντες· ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ χάρις καὶ | |
10 | ἡ ἀλήθεια δι’ ἐμοῦ Ἰησοῦ Χριστοῦ ἐγένετο. Ὅσοι ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Δεῦτε πρός με πάντες, ὅτι τὸν ἐρχόμενον πρός με, οὐκ ἐκβαλῶ ἔξω. Ὢ τῆς ἀμέτρου ἀγαθότητος τοῦ Θεοῦ! Πῶς πάντας προσκαλεῖται· πάντας θέλει σωθῆναι! Δόξα τῇ αὑτοῦ φιλανθρωπίᾳ. | |
Μηκέτι οὖν, ἀδελφοί, ἐν νόμῳ δικαιοῦσθε· παρῆλθε γὰρ ἡ σκιὰ τοῦ νόμου. | 233 | |
234 | Ὅσοι οὖν ὑπὸ νόμον εἰσίν, ὑπὸ κατάραν εἰσίν· ἡμᾶς γὰρ ἐξηγόρασεν ἐκ τῆς κατά‐ ρας τοῦ νόμου Χριστὸς ὁ Σωτὴρ ἡμῶν. Μηκέτι ἐν νόμῳ δικαιοῦσθε. Μηκέτι πρό‐ θυρα στεφανώσωμεν. Μηκέτι χοροὺς συστησώμεθα τὰ ᾄσματα τῶν δαιμόνων κατα‐ λέγοντες. Μηκέτι αὐλοῖς καὶ κιθάραις ἀπατώμεθα. Μηκέτι ἐν νόμῳ δικαιούμεθα, | |
5 | ἵνα μὴ τῆς χάριτος ἐκπέσωμεν· ἵνα μὴ ὑπὸ κατάραν ἐσόμεθα. Χριστὸς γὰρ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου. Αὐτῷ ἡ δόξα, εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἐρώτησις. Πῶς γέγραπται περὶ τῶν αἱρετικῶν, ὅτι τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; Καὶ ἀλλαχοῦ εἴρηται, ὅτι ὡς ἐχθροὺς Θεοῦ μισήσατε αὐτούς. Καὶ πάλιν ἀλλαχοῦ, ὅτι οὐ μισήσεις πάντα ἄνθρωπον. | |
10 | Ἀπόκρισις. Τοὺς αἱρεσιώτας, ὡς βλασφήμους καὶ τοῦ Θεοῦ ἐχθρούς, ἡ Γραφὴ οὐκ ὠνόμασεν ἀνθρώπους, ἀλλὰ κύνας καὶ λύκους καὶ χοίρους καὶ ἀντιχρίστους, | |
καθὼς φησὶν ὁ Κύριος· μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί. Καὶ Ἰωάννης λέγει, ὅτι ἀντί‐ | 234 | |
235 | χριστοι πολλοὶ γεγόνασι. Τούτους οὖν οὐ χρὴ ἀγαπᾶν, οὐδὲ συνδυάζειν, οὐδὲ συνεύ‐ χεσθαι, οὐδὲ συνεσθίειν, οὐδὲ λαμβάνειν εἰς οἶκον, οὐδὲ χαίρειν αὐτοῖς λέγειν· ἵνα μὴ τῶν ἔργων πονηρῶν αὐτῶν κοινωνήσωμεν. Ἐρώτησις. Ποία ἁμαρτία ἐστὶν ἀσυγχώρητος; | |
5 | Ἀπόκρισις. Ἡ εἰς τὸ Ἅγιον Πνεῦμα, καὶ πάντων τῶν αἱρετικῶν· εἰς γὰρ τὸ Πνεῦμα τὸ Ἅγιον ἐβλασφήμησαν καὶ βλασφημοῦσιν· οἷς οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι, κατὰ τὸν λόγον τοῦ Κυρίου· εἰς αὐτὸν γὰρ Θεὸν προσέκρουσαν, παρ’ οὗ ἡ ἀπολύτρωσις. Καὶ τίς ὁ βοηθῶν αὐτοῖς; Ἐρώτησις. Ποία ἁμαρτία βαρυτέρα χωρὶς τῆς αἱρέσεως; | |
10 | Ἀπόκρισις. Ὥσπερ πασῶν τῶν ἀρετῶν ὑψηλοτέρα ἐστὶν ἡ ἀγάπη, οὕτω καὶ πασῶν τῶν ἁμαρτιῶν βαρύτερόν ἐστι τὸ μισεῖν τὸν ἀδελφόν· ὁ γὰρ μισῶν τὸν ἀδελ‐ φὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί, καθὼς εἶπεν ὁ Ἀπόστολος. Ὁ μισῶν τὸν ἀδελφὸν | |
αὐτοῦ, αὐτὸν τὸν Θεὸν μισεῖ. Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶ καὶ ἐν | 235 | |
236 | τῷ σκότει περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ. Ἴδε πόσων κακῶν αἴτιον τὸ μῖσος· ἡ δὲ ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν. Ὁ φθόνος δυσίατός ἐστι καὶ ἀνίατός ἐστιν. Ἁμαρτία πρὸς θάνατον, πᾶσα ἀμετανόη‐ τος· πλήν γε ἀρρενοφθόροι καὶ γόητες καὶ φαρμακοὶ καὶ μάντεις, καὶ ὁ ἀποστερῶν | |
5 | μισθὸν μισθωτοῦ, καὶ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, εἰς τὸν τοῦ φονέως χαλεπὸν τό‐ πον κατεδικάσθησαν. Ἐρώτησις. Τίς ὁ τύπος τῆς θαλάσσης καὶ τῆς νεφέλης ἐπὶ τοῦ Ἰσραήλ; Ἀπόκρισις. Τοῦ βαπτίσματος· ὁ γὰρ Ἰσραὴλ ἐξελθὼν τῆς Ἐρυθρᾶς Θαλάσσης κατέλιπε τὸν Φαραώ. Οὕτω καὶ ἀληθῶς διὰ τῆς ἁγίας κολυμβήθρας ἐλευθερού‐ | |
10 | μεθα τῆς τυραννίδος τοῦ Διαβόλου, ἀντὶ νεφέλης ἔχοντες τὴν τοῦ Ἁγίου Πνεύμα‐ τος δωρεάν, τὴν φλόγα τῶν παθῶν διὰ τῆς νεκρώσεως τῶν μελῶν καταψύχουσαν. Ἐρώτησις. Διατί τοὺς Αἰγυπτίους ἐν τῇ Ἐρυθρᾷ Θαλάσσῃ κατέκλυσεν ὁ | |
Θεός, καὶ μὴ δι’ ἄλλης ὀργῆς ἀπώλεσε; | 236 | |
237 | 〈Ἀπόκρισισ〉. Τὴν ἐν τῷ ποταμῷ τῶν ἀρρένων παιδίων Ἑβραίων γενομένην, ὅμοια ὁ Θεὸς ἀνταμείψας, ἐκδικήσας, τὴν φύσιν τῶν ἀρρένων ἀπέπνιξεν, ἵνα καὶ ἐν τοῖς σώμασιν ἔχῃ ἡ δίκη τὴν ἅμιλλαν. 〈Ἐρώτησισ〉. Τίς ἦν Σάρρᾳ ὁ Ἀβραάμ; | |
5 | Ἀπόκρισις. Ἀνήρ, ἀλλὰ καὶ θεῖος. Ἀρὰμ γὰρ ὁ ἀδελφὸς τοῦ Ἀβραὰμ ἐγέννησε τὸν Λώτ, τήν τε Σάρραν καὶ τὴν Μελχάν· ὥστε Ἀβραὰμ θεῖον αὐτῆς ὑπάρχειν. 〈Ἐρώτησισ〉. Πῶς νοητέον τὸ λεχθὲν ὑπὸ Ἀβραὰμ τῷ πρώτῳ τῆς οἰκίας αὐ‐ τοῦ· ὑπόθες τὴν χεῖρά σου ἐπὶ τοῦ μηροῦ μου· καὶ τὰ λοιπά. Ἀπόκρισις. Τὸν ἐκ τοῦ μηροῦ αὐτοῦ μέλλοντα ἔμπροσθεν προεφήτευσεν. | |
10 | Ἐρώτησις. Διατί τοὺς ιθʹ βασιλεύσαντας ἀπὸ Δαυῒδ ἕως Ἰεχονιὲ ὁ Εὐαγγε‐ | |
λιστὴς ιδʹ ὀνομάζει; | 237 | |
238 | Ἀπόκρισις. Ἐπειδὴ οὐ διαδοχὰς λέγει, ἀλλὰ γενεάς. Ἐπειδὴ οὖν τινες αὐτῶν ἀπὸ εἴκοσιν ἔτους ἐπαιδοποίουν εἰς ἀναπλήρωσιν τῶν γενεῶν τῶν μακροβιούντων, τοὺς λοιποὺς ἀνέθηκεν· ἴσως δὲ καὶ τοὺς πολιοὺς ἐκζήσαντας ὑπερεῖδεν. 〈Ἐρώτησισ〉. Διατί ἐν λιθίναις πλαξὶν ἐδόθη Ἰουδαίοις ὁ δεκάλογος; | |
5 | Ἀπόκρισις. Ὅτι δυσεξάλειπτον τὸ ἐν λίθοις γεγραμμένον, ἄλλωστε δὲ τὸ σκληρῶδες καὶ λιθῶδες ταῖς καρδίαις αὐτῶν ᾐνίξατο, ἐν αἷς τὸν νόμον ἀπεγράψατο. Ἐρώτησις. Διατί τετρακόσια ἔτη κατεδικάσθησαν υἱοὶ Ἰσραὴλ παροικῆσαι ἐν Αἰγύπτῳ, καὶ ἀπολαβεῖν τὴν γῆν τῆς ἐπαγγελίας; Ἀπόκρισις. Ἐπειδή, ὅταν ὁ Θεὸς ἔλεγε τῷ Ἀβραάμ, γινώσκων γνώσῃ ὅτι | |
10 | σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, ἀντεῖπε λέγων, ἐν τίνι γνώσομαι; | |
Ἀντὶ οὖν τιμωρίας ἐπάγει αὐτῷ ὁ Θεὸς λέγων, ὅτι ἀνθ’ ὧν προθύμως οὐκ ἐδέξω | 238 | |
239 | τὴν ἐπαγγελίαν, ἀναβάλλομαι αὐτὴν τέως διὰ τὴν ἀπιστίαν σου, καὶ ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ. Ἐρώτησις. Διατί εἰς τὰ τέλη τοῦ Ἀβραὰμ ἐδόθη ἡ περιτομή, καὶ μετὰ τὸ πι‐ στεῦσαι τῷ Κυρίῳ καὶ ἐκλογὴν γενέσθαι, καὶ οὐκ ἐξ ἀρχῆς ἀπὸ Ἀδὰμ καὶ Ἄβελ, | |
5 | ἢ Σήθ, ἢ Ἐνώχ, ἢ Ἐνώς, οἵτινες τῷ Θεῷ εὐηρέστησαν ... Ἐρώτησις. Διατί ἱστοροῦμεν ἐν διαφόροις τόποις ἐκ ... τοῦ σταυροῦ Α καὶ Ω, καὶ ἐπάνω Ρ; Ἀπόκρισις. Ἐπειδὴ ἐν τῷ τύπῳ τοῦ σταυροῦ ἐξέτεινε Μωυσῆς τὰς χεῖρας πρὸς τὸν Θεὸν ὑποστηριζόμενος ὑπὸ Ἀαρὼν καὶ Ὤρ, 〈καὶ〉 ἐτρέψατο τὸν Ἀμαλὴκ | |
10 | 〈καὶ〉 ὅτι ἀρχὴ καὶ τέλος ὁ σταυρωθεὶς ἐν αὐτῷ ὑπάρχει. Τὸ δὲ ἐπάνω Ρ σημαίνει | |
βοήθεια, ψηφιζόμενον ἑκατόν. | 239 | |
240 | Ἐρώτησις. Ποίαν χρὴ νοεῖν τρίτην ἡμέραν, ἐν ᾗ ὁ γάμος ἐν Κανᾷ ἐγένετο; Ἀπόκρισις. Ἀπὸ τοῦ Ναθαναὴλ ἐρωτήσεως. Ἐρώτησις. Τί δηλοῖ τὸ μὴ σχήσασθαι δύο χιτῶνας, ὑπὸ τοῦ Κυρίου λεχθέν; Ἀπόκρισις. Τὸ μὴ διπλοῦν λογισμὸν ἐπιφέρεσθαι, ἀλλ’ ἕνα καὶ ἁπλοῦν ἔχειν | |
5 | 〈καὶ〉 εἰς τὸν Θεὸν πορεύεσθαι. Ἐρώτησις. Ἅπαξ ἐλιθάσθην, δὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πε‐ ποίηκα; Ἀπόκρισις. Λιθασθῆναι, τὸ ἐκ τοῦ παραδείσου τὸν Ἀδὰμ ἐξελθεῖν. Τὸ ναυα‐ γεῖν, τὸν ἐπὶ τοῦ Νῶε κατακλυσμόν. Νυχθήμερον, τὴν πρὸ τῆς παρουσίας Χριστοῦ | |
10 | ζωήν, καὶ μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν. | 240 |
241 | Ἐρώτησις. Τί δηλοῦσιν οἱ δερμάτινοι χιτῶνες, οὓς ὁ Θεὸς τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐνέδυσεν; Ἀπόκρισις. Τὰ δέρματα νεκρωθέντων ἀλόγων εἰσί. Νεκρώσιμον οὖν σύμ‐ βολον τοῦτο περιέθηκε. | |
5 | Ἐρώτησις. Τὸ ἀποκτεῖναι Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει; Καὶ ποῖαι αἱ αὑτοῦ ἁμαρτίαι, καὶ ποῖαι αἱ τιμωρίαι; Ἀπόκρισις. Πρώτη φθόνος, δευτέρα δόλος, τρίτη φόνος, τετάρτη τῆς γῆς μολυσμός τοῦ αἵματος, πέμπτη γονέων λύπη, ἕκτη ἀδελφοκτονία, ἑβδόμη Θεὸν ψεύσασθαι. Αἱ δὲ τιμωρίαι αὐτοῦ· πρώτη ἐπικατάρατος ἐπὶ τῆς γῆς, δευτέρα 〈ἐργά‐ | |
10 | ζεσθαι τὴν〉 γῆν, τρίτη τὸ μὴ προσθῆναι τὴν ἰσχὺν αὐτῆς δοῦναι αὐτῷ, τετάρτη τὸ στενάξαι, πέμπτη 〈τὸ〉 τρέμειν, ἕκτη τὸ εἶναι ἀπὸ προσώπου αὐτοῦ, ἑβδόμη τὸ | |
ἔχειν αὐτὸν σημεῖον 〈τοῦ μὴ ἀνελεῖν αὐτὸν〉 πάντα τὸν εὑρίσκοντα αὐτόν. | 241 | |
242 | Ἐρώτησις. Πῶς τὸ μεταμελῆσαι, ὅτι ἔχρισε τὸν Σαοὺλ βασιλέα; Ἀπόκρισις. Ὅτι μὲν ἄξιοι ἦσαν, φησί, παιδευθῆναι, ἐμὲ ἀθετήσαντες, ὅπη ᾠκτείρουν αὐτούς. Δώσω αὐτοῖς ἄλλον βασιλέα, Δαυῒδ τὸν δοῦλόν μου, διὰ τὸ χα‐ λεπὸν αὐτοῖς τὸν Σαοὺλ ὑπάρχειν. | |
5 | Ἐρώτησις. Τίνες λέγονται μονόζωνοι; Ἀπόκρισις. Οἱ φονεῖς καὶ λῃσταὶ καὶ πᾶς κακοῦργος καὶ πόρνος μονόζωνος | |
λέγεται. | 242 |