TLG 4138 128 :: EPHRAEM SYRUS :: Ne decipiamur gentilium erroribus

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Ne decipiamur gentilium erroribus

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 6. Thessalonica: Το περιβόλι της Παναγίας, 1995: 213–217.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 47c–48d.

Citation: Page — (line)

213

(t)

Περὶ τοῦ μὴ ἀπατᾶσθαι ὑπὸ ἑλληνικῆς ἐννοίας
1 Προσθήσω δὲ καὶ τοῦτο τῷ λόγῳ· τῆς θνήσεως ἀρχομένης ἐν Κωνσταντι‐ νουπόλει, καὶ πολλῶν τελευτώντων, ἰατρός τις ὀνόματι Δόμνος, θεωρῶν πολλοὺς ἀποθνῄσκοντας, καὶ ἑτέρους φόβῳ πολλῷ συνεχομένους, ἔφη· οὗτοί εἰσιν οἱ ἀπολλύ‐ μενοι βάναυσοι, οἱ τῷ πυρὶ μαχόμενοι, οἱ ἐν τοῖς χαμαὶ κελλίοις τὴν οἴκησιν ἔχοντες·
5οἱ γὰρ ἐν ὕψει οἰκοῦντες, καὶ ἀέρων καθαρῶν καὶ λεπτοτάτων ἐν ἀπολαύσει γενόμε‐ νοι, περιγίνονται τοῦ λοιμοῦ. Ταῦτα ἀπεφήνατο, ἐπειδὴ σπουδὴν εἶχεν ἐκμανθάνειν τὰς ἑλληνικὰς ἐννοίας, καὶ ὑπὸ τῶν τοιούτων συμβέβλαπται τὸν νοῦν. Καὶ ὅμως ὁ ταῦτα φλυαρήσας μετὰ δύο ἢ τρεῖς ἡμέρας πληγεὶς ὑπὸ τῆς νόσου ἔκειτο ἡμιθανής· καὶ παρασκευάζει τοὺς ἰδίους δούλους ἆραι αὐτὸν ἐν τῷ προαστείῳ αὐτοῦ, ἵνα ἐκεῖ
10τελευτήσας ταφῇ. Ἄλλος οὖν ἰατρὸς Μακεδόνιος ὀνόματι, ἰδὼν αὐτὸν βασταζόμενον213

214

καὶ αἰρόμενον ψυχορραγοῦντα—εἷς ὑπάρχων τῶν ἀκροασαμένων τὴν ἀδολεσχίαν αὐτοῦ—ἔφη· οὗτος καὶ καλλίστην οἰκίαν ἔχων καὶ ἀέρος καθαροῦ ἀπολαύων, οὐ διεσώθη, ἀλλ’ ἰδοὺ καταβέβληται, καὶ αἱ φλυαρίαι αὐτοῦ οὐκ ὠφέλησαν αὐτόν. Καὶ ὁ μὲν Δόμνος κομισθεὶς ἐν τῷ προαστείῳ τελευτήσας ἐτάφη· ὁ δὲ Μακεδόνιος δια‐
5σωθεὶς τῆς ἐπενηνεγμένης θνήσεως, ἀποταξάμενος τοῦ βίου, γέγονε γνήσιος μονα‐ χός, οὐ καταποθεὶς ὑπὸ τῆς ἐκείνου ἀνοσιότητος. Ἡμεῖς δὲ τῇ ἀληθείᾳ ἐπιστήσωμεν τὸν ἑαυτῶν νοῦν, ὁδηγούμενοι ὑπὸ τῆς θεο‐ πνεύστου Γραφῆς· οἱ γὰρ μὴ περιλαμπόμενοι τὸν νοῦν ὑπὸ τῆς θείας διδασκαλίας, πόρρω ἔχουσι τὸν ἑαυτῶν νοῦν ἀπὸ τῆς ἀληθείας. Ἡμεῖς δὲ ἀκούσωμεν τῆς θείας
10Γραφῆς διαρρήδην βοώσης ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν· καὶ προσέθετο ὀργὴ Κυρίου ἐκκαῆναι ἐν Ἰσραήλ, καὶ ἐπέσεισε τὸν Δαυῒδ ἐν αὐτοῖς λέγων· πορεύθητι καὶ ἀρίθμη‐ σον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν. Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωὰβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ’ αὐτοῦ· δίελθε δὴ πάσας τὰς φυλὰς Ἰσραὴλ καὶ Ἰούδα, ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεέ, καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ. Καὶ
15μετ’ ὀλίγον· καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ βασιλεῖ,214

215

καὶ ἦν ἐν Ἰσραὴλ ὀκτακόσιαι χιλιάδες σπωμένων ῥομφαίαν καὶ ἀνὴρ Ἰούδα ἀνδρῶν μαχητῶν πεντακόσιαι χιλιάδες. Καὶ ἐπάταξε καρδία Δαυῒδ αὐτὸν μετὰ τὸ ἀριθμῆ‐ σαι τὸν λαόν, καὶ εἶπε Δαυῒδ πρὸς Κύριον· ἡμάρτηκα σφόδρα ποιήσας τὸ ῥῆμα τοῦτο· καὶ νῦν, Κύριε, περίελε δὴ τὴν ἀδικίαν τοῦ δούλου σου, ὅτι ἐματαιώθην σφό‐
5δρα. Καὶ ἀνέστη Δαυῒδ τὸ πρωΐ, καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα λέγων· πορεύθητι καὶ λάλησον πρὸς Δαυῒδ λέγων· τάδε λέγει Κύριος· τρία ἐγὼ αἴρω ἐπὶ σέ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν, καὶ ποιήσω σοι. Καὶ εἰσῆλθε Γὰδ πρὸς Δαυΐδ, καὶ ἀνήγγειλεν αὐτῷ, καὶ εἶπεν αὐτῷ· ἔκλεξαι σεαυτῷ γενέσθαι, εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φυγεῖν σε ἔμπροσθεν τῶν
10ἐχθρῶν σου καὶ ἔσονται καταδιώκειν σε, ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου· νῦν οὖν γνῶθι καὶ ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με. Καὶ εἶπε Δαυῒδ πρὸς Γάδ· στενά μοι πάντοθεν σφόδρα ἐστὶ καὶ τὰ τρία· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, εἰς δὲ χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω. Καὶ αἱ ἡμέραι θερισμοῦ πυρῶν. Καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρωῒ ἕως
15ἀρίστου ὥραν, καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέθανον ἐκ τοῦ λαοῦ ἀπὸ Δὰν215

216

ἕως Βηρσαβεὲ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. Καὶ ἐξέτεινεν ὁ Ἄγγελος τοῦ Θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ἱερουσαλὴμ τοῦ διαφθεῖραι ἐν αὐτῇ, καὶ παρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἶπε τῷ Ἀγγέλῳ τῷ διαφθείροντι τὸν λαόν· πολὺ νῦν, ἄνες τὴν χεῖρά σου· καὶ ὁ Ἄγγελος Κυρίου ἦν ἑστηκὼς παρὰ τῇ ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου. Καὶ
5εἶπε Δαυῒδ πρὸς Κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν Ἄγγελον τὸν τύπτοντα ἐν τῷ λαῷ, καὶ εἶπεν· ἰδοὺ ἐγώ εἰμι ἡμάρτηκα, ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; Γενέσθω δὴ ἡ χείρ σου ἐπ’ ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Καὶ ἦλθε Γὰδ 〈πρὸς Δαυῒδ〉 τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ εἶπεν αὐτῷ· ἀνάβηθι, καὶ στῆσον θυσιαστήριον τῷ Κυρίῳ, τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ, ἐν τῇ ἅλῳ Ὀρνὰ
10τοῦ Ἰεβουσαίου. Καὶ ἀνέβη Δαυῒδ κατὰ τὸ ῥῆμα Γὰδ τοῦ προφήτου, ὃν τρόπον ἐνε‐ τείλατο αὐτῷ ὁ Κύριος. Καὶ διέκυψεν Ὀρνά, καὶ εἶδε τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ, καὶ ἐξῆλθεν Ὀρνά, καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. Καὶ εἶπεν Ὀρνά· τί ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δοῦλον αὐτοῦ; Καὶ εἶπε Δαυΐδ· κτήσασθαι παρὰ σοῦ τὴν ἅλω τοῦ
15οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ 〈καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ〉.
Καὶ εἶπεν Ὀρνά· ἔστωσαν ἅπαντα τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ποιήσει τὸ ἀγαθὸν216

217

ἐν ὀφθαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαυτώματα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα. Πάντα ἔδωκεν Ὀρνὰ τῷ βασιλεῖ· καὶ εἶπεν Ὀρνὰ πρὸς τὸν βα‐ σιλέα· Κύριος ὁ Θεός σου εὐλογήσαι σε. Καὶ εἶπε βασιλεὺς πρὸς Ὀρνά· οὐχί, ὅτι ἀλλ’ ἢ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι, καὶ οὐκ ἀνοίσω τῷ Θεῷ μου
5δωρεὰν ὁλοκαυτώματα. Καὶ ἐκτήσατο Δαυῒδ τὴν ἅλω καὶ τοὺς βόας ἐν ἀργυρίῳ πεντήκοντα σίκλων. Καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυῒδ θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἀνή‐ νεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς. Καὶ ἐπήκουσε Κύριος, καὶ ἐπέσκεψε τὴν γῆν, καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν Ἱερουσαλήμ. Εἴτε οὖν ῥομφαία ἐπαχθῇ, εἴτε λοιμός, εἴτε λιμός, εἴτε θάνατος, εἴτε ἕτερόν
10τι τῶν δοκούντων λυπηρῶν εἶναι, πάντα πρὸς σωφρονισμὸν καὶ ἐπανόρθωσιν ἐπιφέ‐ ρεται τῇ γῇ, καὶ πρὸς τὸ ἐπισυνάξαι τοὺς ἀνθρώπους τὸν ἑαυτῶν νοῦν πρὸς εὐσέβειαν· δεῖται γὰρ ἑκάστη γενεὰ παιδείας τῆς ἐπισκέψεως Κυρίου. Εἰ γὰρ καὶ τῶν φόβων γινομένων ἀναισθητοῦσί τινες πρὸς τὴν εὐσέβειαν, πῶς οὐχὶ μᾶλλον, εἰ μὴ ἐγένετο
ἡ ἐπίσκεψις Κυρίου ὁλοτελής, εἰς ἀθεότητα καὶ ἀπώλειαν ἐτρέποντο τὸ νοῦν;217