TLG 4138 126 :: EPHRAEM SYRUS :: De iis, qui filii dei naturam scrutantur

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De iis, qui filii dei naturam scrutantur

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 6. Thessalonica: Το περιβόλι της Παναγίας, 1995: 196–209.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 418–424.

Citation: Page — (line)

196

(t)

Περὶ τοὺς καταζητοῦντας τοῦ Υἱοῦ τὴν φύσιν
1 Βασιλεὺς οὐράνιος, Δεσπότης ἀθάνατος, Υἱὸς μονογενὴς ἀγαπητὸς τοῦ Πατρός, ὁ πλάσας ἐν χάριτι διὰ ἐξουσίαν ἄνθρωπον ἀπὸ τῆς γῆς, νικηθεὶς τοῖς οἰκτιρμοῖς τῆς αὑτοῦ εὐσπλαγχνίας δι’ αὐτὸν τὸν ἄνθρωπον, ὃν ἔπλασαν αἱ χεῖρες αὐτοῦ αἱ ἄχραντοι, κατῆλθεν ἐξ οὐρανοῦ σῶσαι καὶ ἰάσασθαι πάντας κακῶς ἔχοντας. Ἐπειδὴ
5πάντες ἅμα ἠρρώστησαν ἐν κακοῖς Πονηροῦ ἐνεργείᾳ, καὶ γέγονε σηπεδὼν δυσχερής, ἀνίατος, οὐκ ἴσχυσαν παντελῶς Προφῆται καὶ ἱερεῖς ἰάσασθαι τὸ τραῦμα. Χάριν τούτου ὁ ἅγιος μονογενὴς Υἱὸς ἰδὼν ἅπασαν φύσιν ἀρρωστοῦσαν ἐν κακοῖς, τῇ βου‐ λήσει τοῦ Πατρὸς κατελθὼν ἐξ οὐρανοῦ, ἐσαρκώθη ἐν μήτρᾳ τῆς ἁγίας Παρθένου, καὶ γεννηθεὶς ἐξ αὐτῆς τῇ αὑτοῦ εὐδοκίᾳ, προῆλθε τοῦ ἰάσασθαι πάντας κατακει‐
10μένους ποικίλαις ἀσθενείαις χάριτι καὶ οἰκτιρμοῖς, καὶ λόγῳ ἰάσασθαι πάντα τὰ νο‐196

197

σήματα. Ἀπήλλαξεν ἅπαντας ἀπὸ τῆς δυσωδίας τῶν ἰδίων τραυμάτων· αὐτοὶ δὲ οἱ ἄρρωστοι μετὰ τὸ ἰαθῆναι, ἀντὶ τοῦ ἀποδοῦναι χάριτας τῷ ἰατρῷ ἀντὶ τῆς ἰάσεως, προσῆλθον ἐξερευνᾶν ἰατροῦ τὴν οὐσίαν, οὖσαν ἀκατάληπτον. Ὢ φοβεροῦ θαύματος· ὑπερβολὴ ἀνόνητος τῶν βροτῶν ἀσυνέτων! Τίς γὰρ
5ἤκουσε τούτων, ἢ τίς ἐθεάσατο τραύματα σεσημμένα ἀπὸ χρόνων ἱκανῶν ἰαθέντα; Αὐτὸς δὲ ὁ ἰαθείς, διὰ τὴν σὴν ὠμότητα, ἰατροῦ τὴν οὐσίαν ἐρευνᾷς, ὦ ἄθλιε. Ἐπειδὴ διὰ σὲ λαβὼν μορφήν σου ὁ ἰατρός, ἵνα σὲ ἰάσηται, χάριν τούτου ἐρευνᾷς τὴν φύσιν τοῦ ἰατροῦ; Ἄκουσον, κἀγὼ λέγω πρὸς τὴν σὴν ὠμότητα καὶ τὴν σὴν προπέτειαν· ἂν βούλῃ ἐξερευνᾶν ἰατροῦ τὴν οὐσίαν, οὔτε ὁδὸν εὑρίσκεις, οὔτε μὴν διέξοδον τῇ σῇ
10ἐξερευνήσει. Πᾶς γὰρ ὁ βουλόμενος βαδίζειν ἐν τῇ ὁδῷ τῆς ἐρευνήσεως, παραχρῆμα ἡ ὁδὸς [ἄβατος] εὑρίσκεται ἔμπροσθεν ποδῶν αὐτοῦ ἄβατος καὶ ἔρημος, μὴ ἔχουσα παντελῶς μονὴν καὶ ἀνάπαυσιν. Οὐκ ἔχων ἐν ἀβάτῳ μονὴν καὶ ἀνάπαυσιν, τί ποιεῖς, ὦ ἄθλιε; Ποῦ φθάσεις, ἀσύνετε, ἐν ἀβάτῳ καὶ φοβερᾷ μὴ ἔχων παντελῶς μονήν, μηδὲ τέλος; Ποῦ πορεύῃ, εὐτελῆ; Πέλαγος ἀμύθητόν ἐστιν ἐξερεύνησις Υἱοῦ μονο‐
15γενοῦς· αὐτὸς δὲ ὡς προπετὴς τυγχάνεις βῶλος μικρὸς ἀπὸ τοῦ χοὸς τῆς γῆς. Ἐὰν197

198

βούλῃ κατελθεῖν ἐπὶ τὸ πέλαγος τοῦτο τῆς ἐξερευνήσεως, ποῦ φανεῖς, ὦ ἄθλιε; Τίς εἶδε τοῦτο ποτέ, ὅτι χῶμα τὸ χαῦνον κατέβη εἰς πέλαγος ἐρευνᾶν πᾶν τὸ βάθος τῆς θαλάσσης τῆς μεγάλης; Ἢ τίς πάλιν ἤκουσεν ἀσυνθέτου προσεθόντος ἐρευνᾶν δύ‐ ναμιν τοῦ ἀνέμου, ὅστις ἀπὸ τῆς οἰκτρᾶς φωνῆς τοῦ ἀνέμου σκορπίζεται πανταχοῦ,
5μὴ ἔχων ὑπόστασιν, μηδὲ πάλιν δύναμιν ἀντιστῆναι μιᾷ ῥοπῇ ἐναντίον τοῦ ἀνέμου; Φύσις πάλιν καλάμου προσῆλθεν ἐξερευνᾶν τὴν δύναμιν τοῦ πυρός· καὶ γὰρ πῦρ καιόμενόν ἐστιν ἐξερεύνησις Θεοῦ. Διατί, ὦ ἄθλιε, σεαυτὸν καταφλέγεις ἐν φλογὶ τῇ φοβερᾷ; Εἰπέ μοι, ὦ προ‐ πετῆ, ἐν τῇ σῇ διανοίᾳ πῶς αὐτὸν διέγραψας τὸν Δημιουργὸν ἁπάσης τῆς κτίσεως,
10τὸν ἀπέραντον καὶ ἔνδοξον καὶ φοβερόν, οὗ ἀπὸ τοῦ βλέμματος τήκεται πᾶσα κτί‐ σις, ὡς κηρὸς ἀπὸ προσώπου πυρός; Πᾶσα κτίσις ὁρατὴ ὁμοίως καὶ ἀόρατος ἀπὸ βλέμματος αὐτοῦ ὥσπερ κηρὸς τήκεται ἐν στιγμῇ τοῦ βλέμματος· αὐτὸς δέ, ὦ προ‐ πετῆ, τὸν μέγαν καὶ φοβερόν, τὸν ἔνδοξον 〈καὶ〉 ἀνείκαστον ἐν τῇ σῇ ὠμότητι καὶ τῇ σῇ προπετείᾳ κατειληφέναι νομίζεις; Ἐμεθύσθης, ὦ ἄθλιε, μὴ γινώσκων σεαυτόν,
15οὔτε πάλιν τὴν σὴν φύσιν καὶ τὴν σὴν εὐτέλειαν. Αὐτὸς δέ, ὦ εὐτελῆ, πῶς ἐκτίσθης
οὐκ οἶδας. Ὁ ἑαυτὸν μὴ γινώσκων, πῶς Δεσπότην ἐρευνᾷς τὸν φοβερὸν καὶ ἔνδοξον;198

199

Πρόσεχε, ὦ ἄθλιε, ἐκείνους τοὺς Μάγους τοὺς ἐλθόντας μήκοθεν προσκυνῆσαι ἐν φόβῳ τῷ τεχθέντι Βασιλεῖ. Οὐχ εὗρον βασιλέα κείμενον ἐν πορφύρᾳ, οὐδὲ πάλιν διάδημα λάμπον ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, ἀλλὰ ἐθεάσαντο ἐπὶ φάτνης εὐτελοῦς βρέ‐ φος κατακείμενον, καὶ εὐθὺς ἀνοίξαντες τοὺς θησαυροὺς ἑαυτῶν προσήνεγκαν τὰ
5δῶρα μετὰ χαρᾶς καρδίας. Ὅρα τὴν ὑπερβολὴν τῆς πίστεως τῶν Μάγων· ἐπὶ φάτνῃ εὐτελεῖ εὗρον τὸν Βασιλέα οὐράνιον, ἅγιον, τὸν τεχθέντα ἐν σαρκὶ ὑπὲρ σωτηρίας πάσης τῆς οἰκουμένης· ἐπὶ φάτνῃ εὕροσαν, καὶ οὐκ ἐξερεύνησαν. Τί γὰρ οἰκτρότερον φάτνης ἐλαχίστης; Εἰς τοιαύτην εὐτέλειαν εὗρον αὐτὸν οἱ Μάγοι, καὶ οὐδεὶς ἠρεύνησε τὴν φύσιν
10τοῦ τεχθέντος· αὐτὸς δέ, ὦ ἄθλιε, ἐκ δεξιῶν τοῦ Πατρὸς θεωρεῖς τὸν Μονογενῆ μετὰ δόξης μεγάλης καθήμενον σὺν Πατρὶ καὶ σὺν αὐτῷ ὑμνούμενον, καὶ περιερ‐ γάζῃ αὐτόν; Οὐ φοβῇ σύ, ἄθλιε; Οὐ τρέμεις, ἀσύνετε; Ἑαυτὸν μὴ γινώσκων, τὸν Πλάστην ἐξερευνᾷς; Τίς ἄρα μὴ φοβηθῇ; Ὅτι Θεὸς Κύριος, μονογενὴς τοῦ Πατρός, κάθηται ἐν ὑψηλοῖς ἐκ δεξιῶν τοῦ Πατρός· Ἄγγελοι, Ἀρχάγγελοι, Χερουβεὶμ καὶ
15Σεραφεὶμ μετὰ φόβου καὶ τρόμου παρεστήκασιν αὐτῷ, τὸ βλέμμα κάτω ἀεὶ ἔχοντες199

200

μετὰ φρίκης· τέφρα δὲ σὺν κονιορτῷ καθημένη ἐπὶ τῆς γῆς ἐρευνᾷ Δημιουργόν. Χε‐ ρουβεὶμ ἐν τῷ θρόνῳ ὑπὸ πτέρυξιν αὐτοῦ κρύπτει αὐτοῦ τὸ βλέμμα μὴ φέρον κατα‐ νοεῖν εἰς τὴν δόξαν ἐκείνην τοῦ φοβεροῦ Δεσπότου· ἄνθρωπος δὲ χοϊκὸς μὴ γινώσκων ἑαυτόν, μηδὲ πάλιν τὴν ὥραν τοῦ ἰδίου θανάτου, τὸν Δεσπότην ἐρευνᾷ, τὸν ποιητὴν
5τῶν ἁπάντων. Ἄκουσον, ὦ ἄθλιε· ὁ ἐρευνῶν Δεσπότην αὐτοῦ ἐπαγγέλλεται θαυμαστὰ διηγή‐ σασθαι περὶ τῆς Θεότητος καὶ περὶ μονογενοῦς ἀγαπητοῦ Πατρός. Θεάσῃ Θεότητα, φησίν, ἀκατάληπτον, δεδοξασμένην ἐν τῇ μεγαλωσύνῃ αὐτῆς. Εἰπάτω οὖν πρότερον τὰ περὶ τῆς κτίσεως καὶ φράσαι ἐν σοφίᾳ καὶ ἰδίᾳ συνέσει περὶ τῶν λειτουργῶν τῶν
10λειτουργούντων ἔμπροσθεν τῆς Θεότητος. Εἰπάτω καὶ δειξάτω πᾶσιν ἡμῖν, ὡς τὸ φῶς, τὴν φύσιν τῶν Ἀγγέλων, χαρακτῆρα Χερουβείμ, τὴν ἰδέαν Σεραφείμ, εἰκόνα τοῦ Γαβριήλ, πρόσωπον τοῦ Μιχαήλ, πῦρ ὄντως φλεγόμενον, λειτουργοὶ Θεότητος καὶ πνεῦμα ὄντες πάντες. Ἐν τίνι ὁρᾷ τὸ πῦρ; Κυκλόθεν γὰρ φῶς ἐστιν. Ἐν τίνι
ἀναπνεῖ πάλιν τὸ πνεῦμα λειτουργίας; Ποῦ εἰσὶν οἱ ὀφθαλμοὶ τοῦ φλεγομένου πυρός;200

201

Ποῦ δὲ εἰσὶν αἱ ῥῖνες εἰς ἀνάπαυσιν πνεύματος; Καὶ τούτων ἡλικίαι ἄρ’ εἰσὶν εὐμε‐ γέθεις; Ἢ πάλιν κονδοειδεῖς; Ἀψηλάφητοί εἰσιν, ἢ ἄρα ψηλαφητοί; Ταῦτα πάντα εἰπάτω ὁ προπετὴς καὶ περίεργος, καὶ ταῦτα φράσαι ἃ ἡμεῖς οὐκ οἴδαμεν. Ποταπαὶ δὲ εἰσὶν ἄρα πτέρυγες αἱ τῶν πυρίνων, οἱ πόδες τῶν φλογίνων;
5Εἰπὲ πῶς κάμπτουσι πυρίνους αὐτῶν ἄξονας ὑπὸ πτέρυγας πυρὸς καὶ πῶς πάλιν κρύβουσι τὸ πρόσωπον τοῦ πυρὸς ἐν πτέρυξι, μὴ φέροντες προσέχειν εἰς τὸ ἀθάνατον πῦρ τῆς δόξης τοῦ Δεσπότου; Ἂν ἡττηθῇ εἰς ταῦτα ὁ προπετὴς ἀγνοητής, μὴ δυνάμενος φράσαι τὰ δημι‐ ουργήματα τοῦ ἀνεικάστου Δεσπότου, τὸν Δημιουργὸν αὐτὸν πῶς περιεργάζεται;
10Ἡττᾶται γὰρ ἐν τούτοις καὶ λέγει ὁ ἄθλιος· ἀόρατος τυγχάνει ἡ τῶν Ἀγγέλων φύ‐ σις, καὶ ἄνω αὐλίζονται ἐν ὕψει τοῦ οὐρανοῦ λειτουργοὶ θεότητος, φύσει ἀόρατοι. Εἰπάτω τὰ ὁρατά· τὸ φαῖνον ἡμῖν καὶ δοθὲν πᾶσιν ἡμῖν εἰς ἡμῶν λειτουργίαν. Τοῦτο λαβὼν προπετὴς εἰς τὸ στόμα αὐτοῦ, μασησάτω ἀφόβως ἄνθρακα καιόμενον, ὅπως πληροφορήσῃ ἅπαντας ἀκροατάς, ὁμοίως καὶ θεατάς, ὅτι δύναται φράσαι τὴν
15φύσιν τοῦ Δεσπότου, φοβεροῦ Δημιουργοῦ. Ἂν τοῦτο οὐ δύναται προπετὴς πολυ‐201

202

λόγος, ἀπελθάτω κλαυσάτω, θρηνησάτω ἑαυτόν· καταλείψας γὰρ πίστιν ὁσίου Δη‐ μιουργοῦ, τὴν δυναμένην σῶσαι ἅπαντας τοὺς θέλοντας σωθῆναι ἐν αὐτῇ, ἀνέλαβε τὸ ὅπλον τοῦ ἰδίου θανάτου· ἀκονίσας τὸ ξίφος, ἔπηξεν αὐτὸ θέλων εἰς τὴν ἑαυτοῦ καρδίαν, καὶ καταλείψας πάλιν τὴν δόξαν τοῦ Πατρός, περίεργος γέγονε κατὰ τοῦ
5Δημιουργοῦ. Ὢ ἄθλιος καὶ ταλαίπωρος καὶ ἀναιδέστατος πάλιν, ὅστις θέλει ἐρευνᾶν ἴδιον Δημιουργόν! Μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες Ἀγγέλων 〈καὶ〉 Ἀρχαγγέλων δοξολογοῦσιν ἐν φόβῳ καὶ προσκυνοῦσιν ἐν τρόμῳ· ἄνθρωποι δὲ χοϊκοί, μεστοὶ ἁμαρτιῶν, διαλέγονται ἀφόβως περὶ τῆς Θεότητος. Οὐ φρίσσει αὐτῶν τὸ σῶμα,
10οὐ τρέμει ἡ καρδία! Ἀλλὰ μᾶλλον καὶ θαρρῶ καὶ λέγω παρρησίᾳ τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ, παθόντα ἑκουσίως ὑπὲρ τοῦ ἀναξίου ἐμοῦ ἁμαρτωλοῦ· λάμπει γὰρ ὡς φῶς ἀεὶ ἡ γέννησις τοῦ Σωτῆρος. Ἵνα τί ἀφ’ ἑαυτοῦ ἄλλα ἀντ’ ἄλλων τυπώνεις; Εἰπέ μοι, ὦ προπετῆ, τοῦτο ὅπερ σοὶ λέγω· ἐὰν θελήσῃ ὁ τυφλός, ὁ μηδέποτε ἰδὼν ἡλιακὰς ἀκτῖνας, διαλεχθῆναι
15μετά τινος ἔχοντος τοὺς ὀφθαλμοὺς περὶ τοῦ ἡλίου τούτου καὶ τῶν ἀκτίνων αὐτοῦ,
καὶ εἴπῃ φιλονεικῶν ὁ τυφλὸς ἐκ γενετῆς, ὅτι αὐτὸς ὁ ἥλιος ὁ ἐν ὕψει τοῦ οὐρανοῦ202

203

ἐκτὸς τῶν ἀκτίνων αὐτοῦ βαδίζει ἄνευ φωτός, καὶ τίς ἀκούων τοῦ τυφλοῦ πιστεύει ταῦτα ἄρα; Ἀλλὰ μᾶλλον ὁ τυφλὸς ἀκούων περὶ φωτός, ὅτι εἰσὶ πάντοτε σὺν αὐτῷ αἱ ἀκτῖνες, ἔδει πληροφορηθῆναι μετὰ πάσης πίστεως, ὅτι ἀληθῆ εἰσι τὰ λεγόμενα παρὰ τῶν θεασαμένων ἡλιακὰς ἀκτῖνας. Ἂν δὲ μὴ πεισθῇ ὁ τυφλὸς ἐν τούτοις οἷς
5ἀκούει, ἐν μυρίοις λογισμοῖς τυπώνει καὶ ζωγραφεῖ ἐν καρδίᾳ ἑαυτοῦ χαρακτῆρα ἡλίου, μὴ δυνάμενος τυπεῖν χαρακτῆρα ἀληθῆ· διότι οὐδέποτε ἐθεάσατο αὐτὸς σω‐ ματικοῖς ὀφθαλμοῖς λαμπάνοντα τὸν ἥλιον σὺν ταῖς ἀκτίνεσιν αὐτοῦ, οὐδὲ πάλιν ἐπείσθη παρὰ θεασαμένων ἀκριβῶς τὸν ἥλιον. Οὕτω καὶ ἡμεῖς πάντες, ἐὰν μὴ θελήσωμεν πεισθῆναι τοῖς ἁγίοις Προφήταις
10καὶ Ἀποστόλοις λέγουσι περὶ Υἱοῦ μονογενοῦς τοῦ Πατρός, ὅτι ἐνηνθρώπησε καὶ ἐτέχθη ἐκ Παρθένου ἐκ Πνεύματος Ἁγίου, εὑρισκόμεθα ἡμεῖς καὶ τοῦ τυφλοῦ χείρο‐ νες. Ἐκεῖνοι γὰρ οἱ ἅγιοι Προφῆται καὶ Ἀπόστολοι, ἐθεάσαντο αὐτόν· οἱ μὲν Πνεύ‐ ματι Ἁγίῳ, οἱ δὲ πάλιν ἑωράκασιν ὀφθαλμοῖς σωματικοῖς. Ὁ μὲν γὰρ ἑώρακε Πνεύματι Ἁγίῳ καὶ τὴν ἐπιδήμησιν τοῦ Υἱοῦ ἐν ἀνθρώποις, ὁ δὲ ἐθεάσατο σύλληψιν
15καὶ τοκετὸν ἐκ Παρθένου γενέσθαι, καὶ τὸ ὄνομα αὐτοῦ ἐσήμανεν ἐμφανῶς, ὅτι ὁ203

204

Θεὸς ἡμῶν ἐστὶ μεθ’ ἡμῶν ἀεί. Ἄλλος ἐθεάσατο ἐν Πνεύματι Ἁγίῳ, ὡς ἐστὶν ἐν τῇ μήτρᾳ τῆς ἰδίας τεκούσης, καὶ αὐτὸν τὸν Δεσπότην ἐρχόμενον πρὸς αὐτόν, καὶ ἐκ πολλῆς χαρᾶς ἐσκίρτησεν ἐν μήτρᾳ· πάλιν ὁ αὐτὸς οὗτος ἐθεάσατο αὐτὸν τὸν ἄχραντον Κύριον, σωματικοῖς ὀφθαλμοῖς, καὶ αὐτὸς αὐτὸν βαπτίζει ἐν Ἰορδάνῃ πο‐
5ταμῷ· πάλιν αὐτὸς κέκραγε λέγων ἐν παρρησίᾳ· ἰδοὺ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου ἐν χάριτι· καὶ οἱ Ἀπόστολοι δὲ ἐθεάσαντο αὐτὸν σωματι‐ κοῖς ὀφθαλμοῖς, ἐν πληροφορίᾳ πολλῇ, ἔχοντα ἐν ἀληθείᾳ τὸ ἡμέτερον σῶμα, καὶ ὅσα ἐποίησε σημεῖα καὶ τέρατα ἔμπροσθεν τῶν μαθητῶν, καὶ τὸ πάθος τοῦ σταυροῦ, καὶ τὴν ἔγερσιν αὐτοῦ, καὶ ἀνάληψιν αὐτοῦ πρὸς ἴδιον Πατέρα, καὶ τὸ καθῆσαι αὐτὸν
10ἐκ δεξιῶν τοῦ Πατρός. Ταῦτα πάντα ἀληθῆ ἐν γράμμασιν ἅγιοι Εὐαγγελισταὶ σεμνοὶ ἐγκατέλειπαν ἡμῖν ἐν ἀσφαλείᾳ πολλῇ· ἐὰν δὲ μὴ θελήσωμεν πεισθῆναι τούτοις πᾶσιν, εὑρισκόμεθα τυφλοὶ ἐν ὀφθαλμοῖς πίστεως, καὶ εἷς ἕκαστος ἡμῶν τὴν ἰδίαν σοφίαν τυπώνει, ὡς βούλεται, σύλληψιν καὶ τοκετόν. Ἰδοὺ ἔχομεν ὁδὸν διὰ τῶν θείων Γραφῶν. Δεῦτε μετὰ πίστεως βαδίσωμεν ἐν
15αὐτῇ· ἄνευ γὰρ τῆς πίστεως οὐδεὶς δύναται γνῶναι πάντα τὰ γεγραμμένα περὶ τοῦ204

205

Κυρίου ἡμῶν, τοῦ Σωτῆρος τοῦ κόσμου. Ἀλλὰ ἐὰν θέλῃς μου ἀκοῦσαι, πίστευε, μὴ ἐρευνῶν. Ἀκούσας, ἀγαπητέ, ὅτι ὁ Θεὸς ὁ Πατὴρ ἔπεμψε τὸν μονογενῆ Υἱὸν εἰς τὴν σὴν σωτηρίαν, πιστεύωμεν ἀδιστάκτως, ὅτι ἀψευδής ἐστιν ὁ Θεὸς ὁ ἅγιος. Πάλιν ἀκούσας τοῦτο, ὅτι ὁ Μονογενὴς ἐσαρκώθη ἐν μήτρᾳ τῆς ἁγίας Παρθένου, καὶ ἐτέ‐
5χθη ἐξ αὐτῆς ἐκ Πνεύματος Ἁγίου, ἔχε πληροφορίαν εἰς τὴν καρδίαν σου οὕτω, καθάπερ καὶ ἀκούεις ἡμέραν καθ’ ἡμέραν ἁγίων Εὐαγγελίων, θεωρῶν εἰλικρινῶς ἐν ὀφθαλμοῖς πίστεως αὐτὰ τὰ πεπραγμένα· καὶ ἴδε τὸν Κύριον ἐν ὀφθαλμοῖς καρδίας μετὰ πάσης πίστεως κατὰ τόπον καὶ καιρόν· περίελθε ἐν αὐτῷ μετὰ πόθου καρδίας ἀπὸ τόπου εἰς τόπον, καὶ χαρῇ σου ἡ ψυχή, θεωρῶν τὸν Δεσπότην θεραπεύοντα
10χάριτι πάντα τὰ νοσήματα, ἀπελαύνοντα δαίμονας λόγῳ καὶ ἐξουσίᾳ· καὶ εἴσελθε σὺν αὐτῷ εἰς τοὺς γάμους τῆς Κανᾶ, καὶ πίε ἐκ τοῦ οἴνου τῆς αὑτοῦ εὐλογίας· μᾶλλον δὲ θεώρησον Δεσπότου εὐπρέπειαν· μὴ ἐκκλίνῃς ὀφθαλμὸν ἀπὸ τῆς θεωρίας τοῦ ἁγίου προσώπου τῆς αὑτοῦ ἡδύτητος· πρόλαβε αὐτὸν πάλιν εἰς τὸν ἔρημον τόπον,
καὶ ἴδε μεγαλεῖα ἄρτων πληθυνομένων ἐπὶ χειρῶν ἁγίων τῆς αὑτοῦ δεσποτείας.205

206

Περίελθε, ἀδελφέ, μετὰ πόθου σὺν Χριστῷ, ὅπου αὐτὸς ὑπάγει. Ἂν αὐτῷ ἀκο‐ λουθῇς καὶ πορεύῃ σὺν αὐτῷ, οὐχ ἅπτεταί σου κακόν, οὔτε μὴν πλησιάζει ἐγγύς σου ὁ Πονηρός. Ἀκολούθησον αὐτῷ εἰς τὸ δεῖπνον ἐκεῖνο, ὅπου καὶ παρέδωκε μυ‐ στήρια ἅγια τοῖς ἑαυτοῦ μαθηταῖς. Ἱστόρησον ὡς συνετός, πῶς νίπτει καὶ τοὺς πό‐
5δας τῶν ἑαυτοῦ μαθητῶν, καὶ εἰπὲ εἰς ἑαυτόν, θαυμάζων μετὰ φόβου, ἐννοῶν ἐν ὀφθαλμοῖς εἰλικρινοῦς πίστεως [καὶ λέγε εἰς ἑαυτόν], ὅτι ὁ Θεὸς ὁ πλάστης, ὁ πλά‐ σας ἀπὸ χοὸς ἄνθρωπον ἐν χάριτι, αὐτὸς νίπτει τοὺς πόδας τοῦ ἑαυτοῦ πλάσματος. Ἐννοῶν ταῦτα, ἀδελφέ, δόξασον, προσκύνησον τῇ αὑτοῦ εὐδοκίᾳ. Πρόσεχε, πῶς τὸν ἄρτον εὐλογῶν κλάνει αὐτὸν ἐν τύπῳ τοῦ σώματος τοῦ ἰδίου ἀχράντου,
10καὶ τὸ ποτήριον πάλιν πῶς ἐν τύπῳ αἵματος εὐλογεῖ, καὶ δίδωσι τοῖς ἑαυτοῦ μαθη‐ ταῖς· καὶ γενοῦ συμμέτοχος τῶν ἑαυτοῦ μυστηρίων· καὶ κατελθὼν ἐκεῖθεν εἴσελθε
εἰς τὴν αὐλὴν τοῦ ἀνόμου Καϊάφα σὺν ἰδίῳ Δεσπότῃ· παράμεινον γενναίως, ἵνα ἴδῃς206

207

τὰς ὕβρεις, ἃς διὰ σὲ ὑπέμεινε, καὶ εὑρεθῇς τέλειος φιλοδέσποτος. Ἀκολούθησον αὐτῷ καὶ εἰς τὸν τόπον τοῦ σταυροῦ. Παράστα ὡς οἰκέτης. Ἱστόρησον, πῶς τὸ αἷμα σὺν ὕδατι ἐξῆλθεν ἀπὸ τῆς πλευρᾶς αὐτοῦ εἰς τὴν ἀπολύτρωσιν τῆς ψυχῆς σου, ἀδελ‐ φέ· καὶ πρόσεχε ἀκριβῶς, ποῦ αὐτὸν τιθέασιν. Ὄρθρισον σὺν γυναιξὶν εἰς τὸ μνημεῖον
5αὐτοῦ· ἰδὲ καὶ τοὺς Ἀγγέλους παρεστηκότας ἐκεῖ. Ἄκουσον τί λέγουσιν Ἄγγελοι ταῖς γυναιξίν· ἠγέρθη ὁ Κύριος, καθὼς ἔλεγεν ὑμῖν. Ταῦτα πάντα ἱστόρησον ὡς συνετὸς τέλειος, πιστεύων ἀδιστάκτως, ὅτι πάντα ἀληθῆ εἰσὶ τὰ πεπραγμένα. Ἐὰν γὰρ μὴ ὀφθαλμοῖς τῆς πίστεως θεωρῇς τηλαυγῶς ταῦτα πάντα, οὐ δύνασαι ὑψωθῆναι ἀπὸ γῆς εἰς οὐρανὸν καὶ ὁρᾶν πνευματικῶς εἰς
10τὰ πάθη τοῦ Χριστοῦ· ὀφθαλμὸς γὰρ πίστεως ὅταν λάμπῃ, ὡς τὸ φῶς ἐν τῇ καρδίᾳ τινός, τηλαυγῶς καὶ φωτεινῶς, θεωρεῖ εἰλικρινῶς καὶ τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν σφα‐ γέντα δι’ ἡμᾶς καὶ δωρησάμενον ἡμῖν τὸ σῶμα τὸ ἑαυτοῦ τὸ ἅγιον καὶ ἄχραντον εἰς μετάληψιν ἀεί, ὅπως ἔσται ἡμῖν ἡ μετάληψις αὐτοῦ εἰς ἁμαρτιῶν ἄφεσιν. Εἴ τι‐
νος ἐστὶν οὗτος ὁ ὀφθαλμὸς τῆς πίστεως, τηλαυγῶς καὶ φωτεινῶς θεωρεῖ τὸν Δε‐207

208

σπότην, καὶ πληροφορίᾳ τῆς τελείας πίστεως ἐσθίει καὶ τὸ σῶμα τοῦ ἀμνοῦ τοῦ ἀμώμου, τοῦ μονογενοῦς Υἱοῦ τοῦ Πατρὸς τοῦ οὐρανίου, μηδαμῶς γενόμενος πε‐ ρίεργος τῆς πίστεως τοῦ Θεοῦ· πίστις γὰρ Θεοῦ ἐστὶν ἐνεργοῦσα ἐν ἡμῖν 〈καὶ〉 τὰ μέλλοντα θεωρεῖ. Πίστις καλεῖται ἀεί, οὐχὶ περιέργεια.
5 Πιστεύεις, ἀγαπητέ, τῷ μονογενεῖ Ἰησοῦ Χριστῷ, ὅτι διὰ σὲ ἐτέχθη ἐν σαρκὶ ἐπὶ τῆς γῆς; Τί οὖν περιεργάζῃ; Ἐὰν περιεργάσῃ, οὐκέτι καλῇ πιστός, ἀλλὰ καὶ περίεργος. Γενοῦ πιστὸς ἄκακος. Μετάλαβε καὶ σώματος ἀχράντου Δεσπότου μετὰ πάσης πίστεως, πεπληροφορημένος ὅτι αὐτὸν τὸν ἀμνὸν ἐσθίεις εἰλικρινῶς. Πῦρ ἀθάνατόν ἐστι τὰ μυστήρια Χριστοῦ. Μὴ οὖν περιεργάζου, ἵνα μὴ κατακαυθῇς εἰς
10μετάληψιν αὐτῶν. Ἀβραὰμ ὁ πατριάρχης οὐρανίοις Ἀγγέλοις ἐδέσματα γήϊνα πα‐ ραθήσας ἔφαγον. Μέγα θαῦμα ἀληθῶς θεωρεῖν ἀσωμάτους ἐσθίοντας ἐπὶ τῆς γῆς ἐδέσματα σαρκῶν· τοῦτο δὲ ὑπερβαίνει πάντα νοῦν τε καὶ λόγον, ὃ ἐποίησεν ἡμῖν ὁ μονογενὴς Ἰησοῦς Χριστός, ὁ σωτὴρ ἡμῶν· πῦρ καὶ πνεῦμα παρέσχεν ἡμῖν τοῖς σωματικοῖς ἐσθίειν τε καὶ πίνειν, καὶ θεῖναι ἐπ’ αὐτῷ, τουτέστι τὸ σῶμα αὐτοῦ,
15ὁμοίως καὶ τὸ αἷμα αὐτοῦ.208

209

Ἐγὼ μέν, ὦ ἀδελφοί, μὴ χωρῶν διηγήσασθαι Κυρίου μυστήρια, χάριν τούτου 〈οὐ〉 τολμῶ, οὔτε πάλιν ἅψασθαι εἰς τὰ κρυπτὰ ἐκεῖνα καὶ φοβερὰ μυστήρια, οὔτε μὴν ἂν θελήσω προπετείᾳ χρήσασθαι, διαλεχθῆναι περὶ τούτων, δύναμαι καταλα‐ βεῖν Θεοῦ μυστήρια, ἀλλὰ καὶ εὑρίσκομαι προπετὴς 〈καὶ〉 ἀσύνετος, τῷ ἀέρι πυκτεύ‐
5ων, μὴ κατέχων παντελῶς ἀέρος λεπτότητα· ἐκεῖνα γὰρ τυγχάνει ὑπὲρ τὴν ἐμὴν φύσιν. Ἀλλὰ μᾶλλον δοξάζω τὸν Θεὸν καὶ Πατέρα τὸν εὐδοκήσαντα διὰ τοῦ μο‐ νογενοῦς γνησίου αὐτοῦ Υἱοῦ σῶσαι τὸν ἁμαρτωλὸν ἐμὲ καὶ τὸν ἀνάξιον, πιστεύοντα ἐν αὐτῷ ἁπλότητι καρδίας, φεύγων περιεργείας καὶ πᾶσαν προνόμευσιν, μὴ πρέ‐ πουσαν τῷ Θεῷ. Ἐγὼ θνητὸς ὑπάρχω, 〈καὶ〉 χοϊκὸς ἀπὸ χοός, καὶ πλασθεὶς ἐν
10χάριτι ἐκ τῆς φύσεως τοῦ χοός. Ἔγνων ἑκὼν καὶ τὴν φύσιν τῆς ἐμῆς εὐτελείας, τὸν ἐμὸν 〈δὲ〉 Δημιουργὸν οὐ βούλομαι ἐρευνᾶν· φοβερὸς γὰρ τυγχάνει 〈καὶ〉 φύσει
ἀκατάληπτος. Εὐλογῶ καὶ προσκυνῶ τὴν αὑτοῦ δεσποτείαν εἰς τοὺς αἰῶνας. Ἀμήν.209