TLG 4138 125 :: EPHRAEM SYRUS :: Ad Ioannem monachum, ut abstineat a Nestorii insania et blasphemia

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Ad Ioannem monachum, ut abstineat a Nestorii insania et blasphemia

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 6. Thessalonica: Το περιβόλι της Παναγίας, 1995: 173–195.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 407–417.

Citation: Page — (line)

173

(1t)

Πρὸς Ἰωάννην μονάζοντα
2tτοῦ ἀπέχεσθαι τῆς Νεστορίου μανίας καὶ δυσφημίας
1 Προσήκει πᾶσι τοῖς προσερχομένοις Θεῷ καὶ ζωῆς αἰωνίου ἀξιωθῆναι βου‐ λομένοις προηγουμένως τὴν ὀρθόδοξον πίστιν ἀμώμητον διαφυλάττειν. Καὶ μήτε δι’ ἀξιωμάτων ἐπιτυχίαν, ἢ τὰς τῶν κρατούντων κολακείας, ἢ φόβον τῶν αὐτῶν, τὸν ἀτίμητον θησαυρὸν τῆς πίστεως προδοῦναι. Εἰ μὲν γὰρ θανόντων ἡμῶν καὶ μά‐
5λιστα ὑπὲρ εὐσεβείας, ὑφ’ ἑτέραν ἐξουσίαν ἐμέλλομεν ἔσεσθαι, καλῶς ἂν ἐφρίττομεν τὸν θάνατον· εἰ δὲ εἷς καὶ ὁ αὐτὸς Κύριος καὶ ζώντων καὶ νεκρῶν ὑπάρχει, τίνος
ἕνεκα δεδοίκαμεν θάνατον, τοῦ Ἀποστόλου λέγοντος· οὐδεὶς ἡμῶν ἑαυτῷ ζῇ, καὶ173

174

οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει· ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκω‐ μεν, τῷ Κυρίῳ ἀποθνῄσκομεν. Ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τοῦ Κυ‐ ρίου ἐσμέν. Εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ ζώντων καὶ νεκρῶν κυριεύσῃ. Κἂν γὰρ μὴ δι’ ἀρετὴν ἀποθώμεθα τὸ σῶμα, ἐξ ἀνάγκης
5τοῦτο ὑπομενοῦμεν, θανάτου ἐπιστάντος. Χρὴ οὖν ἡμᾶς προθύμως ἀγωνίσασθαι ὑπὲρ τῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ ὀρθῆς ὁμολογίας· ἐν γὰρ τῷ τὴν πίστιν ἐπανθεῖν καὶ κρατεῖν οὐ πάντες οἱ πιστοὶ κατάδηλοι ὑπάρχουσιν· ὁ μὲν γὰρ τοὺς ἐπαίνους θηρώμενος, τοῦ ὀρθοῦ λόγου τῆς πίστεως τῇ ὑποκρίσει ἀντέχεται, ὁ δὲ τοὺς ψόγους δεδιττόμενος, τὴν πίστιν κεκρά‐
10τηκεν. Ἡνίκα δὲ ἐπέλθῃ διωγμὸς ἢ κίνδυνος διὰ τὸν λόγον, εὐθὺς τὸ ἐμπαθὲς τῆς ἑαυτῶν ψυχῆς ἐκφαίνουσιν· οὕτω γὰρ πολλοὶ πολλάκις ἀπώλοντο. Καὶ πρὸ μὲν τῆς τοῦ διωγμοῦ ἐπιστασίας, ὡς εὐθέως καὶ ὑπέρμαχοι εὐσεβείας ὑπὸ εὐσεβῶν ἐκη‐ ρύττοντο, τοῦ δὲ ἀγῶνος ἐνστάντος, οἱ πάλαι διαβεβαιούμενοι πιστοὶ εἶναι μεταπη‐ δήσαντες πρόμαχοι εὑρέθησαν δυσσεβείας καὶ ἀπότομοι διῶκται, κεκαυτηριασμένην
15ἔχοντες τὴν ἰδίαν συνείδησιν· ἐπερίσσευσε γὰρ εἰς αὐτοὺς ἡ ἀγάπη τῶν φθαρτῶν καὶ174

175

ἐπιγείων ὑπὲρ τὴν ἀγάπην τῶν ἀφθάρτων καὶ ἐπουρανίων, καὶ ὑπερεπερίσσευσεν εἰς αὐτοὺς ὁ ἀνθρώπινος φόβος, ὑπὲρ τὸν θεῖον φόβον, ὅθεν καὶ ἀντὶ εὐκλείας αἰσχύ‐ νην ἀπηνέγκαντο. Δέον οὖν ἡμᾶς πάντα πόνον ὑπεριδεῖν διὰ τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν
5Χριστὸν ὀρθὴν ὁμολογίαν· οὕτω γὰρ καὶ ἡ πρακτικὴ βεβαιωθεῖσα, εὐπρόσδεκτος γενήσεται τῷ Θεῷ κατὰ τὸν λέγοντα Ἀπόστολον· χωρὶς δὲ πίστεως, ἀδύνατον εὐα‐ ρεστῆσαι Θεῷ. Ταῦτα δέ σοι γεγράφαμεν, ἵνα μὴ τῇ τῶν ἀσεβῶν πλάνῃ συναπαχθεὶς ἐκπέσῃς τοῦ ἰδίου στηριγμοῦ, καὶ συγκατακριθῇς οἷς ὁ Ἀπόστολος παραπέμπεται λέγων· πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νυνὶ δὲ καὶ κλαίων
10λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ· ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν· οἱ τὰ ἐπίγεια φρονοῦντες. Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν. Ὥστε οὖν καὶ ἡμεῖς θαρροῦντες κράζομεν· ἡμῖν δὲ μὴ γένοιτο καυχᾶσθαι,
εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.175

176

Τοιγαροῦν παραιτοῦ τὴν κοινωνίαν τῶν σχισματικῶν καὶ αἱρετικῶν· μάλιστα τὴν αἵρεσιν τῶν τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διαιρούντων εἰς δύο· ἀλλό‐ τρια δὲ αὐτοὶ πιστεύουσι τῶν ἐν Νικαίᾳ ἁγίων τιηʹ Πατέρων· ἡ γὰρ ἐν Νικαίᾳ γεν‐ νηθέντα μονογενῆ Υἱὸν τοῦ Θεοῦ, Θεὸν ἐκ Θεοῦ, Φῶς ἐκ Φωτός, Θεὸν ἀληθινὸν
5ἐκ Θεοῦ ἀληθινοῦ ὡμολόγησε· πεπονθότα σαρκὶ δι’ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμῶν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα· θανόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς οὐρανὸν καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Οἱ δὲ διαιροῦντες τὸν ἕνα Κύριον μετὰ τὴν ἄρρητον αὐτοῦ ἕνωσιν, οὐχὶ εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα πιστεύουσιν, ἀλλ’ εἰς τετράδα· τουτέστιν εἰς
10Θεόν, καὶ Υἱὸν Θεοῦ, καὶ ἄνθρωπον, καὶ Πνεῦμα Ἅγιον. Οὐκέτι τοίνυν πείθονται τῇ ἐν Νικαίᾳ ἁγίᾳ Συνόδῳ. Ἀναγκαῖον οὖν ἡμᾶς ὁμολογεῖν τὴν ἁγίαν καὶ ἀειπάρθενον Μαρίαν Θεοτόκον εἶναι κατὰ ἀλήθειαν, ἵνα μὴ τῇ ἐκείνων δυσφημίᾳ περιπέσωμεν· οἱ γὰρ ἀρνούμενοι
τὴν ἁγίαν Παρθένον Θεοτόκον κατὰ ἀλήθειαν μὴ εἶναι, οὐκέτι πιστοὶ τυγχάνουσιν,176

177

ἀλλὰ μαθηταί εἰσι τῶν Φαρισαίων καὶ Σαδδουκαίων, ὑπὸ τῆς ζύμης αὐτῶν τρεφό‐ μενοι· τοὺς ὀφθαλμοὺς τῆς διανοίας αὐτῶν πεπήρωνται, δυσφημοῦντες εἰς αὐτὸν καὶ λέγοντες· περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας· ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν. Οἱ δὲ ὁμολογοῦντες τὴν ἁγίαν Παρθένον Θεοτόκον εἶναι,
5μὴ ἀρνήσθωσαν τὸν ὑπὲρ ἡμῶν σταυρωθέντα Θεόν· ὃν γὰρ ἡ ἁγία Παρθένος ἔτε‐ κεν, ἐσταύρωσαν οἱ Ἰουδαῖοι. Εἰ δὲ ἄνθρωπον ὁμολογεῖς τὸν ὑπὲρ ἡμῶν σταυρω‐ θέντα, οὐχὶ Θεὸν κατὰ ἀλήθειαν, οὐκέτι κατὰ σὲ ἡ Θεοτόκος Θεοτόκος ὑπάρχει, ἀλλὰ ἀνθρωποτόκος. Μὴ οὖν ἀθέτει τὴν χάριν τοῦ Θεοῦ· ὃν γὰρ ἔτεκεν ἡ ἁγία Θεοτόκος, ἐσταύρω‐
10σαν οἱ Ἰουδαῖοι, ἡμεῖς δὲ ὁμολογοῦμεν ὅτι ὁ πρὸ αἰώνων γεννηθεὶς ἀφράστως ἐκ τοῦ Πατρός, Θεὸς ἐκ Θεοῦ, ἐπ’ ἐσχάτων τῶν χρόνων εὐδόκησε σαρκωθῆναι ἐκ Πνεύματος Ἁγίου καὶ ἐκ τῆς ἁγίας Παρθένου, σάρκα λαβὼν ἐξ αὐτῆς τὴν ἡμῖν ὁμο‐ ούσιον καὶ ὁμοιοπαθῆ, ἐψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ. Αὐτὸς ἔπαθεν ὑπὲρ
ἡμῶν σαρκί· διὸ προσπίπτοντες προσκυνοῦμεν τῷ τιμίῳ σταυρῷ, ὅτι Θεοῦ ἐστι καὶ177

178

οὐκ ἀνθρώπου ψιλοῦ. Διδάσκει δὲ ἡμᾶς καὶ ὁ Ἀπόστολος λέγων· σοφίαν λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ, τὴν ἀπο‐ κεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς εἰς δόξαν ἡμῶν πρὸ τῶν αἰώνων· ἣν οὐδεὶς τῶν
5ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· ἄνθρωπος δὲ ψιλὸς τῆς δόξης Κύριος οὐκ ἔστιν. Ἡμεῖς δὲ προσκυ‐ νοῦμεν τὸν ὑπὲρ ἡμῶν σταυρωθέντα Θεόν· γνῶτε γάρ, φησίν, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός. Αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς· ἡμεῖς δὲ λαὸς αὐτοῦ καὶ πρόβα‐ τα νομῆς αὐτοῦ, καὶ εἰς αὐτὸν ἐλπίζοντες τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀπεκδεχόμεθα·
10αὐτὸς γὰρ εἴρηκεν· ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή, καὶ ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Διὰ τοῦτο γὰρ μεταλαμβάνομεν τοῦ ἁγίου σώματος καὶ αἵματος αὐτοῦ, τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀπεκδεχόμενοι, καθὼς εἴρηκεν· ὅτι ὁ τρώγων μου τὴν σάρκα
καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ178

179

ἡμέρᾳ. Αὐτὸς γάρ ἐστιν ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· ἄνθρωπος δὲ ψιλὸς ἐλπὶς κόσμου εἶναι οὐ δύναται· διότι γέγραπται· ἐπι‐ κατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, καὶ στηρίζει σάρκα βραχί‐ ονος αὐτοῦ· καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ, καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη
5ἡ ἐν τῇ ἐρήμῳ· οὐκ ὄψεται, ὅταν ἔλθῃ τὰ ἀγαθά· καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐν γῇ ἐρήμῳ· ἐν γῇ ἁλμυρᾷ, ἥτις οὐ κατοικεῖται. Καὶ εὐλογημένος ἄνθρωπος, ὃς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρ’ ὕδατα, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ, καὶ οὐ φοβηθήσεται, ὅταν ἔλθῃ καῦμα, καὶ ἔσται ἐπ’ αὐτῷ στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται καὶ οὐ
10διαλείψει ποιοῦν καρπόν. Οἱ οὖν βουλόμενοι τῆς κατάρας ἐκφυγεῖν ἢ καὶ ἀξιωθῆναι τῆς εὐλογίας, μὴ ἀρνήσθωσαν τὸν ὑπὲρ ἡμῶν σταυρωθέντα Θεόν, ἵνα μὴ στερηθῶσι τῆς δόξης τῶν δικαίων, ὅταν ἔλθῃ αὐτὸς ὁ Κύριος ἀποδοῦναι τὰ ἀγαθὰ τοῖς πιστεύουσιν εἰς τὸ ὄνο‐ μα αὐτοῦ. Αὐτὸς γὰρ εἶπε· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων,
15ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Οὐ γὰρ179

180

ἄνθρωπον ψιλὸν ἔτεκεν ἡ ἁγία Παρθένος, ἀλλὰ Θεὸν Λόγον σαρκωθέντα· βοᾷ γὰρ ὁ Εὐαγγελιστὴς λέγων· ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονε. Καὶ πάλιν· καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ
5ἐσκήνωσεν ἐν ἡμῖν. Θεὸς γὰρ ὤν, ἄνθρωπος ἐγένετο δι’ ἡμᾶς ἀτρέπτως καὶ ἀσυγ‐ χύτως, ὅπερ οὐκ ἦν, μείνας ὃ ἦν, ἀμεταβλήτου καὶ ἀναλλοιώτου μεινάσης αὐτοῦ τῆς φύσεως· καθότι πάντα δυνατὰ τῷ Θεῷ· ἀδύνατον δὲ αὐτῷ οὐδέν. Αὐτὸς τοιγαροῦν ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἁγίας Παρ‐ θένου τεχθεὶς ἐν Βηθλεὲμ καὶ σπαργανωθείς, καὶ ὑπὸ τῶν Μάγων προσκυνηθείς,
10καὶ ἐν τῷ Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, καὶ ὑπὸ τοῦ Πατρὸς μαρτυρηθείς, οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, τοῦτον οἱ παράνομοι Ἰουδαῖοι ἐσταύρωσαν. Καὶ πειθέτω σε ὁ Ἀπόστολος λέγων· τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ·
ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, ἀλλ’ ἑαυτὸν180

181

ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θα‐ νάτου δὲ σταυροῦ. Περὶ αὐτοῦ οὖν τοῦ σταυρωθέντος, καὶ ὁ Πρόδρομος ἐκήρυξε λέγων· ὁ ὀπίσω
5μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί. Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Καὶ οἱ σταυρώσαντες δὲ τὸν σταυρωθέντα πρὸ τοῦ σταυρῶσαι ἠρώτων λέγοντες· εἰπὲ ἡμῖν παρρησίᾳ, εἰ σὺ εἶ ὁ Χριστός. Ὁ
10δὲ σταυρωθεὶς τῆς δόξης Κύριος, ἀπεκρίνατο πρὸς αὐτούς· εἶπον ὑμῖν ἤδη, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· ἀλλ’ ὑμεῖς οὐ πιστεύετε, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν. Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ
15οὐ μὴ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. Καὶ ὁ ἀρχιερεὺς δὲ πρὸς αὐτὸν ἔφη· ἐξορ‐181

182

κίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Λέγει αὐτῷ ὁ Κύριος· σὺ εἶπας· ἀπ’ ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου κα‐ θήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Ἡνί‐ κα δὲ καὶ τῇ Σαμαρείτιδι διελέγετο ἐπὶ τοῦ φρέατος, ἀπεκρίθη πρὸς αὐτόν· οἴδαμεν
5ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. Λέγει αὐτῇ ὁ Κύριος· ἐγώ εἰμι ὁ λαλῶν σοι. Αὐτὸς πάλιν ὁ σταυρωθεὶς τὴν φράσιν τῶν ζιζανίων οὐκ ἀπέκρυψε τοὺς ἰδίους μαθητάς, εἰπών· ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ Υἱὸς ἀνθρώπου· ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά
10εἰσιν οἱ υἱοὶ τοῦ Πονηροῦ· ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ Διάβολος· ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ Ἄγγελοί εἰσιν. Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται, οὕτως ἔσται καὶ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. Ἀπο‐ στελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς Ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασι‐ λείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν
15αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.182

183

Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτῶν, ὡς ὁ ἥλιος. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Αὐτὸς πάλιν ὁ σταυρωθεὶς ἐδίδαξεν εἰπών· ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι Ἄγγελοι μετ’ αὐτοῦ, τότε καθήσει ἐπὶ θρόνου δό‐
5ξης αὐτοῦ, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Αὐτός ἐστιν ὁ Βασι‐ λεύς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· εἰς ὃν ἐδυσφήμησε τὸ μιαρὸν ἐκεῖνο στόμα. Ἀλλ’ ὅμως οὗτοι πάντες ῥίζαν οὐκ ἔχουσιν ἐν ἑαυτοῖς, διότι τὸν ἀρραγῆ θε‐
10μέλιον τῆς ἀληθείας ἀπώσαντο, τουτέστι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Πρὸς οὓς δικαίως λέξειεν ὁ προφήτης Ἠσαΐας, λέγων· πεποίθασιν ἐπὶ ματαίοις καὶ λα‐ λοῦσι κενά, ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν. ᾨὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι· καὶ ὁ μέλλων τῶν ᾠῶν αὐτῶν φαγεῖν συντρίψας, οὔριον εὗρε, καὶ ἐν αὐτῷ βασιλίσκον. Ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται
15ἀπὸ τῶν ἔργων αὐτῶν. Οὐκ ἐρυθριοῦσι γὰρ ἐνυβρίζοντες τὸ πάθος τοῦ σωτῆρος183

184

ἡμῶν Θεοῦ, δι’ οὗ πᾶσα λογικὴ φύσις σέσωσται, ἀλλὰ κενοφωνοῦντες ἀνατρέπουσι τὴν τινῶν πίστιν, οὐκ ἀφορῶντες εἰς τὴν τοῦ Κυρίου ἀγανάκτησιν, σοφῶς τοῦτο πα‐ ραδηλοῦντος διὰ παραβολῶν καὶ λέγοντος· οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τοῦ Θεοῦ ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς
5γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς θέλοντας εἰσελθεῖν ἀφίετε εἰσελθεῖν. Ὁ μὲν οὖν Προφήτης εἰ καὶ μέγας ἐτύγχανεν, ἀλλ’ ἄνθρωπος ἦν· διὸ καὶ ἔλε‐ γε, πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. Ὁ δὲ μονογενὴς τοῦ Θεοῦ Υἱὸς τὴν αὐθεντίαν τῆς ἑαυτοῦ θεότητος ἐπιδεικνύμενος, ἔλεγε· διὰ τοῦτό με ὁ Πατὴρ ἀγαπᾷ· ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω
10αὐτήν. Οὐδεὶς αἴρει αὐτὴν ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Λαβὼν γὰρ τὸ ὁμοούσιον ἡμῖν σῶμα, τὸ νῖκος δεδώρηται τοῖς ἀνθρώποις· οὐ γὰρ φαμὲν ἐξ οὐρανοῦ κατα‐ βεβηκέναι τὴν σάρκα τοῦ Λόγου, οὐδὲ δοκήσει καὶ φαντασίᾳ γεγονέναι τὴν σωτηρίαν
ἡμῶν. Μὴ γένοιτο! Ἀλλ’ ὄντως ἐν ἀληθείᾳ σεσαρκῶσθαι τὸν Λόγον ἐκ σπέρματος184

185

Δαυΐδ, κατὰ τὰς Γραφάς. Καθὼς καὶ ὁ ἀρχάγγελος Γαβριὴλ εὐηγγελίσατο τῇ ἁγίᾳ Παρθένῳ καὶ Θεοτόκῳ Μαρίᾳ εἰπών· χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ. Ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Καὶ εἶπεν ὁ Ἄγγελος αὐτῇ· μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ.
5Καὶ ἰδού, συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος γὰρ ἔσται μέγας καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Τοῦτο ἔλεγεν ὁ Ἀρχάγγελος σημαίνων ὅτι υἱὸς Δαυῒδ ἔμελλε γενέσθαι ὁ Κύ‐
10ριος ἡμῶν κατὰ σάρκα πρὸς σωτηρίαν τῶν ἀνθρώπων· φησὶ γὰρ ἡ Γραφή· οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπό‐ κειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν. Ὁ δὲ προφήτης Ἠσαΐας· ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Καὶ πά‐
λιν· ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν· οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ185

186

ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος· ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίειαν αὐτῷ· μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυῒδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν, καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν δικαιοσύνῃ καὶ κρίματι ἀπὸ τοῦ νῦν
5καὶ εἰς τὸν αἰῶνα χρόνον. Ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα. Περὶ δὲ τοῦ πά‐ θους αὐτοῦ, πάλιν λέγει· αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ 〈ὑπὸ Θεοῦ〉 καὶ ἐν κα‐ κώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτὸν ἔσται· τῷ μώλωπι αὐτοῦ ἡμεῖς
10πάντες ἰάθημεν. Πρὸς δὲ τοὺς ἀχαρίστους, καὶ ἀθετοῦντας τὰς εὐεργεσίας αὐτοῦ, λέγει διὰ τοῦ Προφήτου· καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Καὶ πεπλήρωται πάλιν ἐπ’ αὐτὸν ἡ προφητεία ἡ λέγουσα· οὐαί, τέκνα ἀποστάται, τάδε λέγει Κύριος. Ἐποιήσατε βουλὴν οὐ δι’ ἐμοῦ καὶ συν‐
θήκας οὐ διὰ τοῦ πνεύματός μου προσθεῖναι ἁμαρτίας ἐφ’ ἁμαρτίας.186

187

Ἡμεῖς δὲ ἀνυμνοῦμεν καὶ εὐχαριστοῦμεν καὶ προσκυνοῦμεν τὸν λυτρωσάμενον ἡμᾶς Θεόν, ὅτι εὐσπλαγχνίσθη τῷ γένει τῶν ἀνθρώπων ὀλλυμένῳ ὑπὸ τοῦ Διαβό‐ λου, καὶ οὐκ ἀφῆκεν ἡμᾶς εἰς τέλος κατακυριευθῆναι ὑπὸ τοῦ Ἐχθροῦ, ἀλλ’ ἐρρύσατο ἡμᾶς κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἐκ τῆς πλάνης τῶν εἰδώλων. Πρὶν γὰρ τῆς ἐπιδη‐
5μίας αὐτοῦ πρὸς ἡμᾶς, ἐμεμελάνωτο πᾶσα ἡ γῆ τῇ εἰδωλομανίᾳ· ὡς δὲ ἠξίωσε τὴν ἡμετέραν φύσιν λαβεῖν, ἠσθένησε τὰ εἴδωλα, θεοσέβεια δὲ διέλαμψε. Ποῦ τοίνυν αἱ δι’ αἱμάτων θυσίαι καὶ τὰ μαντεῖα; Ποῦ αἱ τῶν μάγων φαντασίαι καὶ τὰ λοιπὰ τῶν δαιμόνων ἐμπαίγματα; Πότε ταῦτα πέπαυται καὶ ἠσθένησεν, εἰ μὴ ὅτε ὁ σταυρὸς τοῦ Σωτῆρος ἡμῶν γέγονε; Πότε οὕτω θεογνωσία ἐξέλαμψεν, ἢ πότε οὕτως ὁ θά‐
10νατος κατεφρονήθη, εἰ μὴ ὅτε ἐξότου ὁ σταυρὸς γέγονε; Καὶ τοῦτο οὐδεὶς ἀμφι‐ βάλλει βλέπων τοὺς ἁγίους Μάρτυρας διὰ τὸν Σωτῆρα ἡμῶν Χριστὸν καταφρο‐ νοῦντας τοῦ θανάτου· καθὼς γέγραπται· κατέπιεν ὁ θάνατος ἰσχύσας· καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τῆς γὰρ ζωῆς ἐλθούσης, νε‐ νέκρωται ὁ θάνατος· αὐτὸς γὰρ εἴρηκεν· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν
15ἔχωσι· καὶ τοῦ φωτὸς λάμψαντος, τὸ σκότος ἠφανίσθη· αὐτὸς πάλιν εἴρηκεν· ἐγώ187

188

εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοί, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς. Διὸ καὶ ὁ Προφήτης παρακελεύεται ἡμῖν λέγων· ὑμνεῖτε τὸν Κύριον· βοᾶτε τὸ ὄνομα αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ· μι‐ μνῄσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποί‐
5ησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε πάντες οἱ κατοικοῦντες ἐν Σιών, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς. Αὐτῷ τῷ ὑψωθέντι ἐπὶ τοῦ σταυροῦ προσῆλθον οἱ Ἀπόστολοι λέγοντες· τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος τούτου; Καὶ ἀποκρι‐ θεὶς ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται
10ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ὅτι ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι. Καὶ μεθ’ ἕτερα· ἐὰν εἴπωσιν, ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστί, μὴ ἐξέλθητε· ἰδοὺ ἐν τοῖς τα‐ μείοις, μὴ πιστεύσητε· ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Θεὸς γὰρ ὢν
ἀχώριστος, εὐδόκησε διὰ τὴν ἡμετέραν σωτηρίαν ἀπαθῶς διὰ σαρκὸς συμπλακῆναι188

189

τῷ θανάτῳ, ἵν’ ἡμῖν τῷ ἰδίῳ πάθει τὴν ἀπάθειαν χαρίσηται. Ἵνα δὲ μάθῃς ὅτι αὐτός ἐστιν ὁ παθὼν ὡς ἄνθρωπος, Θεὸς ὢν προγνώστης, εἶπε πρὸς τοὺς ἑαυτοῦ μαθητὰς κατ’ ἰδίαν· ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθή‐ σεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ· καὶ παρα‐
5δώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ ἵνα μή τις τῶν ἀπίστων πρόφασιν εὕρῃ, ὡς ἑτέρου τινὸς τοῦτο πάσχειν εἰπόντος τοῦ Κυρίου καὶ οὐχὶ περὶ ἑαυτοῦ, 〈ἠρώτα τοὺσ〉 μα‐ θητὰς αὐτοῦ λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Οἱ δὲ εἶπον· οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν,
10ἢ ἕνα τῶν Προφητῶν. Λέγει αὐτοῖς· ὑμεῖς δέ, τίνα με λέγετε εἶναι; Μὴ εἶπεν αὐτοῖς, ὑμεῖς τίνα αὐτῶν λέγετε εἶναι; Ἀλλ’ εἴρηκεν· ὑμεῖς δέ, τίνα με λέγετε εἶναι; Ἀπο‐ κριθέντος δὲ Σίμωνος Πέτρου, σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, εἶπεν αὐτῷ ὁ Ἰησοῦς· μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ
σοι, ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ189

190

ἐπὶ ταύτῃ τῇ πέτρᾳ θεμελιώσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύ‐ σουσιν αὐτῆς· δώσω δέ σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. Ταῦτα δὲ τὰ χαρίσματα, οὐκ ἀνθρώπου εἰσίν, ἀλλὰ
5Θεοῦ ζῶντος καὶ ἀληθινοῦ· μία γὰρ Θεότης ἐστὶ καὶ οὐσία ἐν τρισὶν ὑποστάσεσι δο‐ ξαζομένη. Διὸ καὶ ἡμεῖς πιστεύοντες, ὁμολογοῦντες βοῶμεν· εἶς Πατὴρ ἅγιος, εἷς Υἱὸς ἅγιος, ἓν Πνεῦμα ἅγιον. Ἀμήν. Περὶ δὲ τῶν συμβαινόντων θλίψεων τοῖς πιστοῖς, μὴ καταπλαγῶμεν· προεί‐ ρηκε γὰρ ἐν Εὐαγγελίοις ὁ τῆς δόξης Κύριος· παραδώσουσιν ὑμᾶς, φησίν, εἰς θλῖψιν
10καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. Καὶ τότε σκανδαλισθήσονται πολλοί, καὶ ἀλλήλους παραδώσουσι, καὶ μισήσου‐ σιν ἀλλήλους. Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πολλοὺς πλανήσουσι, καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Θαρραλεω‐
τέρους δὲ ποιῶν τοὺς εἰς αὐτὸν πεποιθότας, εἶπε πάλιν· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀπο‐190

191

κτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Καὶ πάλιν ἔφη· ὑμεῖς θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς δὲ λυπηθήσεσθε, ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. Ἡ γυνή, ὅταν τίκτῃ, λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς·
5ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεν‐ νήθη ἄνθρωπος εἰς τὸν κόσμον. Καὶ ὑμεῖς μὲν νῦν θλῖψιν ἕξετε· πάλιν δὲ ὄψομαι ὑμᾶς καὶ χαρήσεται ὑμῶν ἡ καρδία. Καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ’ ὑμῶν. Ὅθεν ὁ Ἀπόστολος λέγει· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ
10ἑαυτὸν οὐ δύναται. Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Καὶ πάλιν· πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προ‐ κόψουσιν ἐπὶ τὸ χεῖρον πλανῶντες καὶ πλανώμενοι.
Μὴ ἀπατῶ οὖν, ἄνθρωπε, ἀντιλέγων τῇ ἀληθείᾳ· φοβερὸν γὰρ τὸ ἐμπεσεῖν εἰς191

192

χεῖρας Θεοῦ ζῶντος. Ἄκουε τοῦ Σωτῆρος ἡμῶν λέγοντος· τί ὠφεληθήσεται ἄνθρω‐ πος, ὅταν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄν‐ θρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ πάντων τῶν Ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει
5ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Διὸ καὶ ὁ Ἀπόστολος λέγει· εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν καὶ θλίψεσιν, αἷς ἀνέχεσθε, ἔνδειγμα τῆς
10δικαιοκρισίας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε, εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταπο‐ δοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ’ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ μετὰ Ἀγγέλων δυνάμεως αὐτοῦ ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον
15ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξα‐192

193

σθῆναι ἐν τοῖς Ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν. Ὁρᾷς ὅτι ὁ τὸν σταυρὸν ἑκουσίως ὑπομείνας, αὐτός ἐστιν ὁ τῆς δόξης Κύριος καὶ τῶν ἁπάντων Δημιουργός; Ὁρᾷς ὅτι ὁ τὸν σταυρὸν ὑπομείνας ἑκουσίως, αὐτός ἐστιν ὁ μέλλων ἐξαποστεῖλαι τοὺς Ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος 〈φωνῆσ〉 με‐
5γάλης τοῦ ἐπισυνάξαι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων οὐρανῶν ἕως τῶν ἄκρων αὐτῶν; Ὁρᾷς ὅτι ὁ τὸν σταυρὸν ἑκουσίως ὑπομείνας, αὐτός ἐστιν ὁ μέλλων ἐλθεῖν μετὰ δόξης πολλῆς καὶ δυνάμεως ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ κρῖναι τὴν σύμπασαν ἐν δικαιοσύνῃ; Μηδείς σε οὖν ἐξαπατάτω ἀποστῆναι ἐκ τῆς ὀρθῆς ὁμολογίας τῆς ἁγίας, ἀχράντου καὶ ὁμοουσίου Τριάδος, μηδὲ ἀνάσχου
10παραφθαρῆναί σου τὸν εὐσεβῆ λογισμὸν ὑπὸ ἀνθρώπων κατεφθαρμένων τὸν νοῦν, καὶ ἀδοκίμων περὶ τὴν πίστιν, καὶ τῇ προλήψει δεδουλωμένων, καὶ πρὸς δόξαν ἀνθρωπίνην ἐπτοημένων· πεπλήρωται γὰρ ἐπ’ αὐτοὺς ἡ τοῦ Προφήτου φωνὴ ἡ λέ‐ γουσα· οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς
αὐτῶν, καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν. Καὶ οὐκ ἐλογίσαντο ἐν τῇ ψυχῇ αὐτῶν τὸ193

194

τοῦ Ἀποστόλου ῥητὸν τὸ λέγον· ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώ‐ ποις, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν
5Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Πρόσεχε οὖν σεαυτῷ, καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα, μήποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἢ ἀνόμημα· ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνερ‐ γὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ
10ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχη‐ λισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ· πρὸς ὃν ἡμῖν ὁ λόγος. Καὶ ἐν ἑτέρῳ λέγει· γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι περιβόλαιον τῇ ἀπωλείᾳ· δυνατὸς δέ ἐστιν ὁ
Θεός, ὃς οὐκ ἐάσεται τέλεον καταποθῆναι ὑπὸ τοῦ σάλου τῆς ἀπιστίας, ἀλλ’ ἐφελ‐194

195

κύσεταί σε πρὸς ἑαυτόν, βεβαιῶν ἐν πίστει ἀληθείας, ὅπως ἐν παρρησίᾳ εἴπῃς ἀνε‐ παισχύντως ἅμα τῷ Ἀποστόλῳ· τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τε‐ τέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι Κύριος ὁ δίκαιος κριτὴς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ
5καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Αὐτὸς γὰρ εἴρηκε· μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Ταῦτα δὲ ἔχετε παρ’ ἐμοῦ ὡς ἐν τάξει παραινέσεως· εἰ γὰρ καὶ ἁμαρτωλὸς τυγχάνω, ἐλέει Θεοῦ οὐκ εἰς τοσαύτην ἤλασα μανίαν, ὥστε καὶ ἀκούσας δυσφη‐
μούμενον τὸν Κύριον τῆς δόξης, μὴ ἐπιδιαμαρτύρασθαι κατὰ δύναμιν.195