TLG 4138 124 :: EPHRAEM SYRUS :: Sermo adversus haereticos, in quo tum ex margaritae tum ex aliorum claris argumentis ostenditur credendum esse sanctam deiparam praeter naturae leges dominum ac deum nostrum pro mundi salute et concepisse et peperisse

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo adversus haereticos, in quo tum ex margaritae tum ex aliorum claris argumentis ostenditur credendum esse sanctam deiparam praeter naturae leges dominum ac deum nostrum pro mundi salute et concepisse et peperisse

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 6. Thessalonica: Το περιβόλι της Παναγίας, 1995: 131–172.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 259–279c.

Citation: Page — (line)

131

(1t)

Λόγος κατὰ αἱρετικῶν,
2tἐν ᾧ καὶ ἀπόδειξις ἐκ φανερῶν ὑποδειγμάτων, τοῦ τε μαργαρίτου
3tκαὶ τῶν λοιπῶν συνάγουσα τὸ πιστόν, ὅτι δίχα τῶν φυσικῶν νόμων
4tἡ ἁγία Θεοτόκος τὸν Κύριον καὶ Θεὸν ἡμῶν ἐπὶ σωτηρίας τοῦ κόσμου
5tκαὶ συνέλαβε καὶ ἐκύησε
1 Φιλῶ σου τὸ Εὐαγγέλιον, Δέσποτα, ὅτι, ὅτε πεινῶ, τρέφει με. Ποθῶ σου τὸν λόγον, ὅτι ἐν τῇ δίψῃ πηγή μοι γίνεται. Ὅσους θέλω συγκαλῶ τοῖς σοῖς ἐδέσμασι, καὶ πλείονα ἀφίημι ὧν εὗρον. Ἐσθίω μετὰ πολλῶν, καὶ μόνος εὑρίσκομαι. Πίνω μετὰ πλήθους, καὶ μόνῳ μοι προσπίνεις τῆς σῆς χάριτος. Τί οὖν σοι ἀντιχαρίσωμαι,
5εἰ μὴ ἐμαυτὸν εἰς ὁμόνοιαν; Θέλω, καὶ οὐ δύναμαι· ὁ γὰρ πατήρ μου Ἀδὰμ ἀπαιτεῖ131

132

τὸ χρέος τῆς φύσεως. Σπουδάζω, καὶ ἐμποδίζομαι, ὅτι οὐκ ἔχω λύσιν τοῦ ἐμοῦ ζη‐ τήματος. Ἄλλοις ἐπιλύω τὰ κατὰ τὴν φύσιν, καὶ ἐμαυτῷ ἐμποδίζω τοῖς πάθεσι τὴν προαίρεσιν. Οἶδα τί σφάλλομαι, καὶ γινώσκω, ἐν τοῖς ἑτέρων, ἐμαυτοῦ κατηγορῶν. Καὶ τί; Σιωπήσω, ἵνα μὴ κατακριθῶ; Καὶ πῶς δείξω μου τὴν περὶ σὲ ἐπιθυμίαν;
5Λαλῶ, καὶ οὐ παύομαι· θέλω γὰρ ἐμαυτὸν κατακρίνεσθαι· μόνον σου τῇ δόξῃ λει‐ τουργία γένωμαι. Βούλομαι θανεῖν, ἵνα σὺ δοξασθῇς. Οἶδα ὅτι ἥκιστα κριθήσομαι, μὴ χρησάμενος ἐλέγχοις εἰς τοὺς ἁμαρτάνοντας· ἀλλ’ οὐ παύομαι τοῦτο ποιῶν, ἵνα σὲ δείξω ἀναμάρτητον. Γνώτωσαν Ἕλληνες ἔρωτος δύναμιν· γνώτωσαν Ἰουδαῖοι φιλίας διάθεσιν·
10ὅτι δίχα πυρὸς καὶ ξίφους καὶ τῶν ἄλλων ἀμυντηρίων, αἱροῦμαι τὸν ὑπὲρ σοῦ θά‐ νατον. Τάχα πιστεύσωσιν ἐκ ταύτης τῆς ὑποθέσεως ὅτι φέρω διὰ σὲ καὶ τὸν αἰσθητὸν θάνατον. Τάχα λέγω, καὶ οὐ ποιῶ· φοβοῦμαι γὰρ μή, σοῦ ἀπόντος, ἡττηθῶ ὑπὸ τῆς φύσεως. Πεῖσόν μοι ὅτι βοηθεῖς μοι πονοῦντι, καὶ πείθω Ἕλληνας ὅτι φέρω τὴν τιμωρίαν. Πληροφόρησόν με ὅτι ἐλεεῖς με πάσχοντα, καὶ ἀπογράφομαι πρὸς τὴν
15ἄθλησιν. Ἐπαποδύομαι τοῖς δημίοις τῶν Ἑλλήνων. Ἤδη γὰρ ἡ σάλπιγξ προσκα‐132

133

λεῖται τῶν Ἑλλήνων τοὺς θέλοντας· βοᾷ τὴν ἐξ Ἑλλάδος ἐπὶ Πέρσας ἐπιδρομήν· ἀπειλεῖ τὴν ἐκ δυσμῶν πρὸς ἡμᾶς τιμωρίαν. Φοβοῦμαι, ὅτι μισεῖς τοὺς ἁμαρτάνοντας, ἀλλ’ εὐθυμῶ, ὅτι ὑπὲρ αὐτῶν ἀπέθανες. Δειλιῶ, ὅτι βδελύττῃ τοὺς ἐμπαθεῖς καὶ σαρκικούς, ἀλλ’ ἔχω παραμυθίαν, ὅτι ἔγνως τῆς φύσεως τὴν ἀσθένειαν. Οἶδας ὡς
5Κτίστης, ὃ ἐποίησας. Οἶδας ὡς Κριτής, ὃ κατέκρινας. Οἶδας ὡς ἐνανθρωπήσας, ὃ ἐνόησας. Σύ μοι δέδωκας αὐτὴν ἀρρύπωτον, ἀλλ’ ὁ πατήρ μου Ἀδὰμ πολλῷ ῥύπῳ αὐτὴν ἀσθενῆ ἐποίησεν. Ἔπλεξε τῷ ῥύπῳ τὴν τέρψιν τῆς ματαιότητος, καὶ νῦν ἐγὼ ἄκων κολάζομαι. Συνεκέρασεν ἐν τῇ φύσει φθοράν, καὶ ἰδοὺ ἐγὼ διὰ θαλασσῶν χειμῶνι κίνδυνον ἐπίσταμαι!
10 Ἐλέησόν με, ὡς Κτίστης· συμπάθησόν μου τῇ ἀσθενείᾳ. Ὡς ἐνανθρωπήσας δι’ ἐμέ, μὴ ἀπώσῃ διὰ τὰ πάθη, ἀλλὰ σκόπησον διὰ τὴν ὁρμὴν τῆς προαιρέσεως. Μὴ βδελύξῃ διὰ τὸν ῥύπον, ἀλλ’ ἴδε τῶν ἔργων τὴν ἐπιμέλειαν. Κἂν ἐκ μέρους με ἀποστραφῇς διὰ τὴν αἰσχρότητα τῶν λογισμῶν, ἀλλ’ ἐπίβλεψον ἐπὶ τὸ πένθος καὶ
τὴν τῆς ἡδονῆς κατάγνωσιν. Ἔχω προαίρεσιν, οὐκ οἶδα εἰ καὶ δύναμιν. Δίδωμι ὃ133

134

ἔχω· εἰ θέλεις δοῦναι τὸ ἐνδέον, ὁρᾷς μου τὴν διάνοιαν. Πένης εἰμὶ συληθεὶς ὑπὸ τοῦ Δράκοντος. Ἀσθενής εἰμι ὑπὸ φθορᾶς πεδηθείς. Ἀδρανὴς ὑπάρχω ὑπὸ τῆς ἁμαρτίας ἀποκρουσθείς. Ἀπώλεσά σου τὸ δῶρον, διὰ τοῦτο οὐκ ἔχω τελείαν φρό‐ νησιν. Ἀπώλεσά σου τὴν συνομιλίαν, διὸ οὐ γινώσκω ποῦ πορεύομαι. Οὐδὲν ἔχω.
5Ἐὰν ἔχω, σύ μοι δέδωκας, γεννηθείς. Πένομαι ἰσχυρῶς. Ἐὰν δὲ πλουτήσω, σόν ἐστι τὸ χάρισμα τὸ πᾶν. Καὶ νῦν καὶ πάλαι, σόν ἐστι. Μόνον αἰτῶ τὴν χάριν. Ὁμο‐ λογῶ ὅτι διὰ σὲ περιγενήσομαι, εἴγε καὶ περιγένωμαι. Οἶδά τινα πλούσιον ἐν τῇ Γραφῇ, ἀλλὰ φρόνιμος ὤν, ἰδών σε, πένητα ἑαυτὸν προσηγόρευσεν. Εἰ ὁ πλούσιος ἑαυτῷ πτωχείαν προσεγράψατο, ἀπιδών σου τὸ κρά‐
10τος, ἐγὼ τί εἴπω, ἢ τί λογίσωμαι; Οἴδατ’ ὑμεῖς τοῦτον τὸν ἄνθρωπον· διηγήσατο ἡμῖν τὸ Εὐαγγέλιον παραβολήν, ἣν εἴρηκε δι’ αὐτόν. Ἅπας ὁ μόχθος τῶν Ἁγίων διὰ τὸν ἄνθρωπον γεγένηται. Λέγει γάρ· ἦν τις πλούσιος, καὶ γνοὺς ἐν ἀγρῷ θησαυρόν, ἐπώλησεν ἅπαντα, καὶ τὸν ἀγρὸν ἠγόρασεν. Ἕτερος δὲ τὸ αὐτὸ ποιεῖ διὰ μαργα‐
ρίτην πολύτιμον. Καὶ ὀφείλομεν ἐν ἑκατέρῳ γνῶναι τὸ διάφορον, καὶ ἐπιλῦσαι τὴν134

135

ἑκάστου δύναμιν. Οἱ δύο ἕν εἰσιν. Ἀλλ’ ἔχει βραχὺν λόγον τῆς ἐπιλύσεως ὁ τοῦ μαργαρίτου νοῦς. Διὸ ἐν πρώτοις αὐτὸν διέλθωμεν. Ὁ μαργαρίτης ὁ τίμιος, ὁ ἀπὸ θαλάττης εὑρισκόμενος, πολλῆς τιμῆς ἄξιός ἐστι, διὰ τὸ δυσεύρετον. Οὐ παρέχει βρῶσιν, ἀλλὰ καύχημα. Οὐ παρέχει ποτοῦ
5ἀπόλαυσιν, ἀλλ’ εὐδοξίαν. Πολλὰ χρήματα ποιοῦσιν ὄγκον, οὗτος δὲ ἐπικουφίζει τὸ βάρος. Βραχὺς ὤν, μεγάλα δύναται· ἀλλὰ καὶ σύντομος εἰς τὸ βασταχθῆναι, καὶ εὐμετάθετος εἰς ἀποκατάστασιν. Ῥᾳδίως κρύπτεται καὶ δυσκόλως εὑρίσκεται. Οὗτός ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Οὖτός ἐστιν ὁ Θεὸς Λόγος, ἐν βραχεῖ πολλὴν δύναμιν μυστηρίων ἐμπεριέχων σαφῶς. Οὐ πρόκειται εἰς βρῶσιν, οὐ γάρ ἐστι πρόσκαιρος.
10Οὐκ ἔστι πενήτων εἰς χρῆσιν, ἀλλὰ τῶν ἐν γνώσει πλουτούντων ἡ κατάληψις. Οὐδεὶς αὐτὸν ἔχειν δύναται τῶν πτωχῶν ἐν ἀρετῇ· τελείων δὲ κτῆμα γίνεται. Εἰσὶ βαθμοὶ ἐν οἴκῳ ὑψηλῷ, δι’ ὧν τις ἐπὶ τὸ ἄκρον ἀνέρχεται. Καὶ ἐν τῷ Εὐ‐ αγγελίῳ διαφοραὶ τῶν προσιόντων Θεῷ τυγχάνουσιν οὖσαι. Πένης εἶ; Γίνεταί σοι ἄρτος εἰς τὴν τῆς πενίας παραμυθίαν. Ἀσθενὴς ὑπάρχεις; Λαχάνῳ σε διατρέφει.
15Τῷ πολυσάρκῳ σίνηπι ἐπιδίδωσι, καὶ τῷ ἡπατικῷ καὶ τῷ ἰκτεριῶντι οἶνος προσ‐135

136

φέρεται. Ἄλλοις ὡς ἰχθὺς πρόκειται. Ἑτέροις σῖτος. Ἐνίοις δρέπανον. Τισὶ δὲ καὶ ἀξίνη γίνεται. Καὶ κρίθινος ἄρτος τοῖς ἀγροικοτέροις παρατίθεται. Καὶ μάχαιραν εἰς χειρουργίαν προσάγει, καὶ μαστίζει μάστιγι τῇ ἀπὸ σχοίνων, καὶ ἐν ῥάβδοις παιδεύει, καὶ ἐν βακτηρίαις καταπονεῖ.
5 Ταῦτα πάντα βαθμοὺς ἔχει τὸ Εὐαγγέλιον. Ταῦτα πάντα ἐν παραβολαῖς εἴρη‐ ται. Καὶ οἶδε πλουσίους ἐν ἀρετῇ καὶ πένητας. Οἶδεν ἀσθενεῖς καὶ ὑγιαίνοντας ἐν τῇ πίστει. Γινώσκει δυνατοὺς καὶ ἀδρανεῖς ἐν εὐσεβείᾳ. Ἀναιρεῖ τῇ μαχαίρᾳ πολ‐ λούς, τῶν εἰδώλων ἀποσχίζων, καὶ τὴν ἀσέβειαν ἀπάγων ἀπὸ τοῦ πλήθους. Ἐν κρυπτῷ βλέπει· διὰ τοῦτο ἐπάγει τὸ πῦρ, ἵνα ἐκκαλύψῃ τὸ κρυπτόμενον, καὶ ἵνα
10ἀναλώσῃ τὸ κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ἐπαιρόμενον. Καυτῆρας ἐπάγει τοῖς ἐπι‐ νεμομένοις τὰ μέλη τὰ καίρια, καὶ τὰ λυμαινόμενα πάθη μακρὰν διΐστησι τοῦ κοι‐ νοῦ τῆς Ἐκκλησίας. Ἐν τοῖς ἀσθενοῦσιν ἰατρός. Ἐν τοῖς ἀθληταῖς βραβευτής. Ἐν‐ τοῖς ἐναντιουμένοις κριτής. Ἐν τοῖς ἀδίκοις ἔκδικος. Τῶν πτωχῶν κηδεμὼν γίνε‐ ται, καὶ τῶν χηρῶν προνοητής. Πρὸς τοὺς τυραννοῦντας βασιλεύς ἐστι, καὶ τοῖς
15ταπεινοῖς ὡς ἀδελφὸς πρόσεισι. Τοῖς ξένοις ἀπαντᾷ ὡς οἰκείοις, καὶ τοῖς ὀρφανοῖς136

137

ὡς πατήρ, καὶ τοῖς ἐν ἀγνοίᾳ λοιδοροῦσι φαίνεται ὡς ἰδιώτης. Καὶ εἷς ὤν, πάντα ταῦτα γίνεται· ἐπειδὴ ὃ θέλει, δύναται, καὶ τὰ συμφέροντα πᾶσι βουλεύεται. Διὰ τοῦτο πολλαὶ αἱ παραβολαί. Διὰ τοῦτο διάφοροι αἱ δυνάμεις. Ἐν πᾶσι γὰρ αὐτὸς οὐκ ἀλλοιούμενος, ἀλλ’ ὥσπερ πολύχορδος λύρα διαφόροις τρόποις τὴν πάντων
5λυσιτέλειαν τεχναζόμενος. Οἶδα ἄνθρωπον τὸν αὐτὸν ἰατρὸν καὶ τέκτονα, χαλκέα καὶ οἰκοδόμον, οἰκονόμον καὶ γεωργόν, ἐπιτηρητὴν καὶ διδάσκαλον, ἀργυροκό‐ πον καὶ κεραμέα, μάγειρον καὶ ἔμπορον, καὶ πολλὰς ἄλλας τέχνας ἐπιστάμενον· ἀλλ’ οὔτε ἐν μιᾷ τῶν τεχνῶν γινόμενος τὴν φύσιν ἀπώλεσε. Πῶς οὖν Θεὸς 〈οὐ〉 πολλῷ μᾶλλον ἀναλλοίωτος ἔσται, πολλὰ ποιῶν καὶ διάφορα προαιρούμενος;
10 Ταῦτα δὲ λέγω, ἵνα μή τις εἴπῃ ὅτι ὡς ἑνὶ τούτων, οὕτω καὶ σχήματι ὤφθη ἄνθρωπος. Ἄλλο φύσις, ἕτερον ἐπιστήμη. Ἄλλο σχῆμα, ἕτερον ὑπόστασις. Ὁ τέκτων καὶ γεωργός, ὁ πηλουργὸς καὶ κυβερνήτης, ὁ κηδεμὼν καὶ τῶν ἀναγκαίων χορηγός, εἷς ἐν πᾶσι τούτοις γινόμενος. Οὐ καθ’ ἑκάστην γεννᾶται ἐπιστήμων, ἀλλ’ ἅπαξ γεν‐ νηθείς, διὰ μελέτης ἐν μιᾷ ἑκάστῃ τῶν τεχνῶν ἐνεργεῖ. Ἄνθρωπος δὲ γεννηθείς, ἵνα
15πάλιν ποιήσῃ ἄνθρωπον, οὐχὶ μελέτῃ ποιεῖ, ἀλλὰ φύσει τέλειον ἀποδίδωσιν. Ὁ Υἱὸς137

138

〈οὖν〉 τοῦ Θεοῦ οὐκ ἀπὸ μελέτης ἔμαθεν ὀφθῆναι ἀνθρώποις, ἀλλὰ διὰ φύσεως ἀνέ‐ λαβεν ἄνθρωπον, ἵνα γένηται ὃ οὐκ ἦν, καὶ ἐν ἀνθρώποις ὑπάρχῃ ὡς ἄνθρωπος. Πρὸς Μαρκίωνα λέγω ταῦτα, τὸν τοιαῦτα ὑθλοῦντα τοῖς οἰκείοις σπουδασταῖς. Πρὸς Μάνην διαλέγομαι, τὸν χείρονα Μαρκίωνος φρονοῦντα περὶ προσλήψεως.
5Ὁ μαργαρίτης ἡμῶν εἰς μέσον πρόκειται. Λεγέτωσαν οἱ αἱρετικοί, πόθεν ἐστι καὶ πῶς γίνεται. Ἔχω ἐν αὐτῷ θησαυρὸν ἀποδείξεων, καὶ ἀντιχειρόγραφον τοῖς χρεώ‐ σταις τοῖς ἀντιδίκοις αὐτῶν προβαλοῦμαι. Εἴπωσιν ἡμῖν τίς ἡ γέννησις τοῦ μαργα‐ ρίτου. Δείξωσιν ἡμῖν, ὅτι σχῆμα μόνον ἔχει, καὶ οὐχ ὑπόστασιν. Οἶδα τί λέγουσιν, ἀλλὰ κἀγὼ γινώσκω τίνα πεῦσιν ποιήσομαι. Δίχα συμπλοκῆς σώματος φασὶν γεν‐
10νηθείς, οὐ δύναται εἶναι ἄνθρωπος. Εἰ μὲν γέγονεν ὡς ὁ Ἀδάμ, εἶχε, φασίν, ἀνθρώπου
ὑπόστασιν. Εἰ δὲ ἐγεννήθη ἐκ παρθένου, ἐκτὸς συνουσίας ἀνδρός, σχῆμα ἀνείληφε.138

139

Σιωπῶ ὑμῖν, αἱρετικοί· ἔχω γὰρ τὸν ὑπὲρ ἐμοῦ ἀποκρινόμενον. Ἐγὼ ἡσυ‐ χίαν ἄγω· λαλεῖ γὰρ ὑμῖν ὁ μαργαρίτης. Λάλησον, πῶς ἐγεννήθης. Εἰπέ σου τὴν φύσιν, καὶ τοὺς αἱρετικοὺς ἔντρεψον. Δεῖξόν σου τὴν ὕπαρξιν, καὶ τὰς φαντασίας τὰς ἑώλους διάλυσον. Αἱ κόγχαι φθεγξάσθωσαν τὴν γέννησιν τοῦ μαργαρίτου. Λεγέτω‐
5σαν τὴν σύλληψιν. Οἱ μύακες διδάσκαλοι γενέσθωσαν, οἱ ἐν τοῖς ὕδασιν, ἀνθρώπων τῶν δοκούντων ἐν οὐρανῷ διατρίβειν. Ἀπὸ τῶν ἀλόγων, ὅπου δὲ καὶ ἀψύχων, παιδευέσθωσαν οἱ ἐγκυβιστῶντες τῶν ἐπουρανίων ταῖς φύσεσιν· ἀπὸ τῶν μηδὲ νόμῳ μηδὲ θεσμοῖς κεχρημένων, οἱ νόμους διδόντες νομοθετείσθωσαν. Οὐ φέρω τὴν αἰ‐ σχύνην τῶν αἱρέσεων, ὅτι λόγον ἀπαιτοῦσι τῆς τοῦ Θεοῦ δυνάμεως, καὶ πολυπραγμο‐
10νοῦσι τὸν τρόπον τῆς θείας αὐτοῦ πράξεως. Λογοθετοῦσι τὸν Θεὸν οἱ χρεῶσται τῆς ἁμαρτίας, ὅτι ἐπιστῆναι φιλονεικοῦσι τῇ γεωργίᾳ τῆς ἀφράστου φύσεως. Κρίνουσιν οἱ κατάκριτοι τὸν Κριτήν, ἀγνοοῦντες ὑπὲρ ἑαυτῶν ἀπολογήσασθαι. Ἐὰν καταλά‐ βητε τὸ ἀκατάληπτον, οὐκέτι ἐστὶν ἀκατάληπτον· καὶ ἐὰν νοήσητε τὸ θεῖον, οὐκέτι θεῖον ἔσται, ἀλλὰ κοινόν. Ἐὰν ἐπιστῆτε τῷ ἀγνώστῳ Θεῷ, καθὼς λέγει ὁ Ἀπόστο‐
15λος, γέγονεν ἡ γνῶσις ὑμῶν διάλυσις τῆς θείας δυνάμεως.139

140

Λέγω ὑπόδειγμα, οὗ τὴν φύσιν ἀναλῦσαι δύναμαι· νοῶ τὸν τρόπον διά τινος ἐμφερείας, οὐ τὴν δύναμιν ἀποκαλύπτω τῆς πράξεως. Ὁ μαργαρίτης λίθος ἐστίν, ἐκ σαρκῶν γενόμενος· ἐκ γὰρ τῶν ὀστρέων ὁ μαργαρίτης προέρχεται. Τίς οὖν μὴ πιστεύσειεν ὅτι καὶ Θεὸς ἐκ σώματος ἄνθρωπος γεγένηται; Ἐκεῖνον οὐχὶ συνουσία
5τῶν κογχῶν συνιστᾷ, ἀλλὰ τῆς ἀστραπῆς καὶ τοῦ ὕδατος σύγκρασις. Οὕτω καὶ ὁ Χριστὸς συνελήφθῃ ἐν τῇ Παρθένῳ ἐκτὸς ἡδονῆς, τοῦ Ἁγίου Πνεύματος ἐκ τοῦ φυ‐ ράματος αὐτῆς συστήσαντος τῷ Θεῷ τὴν πρόσληψιν. Ὁ μαργαρίτης, οὔτε μύαξ τί‐ κτεται, οὔτε ὡς πνεῦμα ἐν σχήματι προέρχεται. Καὶ ὁ Χριστὸς οὖν ἀνακραθεὶς τῇ Θεότητι, οὔτε ψιλός ἐστιν ἄνθρωπος, οὔτε ἀκράτῳ Θεότητι κεχρημένος, ὡς ἐν σχή‐
10ματι πνευματικῷ γεγένηται. Ὁ μαργαρίτης ἐν ὑποστάσει τίκτεται, ἕτερον δὲ λίθον κατ’ αὐτὸν οὐ γεννᾷ· οὐ γάρ ἐστιν ἄλλος Χριστός, εἰ μὴ ὁ ἐκ Πατρὸς γεννηθεὶς καὶ
ἐκ Μαρίας τεχθείς. Οὐ σχῆμα ὁ λεχθεὶς λίθος ἔχει μόνον, ἀλλὰ καὶ ὕπαρξιν· οὕτω140

141

καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν ὑποστάσει ἐτέχθη καὶ οὐκ ἐν σχήματι. Τῶν δύο φύσεων ὁ μαργαρίτης μετέχει ὁ πολύτιμος, ἵνα δείξῃ Χριστόν, ὅτι Λόγος Θεοῦ ὢν ἐκ Μαρίας ἄνθρωπος γεγένηται. Οὐ μερικὴν ἔσχε τὴν φύσιν, ἐπεὶ ἂν οὐδέτερον ζῶον ἐτύγχανε. Τελείαν ἔχει τὴν διπλῆν φύσιν, ἵνα μὴ ἀπολέσῃ τὰς δύο. Οὔτε ἡ μία, ἡ Θεός, φύσις
5ὤφθη μόνη ἐπὶ τῆς γῆς, οὔτε ἡ ἑτέρα, ἡ ἄνθρωπος, ἀνέβη εἰς τὸν οὐρανὸν μόνη. Ἐκ τελείου τέλειος, καὶ ἐξ ἀνθρώπου ἄνθρωπος· ἐκ Θεοῦ Θεὸς καὶ ἐκ Παρθένου Χριστός. Οὐκ ἐπεμερίσατο ἡ σὰρξ τῇ Θεότητι, οὐδὲ ἡ ἀνθρωπίνη φύσις ἐβάρησε τὴν θείαν φύσιν. Οὐχ ἡττήθη τῇ πλοκῇ τῆς προσλήψεως, ἵνα ἀπολέσῃ ὃ εἶχε, καὶ ὃ μὴ ἔχει γένηται. Τέλειον ἔχει ὃ ἦν, καὶ τέλειον ἔχει ὃ προσείληφεν. Ἡ σύγκρασις οὐκ ἐγέ‐
10νετο σύγχυσις· οὐ γὰρ σῶμα σώματι συνεπλέκετο, ἀλλὰ ἄνθρωπος ἡνοῦτο τῇ Θεό‐ τητι. Οἶνος καὶ ὕδωρ μιγέντα ἀπολεῖ τὴν φύσιν· οἶνος δὲ καὶ χρυσὸς ἐπιμιγέντα ἑκάτερα συνιστᾷ τὴν ὑπόστασιν. Σκέπει ὁ Θεὸς τὴν πρόσληψιν, ὡς ἡ χρυσῆ στάμνος. τὸ μάννα. Κρύπτεται ὁ θεῖος Λόγος ἐν τῇ προσλήψει, ὡς ἐν τῇ κιβωτῷ ἡ στάμνος.
Τὸ ἐκτὸς γίνεται ἐντός, καὶ τὸ ἐντὸς ἐκτός, ἵνα καὶ ἑνότης δειχθῇ καὶ ὑπόστασις.141

142

Οὐ τὸ μάννα πρόσληψις, ἀλλὰ συνήνωται τῇ στάμνῳ, οὐχ ὡς περιβεβλημένη τὴν Θεότητα, ἀλλὰ ὡς ὁ μαργαρίτης ἐξ ἀστραπῆς καὶ τοῦ ὕδατος ἔνδοθεν ἔχουσα. Σύνες ἀστραπῆς καὶ ὕδατος τάξιν, καὶ θαύμασον τὰς παραβολὰς τοῦ Χριστοῦ. Νόησον σαρκὸς λειτουργίαν ἀτελοῦς τῷ μαργαρίτῃ, καὶ πιστεύσεις ὅτι ὄντως ἐκ γυναικὸς
5ἐτέχθη ὁ Χριστός. Ὁ μύαξ, ὁ οὐδ’ ὀβολοῦ ἄξιος, ἔτεκε λίθον πολλῶν ταλάντων χρυσίου τιμιώτερον· οὕτω καὶ ἡ Μαρία ἐγέννησε τὴν Θεότητα τὴν πάσῃ κτίσει ἀσύγ‐ κριτον. Οὐκ ὠδυνήθη τὸ ὄστρεον συνειληφὸς τὸν μαργαρίτην, μόνον δὲ αἴσθησιν τῆς προσθήκης ᾔσθετο· καὶ ἡ Μαρία εὐαρέστως συνείληφε τὸν Χριστόν, αἰσθηθεῖσα τὴν φύσιν τὴν προσιοῦσαν. Οὐκ ἐφθάρη ὁ μύαξ, οὔτε συνειληφώς, οὔτε τετοκώς·
10τελειωθέντα γὰρ τὸν λίθον τέτοκεν, ὀδύνας μὴ ὑποστάς· καὶ ἡ Παρθένος ἀφθάρτως συνείληφε, καὶ ἀπόνως ἐγέννησεν. Οὐ μόνον ὁ μαργαρίτης συνείληπται, ἀλλὰ καὶ αὔξων ἐχρόνισεν· ἐπειδὴ ἐδύνατο καὶ ἔξω τοῦ κόγχου τὴν οἰκείαν δεῖξαι ὑπόστασιν. Σαρκὸς πρὸς συνέργειαν ἐδέησε τῇ ὑποστάσει, καὶ φύσει θρεπτικῇ ἐχρήσατο εἰς τε‐ λειότητος ὑπόστασιν. Ἐκρύβη ὡς ἐν τῇ μήτρᾳ τῷ κοίλῳ τοῦ κόγχου, καὶ ὡς ἐν φύσει
15ἐνεκεντρίσθη πρὸς τελείωσιν τῆς ὑπάρξεως. Ηὐξήθη διὰ τῆς ζωτικῆς φύσεως, καὶ τῆς142

143

ποιότητος τῆς συλλαβούσης ἐκοινώνησε. Γέγονεν υἱὸς ὁ μὴ σπαρεὶς ἐκ σαρκός, καὶ τέκνον ἐκαρποφόρησεν ἡ φύσις δίχα ἀνδρὸς συνεργοῦντος τῇ γενέσει τῶν τέκνων. Ὢ τῶν μεγάλων μυστηρίων! Ὢ τῶν ἐπουρανίων δογμάτων! Ὅτι ἔτεκεν ἡ φύσις τὸ μὴ ἴδιον, καὶ γέγονε τέκνον τὸ μὴ ἐξ ἀνδρὸς καταβληθέν. Ἡ παρθένος μή‐
5τηρ καὶ ἡ φύσις πηγή· ἡ μήτρα τροφὸς καὶ ἡ κόρη συνεργός. Ἡ πρόσληψις ἐκ τῆς ποιότητος τῆς φύσεως, καὶ ἡ γέννησις ἐκ τῆς πληρώσεως τῆς τεταγμένης τῇ φύσει. Μόνη γυνὴ χωρὶς ἀνδρὸς ἐγέννησεν· ἀλλότριος γὰρ φθορᾶς ἦν ὁ γεννώμενος. Παρθέ‐ νος ἔτεκε διὰ τὸν ὄντα τῆς ἁγνείας πηγήν· ἄπειρος ἡδονῆς τῇ τεκνογονίᾳ ἐλειτούρ‐ γησε· τὸν γὰρ τὰ πάθη νικῶντα προήγαγε.
10 Πῶς οὖν σχῆμα μόνον ἀνείληφεν ὁ κοινωνήσας καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ καὶ τῷ χρόνῳ τῆς γεννήσεως; Πῶς οὖν προῆλθεν ἄνθρωπος ὁ πᾶσαν πεῖραν δοὺς τῇ φύσει, χωρὶς τῆς φθορᾶς καὶ τῶν ὠδίνων; Οὔτε πέπονθεν ἡ Μαρία, ὡς γυνή, οὔτε ὤδινε τίκτουσα, ὡς παρθένος. Οὐκ ἦν ἀλλοτρία τοῦ γεννωμένου· εἶχε γὰρ κοινωνίαν
διὰ τὸν θρέψαντα φύσιν. Μήτηρ ἦν τοῦ ἀλλοτρίου Υἱοῦ, διὰ τὴν χορηγίαν τῆς προσ‐143

144

λήψεως. Ηὔξανεν ἐν τῇ μήτρᾳ ὁ Χριστός, ἀνενδεὴς ὤν, ὡς Θεός. Υἱὸς γέγονε γυναι‐ κός, Υἱὸς ὑπάρχων Θεοῦ. Ἔγνω τὴν Μαρίαν μητέρα· περιέλαβε δὲ ἐξ αὐτῆς ἀνθρω‐ πότητα ἡ Θεότης. Υἱὸς ἦν τῆς λειτουργησάσης, ὅτι οὐ μόνον τῇ πίστει παρέσχε τὴν προαίρεσιν, ἀλλὰ καὶ τῇ φύσει ἐκοινώνησεν εἰς τὴν πρόσληψιν.
5 Εἰ σχῆμα προσειλήφει ὁ Λόγος, τίς ἦν χρεία φύσεως; Εἰ ὡς ἐν εἴδει προε‐ λήλυθε, τίς ἦν χρεία τῆς γυναικός; Εἰ ὡς διὰ σωλῆνος κατελήλυθε, χρόνου διατί ἐδέετο καὶ συλλήψεως; Διατί ἐν παρθένῳ χωρεῖ ὁ μέλλων προϊέναι ἐκτὸς φύσεως; Ὁ οὕτω τεχθείς, ὡς καὶ ἐξ οὐρανοῦ ἐν τῇ Παρθένῳ ἐσκήνωσεν, ἱνατί εὐθὺς ἐξ οὐρα‐ νοῦ τῇ γῇ οὐκ ἐπεφήνατο; Ὁ μὴ προσειληφὼς τῆς ἀνθρωπίνης φύσεως, εὐθὺς ἐκ
10τοῦ ἀέρος διατί ἀνθρώποις οὐκ ἐγνωρίζετο; Εἰ ἔσχε τὸ τέλειον τῆς οἰκονομίας, τί προσελάμβανεν ἂν ἐκ τῆς παρθενικῆς φύσεως; Οὔτε περιττός ἐστιν ὁ Θεός, οὔτε χλευαστής· περιττὴ δὲ ἡ Μαρία, ἐὰν ὁ Χριστὸς ἦλθεν ἐν σχήματι. Χλευάζειεν ἂν καὶ ὁ Θεός, γέννησιν ἐπὶ φάτνης τοῖς ἀνδράσι δεικνύς. Ἔστω ἡ ἀνάγκη τῶν λόγων
τῶν αἰτιῶν κατηγοροῦσα. Ἐγὼ γὰρ ἀλήθειαν οἶδα τὸν Χριστόν, καὶ ἐν τῷ μαρ‐144

145

γαρίτῃ θαυμάζω αὐτόν, ἅτε Θεὸν προσειληφότα ἐκ τῆς Παρθένου τὸν ἄνθρωπον. Ἔχω καὶ ἄλλην ἀπόδειξιν περὶ τῆς ὄντως αὐτοῦ ὑπάρξεως, τὴν ἄχρι τελείας αὐτοῦ ἡλικίας αὔξησιν. Εἰ γὰρ σχῆμα εἶχεν ὁ Λόγος, ἱμάτιον ἐνεδέδυτο. Δείξατε αὐξάνον ἱμάτιον. Καὶ εἰ ἐν σχήματι ὁ Χριστὸς παρεγένετο, δείξατε στολὴν προϊοῦσαν
5καὶ φαιδρὰν γινομένην, οὐχὶ δὲ παλαιουμένην. Καὶ εἰ ὁ Χριστὸς ἐν σχήματι ἐλήλυθε, νήπιος ὢν ἤκμαζε τὴν ἀνδρὸς τελείου κατάστασιν; Ἡ αὔξησις μαρτυρεῖ τῇ συλλήψει, καὶ ἡ σύλληψις τῇ αὐξήσει. Οὔτε ἐκείνη συντόμως ἐγένετο, οὔτε αὕτη παρῆκε τὸν χρόνον τῆς φύσεως. Οὐκ ἔστι τὰ σχήματα ὑποστάσεως κοινά, ἀλλ’, ὡς τὰ ἱμάτια, τέχνης εὑρήματα. Τίς οὖν χρεία φύσεως, τέχνης λειτουργούσης τῷ Χριστῷ; Τίς
10οὖν χρεία γυναικείας συλλήψεως, τῶν ὑλῶν οὐκ ἀπὸ ζώντων ἀνθρώπων προϊου‐ σῶν, ἀλλ’ ἐν τῇ γῇ εὑρισκομένων; Παρθένος διηκόνησε τῇ φύσει τῆς Θεότητος, διὰ τοῦτο καὶ φύσιν ἄφθαρτον αὐτῇ ἐχαρίσατο. Εἰ ἦν πρᾶξις ἡ λειτουργία, καὶ ἄνθρωπος ταύτην παρασχεῖν ἠδύνατο. Εἰ ἦν σχῆμα ἡ διακονία, ἡ τέχνη τῶν ἀνθρώπων συνε‐ βάλλετο τῇ Θεότητι. Νηδὺς ἐλειτούργησε τῇ Θεότητι, καὶ διὰ τὴν ἑτοίμην ὑπακοὴν
15μισθὸν ἔλαβε τὴν ἀπονίαν. Προσήγαγε φύσιν πονεῖν ὀφείλουσαν, καὶ ἀπέλαβεν145

146

αὐτὴν ἄπονον. Προσήγαγε δῶρον ἀσθενές, καὶ ἔλαβεν αὐτὸ ἰσχυρόν. Ἔδωκε μήτραν ἐπίπονον, καὶ ἔλαβεν αὐτὴν ἀδιάρρηκτον. Ἰατρὸς ὁ τὴν φύσιν αὐτῆς χρησάμενος, διὰ τοῦτο ὑγιῆ ἀποκατέστησεν. Οὐκ ἦν ἄνθρωπος, ὁ τὴν Παρθένον αἰτῶν χρῆσιν τε‐ κνογονίας, ἀλλὰ Θεός. Διὰ τοῦτο παρέσχετο τῇ φύσει ὃ οὐκ εἶχεν, ἵνα δείξῃ ὅτι οὐκ
5ἦλθε τὴν φύσιν ῥῆξαι, ἀλλὰ ἄρρηκτον διαφυλάξαι. Μαργαρίτης ἦν ὁ γεννώμενος, διὰ τοῦτο ἐξώλισθε γεννηθεὶς ἄνευ ὠδίνων καὶ πόνων. Οὔτε τραχὺς ἦν ὡς γηώδης, οὔτε διακεχυμένος ὡς ὑγρός, οὔτε πολυμερὴς ὡς ὑλικός· ἀλλὰ νήπιος, ἔχων Θεὸν τέλειον ὑπὸ φύσιν ἁπλότητος κρυπτόμενον. Διὸ ἐκ τῆς τοῦ ἐνόντος δυνάμεως ἡ Παρ‐ θένος, ὡς κόγχος, ἔτεκε φυσικῶς, καὶ ὡς γυνὴ πέπονθεν οὐδαμῶς, πάλιν συνελ‐
10θούσης τῆς φύσεως, ὡς αἱ πτυχαὶ τῶν ὀστρέων, ἐπὶ τὴν παρθενικὴν κατάστασιν. Οὐκ ἀπεσφραγίσθη ἡ φύσις τῆς Παρθένου, Χριστοῦ συλληφθέντος· διὰ τοῦτο οὔτε γεννηθέντος διηνοίχθη, ἵνα γεννήσῃ, οὐδὲ ἐρράγη γεννῶσα.
Ἀναγκάζομαι διατρίβειν ἐν τῷ λόγῳ, ἵνα πάντα λέγων δείξω τοῖς αἱρετικοῖς,146

147

ὅτι ὁ Χριστὸς ἐτέχθη ἄνθρωπος, καὶ οὐ δοκήσει προελήλυθεν. Ἡμεῖς, ὡς συλλαμβα‐ νόμεθα, οὕτω καὶ γεννώμεθα. Φθείρεται ἡ μήτηρ συλλαμβάνουσα, πονεῖ τίκτουσα, ἀπόλλυσι τὴν σφραγῖδα τῆς φύσεως, ἵνα συλλάβῃ. Διὰ τοῦτο καὶ γεννῶσα, οὐ δι‐ ικνεῖται μόνον, ἀλλὰ καὶ χαλᾶται πρὸς ἐλάττωσιν τῆς φύσεως, καὶ ὠδίνει ὑπόμνη‐
5σιν αἴρουσα τῆς ἐξ ἀρχῆς γενομένης φθορᾶς· ὅτι ὁ σπόρος προκόψας, ἡ φθορὰ ὠδῖνας τὸ θέρος τῆς κατασπαρείσης σαρκὸς ἔχειν παρασκευάζει. Ὁ δὲ Χριστὸς οὐχ οὕτως. Ἐγεννήθη ἀνωδίνως, ἐπειδὴ ἀφθάρτως συνείληπται. Ἐν παρθένῳ σαρκὶ καταβέβλη‐ ται, οὐχ ὑπὸ σαρκός, ἀλλ’ ὑπὸ Ἁγίου Πνεύματος· διὰ τοῦτο προῆλθεν ἐκ Παρθένου· τὸ γὰρ Πνεῦμα τὴν μήτραν διήνοιξεν, ἵνα ἔλθῃ ἄνθρωπος, ὁ τὴν φύσιν δημιουργήσας
10καὶ τὴν δύναμιν τῇ Παρθένῳ πρὸς αὔξησιν αὐτοῦ παρασχόμενος. Τὸ Πνεῦμα ἦν μαιούμενον τὴν λοχὸν τὴν ἄλοχον. Διὰ τοῦτο οὔτε τὸ τεχθὲν τῇ σφραγῖδι τῆς παρθε‐ νίας διώχλησεν, οὔτε ἡ παρθένος ἐπόνησε, διαιρεθεῖσα μὲν διὰ τὸν ὄγκον τοῦ τέκνου γεννωμένου, παλιννοστήσασα δὲ πάλιν ἐπὶ τὴν ἑαυτῆς σφραγῖδα, ὡς αἱ πτυχαὶ τῶν κογχῶν προϊέμεναι τὸν μαργαρίτην καὶ πάλιν ἐπὶ τὴν αὐτὴν ἀδιάλυτον ἕνωσιν καὶ
15σφραγῖδα συνερχόμεναι.
Οἶδα πολλοὺς ἄμεινον ἐπειληφότας, ὧν ἐχρήσαντο. Ὅτε οἱ χρησάμενοι, τε‐147

148

χνῖται ὄντες, τὸ δοθὲν ἐν σφάλματι ἀποδεδώκασι διορθωσάμενοι, πόσῳ μᾶλλον ὁ Θεὸς οὐ χεῖρον ἀπεδίδου ὑγιὲς χρησάμενος, ἀλλ’ ἄμεινον; Διὰ τοῦτο ἄφθαρτον χρη‐ σάμενος φύσιν, ἀπαθῆ κατέστησεν δι’ αὐτῆς γεννηθείς. Μηχανικοὶ δύνανται ἐπέχειν ἐναντίᾳ πνοῇ ἐν σκεύει τὰ ὕδατα, καὶ διὰ πτερῶν ἀνοίγουσι καὶ κλείουσιν αὐτομάτους
5πόρους ἐν τοῖς σκεύεσιν ὄντας· ἆρα ὁ Θεὸς ἀνθρώπων οὐκ ἂν ἦν ἐντεχνότερος εὐρύ‐ ναι καὶ στενῶσαι τὴν φύσιν μηδὲν ἐκ τῶν ἐν μέσῳ προϊόντων ὄγκων διοχλουμένην; Οἱ βασιλεῖς, ἐν αἷς ὑψοῦνται πόλεσιν ἢ γεννῶνται, προνόμια δωροῦνται· ὁ Υἱὸς τοῦ Θεοῦ τῇ Παρθένῳ οὐ παρείχετο μητρὶ οὔσῃ τὴν παρθενίαν, καίπερ δυνάμενος; Ἄλλοι τῶν κρατούντων τόπους, καὶ πηγὰς ἐπινοοῦσι καὶ φύσεις ὑδάτων, καὶ κράσεις
10ἀέρων βελτιοῦσιν ἐπινοίᾳ συνέσεως· ὁ Χριστὸς οὐ πολλῷ μᾶλλον καὶ αὐτὰ τὰ δο‐ κοῦντα ἐνοχλεῖν τῇ φύσει οὐ διωρθοῦτο, ἀλλ’ ὡς εἷς τῶν ἀνθρώπων τὴν τεκοῦσαν μητέρα μίαν εἶναι τῶν πολλῶν κατελίμπανεν; Ὥσπερ μόνος ἐκ Παρθένου ἐτέχθη Χριστός, οὕτως ἔδει καὶ τὴν Μαρίαν τεκοῦσαν διαμεῖναι παρθένον, καὶ γενέσθαι μητέρα ἀνώδινον.
15Μή σε ἡ οἰκεία φύσις τυφλούτω ἀπιστεῖν τῇ Θεότητι. Μή σε τὸ ἐμπαθές σου148

149

σῶμα στρεβλούτω κατηγορεῖν τῆς φύσεως τῆς ἀνθρωπίνης, ὅτι ὁ Χριστὸς οὐκ ἦλθεν ἵνα δουλεύσῃ τοῖς πάθεσιν, ἀλλ’ ἵνα ἀφανίσῃ τὴν ἁμαρτίαν. Οὐκ ἐνέδυσε τὸ σῶμα ἵνα χλευάσῃ τὴν φύσιν. Οὐκ ἔφυγε τὴν πρόσληψιν ἵνα τιμήσῃ τὸ σχῆμα. Εἰ διὰ τοῦ σχήματος ᾤετό τις δρᾶν ἀξιοθαύμαστον, πάντως πλέον ἄν τι διεπράξατο δι’ αὐτῆς
5τῆς φύσεως. Εἰ τῆς φύσεως τὸ σχῆμα ἐτίμησε, καλὸν ἡ φύσις τιμῆς ἀξιωθεῖσα ἀπὸ τῆς Θεότητος. Εἰ δὲ διὰ κατόρθωσιν ἦλθεν ἐν σχήματι, θαυμασιωτέρα ἡ φύσις τοῦ σχήματος, ἐναργεστέραν παρέχουσα τὴν διόρθωσιν. Εἰ μηδὲν συνήνεγκε τὸ σχῆμα, ἔδει ἐκτὸς αὐτοῦ κατορθῶσαι τὸ προκείμενον. Εἰ μηδὲν κατώρθωσεν ἐν τῷ σχήματι, περιττὸς ὁ περιττὸν περιφερόμενος.
10 Προσέχετε τῷ μαργαρίτῃ καὶ μὴ πλανᾶσθε· οὐ γὰρ παύσομαι κρατῶν τὸν ἔ‐ λεγχον, ἕως ἂν εὐθύνω τοὺς κατηγόρους. Ἴδετε ὅτι οὐκ ἔστι σχῆμα, ἀλλ’ ὕπαρξις, καὶ θαυμάσατε τὴν πλοκὴν τῆς φύσεως. Ἀδιαίρετος οὗτος ὁ λίθος ὁ πολυτίμητός ἐστιν· οὐδεὶς γὰρ τῆς Θεότητος χωρίσει τὴν πρόσληψιν. Ἀστραπὴ καὶ ὕδωρ συνε‐
φώνησαν· δύο ὑπεναντία συνεπλάκησαν. Πῶς οὖν ὃ κρατεῖς ἀγνοεῖς, καὶ ὃ μὴ κρα‐149

150

τεῖς περιεργάζῃ; Ἐκ πυρὸς ἡ ἀστραπή, καὶ πῦρ· ὅθεν καὶ φωτίζει καὶ φλέγει. Αἱ κόγχαι ἐξ ὕδατος, καὶ δι’ ὕδατος αὔξουσι. Πῶς οὖν οὐκ ἔφλεξεν ἡ ἀστραπὴ τῆς κόγ‐ χης τὸ σωμάτιον; Πῶς συνῆλθον οὐσιωδῶς τὸ ὕδωρ καὶ τὸ πῦρ, καὶ ἄλληλα οὐ διέφθειραν; Οὐ δύνῃ εἰπεῖν, ἀλλ’ ἀναγκάζῃ πιστεύειν ἃ βλέπεις καὶ ἃ ψηλαφᾷς. Γε‐
5νέσθω σοι μαρτύριον ἡ φύσις, ἣν εἰπεῖν οὐκ ἐπίστασαι, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἄνευ σπορᾶς γίνεται, καὶ δύο ὑπεναντίων οὐσιωδῶς ὁμονοησάντων, τῶν ὑποστάσεων δεικνυμένων ἐπὶ ἑκάστης φύσεως. Φθάνω ὑμῶν τὴν κατηγορίαν. Οἶδα ἐξ ὑμῶν τινας λέγοντας· Θεὸς ἀγέννητος, ἡ σὰρξ ὁρατή· Θεὸς ἀπαθής, ἡ φύσις ἐμπαθής. Πῶς τοσούτοις ὑπεναντίοις ὁμόνοια
10πρὸς μίαν ὑπόστασιν ἐγένετο; Ἔχεις τὸν μαργαρίτην ἁπάντων τῶν εἰρημένων διεκ‐ φάντορα καὶ σαφηνιστήν· τὸ γὰρ πῦρ σημαίνει τὴν Θεότητα, καὶ τὸ ὕδωρ τὴν πρόσλη‐ ψιν. Οὐ τὸ ὕδωρ προσείληφε τὴν ἀστραπήν, βαρὺ γάρ ἐστι, καὶ οὐκ ἐξικνεῖται πρὸς τὸ ὑψηλότατον τοῦ πυρός. Ἡ ἀστραπὴ ἐπιπετασθεῖσα συνεπλάκη τῷ ὕδατι, καὶ ἡ κόγχη θροησθεῖσα ἀπέκλεισε συναφθὲν ἑκάτερον. Ἡ θέρμη τοῦ σώματος ἡνώθη τῷ
15ἐπεισελθόντι, καὶ ἡ ἀσφάλεια συνελθουσῶν πτυχῶν ἀδιάρρευστον διεφύλαξε τὸ χαῦνον.150

151

Ἡ φύσις διὰ τὴν ἕνωσιν ηὔξησε τὸ ἀποκλεισθέν. Προϊόντος τοῦ καιροῦ, προῆλθε τὸ ὕδωρ καὶ τὸ πῦρ εἰς μαργαρίτην. Οὕτω λέγει καὶ τὸ Εὐαγγέλιον, ὅτι Πνεῦμα Κυρίου ἐπελεύσεται ἐπὶ τὴν Παρθένον. Διατί; Ἵνα λάβῃ δύναμιν χωρῆσαι τὴν Θεότητα. Καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Ἡ ἀστραπὴ ἐπιστήσεταί σου τῇ φύσει, ὅτι τὸ γεννώ‐
5μενον ἐκ σοῦ ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ. Οὐκ εἶπε, τὸ γεγεννημένον πάλιν γεννη‐ θήσεται, οὐδὲ εἶπε, τὸ γεννώμενον ἐκ τῆς δυνάμεως ἢ τοῦ Ἁγίου Πνεύματος, ἀλλ’ ἐκ σοῦ· ἵνα δείξῃ τὴν φύσιν τῆς Παρθένου λειτουργοῦσαν τῇ Θεότητι, καὶ τὴν πρόσ‐ ληψιν ἐν αὐτῇ καὶ ἐξ αὐτῆς τῷ Λόγῳ καὶ τῷ Θεῷ συμπλεκομένην. Εἰ μὴ εἶπε, τὸ γεννώμενον ἐκ σοῦ, τάχα ἂν σχῆμα ἐνομίσθη ὁ Λόγος προσειληφέναι. Ἔνια τῶν
10ἀντιγράφων οὐ περιέχει τό, ἐκ σοῦ, ταῖς αἱρέσεσι χαριζόμενα. Εἰ καὶ μηδ’ ἔχει τό, ἐκ σοῦ, ὦ αἱρετικέ, ἡ προσθήκη ἐκ σοῦ σῴζει τὸν νοῦν, ὃν εἶπεν ἐν τῷ, διὸ καὶ τὸ γεννώ‐ μενον, σημαίνων τὴν προσπλοκὴν τῆς προσλήψεως. Ἡ σύλληψις ἐλέγχει τὴν φύσιν καὶ ἀποβάλλεται τὸ σχῆμα, καὶ ἡ λέξις τοῦ Ἀρχαγγέλου συνιστᾷ ὅτι ἡ Θεότης δι’
οὐδὲν ἄλλο τῇ Παρθένῳ ἐπεσκίασεν, ἢ ἵνα γεννηθῇ ἄνθρωπος. Ἐπεὶ ἠδύνατο συντό‐151

152

μως ὀφθῆναι πάσῃ τῇ γῇ, εἰ μὴ δι’ ἀληθινῆς τῆς τοῦ ἀνθρώπου πλοκῆς ἐβούλετο τοῖς ἀνθρώποις ἐπιδημῆσαι. Ἐπίβλεψον τῷ μαργαρίτῃ, καὶ βλέπῃς αὐτὸν τὰς δύο φύσεις συνέχοντα. Φαι‐ δρότατός ἐστι διὰ τὴν Θεότητα, λευκὸς διὰ τὴν πρόσληψιν. Ἐν τῷ λευκῷ βλέπεις τὸ
5φαιδρόν, ἐν τῇ ἀρετῇ ὁρᾷς τὴν ἔνοικον δύναμιν. Σκληρὸς διὰ τὴν ἀνθρωπείαν φύσιν, λεῖος διὰ τὴν ἐπουράνιον κατάστασιν. Ὑδατώδης διὰ τὴν ἐπίγειον φύσιν, πυρώδης διὰ τὴν τῆς Θεότητος ὑπόστασιν. Πᾶσι σκοπός ἐστι φυσικός, ὅτι ἕκαστος, ὡς ἐν κα‐ τόπτρῳ, τὰ κατ’ αὐτὸν φωτίζεται. Τὰ κάτοπτρα τέχνῃ γίνεται· διὸ ἔχει τινὰ πα‐ ραλογισμὸν εἰς τὴν τοῦ προκειμένου παράληψιν. Ὁ δὲ μαργαρίτης φυσικὴν ἔχει
10τὴν χάριν, καὶ τὸ λυσιτελὲς ἔμφυτον. Καὶ ἕτερα πολλὰ ἐκ δύο τινῶν ἓν γίνονται· ἀλλ’ οὐ γεννῶνται, καθὼς ὁ μαργαρίτης, οὔτε ἐκ πυρὸς καὶ ὕδατος λαμβάνονται. Ὅρα! Μὴ ζήτει τὰ ὑποδείγματα ἐν πᾶσι τοῖς μαργαρίταις· οὐ γὰρ πάντες εἰσὶ γνήσιοι, ἐν αὐτοῖς ἀπαρτισμάτια ἔχοντες ἃ εἴπομεν· τὸ γὰρ πλῆθος αὐτῶν τὸ γεω‐ δέστερον μέρος ἔχει πολύ. 〈Εἰσὶν〉 αἱ εἰς τὸν βυθὸν διατρίβουσαι κόγχαι· αἱ δὲ ἐν
15τοῖς τεναγώδεσι τῇ ἰλύϊ χαίρουσι, καὶ διαφόρους σκωρίας ἐσθίουσαι, βράδιον ἔχουσι152

153

τοὺς καλοὺς μαργαρίτας. Ἔχει καὶ ἄλλην αἰτίαν ὁ μαργαρίτης· ὅτι, ἐὰν μὴ ἀπαρτι‐ σθῇ ὁ χρόνος τῆς γεννήσεως αὐτοῦ, ὡς ἄωρος προϊών, λιθώδης εὑρίσκεται· ὅθεν καὶ οἱ βύθιοι οἱ πολλοί εἰσιν ἀδόκιμοι. Ἐὰν μὴ ἐκτεχθῇ, οὐκ ἔστι χρήσιμος. Τοὺς πολλοὺς γὰρ οὐχ εὑρίσκουσι, ἀλλ’ ἐξ αὐτῶν τῶν κογχῶν ἀναλέγουσι. Διὰ τοῦτο ἀπαρτι‐
5σμάτια λέγονται, ἐπειδὴ ἀπαρτίσαντα τὴν αὔξησιν καὶ πέμψαντα τὴν οὐσίαν εἰς τὴν δύναμιν τῆς φύσεως, οὐκ αἴρονται, ἀλλὰ τίκτονται. Οἳ καὶ πολλῆς τιμῆς ἄξιοι γί‐ νονται. Ἵνα δὲ μάθῃς ὅτι καὶ ἐν τῇ θαλάσσῃ ζῷα ὕδωρ ἐστίν, ἀνάγνωθι τὸν Νόμον καὶ ἀκούεις μαρτυροῦντα τὸν Θεὸν ὅτι τοῖς ὕδασιν ἐπέταξε προαγαγεῖν σὺν πᾶσι καὶ τοὺς μύακας· ταῦτα γάρ ἐστι τὰ ἐν τοῖς ὕδασιν ἕρποντα.
10 Ἐξ ἀκαθάρτων ζῴων ὁ μαργαρίτης· ἐπειδὴ καὶ ὁ Χριστὸς ἐγεννήθη ἐκ φύσεως τῆς ῥυπωθείσης καὶ χρῃζούσης καθάρσεως διὰ τῆς τοῦ Θεοῦ ἐπισκοπῆς. Ὥσπερ ἡ ἀστραπὴ τὰ πάντα, οὕτω καὶ ὁ Θεός· καὶ ὥσπερ ἐκείνη φωτίζει τὰ ἀπόκρυφα, οὕτω καθαίρει ὁ Χριστὸς καὶ τὰ τῆς φύσεως κρύφια. Καὶ διὰ τοῦτο ἐκάθηρε τὴν Παρθένον,
καὶ οὕτως ἐγεννήθη, ἵνα δείξῃ ὅτι, ὅπου Χριστός ἐστι, πᾶσα καθαρότης ἐνεργεῖ.153

154

Ἐκάθηρεν αὐτὴν ἐν τῷ Ἁγίῳ Πνεύματι προετοιμάσας, καὶ οὕτω συλλαμβάνει αὐτὸν ἡ μήτρα γενομένη καθαρά. Ἐκάθηρεν αὐτὴν ἐν ἁγνείᾳ, διὸ καὶ γεννηθείς, παρθένον ἀπολέλοιπεν. Αἱ κόγχαι δηλούτωσαν ὅτι οὐ διὰ τοῦ μέλους τοῦ γυναικείου συνείληφεν ἡ Παρθένος· ἀνέπτυξαν γὰρ ὅλον τὸ σῶμα ταῖς δύο πτυχαῖς, καὶ οὐ τὴν σαρκικὴν
5κατάστασιν παρέσχον. Αἱ κόγχαι ἀμερίμνως ἀπολυτὸν ἔσχον τὸ σῶμα, καὶ αἰφνι‐ δίως ἐπληρώθησαν τῆς ἀστραπῆς. Οὕτω καὶ ἡ Παρθένος παντὶ τῷ σώματι ἐδέξατο τὸν Θεοῦ Λόγον ἁπλότητι φύσεως καὶ οὐ περιεργείᾳ κινήσεως. Ἐπληρώθη τῆς Θεό‐ τητος, καὶ συνῆκεν ὅτι οὐ προσέλαβεν ἐκ τῆς ἀνθρωπίνης καταστάσεως τὴν πρόσληψιν. Ἐνόει τὴν σύλληψιν, ἠγνόει τὴν συνουσίαν. Ἐνόει τὸν ὄγκον τὸν κρυπτόμενον,
10ἀπείρως δὲ εἶχε τῆς περιέργου φθορᾶς τῆς ὀρέξεως. Πάντα τὰ μέλη συνέτρεχον πρὸς ἁγνείαν, τῆς οἰκείας ὁρμῆς ἐπιλαθόμενα. Ὅτι καὶ ἡλίου ἀνατολαῖς, πάντα φωτοειδῆ γίνονται, ἐὰν ἔξωθεν φαίνων ὁ ἥλιος φωτίζῃ τὰ σύμπαντα. Τί ποιήσει ἐν οἰκίσκῳ ὅλος γενόμενος; Εἰ τὸν Παῦλον ὁ Χριστός, ἐξ οὐρανοῦ φωτίσας, ἠλλοίωσε
πρὸς εὐσέβειαν, καὶ ἐποίησε τὸν λύκον πρόβατον, καὶ τὸν διώκτην Ἀπόστολον, καὶ154

155

τὸν ἀπάνθρωπον εὔσπλαγχνον, καὶ εὐπειθῆ τὸν δυσπειθῆ, πόσῳ μᾶλλον ἔσωθεν ἐν τῇ Μαρίᾳ ὢν θεῖος Λόγος, πάσης αὐτὴν φθορᾶς καὶ τροπῆς ἀλλοτρίαν κατέστησεν; Ἔλαβεν ἀρραβῶνα τὴν πίστιν τῆς νεάνιδος, καὶ οὐκέτι προσκλινὴς ἦν ἡ χάρις, ἀλλὰ δικαίῳ λόγῳ παρεῖχεν αὐτῇ τῆς ἀφθαρσίας τὴν δύναμιν. Ἡ πίστις τὴν φύσιν προσή‐
5γαγε· καὶ λαβοῦσα αὐτὴν ἡ χάρις, οὐκέτι αὐτὴν φθαρτὴν γενέσθαι εἴασεν, ἀλλ’ ἑαυτῇ προσῳκείωσεν, ὡς βασιλεὺς ἰδιώτου σκεῦος ἴδιον ποιησάμενος. Καὶ γέγονεν ἡ Μαριὰμ οὐκέτι γυνή, ἀλλὰ παρθένος διὰ τῆς χάριτος· ὡς τροφὴ κτηνώδης γε‐ νομένη βασιλική, διὰ τὴν τοῦ βασιλέως μετοχήν. Οὐ λέγω ὅτι ἀθάνατος ἦν, ἀλλ’ ὅτι ὑπὸ τῆς ὀρέξεως οὐ διετράπη, γεγανωμένη ὑπὸ τῆς χάριτος. Εἶχε τὸν ἰὸν ἡ φύ‐
10σις συνεπόμενον τῷ χαλκῷ, ἀλλ’ ἡ χάρις ἐκάθηρεν, ἐγάνωσε, διὸ ἐφύλαξε. Φιλῶ τὸν τοῦ Εὐαγγελίου λίθον, ὅτι τροφή μου γέγονε τῆς ψυχῆς. Θαυμάζω τὸν μαργαρίτην, ὅτι ὁμιλεῖ μοι περὶ τῶν εἰς Χριστὸν διηγημάτων. Τέθεικα τὴν πα‐ ραβολήν, ὅτι παρέβαλέ μοι γνῶσιν διπλῆν. Ἔγνων ἐν αὐτῇ φύσεως σύγκρασιν καὶ Θεότητος δύναμιν. Συνῆκα ἐναντίων ὁμόνοιαν, καὶ ἐναλλαγὴν καταστάσεως φυ‐
15σικῆς. Βλέπω τὸν οὐρανὸν τῇ γῇ ἑνούμενον. Ὁρῶ ὅτι οἱ δύο αἰῶνες εἰς ἕνα δεσμὸν155

156

συνήχθησαν. Ἐσφράγισεν ἡ χάρις τὴν ὁμόνοιαν, καὶ οὐχ εὑρίσκω διελεῖν τὴν ἑκάστου ὑπόστασιν. Νοῶ τὴν διάφορον δύναμιν, καὶ ἡ τοῦ μαργαρίτου περιφέρεια ἀπάγει τὴν διάνοιαν μὴ καταλαβεῖν πῶς ἐζεύχθησαν. Ἴσος ἐστὶ πανταχόθεν· ὁ γὰρ Χριστὸς ἀφεῖλε τὸ ἄνισον, καὶ ὡς τεχνίτης ἴσους τοὺς δύο αἰῶνας συνῆψε, καὶ οὐδεὶς αὐτοὺς
5διελεῖν δύναται. Τῶν κογχῶν αἱ πτυχαὶ διαιροῦνται, τοῦ μαργαρίτου δὲ τὰ μέτρα ἀδιαίρετα τυγχάνουσιν. Ἐκεῖναι τομὴν ἐπιδέχονται, οὗτος δὲ ἄτμητός ἐστιν· ἵνα νοήσῃς τοῦ Νόμου τὰς δύο πλάκας, καὶ τοῦ Εὐαγγελίου τὸ ὄρθιον, τὸ μονοειδές, τὸ πολύτιμον. Τὰ ἐπίγεια περιέχει ὁ Νόμος· τὰ ἐπουράνια τὸ Εὐαγγέλιον. Ἰδοὺ ἡ κόγχη καὶ ὁ μαργαρίτης, ἃ συνῆψεν ὁ Χριστός. Διὰ τῆς χάριτος ἀνατρέχων πρὸς
10τὴν γέννησιν, καὶ ἐξετάζων τοῦ νοητοῦ μαργαρίτου τὴν φύσιν, ἐπέγνων τὴν δύναμιν, ἐνόησα τὴν πλοκήν, κατέλαβον τὴν φύσιν. Θέλω πάλιν νοῆσαι τοῦ σοφοῦ Δημιουργοῦ τὴν τέχνην. Συνίημι Δημιουργὸν εἶναι γεωργόν, καὶ ἐπιγινώσκω ὅτι οὐ γῆν γεωργεῖ, ἀλλὰ φύσεων ὁμόνοιαν. Οὐ σπείρειν καὶ θερίζειν ἐπιχειρεῖ. Οὐ τρυγᾷ καὶ μεγάλης
15ληνοῦ ποιεῖ εἰσφοράν. Προκιχρᾷ τῇ φύσει τῶν ἀνθρώπων τὸν Υἱόν, καὶ τόκον156

157

εἰσπράττεται δι’ αὐτοῦ πάσης ψυχῆς τὴν ἐξουσίαν. Διὰ τοῦ χρέω προκυροῖ ἑαυτῷ πᾶσαν τὴν νομὴν τῶν ἐπιγείων, καὶ διὰ βραχείας συμπεριφορᾶς Κύριος πάντων γί‐ νεται, οὐ μόνον ὡς Δημιουργός, ἀλλὰ καὶ ὡς Λυτρωτής· οὐ μόνον ὡς Θεός, ἀλλὰ καὶ ὡς ἐξ ἱδρώτων ὠνούμενος. Δίδωσι τὸν μαργαρίτην, ἵνα καὶ αὐτὸν τὸν ὀβολὸν
5τῆς φύσεως μὴ ἀπολέσῃ. Δίδωσι τὸν Υἱόν, ἵνα τὸν δοῦλον ὑποτάξῃ. Ὢ μεγάλης φι‐ λανθρωπίας! Ὢ ῥιψοκινδύνων ἐπιχειρημάτων! Ὅτι τῇ κόγχῃ πιστεύει μαργαρίτην, καὶ δι’ ὀβολὸν λίθον τίμιον παρυβρίζει. Βλέπεις τὸν ἔμπορον; Νοεῖς τὸν πάντα πωλήσαντα, ἵνα ἀγοράσῃ τὸν μαργαρί‐ την; Ἐπιγινώσκεις τὸν πολυκτήμονα, πῶς πάντα ἀποδίδωσιν, ἵνα πρίηται τὸν ἀγρὸν
10καὶ τὸν ἐν αὐτῷ θησαυρόν; Οὗτός ἐστιν ὁ Πατήρ, ὁ διὰ τοῦ Υἱοῦ ἀγοράζων ἅπαν τὸ τῆς ἀνθρωπότητος χρήσιμον. Πάντα ἐπώλησε τὰ ἐπίγεια αὐτοῦ κτήματα, ἵνα ἀγοράσῃ τῆς γῆς τὸ ἄροτρον, ὃ αὐτὸς ἔκτισεν. Ἔδωκεν αὐτὸ τῷ Ἀδάμ, καὶ ἀπώ‐ λεσε τοῦτο διὰ τῆς τῶν ματαίων ἐπιθυμίας. Ἀγοράζει τὸν ἀγρόν, οὐ διὰ τὴν χρῆσιν τῆς γῆς, ἀλλὰ διὰ τὸν θησαυρὸν τὸν κρυπτόμενον. Καὶ τίς ἐστιν ὁ ἀγρός; Τῶν ἀν‐
15θρώπων τὸ σῶμα. Καὶ ἡ ψυχὴ ὁ θησαυρός. Διὰ τὴν ψυχήν, ἣν αὐτὸς κατ’ εἰκόνα157

158

καὶ καθ’ ὁμοίωσιν ἐποίησε, πωλεῖ οὖν πάντα, καὶ ἀποστέλλει τὸν Υἱὸν ἀγοράσαι τὸ κτῆμα. Οὐκ ἐπώλει ὁ τύραννος τῇ Θεότητι, εἰ μὴ ἐφόρεσε τὴν ἀνθρωπότητα. Ἤδει τὴν δύναμιν καὶ ἐδεδίει τὴν μετάπρασιν. Ἀνθρώπῳ ἐπώλει, εἰδὼς τὴν ἀσθέ‐ νειαν, καὶ ὅτε θέλει, διὰ τῆς ἀπατηλῆς βίας, ἀφαιρεῖται τὸ κτῆμα καὶ τὸν θησαυρόν.
5 Τοίνυν πέμπει τὸν Υἱὸν πρὸς τὸν τύραννον, καὶ λέγει πρὸς αὐτόν· δὸς αὐτῷ τὰ λοιπὰ κτήματα, ἐν οἷς οὐκ ἔστιν ἀντιλογία ὅτι ἐμά ἐστι. Μόνος ὁ ἄνθρωπος, διὰ τὴν προαίρεσιν, ποιεῖταί μου τὴν δεσποτείαν ἀναμφίβολον· διὰ τῆς ὁμολογίας καὶ τῆς ἐξαρνήσεως θησαυρὸν ἔχει τὴν ἀπομίμησιν. Ὅτι δόξα μου ἐστί, μὴ ἀπολέσαι ὃ ἐμαυτῷ πρὸς λειτουργίαν ἔκτισα. Δὸς αὐτῷ τὰ κτήνη καὶ πάντα τὰ ἄλογα, μόνον
10τὸν ἄνθρωπον ἐλευθέρωσον. Παρέχει 〈οὖν〉 αὐτῷ τοὺς ἐν τῇ χώρᾳ τῶν Γεργεσηνῶν χοίρους, καὶ ἠγό‐ ρασε τὸν ἀγρὸν καὶ τὸν θησαυρόν, λυτρωσάμενος τὸν ἄνθρωπον ἐκ τῆς ἐξουσίας τοῦ δαίμονος. Οἱ χοῖροι καὶ οἱ ὄνοι καὶ οἱ ταῦροι καὶ οἱ λέοντες, οὐδὲν παρέχονται κλέος τῷ ἔχοντι. Ὁ ἄνθρωπος μεγάλα δίδωσιν, ὅτι ἡ θυσία αὐτοῦ οὐκ ἔστιν ἐκ τῶν φθαρ‐
15τῶν καὶ τῶν ἐδωδίμων, ἀλλ’ ἐκ τῶν οὐρανίων θησαυρῶν.158

159

Οὗτός ἐστιν ὁ θησαυρός, οὗτος ὁ ἀγρός. Ὁ δὲ ἔμπορος ὁ Πατήρ ἐστιν. Ὁ με‐ σίτης ὁ Χριστός ἐστι. Προσῆλθεν ὡς ξένος· ἠγόρασεν ὡς ἔμπορος· ὡς Δεσπότης ηὐθέντησεν· αὐτὸς γὰρ καὶ ὁ Πατὴρ ἕν εἰσιν. Ἐν τῇ Θεότητι ηὐθέντησεν, ἐν τῇ φύσει τῆς προσλήψεως ἐμεσίτευσεν· ἐν τῇ πράσει ἠγόρασεν, ἐν τῇ δυνάμει ἐνίκησεν. Ἔλαβε
5τὸν ἀγρόν, καὶ οὐκ ᾔδει ὁ τύραννος ὅτι καὶ τὸν θησαυρὸν συνεπώλησεν. Ἔλαβεν, ὡς δοῦλον, τὸν ἄνθρωπον, καὶ ἠγνόει ὁ Ἐχθρὸς ὅτι καὶ τὸ πεκούλιον αὐτοῦ συνεπώ‐ λησεν. Ἐκράτησε τοῦ ἀνθρώπου ὁ Χριστός, καὶ συμπεριέλαβε καὶ τὰ τοῦ δούλου εἰς ἑαυτόν. Πάντα τὰ ἄλογα δοῦλα ἦσαν τῷ Ἀδάμ. Ἐδόκει ὁ Ἐχθρὸς ὅτι λαβὼν αὐτὰ ἀντίσωμα τοῦ Ἀδὰμ εἶχεν ὑποκείμενα· συναπῆλθον τῷ δεσπότῃ διαπραθέντι,
10τὴν φυσικὴν δεσποτείαν ἐπιγνόντα. Ἐπώλησεν ὁ τύραννος καὶ τὸν ἄνθρωπον καὶ πάντα τὰ ἄλογα· ὅτι ὁ ἄνθρωπος διὰ προαιρέσεως αὐτὰ τῷ Θεῷ παρέστησε. Διὰ τοῦτο πάντα τὰ ἔθνη ἐπὶ τέλει μετὰ τοῦ Ἰσραὴλ ἐκτήσατο. Ἠγόρασεν ὁ Χριστὸς τὸν ἀγρὸν ἐπὶ τοῦ σταυροῦ, δοὺς τὸ αἷμα τὸ ἅγιον, τὴν τιμήν. Εἰς νομὴν εἰσῆλθεν ἐπὶ
τῆς ἀναστάσεως, ἐκβαλὼν τοὺς τυράννους καὶ τοὺς ἰδίους προστησάμενος. Ὁ ἀγρὸς159

160

ἦν πᾶσα ἡ γῆ, καὶ ὁ θησαυρὸς οἱ ἐν αὐτῇ κρυπτόμενοι Ἅγιοι. Ἔλαβε τὸ φαινόμενον κτῆμα, ἵνα, ὅτε θέλει, λαμβάνῃ καὶ τὸ κρυπτόμενον χρῆμα. Εἰς νομὴν εἰσῆλθε τῶν ζώντων, συμπεριείληφε καὶ τοὺς μὴ φαινομένους νεκρούς. Ἀνῆκε τέως μὴ λαβεῖν τὸν θησαυρόν, ἵνα λάβῃ αὐτὸν ἐπὶ τῆς ἀναστάσεως. Ἀπεδήμησε μικρόν, φύλακας
5καταστήσας τῷ θησαυρῷ καὶ οἰκονόμους τῷ ἀγρῷ, ἵνα, ὅταν κελεύσῃ, ὁ θησαυρὸς διὰ τῆς ἀναστάσεως παραστῇ τῷ Βασιλεῖ. Ὁ θησαυρὸς ἐν ὀστράκῳ καταγγίζεται· ὁ γὰρ ἀγρὸς τοῦ κεραμέως ἐστὶ τὸ ἐργαστήριον. Εἶπεν ὁ Θεὸς τῷ Προφήτῃ· εἴσελθε εἰς τὸν ἀγρὸν τοῦ κεραμέως. Τίνος κεραμέως, ἢ τοῦ Θεοῦ; Αὐτὸς γάρ ἐστιν ὁ ποιῶν ἐκ τοῦ ἀγροῦ τούτου τὴν ἀνάστασιν. Ἕως τῆς συντελείας πηλοποιεῖται τὸν ἀγρὸν
10ἐν τοῖς ἀνθρωπίνοις σώμασι· μετὰ τὴν συντέλειαν ὀστρακεῖ τὰ σκεύη· τὰ μὲν τῶν ἁγίων διὰ τῆς χάριτος, τὰ δὲ τῶν ἁμαρτωλῶν διὰ τῆς γεέννης τοῦ πυρός. Ὁ τοῦ μαργαρίτου τρόπος ἤδη γέγονεν· οὐ γὰρ ἐν τῷ ἀγρῷ κατώρυκται, ἀλλ’ ἐκ τοῦ ἐμπόρου εὐθὺς παρείληπται. Οὗτός ἐστιν ἡ ἀπαρχὴ τοῦ σταυροῦ· διὰ τοῦτο καὶ μόνος ἐγήγερται, ἐπειδὴ καὶ μόνος ἠγόρασται. Οὐ μετὰ θάνατον ἠγό‐
15ρασε τὸν μαργαρίτην, ἐπειδὴ τὸν ἰσχυρὸν ἐν τῷ σταυρῷ ἐτροπώσατο. Ἥττησεν160

161

αὐτόν, εἶθ’ οὕτως ἔλαβε τὴν πανοπλίαν αὐτοῦ, καὶ εἶθ’ οὕτως αὐτὸν ἐσκύλευσε. Διὰ τοῦτο λέγει· ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι, καὶ λαβεῖν αὐτήν· ἐπειδὴ ἐξουσίαν ἔσχε τοῦ θανάτου. Καὶ πρὸ τοῦ θανεῖν αὐτόν, ἔδοξε κρατεῖσθαι ὁ μαργαρίτης· οὐχ οὕτως ὑπὸ τοῦ Ἐχθροῦ, ἀλλ’ ὑπὸ τῆς φύσεως. Καὶ ἔτι αὐτοῦ ὄντος ἐπὶ τῆς γῆς ἡ συν‐
5αλλαγὴ ἐγένετο. Ὁ μισθὸς τοῦ μεσίτου γέγονεν ὁ μαργαρίτης· ὁ γὰρ μωρὸς Δεσπό‐ την ἠγνόει, οὗ κατέπτυεν. Ἔλαβεν ὁ Χριστὸς τὸν μισθόν. Ἔλαβε τὸν ἀγρόν, ἔλαβε καὶ τὴν τιμὴν τοῦ ἀγροῦ· ὅτι συνηκολούθησεν ἡ φύσις ἡ ἄλογος τῶ ἐξ ἀρχῆς ἡγουμένῳ. Ἔχει τὴν ἐξουσίαν τῶν ζώντων ἐν τῷ ἀγρῷ. Ἔχει τὴν δεσποτείαν τῶν νεκρῶν ἐν τῷ θησαυρῷ. Ἔχει τὴν πρόσληψιν ἐν τῷ μαργαρίτῃ συνδιαιωνίζουσαν. Ἔχει τὸν
10ἀρραβῶνα, τὴν χάριν τοῦ Ἁγίου Πνεύματος, τὴν χρίσασαν τὸ σῶμα τοῦ Χριστοῦ εἰς τὴν κατὰ τοῦ τυράννου ἄθλησιν. Τοῦτο γὰρ ἦν βραβεύων ὁ Πατὴρ καὶ δοὺς γέ‐ ρας τῷ νικητῇ. Ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπιστήσωμεν τοῖς εἰρημένοις, ἵνα ὡς ἐν κεφαλαίῳ συνῶμεν ἕκαστα, ὡς δέον ἐστί. Τὸν Πατέρα Θεὸν γεωργόν, δημιουργόν, ἔμπορον
15καὶ κεραμέα, μεσίτην καὶ δανειστήν, βραβευτὴν καὶ φιλότιμον ὁ λόγος ὠνόμασε.161

162

Μέγας ἀληθῶς ὁ τοῦ Κυρίου λόγος, δυσὶ ῥήμασι συγκλείσας τοσαύτην δύναμιν γνώσεως. Πάλιν γίνεται ὁ μαργαρίτης τὸ Εὐαγγέλιον, ὅτι ἐν εὐτελεῖ γράμματι το‐ σαύτην ἐμπεριέχει δύναμιν μυστηρίων, καὶ ἐν χάρτῃ οἰκτρῷ συνέχεται γνῶσις οὐρά‐ νιος. Καὶ λέγουσιν οἱ αἱρετικοί· ὁ Υἱὸς τοῦ Θεοῦ ἀπηξίου φύσιν ἀνθρώπου λαβεῖν.
5Τὸν οὐρανὸν ὁ Θεὸς χάρτῃ ἐνεπίστευσε, καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου τὴν φύσιν ἀναλα‐ βεῖν; Οὐ λέγω διὰ τὸ ἶσον, ἀλλὰ δεικνύω τοῦ Πατρὸς εἰς ἡμᾶς φιλάγαθον, ταπεινὸν καὶ ἐπιμιγνύμενον. Οὐ σχήματι ὤφθη Χριστός. Ἄπαγε! Οὐ γὰρ ἐπὶ σχήματος οἰ‐ κτροῦ ἐστοίχει ἡ Θεότης ἐπὶ τῆς γῆς ἀναστρέφεσθαι. Τὴν φύσιν τοῦ δεσπότου τῆς γῆς ὁ Δεσπότης τῆς φύσεως ἀνείληφεν, ἵνα κυρώσῃ τῷ Ἀδάμ, ὃ διὰ πλάνης ἀπώλεσεν.
10Εἰ σχήματι ὤφθη Χριστός, σχήματι καὶ Υἱὸς Θεοῦ ἦν. Ὅρα ποῦ συγκαταπίπτουσιν οἱ αἱρετικοί· κινδυνεύουσι γὰρ πᾶσαν τοῦ Χριστοῦ ἀρνήσασθαι τὴν ὕπαρξιν. Σκόπει τὴν ἄνοιαν, ὅτι γλῶσσαν μόνον ἔχει καὶ οὐ διάνοιαν· λαλεῖ ἃ θέλει, καὶ οὐ νοεῖ ἃ ἡ ἀκολουθία δηλοῖ. Στήσω τὸν δανειστὴν Θεόν, καὶ
δείξω, ὦ αἱρετικέ, πῶς ἐγεώργησεν ἐν τῇ Παρθένῳ τὸν μαργαρίτην. Ἔτι σοι δείξω162

163

πῶς ὁ γεωργὸς ἐδάνεισε τῇ φύσει τὴν Θεότητα. Θέλω δεῖξαι καὶ τὸν ἔμπορον, πῶς κοινωνὸν ἑλόμενος τὸν ἄνθρωπον, ὀβολὸν ἔχοντα, πλούσιον ἀνέδειξεν, ὥστε καὶ τὸ δάνειον ἀποτίσαι καὶ νεμεθῆναι τὸν ἄνθρωπον, καὶ τὴν βασιλείαν τοῦ Θεοῦ ἔχειν εἰς ἐξουσίαν ἀσάλευτον.
5 Ἔλαβεν ἡ φύσις ἡ πτωχὴ τὴν Θεότητα, καὶ ἠγωνίσατο πρὸς τὸν τύραννον. Ἐκοινώνησε τῷ Πατρὶ τῆς βουλῆς ὁ Υἱός, καὶ ἵδρωσε τὴν ἁμαρτίαν ἐξῶσαι τῆς ἀγορασίας, ὑπερθεματίσας αὐτὴν διὰ τῆς χάριτος. Ἐκείνη τοῖς πάθεσιν ἐγαργάλισε, καὶ αὐτὸς τὴν ἁμαρτίαν ὑπερεθεμάτιζεν. Ἔδειξε τῷ τυράννῳ τὴν φύσιν, καὶ ἔπεισεν αὐτὸν συναγελασθῆναι τῇ ἀνθρωπότητι. Ἔδειξε τῷ ἀνθρώπῳ τὴν χάριν, ἀνήγγειλε
10τοῦ Πατρὸς τὴν πρόνοιαν, τὴν λύπην τῶν νοερῶν δυνάμεων, τὴν ἔχθραν τὴν πρὸς τὰ γήϊνα. Ἔπεισε τὸν ἱλαστήν· ἐμεσίτευσε πρὸς συναλλαγήν. Ἐπηγγείλατο τὸν ἱλασμόν· τὸν τρόπον ἐμήνυσεν, ὅτι διὰ τοῦ σταυροῦ γενήσεται. Καὶ παρεσκεύασε τὸν δοῦλον προσδραμεῖν τῷ Δεσπότῃ, καὶ τὸν υἱὸν ἀναγνωρίσαι τὸν Πατέρα. Καὶ γενόμενος πρόμαχος κατὰ τοῦ τυράννου, ἐκύρωσε τὴν δεσποτείαν τῷ Πατρί, καὶ
15τὸν δοῦλον ὄντως ἐλυτρώσατο τῆς πικρᾶς τυραννίδος.
Ἄκουσον λοιπὸν καὶ τοῦ γεωργοῦ τὴν τέχνην· ἐν ἑκάστῳ γὰρ ἀξιώματι τρόπος163

164

οἰκονομίας ὑπῆρξε τῷ Χριστῷ πρὸς τὴν ἀνθρωπότητα καὶ πόλεμος κατὰ τῆς ἁμαρ‐ τίας. Μὴ οὖν ξενίζου τῷ ποικίλῳ τῆς ἑρμηνείας· ὁ γὰρ Θεὸς πηγὴ διαφόρων κατορ‐ θωμάτων ἐστίν. Ὅσον ἐάν τις ἰσχὺν ἔχῃ, συνεκτεινόμενος, καὶ ὁπότε καὶ ποσάκις δύναται συνιέναι, εὐρυνόμενος. Ἐνεκέντρισε τῇ φύσει τῆς Παρθένου τὴν Θεότητα,
5καὶ ὡς ἔν τινι θυρεῷ κατέκρυψεν αὐτοῦ τὸν Υἱόν, ἵνα μεταλαβὼν τῆς ποιότητος ποι‐ ήσῃ τὴν φύσιν τὴν ἐπίκοινον ἀνθρώπου πρόσληψιν. Ἐγένετο γοῦν ἡ Μαρία τῷ μὲν Πατρὶ δένδρον, τῷ δὲ Υἱῷ μήτηρ, τοῖς δὲ ἀνθρώποις πηγὴ πνεύματος αἰωνίου καὶ ἀφθαρσίας ἀνατολή. Ἔχει τοὺς δεσμοὺς ὁ ἐγκεντρισμός, τῶν Προφητῶν τὰς μαρ‐ τυρίας. Ἔχει καὶ ὁ θυρεὸς τὴν διαίρεσιν, τῆς φύσεως τὴν συγχώρησιν. Ἔχει καὶ ὁ
10γεωργὸς τὸ δρέπανον τὸ καθάραν καὶ περιξέσαν, τοῦ Ἁγίου Πνεύματος τὸν προ‐ καταρτισμὸν καὶ τὴν δύναμιν· ἔχει καὶ τοῦ δένδρου τὸ πεποιημένον πρὸς ὑποδοχὴν κρείττονος φύσεως, τὴν πίστιν τῆς ἁγίας παρθένου γυναικός. Μὴ διστάσῃς, ἄνθρωπε, περὶ τὰ λεγόμενα· τὰ γὰρ ἀόρατα πίστει βλέπομεν. Μὴ ἀπιστήσῃς τῇ διηγήσει, ἀπὸ σαυτοῦ μανθάνων τίς ἐστιν ἡ τῶν ἀοράτων κατά‐
15στασις. Ἐὰν μὴ ᾖ ἐν σοὶ ψυχή, οὐχ ὁρᾷ ὁ ὀφθαλμός, οὐδὲ ἀκούει τὸ οὖς, οὐδὲ ὁ164

165

λάρυγξ γεύεται, ἢ αἱ χεῖρες ἐργάζονται. Οὐκοῦν ἡ ψυχὴ πάντα ποιεῖ, συνεργεῖ δὲ καὶ τὸ σῶμα. Οὕτω νόει ἐπὶ τῶν ἐκπληκτικῶν κατορθωμάτων, τὴν θείαν δύναμιν ἀπορρήτῳ λόγῳ πάντα διευθύνουσαν. Ἐγὼ ἀπὸ τῶν περὶ γῆν τεχνῶν καὶ ἀξιωμά‐ των θέλω πεῖσαι τὴν γέννησιν, καὶ διὰ τοῦτο ποικίλως ἐκτίθημι, οὐχ ἵνα ἐκ πολλῶν,
5ἢ κἂν ἀπὸ ἑνὸς ἐπιτύχω, ἀλλ’ ἵνα τὰ πολλὰ ἐπιγράφων τῇ σοφίᾳ δείξω τὴν πολυχει‐ ρίαν τῆς Θεότητος, ὅτι καθ’ ἑκάστην ἡλικίαν τρόπῳ οἰκείῳ τῇ ἁμαρτίᾳ ἀντιπαρε‐ τάσσετο. Ἐν τῇ γεννήσει οὕτω, καὶ ἄλλως μετὰ τὴν γέννησιν· ἐν τῇ αὐξήσει ἑτέρως, καὶ ἐν τῇ ἀνδρώσει ἀλλοίως. Καὶ καθεξῆς ἕκαστον εἰδέναι χρὴ τρόπον ἡρμόσθαι οἰκείῳ καιρῷ.
10 Ἀλλὰ πίστευε τοῖς εἰρημένοις· καὶ γὰρ αὐτὸς εἶπεν ὁ Σωτήρ, ὅτι ἐγώ εἰμι, φη‐ σίν, ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· ὁ Πατήρ μου ὁ γεωργός. Ἔχω δέ σοι καὶ ἐκ τῆς τέχνης σήμανσιν δοῦναι τοῖς εἰρημένοις. Ἐν ταῖς ἀμυγδαλαῖς ἐγκεντρίζουσι δένδρων καλλίστων βλαστούς· ἕτεροι δὲ ἐμφυλλίζουσι· ποιοῦσι δὲ καὶ ἐν ταῖς ἀμπέλοις ὁμοίως.
Τί οὖν ἄπιστον καὶ τὸν Θεὸν τὴν τοιαύτην τέχνην ἐπὶ τῶν ἀοράτων ἐμπερι‐165

166

λαβεῖν; Εἴτε ἐν Λόγῳ, καθὼς τὴν πρόσληψιν ἐνεκέντρισεν, εἴτε ἐν τῇ προσλήψει, τὴν Θεότητα; Πλὴν ὅτι οὐκ ἐκ σπέρματος ἐπεισαχθέντος ἡ Παρθένος ἐγέννησε. Μὴ γένοιτο! Ἀλλὰ τὴν ἑαυτῆς οὐσίαν ἀκίνητον προέχρησε, καὶ ἡ σοφία δι’ ἀλαξεύτων λίθων τὸν οἶκον ἑαυτῇ ᾠκοδόμησεν. Οὐκ ἠκούσθη σιδήρου φωνὴ ἐν τῇ οἰκοδομῇ·
5οὐδὲ γὰρ ἐπὶ τῆς Μαρίας ἀνὴρ ἐλειτούργησεν, ἀλλὰ μόνη Παρθένος. Αὐτοφυεῖς ἦ‐ σαν οἱ λίθοι ὑπ’ ἀνθρώπων μὴ κατασκευασθέντες· οὕτω καὶ ἐν τῇ Μαρίᾳ, ἡ πρόσληψις αὐτογενὴς παρείληπται, ἐκ τῆς φύσεως ἡμῶν ἐκλεγεῖσα διὰ Παρθένου σεμνῆς. Ὡς ἀπὸ τῆς γῆς ληφθέντες οἱ λίθοι, ηὐξήθη ἡ πρόσληψις διὰ τῆς φύσεως, καὶ ἡ Θεό‐ της ἀρρύπωτος ἔμεινε διὰ τὴν φύσιν τὴν ἄχραντον. Δίχα σιδήρου ὁ ναὸς ᾠκοδομήθη·
10δίχα φθορᾶς καὶ πόνου ὁ Χριστὸς γεγέννηται. Μόνη ἡ γῆ ἐλειτούργησεν, ὡς καὶ μόνη ἡ Παρθένος συνείληφεν. Οὐκ ἐτμήθη ἡ πέτρα, οὐδὲ ᾐσθάνθη τεμνομένων τῶν
λίθων ἡ γῆ· καὶ ἡ Παρθένος οὐκ ἐκινήθη, οὐδὲ ἐξ ἡδυπαθείας συνέλαβεν. Οὐκ ἄλλο‐166

167

θεν ἡ γῆ τοὺς λίθους λαβοῦσα παρέσχετο, ἀλλ’ αὐτὴ ἀπόνως καὶ ἀπείρως ἐξ αὑτῆς αὐτοὺς ἔδωκεν. Οὕτω καὶ ἐν τῇ Παρθένῳ οὐκ ἐπεισήχθη ἡ πρόσληψις, ἀλλ’ ἀπ’ αὐτῆς εἴληπται· ἐπεὶ τροφὸς ἂν ἦν, καὶ οὐ μήτηρ· [ἡ] φύλαξ παρακαταθήκης, καὶ οὐ πηγὴ τῆς ἀρίστης τεκνογονίας. Τὸ Εὐαγγέλιον μητέρα αὐτὴν προσηγόρευσε,
5καὶ οὐ τροφὸν ἐκάλεσεν· ἀλλὰ καὶ τὸν Ἰωσὴφ πατέρα, μηδὲν κοινὸν πρὸς τὴν γέννη‐ σιν ἔχοντα, οὐ διὰ τὸν Χριστόν, ἀλλὰ διὰ τὴν Παρθένον, ἵνα μὴ ἐκ πορνείας νομισθῇ τετοκέναι, καθὼς οἱ Ἰουδαῖοι εἰπεῖν ἐτόλμησαν· οὐ γὰρ προσηγορία τὴν φύσιν ἔδωκε. Καὶ ἡμεῖς γὰρ πατέρας καλοῦμεν γέροντας, τοὺς ἡμᾶς μὴ γεννήσαντας· ἡ φύσις τὴν προσηγορίαν ἔδωκε, καὶ ὁ χρόνος τὴν τιμὴν παρέσχετο. Ἐπὶ δὲ τῆς Παρθένου
10καὶ τοῦ Ἰωσὴφ οἱ ἀρραβῶνες τῶν μνηστόρων τοῦτο κληθῆναι αὐτόν, πατέρα τὸν μὴ γεννήσαντα. Οἱ φοίνικες οἱ ἄρρενες ἐπισκιάσαντες τὰς θηλείας ἐγκάρπους ποι‐ οῦσιν, οὔτε μιγνύμενοι αὐταῖς, οὔτε τινὰ οὐσίαν παρεχόμενοι αὐταῖς. Καὶ τῶν συκῶν
ἔνιαι, οὐ φέρουσι καρπόν, καὶ τῶν ἀχράδων, αἱ μὴ ὑπὸ τῶν ἀρρένων πρεμνογο‐167

168

νοῦσαι. Ὥσπερ οὖν ταῦτα, τὰ μὴ γεννῶντα, πατέρες νομίζονται, οὕτω καὶ Ἰωσὴφ ἐκλήθη πατήρ, ἀνὴρ τῆς Παρθένου μὴ γενόμενος. Μέγα τὸ μυστήριον, καὶ χρὴ πᾶσαν τὴν κτίσιν συγκαλέσαι πρὸς ἔρευναν. Μεί‐ ζων καὶ ἐννοίας ἡ φύσις, συνελθεῖν εἰς μαρτυρίαν. Μείζων γὰρ πάσης ἐπινοίας τὸ
5γεννώμενον. Καὶ διατί πᾶσα ἡ φύσις λογικὴ οὐ συμβάλλεται ταῖς ἀποδείξεσι; Θεὸς ἦν τὸ γεγεννημένον, καὶ πάντα ὡς δοῦλα παρέστωσαν. Θεὸς ἦν ἄνθρωπος τικτόμενος, καὶ παρίστασθαι ὀφείλει πᾶσα φύσις θαυμάσαι τὸν Κτίστην. Ἐκπληττέσθωσαν πῶς τὰ πάντα ἐδημιούργησε. Πιστευέτωσαν ὅτι τὰ παρὰ τῇ φύσει ἀδύνατα, αὐτῷ δυνατά. Νοείτωσαν ὅτι ὃ θέλει γίνεται, καὶ οὐ χρῄζει τῆς φύσεως. Παιδευέτωσαν οἱ Ἕλλη‐
10νες ὅτι οὐ διὰ τὴν ὕλην ἐποίησε τὰ πάντα, ἀλλ’ ὅτι ἠθέλησε. Πειθέσθωσαν ὅτι ἄνευ ὕλης ἐγένετο ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ. Ἰδοὺ γὰρ ἄνευ τῆς ζυγαδικῆς φύσεως συνε‐ στήσατο ἄνθρωπον, τὸν ἀόρατον καὶ τὸν ὁρατὸν αἰῶνα ἐμπεριέχοντα.
Οὐκ αὐταρκῶ μόνος πρὸς τὴν διήγησιν. Λαλείτωσαν σὺν ἐμοὶ καὶ τὰ τῆς φύ‐168

169

σεως καὶ τὰ τῆς τέχνης καὶ τὰ τῆς νοητῆς πράξεως. Λεγέτω οὐρανός, δοὺς ἀστέρα μάρτυρα, ὃν οὐκ ἔλαβε σὺν ἡλίῳ καὶ σελήνῃ. Μαρτυρείτω ὁ αἰθὴρ ἐν ἀστραπῇ, ὑπό‐ δειγμα τοῦ μέλλοντος γεννᾶσθαι ἐκ Παρθένου ἐν ταῖς κόγχαις παρασχόμενος. Ἡ γῆ βοάτω τὸν θησαυρὸν τὸν κρυπτόμενον, ἡ θάλασσα τὸν μαργαρίτην τὸν μὴ φαινό‐
5μενον, ἡ γεωργία, ἡ τέχνη οἰκοδόμων, ἡ σπουδὴ τῶν ἐμπόρων, ἡ ἐπίνοια τῶν ἁλιέων, ἡ τῶν βασιλέων βουλή, ἡ τῶν στρατηγῶν παράταξις, ἡ τῶν ἀνθρώπων εὐφήμησις, ἡ τῶν σοφῶν αἵρεσις, ἡ τῶν ἀστρολόγων κατάληψις, ἡ τῶν τυράννων ταραχή, ἡ ἱερέων χειρίστων κακόνοια, ἡ νηπίων ὁμολογία, ἡ ποιμένων προφητεία, πάντα ἡκέτωσαν εἰς τὴν τοῦ Θεοῦ γέννησιν· ἵνα μόλις οὕτω πιστεύσωσιν αἱρετικοί, ὅτι
10Χριστὸς οὐκ ἐν σχήματι ὤφθη, ἀλλ’ ἐν φύσει ἀνθρώπου ἐκ Παρθένου γεγέννηται. Λέγουσι καὶ Ἰουδαῖοι, οὐ πιστεύομεν ὅτι ὁ Θεὸς σὺν ἀνθρώποις διέτριψεν ὡς ἄνθρωπος, ἀλλὰ πιστεύουσιν ὅτι ἐν τῇ κιβωτῷ θεῖον κατεκέκλειστο. Καὶ τί μεῖζον; Κιβωτὸς ἢ ἄνθρωπος; Εἰ πιστεύεις ὅτι ὁ Θεὸς ἐν κιβωτῷ κατεκέκλειστο, διατί ἀπι‐
στεῖς ὅτι ἐν ἀνθρώποις Θεὸς ἐπὶ τῆς γῆς παρεγένετο; Ἡμεῖς οὐ πιστεύομεν ὅτι ἐσταυ‐169

170

ροῦτο Θεὸς ὤν. Καὶ διατί οὐκ ἀπιστεῖς ὅτι ἡ κιβωτὸς ἡ τὸν Θεὸν ἔχουσα ὑπὸ ἀλλο‐ φύλων ᾐχμαλώτιστο; Ὥσπερ γὰρ ἐκείνη δοκοῦσα ἀτιμίαν ὑφίστασθαι παρείληπτο, οὕτω καὶ ὁ Θεὸς Λόγος, ὢν ἀπαθής, διὰ τῆς προσλήψεως ὑβρίζετο σταυρούμενος αὐτός. Καὶ καθάπερ ἀλλοφύλοις ἡ κιβωτὸς τὸν Δαγὼν παρέλασε καὶ κατέστρεψεν,
5οὕτω καὶ ὁ Χριστὸς ἐν σταυρῷ τὸν Διάβολον ἐτροπώσατο, καὶ τοὺς βλασφήμους ἐπαίδευσε, καὶ γνῶσιν ἀκούσιον τῆς θείας αὐτοῦ δυνάμεως τοῖς ἀπίστοις παρέσχετο. Οὐ πιστεύετε ὅτι ἀνέστη ὁ Χριστὸς ἀποθανὼν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ. Διατί πιστεύετε ὅτι Ἰωνᾶς μετὰ τρεῖς ἡμέρας ἐκ τῆς κοιλίας τοῦ κήτους ἐξελήλυθε σῶος καὶ ὁλόκλη‐ ρος; Οὐ πιστεύετε ὅτι ἡ Παρθένος ἐγέννησεν ἄνθρωπον καὶ Θεόν. Διατί πιστεύετε
10ὅτι ὁ ναὸς ὁ περίβλεπτος ἐξ ἀλαξεύτων λίθων ἐγένετο, καὶ σίδηρος ἐν ὅλῃ τῇ οἰκο‐ δομῇ οὐ παρῆν, καὶ γέγονε πάντων κτισμάτων καὶ ναῶν περικαλλέστερος; Οὐ φέρω τὴν παράνοιαν τῶν Ἰουδαίων, ὅτι κρατοῦσι τὰς ἀποδείξεις, καὶ οὐ
πιστεύουσιν. Οὐ φέρω τῶν αἱρετικῶν τὴν ἄνοιαν, ὅτι τοῖς Ἕλλησι πείθονται, καὶ οὐ170

171

ταῖς θείαις Γραφαῖς. Εἰ μὴ γέγονεν ὁ οἶκος ἄνευ σιδήρου, κτισθεὶς ναὸς εἰς λειτουργίαν Θεοῦ, καὶ ὁ Χριστὸς ἐν σχήματι ἐλήλυθεν. Εἰ δὲ καὶ ἕως τοῦ νῦν οἱ θεμέλιοι ἵσταν‐ ται, μὴ φιλονεικεῖτε, ἀλλὰ πιστεύετε. Ἐγὼ γὰρ καὶ θανεῖν αἱροῦμαι ὑπὲρ ταύτης τῆς πίστεως. Μίξατέ με μετὰ Ἑλλήνων, ὅπερ οὐκ εὔχομαι, καὶ ποιήσατε, ὅπερ
5εὔχομαι, ὑπὲρ Χριστοῦ ἀποθανεῖν. Ἐγώ, ὅσον ἐπ’ ἐμοί, δέδια τὸν θάνατον, ἀλλὰ τὸ θάρσος μου Χριστός ἐστιν. Ἐν ἐμοὶ φοβοῦμαι, ἐν ἐκείνῳ θαρρῶ. Ἐν ἐμοὶ ἀποδι‐ δράσκω, ἐν ἐκείνῳ ἵσταμαι. Ἐν ἐμοὶ αἰσχύνομαι, ἐν ἐκείνῳ παρρησιάζομαι. Αὐτός ἐστιν ὁ μαργαρίτης, ἐγὼ ὁ πηλός. Αὐτὸς ὁ θησαυρός, ἐγὼ ἡ σποδός. Αὐτός ἐστιν ἡ ζωή, ἐγὼ ὁ θάνατος. Αὐτός ἐστιν ἡ δικαιοσύνη, ἐγὼ ὁ ἁμαρτωλός. Αὐτὸς ἡ ἀλή‐
10θεια, ἐγὼ τὸ ψεῦδος, ὅτι διὰ φιλίαν ματαιότητος τῇ προαιρέσει τὴν ἀλήθειαν ἀπω‐ λεσάμην. Αὐτὸς φύσιν μοι ἔδωκεν, ἐγὼ δὲ αὐτὴν διὰ τῶν παθῶν ἠρήμωσα. Αὐτός μοι προαίρεσιν αὐτάρκη ἐδωρήσατο, ἐγὼ δὲ αὐτὴν ἐλλιπῆ ἐποίησα, πλέξας αὐτὴν ταῖς ἁμαρτίαις. Αὐτός ἐστιν ὁ κατελθὼν εἰς τὴν θάλασσαν, καὶ ἐν πολλοῖς πειρα‐ σμοῖς τὸν μαργαρίτην αὐτόθεν ἀναλεξάμενος. Συνῆν ἡ Θεότης ἐν τοῖς πειρασμοῖς,
15καὶ συνήνεγκε τὴν πρόσληψιν ἀπὸ γῆς εἰς οὐρανούς. Αὐτός ἐστιν ὁ πολλὰ σκάψας171

172

ἐν τῷ ἀγρῷ, καὶ καμὼν ἐν τῷ σταυρῷ, ἵνα ὡς ἀποκαλύψας ἐκ τοῦ τάφου τὸν θη‐ σαυρὸν τῶν Ἁγίων ἑαυτῷ περιποιήσηται. Κάμωμεν καὶ ἡμεῖς, ἵνα κοινωνοὶ γενώμεθα τῆς ἐμπορίας αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ
5αὐτοῦ Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ
ἀεί, καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.172