TLG 4138 123 :: EPHRAEM SYRUS :: De Iuliano asceta EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De Iuliano asceta Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 254c–260e. Citation: Page — (line) | ||
119(t) | Περὶ Ἰουλιανοῦ τοῦ ἀσκητοῦ | |
1 | Οὗτος ὁ ἄριστος τῶν ἀσκητῶν οἰκέτης ἐστὶν ὑπάρχων. Τὰ μὲν πρῶτα καθὼς αὐτὸς ἡμῖν λοιπὸν διηγεῖτο, ἐν πολλῇ ἀσωτίᾳ ἔζη· ὕστερον δὲ εἰς ἐπίγνωσιν ἐλθών, καλῶς διεβίωσε, καίτοι πολλὰ πεπονθὼς ὑπὸ τῶν ἰδίων δεσποτῶν, ἐν Ἡλιουπόλει τῇ πρὸς Λίβανον· μετεῖχον γὰρ τῆς εἰδωλομανίας. Τοῦ δὲ κυρίου αὐτοῦ τελευτήσαν‐ | |
---|---|---|
5 | τος, ἀποταξάμενος ἐγένετο μοναχός· ἠγάπησε δὲ τὸν Κύριον ἐν ὅλῃ ψυχῇ καὶ καρ‐ δίᾳ, ὥστε κατορθῶσαι αὐτὸν σχεδὸν πᾶσαν ἀρετήν. Ἐκτήσατο κατάνυξιν πολλήν, ταπεινοφροσύνην δὲ ὑπερβάλλουσαν· καὶ οὐχ ὥς τινες μετὰ τὴν ἀναχώρησιν τοῦ βίου τῇ ἀμελείᾳ καὶ τῇ ἀργίᾳ τῶν ἐντολῶν τοῦ Θεοῦ ἐκδεδωκότες ἑαυτούς, καὶ τὴν ὀσφὺν μὴ περιζωσάμενοι τῇ σωφροσύνῃ, εἰς βάθη κακῶν κατέπηξαν τὰς ἑαυτῶν | |
10 | ψυχάς, ὥστε τινὲς μηδὲ περιεργιῶν ἀμυήτους ἑαυτοὺς ἐᾶν, ἀλλὰ καὶ ταύτην πα‐ | 119 |
120 | ρελθεῖν οὐ παρῃτήσαντο διὰ τὰς ἑαυτῶν ἐπιθυμίας, καὶ σχῆμα εὐσεβείας ἠμφιε‐ σμένοι οἰκητήριον ἑαυτοὺς κατεσκεύασαν τῆς τῶν δαιμόνων φάλαγγος. Ἀμέλει καὶ ἐν οἷς ἐκαθεζόμην τόποις, μοναχός τις ἔχων υἱὸν μικρόν, κομιδῇ καὶ τοῦτον ἐκ πα‐ ρακοῆς ὄντα, οὐ παρῃτήσατο θυσίαν τῷ δαίμονι τοῦτον προσαγαγεῖν διὰ φιλοχρη‐ | |
5 | ματίαν· ἀλλ’ ἡ τοῦ Θεοῦ βοήθεια προλαβοῦσα, διέσωσε τὸ παιδίον. Ὡς γὰρ κατήγα‐ γεν αὐτὸ ὁ δείλαιος εἰς τὸν ὑπόγειον τόπον, ἔνθα ἐλέγετο χρυσίον πολὺ κεκρύφθαι ὑπὸ τῶν κατασκευασάντων τὸ ἱεροτάφιον, θεασάμενος ὁ δαίμων τὸ σημεῖον τοῦ σταυροῦ ὃ ἠμφίεστο τὸ παιδίον, οὐκ ἐτόλμησε τοῦτο ἀδικῆσαι· σὺν τῷ γὰρ ἀναλά‐ βῳ καθῆκεν ὁ ἀνήρ· πατέρα γὰρ τοῦτον καλεῖν ὀκνητέον ἐμοί. Οὕτως οὖν τὸ εἶργον | |
10 | τῷ σκοπῷ ἐγνωκώς, ἐγερθεὶς ἀφείλετο τὸν ἀνάλαβον ἀπὸ τοῦ παιδίου. Καὶ φωνὴ πάλιν ἐγένετο ἐκ τῶν ἀδύτων· ὅτι, ἐπεὶ ὅλως ἀφιερώθη Θεῷ, ἀποίητός ἐστι. Τοῦ οὖν παιδίου παραδόξως διασωθέντος, διηγήσατο τὰ παρακολουθήσαντα πάντα, ἅμα δὲ καὶ τὴν γενομένην αὐτῷ ἀπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀντίληψιν. Γέ‐ γονε γὰρ περίφημος ὁ λόγος, ὥστε καὶ συνέδριον συγκροτηθῆναι ὑπὸ τῶν ἁγίων | |
15 | πατέρων ἐπὶ τῇ ὑποθέσει τοῦ πράγματος. | 120 |
121 | Ταῦτα δέ, ἀδελφοί, παρασκευάζει ἡ ἀμέλεια τῆς συνάξεως, καὶ τὸ μὴ συνε‐ χῶς προσεύχεσθαι καὶ νηφόντως· ἡ γὰρ ψαλμῳδία καὶ ἡ προσευχὴ ἐν ταπεινῷ λο‐ γισμῷ ἀνακουφίζουσι τὸν νοῦν τῶν ἀπηγορευμένων παθῶν, καὶ νεανικωτέραν τὴν ψυχὴν καθιστῶσι πρὸς τὴν ἐπιθυμίαν τῶν οὐρανίων ἀγαθῶν. Ὥσπερ δὲ τὸ προσο‐ | |
5 | μιλεῖν Θεῷ διὰ καθαρᾶς προσευχῆς ταπεινοφροσύνην ἐμποιεῖ τῇ ψυχῇ, οὕτω τὸ προσδιαλέγεσθαι βασιλεῦσιν ὑψηλοφροσύνην γεννᾷ, τοῖς μὴ λίαν πυρωθεῖσιν ὑπὸ τοῦ κρείττονος φόβου. Ἄρ’ οὖν κάμινος καὶ χωνευτήριον πέφυκεν ἡ πρὸς βασιλέα συνάφεια, δοκί‐ μους ἢ ἀδοκίμους τοὺς μετέχοντας ἐμφαίνουσα· οἱ δὲ τὸν Κύριον πρὸ ὀφθαλμῶν | |
10 | ἔχοντες διαπαντός, τῷ κρείττονι φόβῳ ἐκκρούουσι τὴν προσπάθειαν τῶν ὁρωμένων πραγμάτων. Διὸ μακάριος ὁ ἀποταξάμενος τῷ βίῳ, συναναστρεφόμενος ἐν συνο‐ δίᾳ ἀνδρῶν ἁγίων καὶ ἐν ὑποταγῇ πνευματικῶν πατέρων, καὶ διατελῶν ἐν καθαρᾷ συνειδήσει τὸν βίον ἑαυτοῦ· ὅτι οὐ καταισχυνθήσεται ἐν τῇ ἀναστάσει τῶν δικαίων. Οὐαὶ δὲ τῷ συνδυάζοντι μετὰ ἀνδρῶν ἀνοσίων καὶ ἀνυποτάκτων· ὅτι ὄψεται ὁ τοι‐ | |
15 | οῦτος ἡμέρας πικράς· ἡ γὰρ αὐθεντία καὶ ἡ μονία καὶ αὐτοβουλία, ἔρημόν τε καὶ | 121 |
122 | πτωχὸν καθίστησι τὸν ἄνθρωπον τῶν πνευματικῶν καρπῶν καὶ χαρισμάτων· τὸ δὲ κρίσει πάντα ποιεῖν, μακάριόν ἐστιν. Ὁ δὲ μακάριος Ἰουλιανὸς νεκρώσας ἑαυτὸν τῶν κοσμικῶν πραγμάτων, ὡς ἀπῄτει ὁ ἀσκητικὸς λόγος, ἐκάθισεν ἐν τῷ κελλίῳ ἑαυτοῦ· πλησίον δὲ τοῦ αὑτοῦ | |
5 | κελλίου, ὑπῆρχε καὶ τὸ ἐμὸν κελλίον· ἦμεν γὰρ τοῦ αὐτοῦ συστήματος ἀμφότεροι. Παρέβαλλεν οὖν ἐν τῷ κελλίῳ μου, κἀγὼ δὲ ἀπῄειν πρὸς αὐτόν· ὠφελούμην γὰρ ἐπὶ τῇ συντυχίᾳ τοῦ ἀνδρός, καὶ ἐθαύμαζον θεωρῶν τοσαύτην ἐπίγνωσιν ἐν ἀνθρώπῳ βαρβάρῳ· ἦν γὰρ δυτικῶν μερῶν· καὶ ἐδόξαζον τὸν Θεὸν τὸν μὴ θέλοντα τινὰ ἀπο‐ λέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι· καὶ ἐμνήσθην τοῦ εὐαγγελικοῦ ῥητοῦ | |
10 | τοῦ λέγοντος· ἀμὴν λέγω ὑμῖν· ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυ‐ θμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ στενάξας εἶπον· ῥῦσαι ἡμᾶς, Κύριε, ἐκ τοῦ ἐξωτέρου σκότους καὶ τοῦ κλαυθμοῦ καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ μνήσθητι | |
15 | ἡμῶν ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου. Ἐπίσκεψαι ἡμᾶς ἐν σωτηρίῳ σου, τοῦ ἰδεῖν ἐν | 122 |
123 | τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου. Μνήσθητι ἡμῶν, Κύριε, ὡς τοῦ λῃστοῦ, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, καὶ ἐξέγειρον ἡμῶν τὰ σώματα ἐκ τῶν μνημείων μετὰ δόξης, ἀξιῶν ἡμᾶς τῆς ἁρπαγῆς τῶν δικαίων ἐν νεφέλαις· ἵνα καὶ ἡμεῖς μι‐ | |
5 | κρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου, πρεσβείαις τῶν ἁγίων σου. Ἀμήν. Ὁ οὖν μακάριος Ἰουλιανὸς ἦν καὶ ῥωμαλέος τῷ σώματι, ἀλλὰ καταπεπόνη‐ το ὑπὸ πολλῆς ἀσκήσεως· κατόπιν γὰρ τῶν Πατέρων ἐβάδιζεν· ἀγράμματος δὲ ὢν ἐσπούδαζε τοῦ μαθεῖν. Οὗτος ὁ θεοφιλὴς κελλίον εἶχεν, ἐν ᾧ ἡσύχαζε καθ’ ἑαυτόν· καὶ ἐν αὐτῷ κοιτωνάριον· καὶ οὐκ ἠρκέσθη τῇ στενώσει τοῦ ταμιείου, ἀλλ’ ἔνδον | |
10 | ᾠκοδόμησεν ἑαυτῷ δίκην τάφου, στενοτάτην ποιήσας τὴν εἴσοδον, δι’ ἧς εἰσπο‐ ρευόμενος ὡς ἐν μνημείῳ προσηύχετο κλαίων. Εἰργάζετο δὲ ταῖς ἰδίαις χερσὶ τὰ ἄρμενα τῶν πλοίων. Ἠγαπήκει δὲ τὴν κατάνυξιν καὶ τὸν κλαυθμόν, εἴ τις καὶ ἄλλος, ὥστε τοὺς παριόντας διὰ τοῦ κελλίου αὐτοῦ ἀκούειν τῆς φωνῆς τοῦ κλαυθμοῦ αὐτοῦ· ἦν γὰρ κλαίων, ὥσπερ ὁ θάψας υἱὸν ἢ θυγάτριον μονογενές, καὶ ἀνακαλούμενος | |
15 | μετὰ μέλους· τὰς γὰρ ἑαυτοῦ ἁμαρτίας προτεθεικὼς πρὸ ὀφθαλμῶν, ἔκλαιεν ἐμπό‐ | 123 |
124 | νως νυκτὸς καὶ ἡμέρας. Τὰς δὲ νύκτας βραχύ τι τοῦ ὕπνου μετελάμβανεν· ἡ γὰρ φροντὶς τῆς ἀνταποδόσεως ἐξήγειρεν αὐτὸν ἐν σπουδῇ. Ὅσους δὲ πειρασμοὺς καὶ θλίψεις ὑπέμεινε διὰ τῶν ἀμελεστέρων ἀδελφῶν οὐκ ἔστι λέγειν· πάντας δὲ διὰ τῆς ταπεινώσεως καὶ ὑπομονῆς παρῄει τούτους ἀβλαβῶς. Ὁποῖος δὲ ἦν εἰρηνικός, | |
5 | ἐγκρατής, ὑπομονητικός, πρᾷος, εὐλαβής, ἀκτήμων· ὁ γὰρ καθεζόμενος ἐν ἐρήμῳ μετὰ χρημάτων, στένων καὶ τρέμων ἔσται ἐν παντὶ τόπῳ, καὶ ἐπὶ τέλει θήραμα ἔσται κακούργοις· ὁ δὲ ἀκτήμων ἀνεπιβούλευτος ἔσται. Ἦν δὲ καὶ ἄοκνος, καὶ πρὸς τὰ πάρεργα εὐπρόθυμος ὁ μακάριος. Λοιδορίαν ἀποστρεφόμενος, ταπεινὸς ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἐσθῆτι, ἐν βαδίσματι. Οὐδὲ γὰρ ὡς ἐγὼ καὶ οἱ ὅμοιοί μου ῥᾴθυμοι δι‐ | |
10 | εξῆλθεν ἐν ἀμελείᾳ τὰς ἡμέρας αὐτοῦ· ἀλλὰ ἐν πάσῃ κατανύξει διετέλεσε τὰς ἡμέ‐ ρας τῆς ζωῆς αὐτοῦ· καὶ ὥσπερ οἱ ἐν φρουρᾷ καθειργμένοι καὶ μέλλοντες προσάγε‐ σθαι ἐπὶ τοῦ βήματος τοῦ δικάζοντος, ἀπὸ τοῦ φόβου καὶ τῆς ἀγωνίας κλαίουσιν, οὕτω καὶ ὁ μακάριος Ἰουλιανὸς ἐμέμνητο διηνεκῶς τοῦ φοβεροῦ βήματος τοῦ Χρι‐ στοῦ· διὸ καὶ συνεχῶς ἔκλαιεν ἀναλογιζόμενος τὴν μέλλουσαν κρίσιν. Ὅπου δὲ κα‐ | |
15 | τάνυξις καὶ δάκρυα καὶ ταπεινοφροσύνη, ἐκεῖ οὐχὶ ἀκαταστασία καὶ πᾶν φαῦλον | 124 |
125 | πρᾶγμα, ἀλλ’ εὐταξία καὶ πᾶν ἀγαθόν· ᾧ δὲ μὴ πάρεστι ταῦτα, λείπεται πολὺ τοῦ ζητουμένου σκοποῦ. Παρῃτεῖτο δὲ καὶ συντυχίας γυναικῶν, τὰς ἀφορμὰς ἐκκόπτων τῶν ματαίων ἡδονῶν. Ἡνίκα δὲ ἔκρουεν εἰς τὴν σύναξιν, πρὸ παντὸς ἀδελφοῦ ἠγω‐ νίζετο ἀπαντῆσαι· οὕτω δὲ ἵστατο ἐν τῇ συνάξει ἀμετεώριστον ἔχων τὸ ὄμμα, ὡς | |
5 | αὐτῷ τῷ βήματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παριστάμενος. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν ἔφην πρὸς αὐτόν· τίς ἄρα ἀφανίζει τὰ ἐνταῦθα βιβλία; Ἔνθα γὰρ ἐγέγραπτο Θεὸς ἢ Κύριος ἢ Ἰησοῦς Χριστὸς ἢ Σωτήρ, τὰ στοιχεῖα τῶν γραμμάτων ἐξήλειπτο. Ὁ δὲ μακάριος εἶπε πρός με· οὐκ ἀποκρύψω ἀπὸ σοῦ οὐδέν. Ἡ πόρνη προσελθοῦσα τῷ Σωτῆρι τοῖς δάκρυσι τοὺς πόδας αὐτοῦ ἔβρεξε, καὶ ταῖς | |
10 | θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν· κἀγὼ ἀναγινώσκων, ὅπου δ’ ἂν εὕρω τὸ ὄνο‐ μα τοῦ Θεοῦ μου ἐγγεγραμμένον, τοῖς δάκρυσί μου βρέχω, ἵνα κἀγὼ λάβω παρ’ αὐτοῦ ἁμαρτιῶν ἄφεσιν. Κἀγὼ χαριέντως εἶπον· ὁ Θεὸς φιλάνθρωπος ὢν δέχεταί σου τὴν πρόθεσιν, πλὴν τῶν βιβλίων φεῖσαι, παρακαλῶ. Ἔλεγε δέ· οὐ δροσίζεταί μου ἡ καρδία, ἐὰν μὴ κλαύσω ἐνώπιον Κυρίου τοῦ Θεοῦ μου. Ἤσκησε δὲ διαπύ‐ | |
15 | ρως ὑπὲρ τὰ εἴκοσι πέντε ἔτη· καὶ ἐν τούτοις τελειοῦται ἐν Κυρίῳ ἐν τῷ διωγμῷ καὶ | 125 |
126 | ἐν ὑποταγῇ ὑπάρχων, ἄξιος γενόμενος τοῦ μακαρισμοῦ· μακάριοι γάρ, φησίν, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· μακάριοι οἱ δε‐ διωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐμοῦ δὲ οἱ ὀφθαλμοὶ κατήγαγον δάκρυα ἐπὶ τῇ διαζεύξει τοῦ ἀνθρώπου τούτου. | |
5 | Οὗτος ὁ μακάριος ἔφη ποτὲ ἀδελφῷ τινι· ἀδελφὸς βούλεται, φησίν, εἰσελθεῖν εἰς τὴν ἐσωτέραν ἔρημον τοῦ ἐπιζητῆσαι ἄνδρας διορατικούς. Συμβούλευσον οὖν διὰ τὸν Κύριον· εἰσπορευθῶ αὐτῷ ἢ οὔ; Ὁ δὲ ἀδελφὸς ἐπιστάμενος ὅτι ἐργάτης ἐστίν, ἔφη πρὸς αὐτόν· βέλτιον τὸ ἡσυχάζειν καὶ ἐν τῇ ἡσυχίᾳ ζητεῖν τὴν τελειότη‐ τα· τὸ γὰρ περὶ μικρῶν καὶ ἀστάτων πραγμάτων πύθεσθαι, καὶ τούτου χάριν πε‐ | |
10 | ριέρχεσθαι τὴν ἔρημον, οὐκ ἀναγκαῖον. Καὶ ὁ μακάριος ἔφη· τί ἐστι τελειότης; Τί δὲ τὰ μικρὰ καὶ ἄστατα πράγματα; Ὁ δὲ ἀδελφὸς εἶπε πρὸς αὐτόν· τελειότης ἐστὶ παντὸς λόγου καὶ πάσης πράξεως τὸ πέρας· γέγραπται γάρ· τέλος λόγου, τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε. Τὰ δὲ συμβαίνοντα ἑκά‐ στῳ ἡμῶν ἐν τῷ αἰῶνι τούτῳ, εἴτε λυπηρά, εἴτε χρηστά, τέλος ἔχει· διὸ καὶ ὑπὸ | |
15 | χρόνου καταργεῖται· τὰ δὲ μετὰ τὴν τοῦ βίου ἔξοδον, ἀθάνατα ὑπάρχει. Τὴν οὖν | 126 |
127 | ἡμέραν τῆς κρίσεως ἔχωμεν κατὰ νοῦν, ἵνα τὸ φρόνημα ἡμῶν τέλειον ᾖ ἐν Κυρίῳ. Ὥσπερ δὲ δύο τινὲς ἀποδημοῦντες εἰς χώραν μακράν, καὶ ἀκηδιάσας τις αὐτῶν κατὰ τὴν ὁδόν, ἄρξεται ἐρωτᾶν τοὺς παρατυγχάνοντας, τί ἄρα συναντήσει αὐτοῖς κατὰ τὴν πρὸ δέκα σημείων ὁδόν· καὶ ἐκεῖνοι ἀποκριθῶσιν· ὁδὸς τραχεῖα. Καὶ μετὰ | |
5 | τὴν τραχεῖαν ὁδὸν τί; Οἱ δέ· γῆ χλοηφοροῦσα. Ὁ δὲ συνοδοιπόρος αὐτοῦ θεωρῶν αὐτὸν φιλοτίμως ἐρωτῶντα περὶ τῆς ὁδοῦ εἴπῃ πρὸς αὐτόν· παῦσαι, ὦ συνέκδημε, πολυπραγμονῶν τὰ κατὰ τὴν ὁδὸν ἣν μέλλομεν διαβαίνειν, ὥσπερ ὀξύτατος δρο‐ μεύς. Καὶ γὰρ ὁδῷ παρείκασται ὁ ἀνθρώπινος βίος. Διὰ τοῦτο μᾶλλον σκοπητέον, οὐ τὰ συναντῶντα ἐν τῇ πορείᾳ, ἀλλὰ τὰ μετὰ τὴν ὁδὸν συμβησόμενα ἡμῖν. Ζητή‐ | |
10 | σωμεν πῶς δεῖ ἡμᾶς ἐν ἀνέσει αὐλισθῆναι ἐν ἐκείνῃ τῇ χώρᾳ, ἐν ᾗ μέλλομεν κα‐ τοικεῖν εἰς τὸ διηνεκές, μετὰ τὸ τέλος τοῦ βίου καὶ τῆς ἐνταῦθα πορείας. Ἄρα ποῦ ἔσται ἡμῖν ἡ κατάπαυσις ἐν τῷ αἰῶνι ἐκείνῳ; Ποῦ δὲ καὶ ἡ μερίς; Ἐν βάθει ἢ ἐν ὕψει; Ἐν ἀναπαύσει ἢ ἐν πόνοις; Ἐν σκότει ἢ ἐν φωτί; Ἐν πυρὶ ἢ ἐν ἀναψύξει; Ταῦ‐ τα ἡμῖν σκαλευέτω τὸ πνεῦμα καὶ λαλήτω τὸ στόμα. Τῆς τοιαύτης φροντίδος μὴ | |
15 | ἀποστήτω ἡμῶν ἡ καρδία, ἐν ὅσῳ ἐσμὲν ἐν τῷ προσκαίρῳ βίῳ. Καὶ τῶν βουλομέ‐ | 127 |
128 | νων ἡμᾶς παρεμποδίζειν τῆς τοιαύτης φροντίδος καταφρονήσωμεν, ὡς ἀπάτης καὶ ἀπωλείας προξένων ἡμῖν γενομένων· οὐ γάρ ἐστι τινὰ ἀπελθόντα ἐκεῖσε πάλιν ἐπα‐ νελθεῖν ἐν τῷδε τῷ βίῳ. Φροντίσωμεν τοιγαροῦν, ὦ τέκνον, πῶς μέλλομεν ἐν παρρησίᾳ ὀφθῆναι τῷ | |
5 | Βασιλεῖ τῆς δόξης, καὶ σπουδάσωμεν ἑαυτοὺς παραθέσθαι τῇ φιλανθρωπίᾳ αὐτοῦ, ἵνα ἀντιλάβηται ἡμῶν τῆς ἀσθενείας, καὶ μάλιστα ὁπηνίκα γυμνωθῶμεν πάσης ἀνθρωπίνης περιβολῆς· καὶ γὰρ δεῖ ἡμᾶς πάντα καταλείψαντας ἀπελεύσεσθαι ἐκεῖ. Ἐὰν οὖν μὴ σχῶμεν πάντοτε κατὰ διάνοιαν τὴν κρίσιν τὴν μέλλουσαν, οὐδὲν ἡμᾶς ὠφελήσει ἡ προδήλωσις τῶν κρυπτῶν καὶ ἀδήλων πραγμάτων. Ἤκουσέ ποτε Ἱε‐ | |
10 | ροβοὰμ ὁ τοῦ Ναβάτ, ὃς ἐξήμαρτε τῷ Ἰσραήλ, τὴν μέλλουσαν αὐτῷ ἐπελθεῖν ὀργὴν παρὰ Κυρίου, καὶ οὐ μετενόησεν ἐπὶ τῷ κακῷ. Ἠλέγχθη καὶ Γιεζὶ περὶ τῶν κρυ‐ πτῶν αὐτοῦ πταισμάτων, καὶ οὐ διωρθώσατο τὸν τρόπον, ἐπεὶ οὐκ ἂν ἀφέθη ὑπὸ τοῦ διδασκάλου ἐν τῷ ἀσχήμῳ τῆς λέπρας· ὁ γὰρ τὸν Νεεμάν, τὸν ἀρχιστράτηγον Συρίας, καθαρίσας ἐν λόγῳ Κυρίου τῆς τοιαύτης νόσου, εὐκολώτερον ἦν μᾶλλον | |
15 | αὐτῷ τὸν ἴδιον μαθητὴν ἀπαλλάξαι τῆς τοιαύτης συμφορᾶς. Ἔχωμεν τοιγαροῦν | 128 |
129 | κατὰ διάνοιαν τὸ τέλος 〈τοῦ〉 παρόντος βίου, ἵνα τὸν καθεύδοντα ἡμῶν νοῦν διε‐ γείρῃ ἡ προσδοκία τοῦ φόβου τοῦ μέλλοντος πρὸς ἐργασίαν καὶ φυλακὴν τῶν ἀγαθῶν πράξεων· ὁ γὰρ βίος ἡμῶν ἐλαφρότερός ἐστι δρομέως. Ὅταν γὰρ δοξασθῶμεν καὶ βασιλεύσωμεν ἐν τῷδε τῷ βίῳ, τὸ γενόμενον δὲ μὴ γένηται κατὰ βούλησιν τοῦ | |
5 | μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, οὐδὲν ἡμᾶς ὠφελήσει ἡ δόξα τοῦ προσκαί‐ ρου βίου ἀπελθόντας ἐκεῖσε. Κλαύσωμεν τοιγαροῦν ἔμφοβοι καὶ ἔντρομοι γενόμενοι, μή ποτε ἐξ ἀμελείας τῆς ἐνταῦθα ζωῆς, ὑπὸ ἀγανάκτησιν εὑρεθῶμεν ἐκεῖ τοῦ Βα‐ σιλέως τῆς δόξης, καὶ παραπεμφθῶμεν ἐν σκότει ἐξωτέρῳ. Οὐκ ἔστιν ἀπελθόντας ἐκεῖσε ἀπαλλαγῆναι τῶν βασάνων. Οὐκ ἔστιν τὸν κατακλεισθέντα ἐξ ἁμαρτιῶν, ἀ‐ | |
10 | νεθῆναι τῶν δεσμῶν τῶν ἀλύτων. Ἐκεῖ γὰρ πῦρ ἄσβεστον, καὶ σκώληξ ἀθάνατος, καὶ πυθμὴν ᾅδου σκοτεινός, καὶ ὀλολυγμὸς ἐξαίσιος, καὶ κλαυθμός, καὶ βρυγμὸς ὀδόντων. Οὐκ ἔχει πέρας τὰ δεινὰ τούτων. Οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια, οὔτε μηχανή, τοῦ ἐκδῦναι τὰ πικρὰ κολαστήρια. Ταῦτα φυγεῖν | |
ἔξεστι νῦν, ἐὰν τῆς φωνῆς τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν ἀκουσώμεθα, τοῦ δι’ ὑπερ‐ | 129 | |
130 | βολὴν φιλανθρωπίας δι’ ἑαυτοῦ κηρύξαντος καὶ διδάξαντος τοὺς υἱοὺς τῶν ἀνθρώ‐ πων παντὸς λόγου καὶ πάσης πράξεως τὴν τελειότητα, ὅπως ὑπήκοοι αὐτῷ γενό‐ μενοι, τῶν μὲν κολαστηρίων ἀπαλλαγέντες, τῶν ἀγαθῶν καταξιωθῶμεν. Ἀναγκαῖον τοιγαροῦν τοὺς λόγους Κυρίου φυλάσσειν ἐν ταπεινοφροσύνῃ πολ‐ | |
5 | λῇ· ἡ γὰρ τήρησις τῶν ἐντολῶν αὐτοῦ ἐστὶ τελειότης· καὶ οἱ τῶν ἐντολῶν τοῦ Θεοῦ ζηλωταὶ γενόμενοι, οὗτοι ἰσχυρῶς ἐπέβησαν δὴ τῇ τελειότητι, προσδοκῶντες αὐτὸν ἐν εὐθύτητι καρδίας, καὶ καθ’ ἑκάστην φανταζόμενοι τὴν ἔνδοξον αὐτοῦ παρουσίαν· καὶ καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ, ὅταν ἀφορίσῃ τοὺς δικαίους ἀπὸ τῶν ἁμαρ‐ τωλῶν, καὶ ἀποδώσῃ ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Φυλάξωμεν τοίνυν, ὦ τέ‐ | |
10 | κνον, τὴν ἀγάπην εἰλικρινῶς· καὶ ἐν αὐτῇ τὰς ἀρετὰς κατορθώσαντες ἀξιωθῶμεν τῆς ἐκ δεξιῶν στάσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· καὶ χαρήσεται ἡμῶν ἡ καρ‐ δία, καὶ τὴν χαρὰν ἡμῶν οὐδεὶς ἀρεῖ ἀφ’ ἡμῶν. Ὁ δὲ ἀδελφὸς σφόδρα τὰς νουθεσίας ἀποδεξάμενος, ἐνεκαρτέρησεν ἐν τῇ ἡσυ‐ | |
χίᾳ, εὐχαριστῶν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 130 |