TLG 4138 122 :: EPHRAEM SYRUS :: Sermo in eos, qui in Christo obdormierunt

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo in eos, qui in Christo obdormierunt

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 6. Thessalonica: Το περιβόλι της Παναγίας, 1995: 94–118.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 260f–273e.

Citation: Page — (line)

94

(t)

Λόγος εἰς τοὺς ἐν Χριστῷ κεκοιμημένους
1 Τί τοῦτο σήμερον, ἀγαπητοί, σπουδαίως ὁμοῦ τε καὶ ἀξίως συνήχθημεν; Συν‐ εκάλεσαν γὰρ ἡμᾶς ἅπαντας ὁμοθυμαδὸν οἱ πρὸς Χριστὸν ἀφ’ ἡμῶν κληθέντες ἀδελ‐ φοί. Διὸ καὶ συνήχθημεν προθύμως πρὸς Χριστοῦ ὑμνῳδίαν· διανέστησαν γὰρ ἡμᾶς οἱ σαρκὶ καταλιπόντες ἡμᾶς, ποιήσαντες ἡμᾶς δοξολογίαν ἐπὶ γῆς οἱ μετὰ Ἀγγέ‐
5λους δοξολογοῦντες ἐν οὐρανοῖς, καὶ χοροὺς συστησάμενοι 〈οἱ〉 πρὸς τοὺς ἄνω χο‐ ροὺς παριστάμενοι· καὶ τράπεζαν ἡμῖν παραθέμενοι πνευματικὴν οἱ τῆς τρυφῆς τοῦ παραδείσου κορεννύμενοι, καὶ οἶνον ἡμῖν προθέμενοι κατανύξεως οἱ τῆς ἐκεῖσε ἐμπε‐ πλησμένοι παρακλήσεως, καὶ φῶτα ἀνάψαντες οἱ τὰς ἑαυτῶν καρδίας φωτίσαντες καὶ πρὸς τὸ φῶς ἄδυτον ὁδοιπορήσαντες· εἵλκυσαν γὰρ ἀφ’ ἡμῶν τοὺς ὁσίους οἱ
10πρὸς Κύριον ὅσιοι, καὶ μετέστησαν ἀφ’ ἡμῶν οἱ καλῶς ὁδοιπορήσαντες πρὸς Θεόν.94

95

Κατέλιπον ἡμᾶς ὀρφανούς, καὶ πρὸς τὴν οἰκείαν πατρίδα ἐπορεύθησαν· κατέ‐ λιπον τὴν φθοράν, καὶ πρὸς τὴν ἀφθαρσίαν ἐχώρησαν· ἔδυσαν ἀπὸ κόσμου, καὶ πρὸς Χριστὸν ἀνέτειλαν· ἐξῆλθον ἐκ τῆς γῆς, καὶ ᾤκησαν τὴν ἄνω Ἱερουσαλήμ· κατέ‐ λιπον τὴν μακαριότητα τοῦ βίου, καὶ ἔφθασαν τὴν ἄνω μακαριότητα· ἀφῆκαν τοὺς
5ματαίους θορύβους, καὶ ὥδευσαν πρὸς ἀθορύβους· ἐξῆλθον τοῦ χειμῶνος καὶ κλύ‐ δωνος τοῦ κόσμου, καὶ εἰς τοὺς παγγαλήνους προσώρμησαν λιμένας· κατέλιπον τὴν σκοτεινὴν τοῦ βίου σκιάν, καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης ἀνέδραμον· καὶ παρόντες μεθ’ ἡμῶν, οὐκ ἦσαν μεθ’ ἡμῶν, ἀλλὰ τὸν νοῦν εἶχον πρὸς τὸν Θεόν· καὶ ὄντες ἐπὶ τῆς γῆς, πολίτευμα εἶχον ἐν οὐρανοῖς· καὶ ζῶντες ἐν σαρκί, οὐχ ὑπῆρχον
10ἐν σαρκί· οὐ γὰρ εἶχον ὧδε μένουσαν πόλιν, ἀλλὰ μόνην τὴν ἐπουράνιον πόλιν· οὐκ εἶχον ὧδε οἰκείαν πατρίδα, ἀλλὰ τὴν ἄνω μόνην πατρίδα· οὐκ εἶχον ὧδε πρόσκαιρον πλοῦτον, ἀλλὰ τὸν ἐπουράνιον πλοῦτον. Ξένοι καὶ παρεπίδημοι ὄντες, καθὼς πάντες οἱ πατέρες αὐτῶν· ξένοι κόσμου καὶ τῶν ἐν κόσμῳ, καὶ κατεκόσμουν ἀεὶ τὴν ψυχὴν τὰ ἄνω σκοποῦντες, τὰ ἄνω με‐
15λετῶντες, τὰ ἄνω φρονοῦντες, τὰ ἐκεῖ κάλλη ἐπιθυμοῦντες, τὰς ἐκεῖσε μονὰς καὶ95

96

σκηνάς, τὰς ἄνω χοροστασίας, τὰς ἄνω ὑμνῳδίας, τὰς ἐκεῖσε ἑορτάς, τὰ ἀΐδια ἀγα‐ θά, τὰ ἀπαρόδευτα Θεοῦ δῶρα. Πρὸς ἐκεῖνα ἔβλεπον, πρὸς ἐκεῖνα ἔτρεχον, διὸ καὶ κατέλαβον· ἔσπευσαν, διὸ καὶ εἰσήλθοσαν εἰς τὴν πατρίδα καὶ τὸν ἄνω νυμφῶνα· ἔτρεχον, διὸ ἐπέτυχον· ἐνήστευσαν, διὸ εὐφραίνονται· οὐκ ἠμέλησαν, διὸ ἀγάλλον‐
5ται· ἐφρόνησαν, ὅτι τοῦ βίου κατεφρόνησαν· ἐξῆλθον καὶ ἀπῆλθον τὴν ὁδὸν τὴν καλὴν αὐτῶν καὶ εὐάρεστον· ἐξῆλθον καὶ ἀπεδήμησαν εἰς τὴν χώραν τὴν ἁγίαν καὶ αἰώνιον· ἐξῆλθον ἐξαίφνης, καὶ ἐπετάσθησαν ὡς περιστεραὶ καθαραὶ καὶ ἄσπιλοι· ἐπετάσθησαν ὡς τρυγόνες ἐρημικαὶ καὶ πάναγνοι· ἐπετάσθησαν ἐξ ἡμῶν ὡς χελιδόνες ἡδύλαλοι. Ἐχωρίσθησαν τῆς ποίμνης ἡμῶν ὡς ἀρνία καθαρὰ καὶ ἅγια. Μετέστησαν τῆς μάν‐
10δρας, καὶ στυγνάζει τὰ πρόβατα· κατέλιπον τὴν ἡμετέραν νοσσιάν, καὶ βοῶμεν ὡς νεοσσοί. Ἐχωρίσθη τὸ μέλος, καὶ ὀδυνῶνται τὰ λοιπὰ μέλη. Δακρύομεν, ὅτι τῆς ὑμῶν καλῆς διαθέσεως ἐστερήθημεν· στενάζομεν, ὅτι τοὺς ὑμῶν χαρακτῆρας οὐ βλέπομεν· ὀδυρόμεθα, ὅτι καὶ ἡμεῖς ἐν τάχει ἀπερχό‐ μεθα· ὀδυνώμεθα, ὅτι οὕτως ἐξαίφνης ἁρπαζόμεθα· στυγνάζομεν, ὅτε τῆς ἀρετῆς
15ὑμῶν μνημονεύσομεν· στυγνάζομεν, ὅτε τὸ ὄμμα περιστρέφομεν, καὶ τὴν ὑμετέραν96

97

ἀγάπην οὐ βλέπομεν· δακρύομεν, ὅτι καὶ ζῶα δακρύει ἐπὶ χωρισμῷ τοῦ ὁμοφύλου αὐτῶν· ὀδυρόμεθα, ὅτι καὶ βόες μυκῶνται ἐκζητοῦντες τὸν ὁμόζυγον αὐτῶν· ὅτι καὶ χελιδόνες βοῶσιν ἁρπαζομένων τῶν νεοσσῶν αὐτῶν· ὅτι καὶ ἄρνες κράζουσι χωριζομένου τοῦ ἀδελφοῦ αὐτῶν. Εἰ γὰρ καὶ ὑμῖν τὸ συμφέρον ἐγένετο, ἀλλ’ ἡμῖν
5ἀθυμίαν ἐποιήσατε· τὸ ὑμῖν ἐπιθυμητόν, γέγονεν ἡμῖν θλιβερόν. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ, ἀλλὰ θάνατος ἁμαρ‐ τωλῶν πονηρός· διὸ καὶ ἔλεγεν ὁ Προφήτης· ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; Ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Ἐλεύσεται γὰρ ἡ ἡμέρα, ἀδελφοί. Ἐλεύσε‐ ται πάντως, καὶ οὐ παρελεύσεται, ὅτε καταλείψει ἄνθρωπος πάντα καὶ πάντας· καὶ
10ἀπελεύσεται μόνος μεμονωμένος, τεταπεινωμένος, κατῃσχυμμένος, γυμνός, ἀβοή‐ θητος, ἀπροστάτευτος, ἀσυνόδευτος, ἀνέτοιμος, ἀπαρρησίαστος, εἴπερ ἐν ἀμελείᾳ φθάσει, ἐν ἡμέρᾳ ᾗ οὐ γινώσκει, καὶ ἐν ὥρᾳ ᾗ οὐ προσδοκᾷ, ἐν ὅσῳ τρυφᾷ, ἐν ὅσῳ θησαυρίζει, ἐν ὅσῳ σπαταλᾷ, ἐν ὅσῳ ἀμεριμνᾷ. Ἐλεύσεται γὰρ ἐξαίφνης μία ὥρα,
καὶ πάντα ἤργησαν· μικρὸς πυρετός, καὶ πάντα εἰς κενὰ καὶ μάταια· μία νὺξ βα‐97

98

θεῖα, σκοτεινὴ καὶ ὀδυνηρά, καὶ ἀπάγεται ὡς κατάδικος, ὅπου ἀπάγουσιν οἱ ἀπά‐ γοντες. Πολλῶν σοι τότε, ὦ ἄνθρωπε, ὁδηγῶν χρεία, πολλῶν σοι τῶν βοηθῶν, πολ‐ λῶν τῶν εὐχῶν, πολλῶν σοι τῶν συνεργῶν ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ τῆς ψυχῆς.
5Μέγας τότε 〈ὁ〉 φόβος, μέγας ὁ τρόμος, μέγα τὸ μυστήριον, μεγάλη ἡ περίστασις τοῦ σώματος πρὸς τὸν ἐκεῖ κόσμον. Εἰ γὰρ χώραν ἐκ χώρας μεταβαίνοντες ἐπὶ τῆς γῆς ὁδηγῶν τινων καὶ χειραγωγῶν χρῄζομεν, πόσῳ μᾶλλον, ὅτε παράγομεν εἰς τὰ ἀπέραντα τοῦ αἰῶνος, ὅθεν οὐδεὶς ἐπανέλυσεν! Πολλῶν σοι, πάλιν λέγω, βοηθῶν ἐν ἐκείνῃ τῇ ὥρᾳ χρεία. Ἡ μόνη ὥρα,
10καὶ οὐκ ἄλλη ὥρα· ἡ μόνη ὁδός. Ἡ μόνη ὥρα καὶ φοβερὰ ὥρα· ἡ μόνη γέφυρα καὶ πάροδον μὴ ἔχουσα. Τὸ πάντων τέλος καὶ πάντων φόβος. Χαλεπὸν τὸ πέραμα, ἀλλὰ πάντες δι’ αὐτοῦ παρερχόμεθα· στενὴ καὶ τεθλιμμένη ἡ ὁδός, ἀλλὰ πάντες αὐτὴν βαδίσομεν· πικρὸν καὶ δεινὸν τὸ τοιοῦτο ποτήριον, ἀλλὰ πάντες αὐτὸ καὶ οὐκ ἄλλο πίνομεν· μέγα καὶ ἄδηλον τὸ τοῦ θανάτου μυστήριον, καὶ οὐδεὶς αὐτὸ διηγή‐
15σασθαι δύναται· φρικτὰ καὶ φοβερά, ἅπερ τότε ἡ ψυχὴ ἐπίσταται, ἀλλ’ οὐδεὶς ἐξ98

99

ἡμῶν ταῦτα ἐπίσταται, εἰ μὴ μόνοι οἱ ἐκεῖ προλαβόντες· εἰ μὴ μόνοι οἱ τὴν πεῖραν αὐτῶν λαβόντες. Οὐχ ὁρᾷς πρὸς τοὺς ἀδελφοὺς τοὺς τελευτῶντας καὶ ψυχορραγοῦντας, πῶς παρακαθήμεθα; Οἷα φοβερὰ τότε ὁρῶμεν γινόμενα; Πῶς συνέχονται; Πῶς ταράτ‐
5τονται; Πῶς στενάζουσιν; Οὐχ ὁρᾷς πῶς ἱδρῶσι ψυχρὸν καὶ πικρόν, ὡς οἱ ἐν ἀγρῷ θερισταί; Πῶς τὸ ὄμμα περιστρέφουσιν ὧδε καὶ ὧδε; Πῶς οἱ μὲν τοὺς ὀδόντας τρί‐ ζουσι; Πῶς θαμβοῦνται; Πῶς θορυβοῦνται; Πῶς οἱ πολλοὶ τὰς τρίχας αὐτῶν κα‐ τατίλλουσι; Πῶς τῆς κλίνης ἀναπηδῶσι φεύγειν βουλόμενοι, μὴ δυνάμενοι δέ; Ὁ‐ ρῶντες ἅπερ οὐδέποτε ἑωράκασι, καὶ ἀκούοντες ὑπὸ τῶν ἐξουσιῶν, ἅπερ οὐδέποτε
10ἤκουσαν, καὶ πάσχοντες, ἅπερ οὐδέποτε ἔπαθον. Ζητοῦντες λυτρούμενον, καὶ οὐδεὶς ὁ ῥυόμενος· ζητοῦντες συνοδεύοντα, καὶ οὐδεὶς ὁ συνοδεύων· ζητοῦντες παρακα‐ λοῦντα, καὶ οὐδεὶς ὁ τολμῶν. Οὓς θεωροῦντες ἡμεῖς τότε, τρέμομεν 〈καὶ〉 κλαίομεν, καὶ κρατοῦντες αὐτῶν τὰς χεῖρας, ἀσπαζόμενοι τοῖς δάκρυσι βρέχομεν, ἀπαλείφομεν τὸν ἱδρῶτα τοῦ προσώ‐
15που, ἐκμάσσομεν τοὺς τούτων ὀφθαλμούς, τὴν γλῶτταν φλεγομένην δροσίζομεν ὕδα‐
τι, τὸ οὖς ἡμῶν προτιθέντες, ἵνα τῶν ψιλῶν αὐτῶν ῥημάτων ἀκούσωμεν. Εἶτα ἐρω‐99

100

τῶμεν λέγοντες· πῶς βλέπεις σεαυτὸν ἄρτι; Μὴ φοβοῦ· φιλάνθρωπός ἐστιν ὁ Θεός. Ταῦτα πρὸς αὐτοὺς λέγομεν, καὶ τοῖς δάκρυσι τὰ στήθη καταβρέχομεν, καὶ τὴν καρδίαν κατακαιόμεθα, ὅτε αὐτὰ φθεγγόμεθα. Οὐκ ἔστι παρ’ ἡμῖν τότε ἔρως πονηρός, οὐκ ἔστι παρ’ ἡμῖν τότε χρημάτων φροντίς, οὐκ ἔστι παρ’ ἡμῖν βρωμά‐
5των μέριμνα. Ἀλλ’ ὁρῶμεν τὸ μέγα καὶ φοβερὸν τοῦ θανάτου μυστήριον, καὶ τρέ‐ μομεν, καὶ τὰς ἑαυτῶν κεφαλὰς κινοῦμεν, καὶ τὸ ὄμμα στυγνάζομεν, καὶ ἑαυτοὺς ταλανίζομεν, καὶ οὐαὶ ἐπὶ οὐαὶ πικρὸν λέγομεν, ἡνίκα πρὸς ἡμᾶς ὁ πορευόμενος, καὶ πᾶσιν ἡμῖν συνταττόμενος, καὶ πάντας ἀσπαζόμενος λέγει· ἔρρωσθε, ἀδελφοί, ἔρρωσθε· ἔρρωσθε, καλοὶ ἀδελφοί, καὶ περὶ ἐμοῦ τῇ ὥρᾳ ταύτῃ ἐκτενῶς ἐγείρεσθε,
10προσεύξασθε· εἰς ὁδὸν γὰρ μακρὰν νῦν πορεύομαι, ἣν οὐδέποτε ὄντως ἐβάδισα, καὶ εἰς χώραν ἐμοὶ ξένην, ὅπου οὐδεὶς ἐπανέλυσε, καὶ εἰς γῆν σκοτεινήν, ὅπου οὐκ οἶδα, τί ἀπαντήσει μοι, καὶ εἰς ᾅδην βαθύν, ὅθεν οὐδεὶς ἐπανέλυσε. Σῴζεσθε, ἀδελφοί μου ἀγαπητοί, σῴζεσθε· ἐμοὶ γὰρ τοῦ λοιποῦ οὐκ ἔστιν ἀ‐ δελφός. Σῴζεσθε, φίλοι· ἐγὼ γὰρ οὐκέτι φίλος ὑμῶν, ἀλλὰ ξένος. Σῴζεσθε, φίλοι.
15Σῴζου, καλὴ συνοδία· ἀλλ’ οὐκέτι μου συνοδία, ἀλλὰ θρηνῳδία. Σῴζεσθε, συγγε‐100

101

νεῖς· ἔρρωσθε, ἔρρωσθε. Μικρὸν καὶ δεῦτε λοιπόν, μικρὸν καὶ δεῦτε καταλάβετε. Ἀναμένομεν ὑμᾶς ἐκεῖ, ἀναμένομεν ὑμᾶς, ἵνα ἔλθητε πρὸς ἡμᾶς· ἡμεῖς γὰρ οὐκέτι ἐρχόμεθα πρὸς ὑμᾶς· ἡμεῖς οὐκέτι ἐν τῷ βίῳ βλέπομεν ὑμᾶς· εἴ τι εἴδαμεν, εἴδαμεν, καὶ εἴτι ἐπράξαμεν, ἀπολαμβάνομεν.
5 Ἰδοὺ ἀπάγομαι, καὶ οὐκέτι πρὸς ὑμᾶς ἀναστρέφομαι. Νῦν εἴ τι ἀγαθὸν διέ‐ πραξα, αὐτὸ καὶ ἐκέρδησα· καὶ εἴ τι προέπεμψα, αὐτὸ καὶ ἀπαντήσει μοι· εἴ τι δὲ ἐθησαύρισα, τί μοι ἄρτι τὸ ὄφελος; Ἄν τινα ἠλέησα, τῇ ὥρᾳ ταύτῃ ἐλεηθήσομαι· ἄν τινα ἐσκέπασα, νῦν σκεπασθήσομαι· ἄν τινα διέσωσα, τῇ ὥρᾳ ταύτῃ φθάσει μοι· ὅτι στενή μοι καὶ βαρεῖα ἡ παροῦσα ὥρα τῆς ἐξόδου τῆς ψυχῆς μου ὑπὲρ πᾶσαν
10ὥραν. Στενή μοι καὶ ὀδυνηρὰ ἡ παροῦσα ὥρα· ἀνέτοιμος γὰρ προκατελήφθην. Σκο‐ τεινή μοι ἡ παροῦσα νύξ· ἄκαρπος 〈γὰρ〉 καὶ ξηρὸς ἐκόπην. Βαρεῖά μοι ἡ παροῦσα ὁδός· ὅτι οὐδὲν ἀγαθὸν ἐφόδιόν μοι ὑπάρχει. Ἀλλὰ δακρύσατε ἐπ’ ἐμὲ πικρῶς καὶ βοηθήσατέ μοι. Ἐλεήσατε, βοηθήσατε, συμπαθήσατε καὶ προσεύξασθε, ἵνα εὕρω ἐκεῖ ἔλεος. Οὐ ζητῶ πολύ, ὅτι ἥμαρτον πολλά.
15Λοιπόν, τί μοι κηροὺς ἀνάπτετε, ἀδελφοί; Οὐ γὰρ ἧψά μου τὴν λαμπάδα τῆς101

102

ψυχῆς. Τί με ἱματίοις λαμπροῖς ἀμφιάζετε; Οὐ γὰρ ἔχω ἐν ἑαυτῷ ἐνδύματα λαμ‐ πρά. Τί δέ μου καὶ ὕδατι τὸ σῶμα καθαίρετε; Οὐ γὰρ ἔμιξα ἐμαυτὸν τῷ διὰ δα‐ κρύων ὕδατι. Τί δέ με καὶ ἐν σοροῖς μετὰ ὁσίων κατατίθεσθε, ὧν τὸν βίον καὶ τὸν τρόπον οὐκ ἔπραξα; Πῶς ἑαυτὸν ἠπάτησα! Πῶς ἑαυτὸν ἐνέπαιξα! Λέγων, νέος
5εἰμί, ἔτι ἀπολαύσω τῶν τοῦ βίου, ἐντρυφήσω τοῦ κόσμου, θεραπεύσω τὸ σῶμα, εἶτα ἐν ὑστέροις μετανοήσω· φιλάνθρωπος γάρ ἐστιν ὁ Θεός, καὶ πάντως ποιήσει μοι συγχώρησιν. Ταῦτα καθ’ ἡμέραν ἐννοῶν τὴν ἐμαυτοῦ ζωὴν κακῶς ἐδαπάνησα. Ἐδιδασκόμην, καὶ οὐ προσεῖχον· ἐνουθετούμην, καὶ κατεγέλων· ἤκουον τῶν Γραφῶν, καὶ ὡς μὴ ἀκούων ἐτέλουν· ἤκουν περὶ κρίσεως, καὶ ἐξεμυκτήριζον· ἤκουον περὶ
10θανάτου, καὶ ὡς ἀθάνατος διῆγον, καὶ ὡς αἰώνιος κατεφρόνουν. Καὶ ἰδοὺ ἀνέτοι‐ μος προκατελήφθην, καὶ οὐδεὶς ὁ βοηθῶν· ἰδοὺ ἀμετανόητος ἐφθάσθην, καὶ οὐδεὶς ὁ λυτρούμενος· ἰδοὺ δέομαι, καὶ οὐδεὶς ὁ εἰσακούων· ἰδοὺ καταδικάζομαι, καὶ οὐδεὶς ὁ σῴζων. Καὶ ποσάκις γὰρ ἐν ἑαυτῷ μετανοεῖν συνετασσόμην, καὶ πάλιν τὰ χείρω
διέπραττον! Ποσάκις προσέπεσα, καὶ πάλιν ἠθέτησα! Ποσάκις με ἠλέησε, καὶ πά‐102

103

λιν παρώργισα! Καὶ ἰδοὺ ἐλεεινῶς πορεύομαι. Πόσα καλά μοι δέδωκε, καὶ πόσα κακὰ ἐγὼ διεπραξάμην! Ταῦτα πολλάκις τοῦ τελευτῶντος πρὸς ἡμᾶς τοὺς παρόντας διαλεγομένου, ἐξαίφνης δεσμεῖται ἡ γλῶσσα, ἀλλοιοῦνται οἱ ὀφθαλμοί, ἀναπολεῖ ὁ νοῦς, σιγᾷ τὸ
5στόμα, κωλύεται ἡ φωνή· ἡνίκα αἱ δεσποτικαὶ δυνάμεις παραγένωνται, ἡνίκα αἱ φοβεραὶ στρατιαὶ καταλάβωσι· ὅτε οἱ θεῖοι ἐκσπηλευταὶ καλοῦσι τὴν ψυχὴν ἐκ τοῦ σώματος ἀποδημῆσαι, ὅτε ἀπαραίτητοι εἰς δικαστήριον ἡμᾶς ἕλκοντες ἀποφέρου‐ σιν. Οὓς θεασάμενος ὁ ταλαίπωρος ἄνθρωπος, κἂν βασιλεύς ἐστι, κἂν δυνάστης, κἂν τύραννος, κἂν κοσμοκράτωρ, ὅλος δονεῖται ὡς ὑπὸ σεισμοῦ, ὅλος τρέμει ὡς
10φύλλον ὑπὸ ἀνέμου σαλευόμενον, ὅλος ταράττεται ὡς στρουθίον ὑπὸ θηρευτοῦ· ὅλος θαμβοῦται καὶ ἐξίσταται ὁρῶν δυνάμεις φοβεράς, ὁρῶν μορφὰς ξένας καὶ κραταιάς, ὁρῶν σχήματα φοβερά, ὁρῶν πρόσωπα ἀπηνῆ καὶ αὐστηρά, ὁρῶν τάξιν, ἣν οὐδέ‐ ποτε ἐθεάσατο· καὶ πρὸς αὐτὸν ἐννοῶν καὶ λέγων· εὐλογητὸς ὁ μόνος ἀθάνατος, ὁ μόνος Βασιλεὺς αἰώνιος.
15Τί ἐστι πρὸς ταῦτα βασιλεία ἐπίγειος; Τί ἐστιν ἡ ἀρχὴ τῶν ἀνθρώπων ἡ πρόσ‐
καιρος; Τί ἐστιν ἡ ἐξουσία ἡμῶν ἡ μάταιος καὶ ἀπάνθρωπος; Ἰδοὺ ἀληθῶς στρα‐103

104

τιαὶ οὐράνιαι! Ἰδοὺ ἐξουσία ἐξουσιῶν αἰώνιος! Ἰδοὺ μορφαὶ φοβεραὶ τοῦ μόνου φοβε‐ ροῦ! Ἰδοὺ ὑπουργοὶ κραταιοὶ τοῦ μόνου κραταιοῦ! Ἰδοὺ δυνάσται τοῦ μόνου δυνά‐ στου! Ἰδοὺ ἰσχυροὶ Θεοῦ ἰσχυροῦ! Ἰδοὺ μορφαὶ φοβεραὶ καὶ φρικταί! Ταῦτα τότε 〈ὁ〉 ἀπαγόμενος μόνος ὁρᾷ, ἡμᾶς δὲ οὐκέτι καθορᾷ, ἀλλὰ πρὸς
5τὰς καλούσας δυνάμεις θαμβηθεὶς ἐξίσταται. Ἴσως δὲ καί τινας δεήσεις πρὸς αὐτόν, ἃς ποιεῖται, ψιθυρίζων, καθὼς γλῶσσα δύναται, ἐξ ὧν τῶν ῥημάτων καὶ σχημά‐ των οἱ παρόντες πολλάκις καὶ ἀκούομεν καὶ νοοῦμεν, ὅτι τὰς δεσποτικὰς δυνάμεις ἐθεάσατο· καὶ πάντες σύντρομοι γενόμενοι φρίττομεν, καὶ πρὸς ἀλλήλους διανεύο‐ μεν, λέγοντες· ἡσυχάσατε δή, καὶ τῷ κειμένῳ λοιπὸν μὴ ἐνοχλήσητε, καὶ τὸν θόρυ‐
10βον λύσατε. Σιωπήσατε, καὶ πρὸς αὐτὸν λοιπὸν μὴ λαλήσητε, μὴ κράξητε, ἵνα μὴ αὐτὸν ταράξητε, ἵνα μὴ αὐτὸν θορυβήσητε. Προσεύξασθε, ἵνα μετ’ εἰρήνης ἡ ψυχὴ ἐξέλθῃ. Δεήθητε, ἵνα τόπον ἀνέσεως λάβῃ. Προσπέσατε, ἵνα φιλανθρώπους Ἀγγέ‐ λους σχῇ. Προσπέσατε, ἵνα εὐμενῆ τὸν Δικαστὴν εὕρῃ. Εὐωδίαν θυμιάσατε, τὴν γὰρ ἀγγελικὴν παρουσίαν ἐθεάσατο. Προσεύξασθε, εἰς γὰρ ἀγῶνα μέγαν νῦν παράκει‐
15ται. Σκοπήσατε τὸ αὐτὸ καὶ ὑμεῖς 〈παθεῖν ἔχετε〉. Προσεύξασθε. Ἐμβλέψατε καὶ104

105

τὸ μυστήριον τοῦτο μὴ λάθητε. Ἀτενίσατε, καὶ τῆς ὥρας ταύτης φροντίσατε. Τί γάρ ἐστιν ἄνθρωπος; Οὐδέν. Τί ἄνθρωπος; Σκώληξ. Τί ἄνθρωπος; Τέφρα. Τί ἄνθρω‐ πος; Ὄναρ. Τί ἄνθρωπος; Σκιά. Ἤδη διέβη· ἤδη παρῆλθεν· ἤδη ἠρέμησεν· ἤδη κατέπαυσεν· ἤδη ἡσύχασεν· ἤδη ἔπαυσεν. Ἐκεῖνος ὁ πολὺς καὶ ἀήττητος λέων, ὁ
5τύραννος ὁ κραταιός, ὁ δυνάστης ὁ ὑψηλός, ὁ πᾶσι φοβερός, κεῖται προβάτου πραΰτε‐ ρος. Ἀπῆλθε, παρῆλθεν ὁ φανεὶς 〈ὡς μὴ φανείσ〉, ὁ τεχθεὶς ὡς μὴ τεχθείς. Ὁ πολὺς ὑπὲρ πολλοὺς γέγονεν ὡς οὐδείς· ὁ κρατῶν κεκράτηται· ὁ δεσμῶν δεσμεῖται. Καὶ ἰδοὺ ἀπάγεται ἔνθα ἀπάγουσιν οἱ ἀπάγοντες. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάν‐ τες οἱ διαλογισμοὶ αὐτοῦ.
10 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτε παρῆλθον παραλαβόντες οἱ θεῖοι ἐκσπηλευταὶ τὴν ψυχήν, διὰ τοῦ ἀέρος ἀνέρχονται, ἐν ᾧ ἵστανται αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι καὶ οἱ κο‐ σμοκράτορες τῶν ἐναντίων δυνάμεων, οἱ πικροὶ ἡμῶν κατήγοροι, οἱ δεινοὶ τελῶναι καὶ λογοθέται καὶ φορολόγοι, συναντῶντες, λογοθετοῦντες, ἐξερυνῶντες, προσφέ‐ ροντες τὰ τοῦ ἀνθρώπου ἁμαρτήματα καὶ χειρόγραφα, τὰ ἐν νεότητι, τὰ ἐν τῷ γή‐
15ρει, τὰ ἑκούσια, τὰ ἀκούσια, τὰ δι’ ἔργων, τὰ διὰ λόγων, τὰ δι’ ἐνθυμήσεων. Πολὺς105

106

ὁ φόβος ἐκεῖ· πολὺς τῆς ἀθλίας ψυχῆς ὁ τρόμος. Ἀδιήγητος ἡ ἀνάγκη, ἣν ὑφί‐ σταται τότε ὑπὸ τοῦ ἀναριθμήτου πλήθους τῶν μυριάδων ἐχθρῶν αὐτῆς συκοφαν‐ τουμένη, ἵνα μὴ πρὸς οὐρανὸν ἀνέλθῃ, ἵνα μὴ [τῶν ζώντων] τὸ φῶς οἰκήσῃ, ἵνα μὴ ἐν χώρᾳ ζώντων εἰσέλθῃ.
5 Ἀλλ’ Οἱ μὲν ἅγιοι Ἄγγελοι τὴν ψυχὴν παραλαβόντες ἀπάγουσι· τότε ἡμεῖς τὸ θνητὸν σῶμα κηδεύσαντες, καὶ ὡς ξένον καὶ ἀλλότριον ἐκ τοῦ ἰδίου οἴκου ἐξά‐ γοντες πρὸς τὸν τάφον, ὁρῶμεν ἄλλο μέγα καὶ φοβερὸν μυστήριον, κατανοοῦντες τοὺς μικροὺς καὶ μεγάλους, τοὺς βασιλεῖς καὶ ἰδιώτας, τοὺς τυράννους καὶ τοὺς δούλους, καὶ πάντας μίαν σποδὸν γεγονότας, μίαν κόνιν, μίαν τέφραν, μίαν δυσ‐
10ωδίαν, μίαν σαπρίαν, ἕνα σκώληκα. Ὡς ὁ αἰθίοψ, οὕτω 〈καὶ〉 ὅ ποτε εὐπρεπής· ὡς ὁ νεώτερος, οὕτω καὶ ὁ γέρων σεσηπώς· ὡς ὁ παράλυτος, οὕτω καὶ ὁ ἀήττητος καὶ ἰσχυρός· πάντες ὡς ἀπ’ ἀρχῆς μία κόνις γεγόνασιν, ὡς ἀκούοντες, γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ γῆ εἰς, καὶ πάλιν χοῦς γενήσῃ. Οὓς πολλάκις κατατακέντας καὶ σαπέντας ὁρῶντες ἐν τάφῳ κειμένους ὑποδεικνύομεν ἀλλήλοις τῷ δακτύλῳ,
15διανεύοντες καὶ λέγοντες· ἴδε, ὁ δεῖνα· οὗτος ὁ δεῖνα ὁ τύραννος, καὶ οὗτος ὁ δεῖνα106

107

ὁ στρατιώτης· καὶ οὗτος ὁ δεῖνα ὁ βασιλεύς, καὶ οὗτος ἐστιν τοῦ δεῖνος ὁ ἔκγονος 〈καὶ〉 αὕτη ἐστὶ θυγάτηρ τοῦ δεῖνος· αὕτη ἥ ποτε φανταζομένη νεᾶνις· καὶ οὗτος ὁ πρὶν καλλωπιζόμενος νεώτερος. Ταῦτα πολλάκις ἐν τοῖς τάφοις μετὰ στεναγμῶν λέγομεν, καὶ δακρύομεν, ὁ‐
5ρῶντες τὸ μέγα καὶ φοβερὸν μυστήριον, ὁρῶντες ὅτι πᾶσα νεότης ἐκεῖ ἀγνώριστος, ὁρῶντες ὅτι πᾶσα ἡλικία ἐκεῖ κατελύθη, ὁρῶντες ὅτι πᾶς γλυκὺς ὀφθαλμὸς ἐκεῖ ἐσβέσθη, ὁρῶντες ὅτι πᾶσα γλῶσσα γοργὴ ἐκεῖ ἡσύχασεν, ὁρῶντες ὅτι πᾶν ἡδύ‐ λαλον στόμα ἐκεῖ ἐφράγη, ὁρῶντες ὅτι πᾶν κάλλος ὀδόντων ἐκεῖ ἐσκορπίσθη. Ταῦτα ἰδόντες τὸν φιλάνθρωπον Θεὸν ἱκετεύσωμεν ἐλέους τυχεῖν· ᾧ πρέπει κράτος εἰς
10τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁρῶντες ὄντως τὸ μέγα καὶ φοβερὸν μυστήριον, ὁρῶντες ὅτι πᾶσα ἡλικία ἐκεῖ κατελύθη, ὁρῶντες ὅτι πᾶσα εὐμορφία ἐκεῖ ἠλλοιώθη τῶν σωμάτων, ὁρῶντες ὅτι πᾶν προσώπου κάλλος ἐκεῖ ἠχρειώθη, ὁρῶντες ὅτι πᾶς γλυκὺς ὀφθαλμὸς ἐκεῖ
ἐσβέσθη, ὁρῶντες ὅτι πᾶν εὔλαλον στόμα ἐκεῖ ἐφράγη, ὁρῶντε ὅτι πᾶσα γλῶσσα107

108

γοργὴ ἐκεῖ ἐσίγησεν, ὁρῶντες ὅτι πᾶν κάλλος ὀδόντων ἐκεῖ διεσκορπίσθη καὶ πᾶσα πλοκὴ τῶν πλοκάμων ἐκεῖ διεσάπη, ὁρῶντες ὅτι πᾶσα ὡραιότης ἡλικίας ἐκεῖ συνε‐ τρίβη, ὁρῶντες ὅτι πᾶσα ἀρχοντικὴ ἐξουσία ἐκεῖ ἐπαύσατο καὶ πᾶσα τυραννία καὶ μεγαλαυχία ἐκεῖ κατέπαυσε καὶ πᾶσα νεότητος ὑπεροψία ἐκεῖ ἠρέμησεν, ὁρῶντες
5ὅτι πᾶς ὁ μάταιος κόπος τῶν ἀνθρώπων καὶ μόχθος ἐκεῖ κατήντησεν, ἐκεῖ ἡσύχα‐ σεν, ἐκεῖ ἐπεπαύσατο. Λαλοῦμεν καὶ οὐδεὶς ὁ ἀκούων, θρηνοῦμεν καὶ οὐδεὶς ὁ προσέ‐ χων. Ἐξ ὀνόματος τοὺς κειμένους κράζομεν, λέγοντες· ποῦ ἀπήλθετε, ἀδελφοὶ ἡμῶν; Πῶς διάγετε; Πῶς ὑπάρχετε; Πῶς ἡμᾶς ἄφνω οὕτω κατελείψατε; Δότε ἡμῖν φωνήν, ὡς ἐλαλεῖτέ ποτε. Λαλήσατε ἡμῖν· ἀποκρίθητε ἡμῖν.
10 Ἡμεῖς, φησίν, οἱ ἐξ ὑμῶν τῶν ἐν τῷ βίῳ ἐξελθόντες. Ἑκάστου ἡμῶν ἡ ψυχὴ ἐν τοῖς πρέπουσιν αὐτῇ τόποις κατὰ τὴν ἀξίαν αὐτῆς ὑπάρχει· αὕτη δὲ ἡ πρὸ τῶν ὀφθαλμῶν ὑμῶν ἐν τῷ τάφῳ κόνις, αὕτη ἣν ὁρᾶτε τέφρα, αὕτη ἡ δυσωδία, ταῦτα τὰ κατασαπέντα ὀστᾶ, οὗτοι οἱ ἀκάθαρτοι σκώληκες, τὸ σῶμά ἐστιν ἐκείνων τῶν νεανίσκων καὶ νεανίδων, ὧν ἐποθεῖτέ ποτε· αὕτη ἡ τέφρα ἐκείνη ἐστὶν ἡ σάρξ, ἐν ᾗ
15συνεπλέκεσθε καὶ ἀκολάστως ἐφιλεῖτε· οὗτος ὁ βόρβορος ἐκεῖνο τὸ πρόσωπόν ἐστιν,
ὃ νυκτὸς καὶ ἡμέρας ἀπλήστως κατεφιλεῖτε· οὗτοι οἱ ἰχῶρες καὶ ἡ ῥύσις ἡ ῥυπαρὰ108

109

ἐκείνη ἡ σάρξ ἐστιν, ἐν ᾗ συμπλεκόμενοι ἡμαρτάνετε. Διὸ ὁρᾶτε καὶ ἀκριβῶς πι‐ στεύσατε οἱ ἔτι σαρκὶ ἐν τῷ βίῳ τῷ ματαίῳ ὑπάρχοντες· γνῶτε ὅτι ἐπὶ ταῖς κλίναις τὰς ὑμετέρας συμβίας ἀφέντες καὶ νεάνισι περιπλεκόμενοι, σποδῷ καὶ βορβόρῳ συμ‐ πλέκεσθε· γνῶτε, ὅτε πάντα τὰ μέλη αὐτῶν κατασπάζεσθε, ὅτι δυσωδίαν καὶ σα‐
5πρίαν ἀσπάζεσθε· μάθετε, ἡνίκα πρὸς τὸν αὐτῶν ἐξάπτεσθε πόθον, ὅτι σκώληκας καὶ τέφραν καὶ δυσωδίαν ἐπιθυμεῖτε. Μὴ πλανᾶσθε, ὦ νέοι καὶ νεάνιδες ἄφρονες, μὴ ἀπατᾶσθε ἐπὶ τῷ ματαίῳ κάλλει τῆς νεότητος, ὅτι καὶ ἡμεῖς οἱ πρὸ τῶν ὀφθαλμῶν 〈ὑμῶν〉 κείμενοι σεσηπότες νεκροί, ἐν τῷ βίῳ ποτὲ ὡς ὑμεῖς ἐφαντάσθημεν, καὶ ἐκαλλωπίσθημεν, καὶ ἐμυρίσθημεν, καὶ ἐποθήσαμεν, καὶ ἀπηλαύσαμεν, καὶ εὐη‐
10μερήσαμεν. Καὶ ἰδού, ὡς ὁρᾶτε, εἰς πηλὸν καὶ σποδὸν καὶ τέφραν καὶ δυσωδίαν ὅλα ἐκεῖνα κατήντησαν. Λοιπόν, μὴ ἑαυτοὺς ἀπατᾶτε, ἀλλὰ παρ’ ἡμῶν τῶν προ‐ λαβόντων καὶ ἐν τῷ τάφῳ ὄντων διδάχθητε, καὶ σωφρονήσατε, καὶ πιστεύσατε ὅτι ἔστιν ἐν τῷ ᾅδῃ κρίσις, καὶ ἔστι κόλασις ἀτελεύτητος, καὶ ἔστι σκότος ἀφώτιστον καὶ γέεννα ἀπαράκλητος, καὶ ἔστι σκώληξ ἀκοίμητος καὶ κλαυθμὸς ἀσίγητος, καὶ
15ἔστι βρυγμὸς ἀκατάπαυστος καὶ θλῖψις ἀνίατος, καὶ ἔστι Κριτὴς ἀπροσωπόληπτος
καὶ ὑπουργοὶ ἀσυγχώρητοι, καὶ ἔστι πένθος πικρὸν καὶ αἰώνιον.109

110

Ταῦτα εἰ καὶ μὴ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων πρὸς ἡμᾶς οἱ ἀδελφοὶ ἡμῶν οἱ ἐκεῖ προλαβόντες διδάσκουσιν. Ὧνπερ ἡμεῖς μνημονεύοντες ἐδιψῶμεν μα‐ θεῖν τι ἢ ἀκοῦσαι ἢ γνῶναι τὸ ποῦ ἄρα εἰσὶν ἢ πῶς εἰσὶν αἱ τούτων ψυχαί· εἰ ἄρα ἄνω εἰσὶν ἢ κάτω εἰσίν, εἰ ἄρα βλέπουσιν ἡμᾶς νῦν ἢ βλέψομεν αὐτούς ποτε, εἰ ἄρα
5ἀσπασόμεθα αὐτοὺς ἐκεῖ ἢ ὅλως γνωρίζειν μέλλομεν αὐτούς. Ἀλλ’ οὐδεὶς ταῦτα εἶδεν· οὐδεὶς γὰρ ἐκεῖθεν ἀνέλυσεν· οὐδεὶς ἡμῖν ἐμήνυσε περὶ τῶν ἐκεῖ, ποῦ εἰσιν, ἢ ποῖά εἰσιν· ἀπετείχισε γὰρ αὐτὰ ἀφ’ ἡμῶν ὁ Θεός. Ἀλλ’ ἀπέκρυψε καὶ συνεκάλυψε καὶ συνεσκίασεν ἀφ’ ἡμῶν τὰ ἐκεῖ, ἕως καὶ ἡμεῖς ἀπελθόντες καταλάβωμεν τὰ ἐκεῖ, ἡνίκα ἐκ νεκρῶν ἀναστῶμεν ἅπαντες, καὶ παριστάμεθα, καὶ ἐξομολογούμεθα, καὶ
10λογοθετούμεθα εἰς ἐκεῖνο τὸ μέγα καὶ φοβερόν, εἰς ἐκεῖνο τὸ φρικτὸν καὶ ἀδιήγητον τοῦ Δικαστοῦ δικαστήριον· ὅτε ἐξ οὐρανοῦ ἐλεύσεται κρῖναι πᾶσαν τὴν οἰκουμένην ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, ὅταν αἱ φωναὶ τῶν φοβερωτάτων σαλπίγγων ἐκείνων ἠχήσωσιν, ὅτε ἡ κτίσις φόβῳ καὶ τρόμῳ κλονεῖται καὶ ταράττεται, ὅτε οἱ τάφοι ἀνοίγονται καὶ πᾶσα σὰρξ ἐξανίσταται γυμνὴ καὶ τετραχηλισμένη, ὅτε πᾶν
15στόμα φραγήσεται καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, καὶ ὁ ποταμὸς τοῦ πυρὸς110

111

ἕλκει ἔμπροσθεν τοῦ Δικαστοῦ, περὶ οὗ φησιν ὁ Δανιήλ, ὅτι ἐθεώρουν ἕως οὗ θρό‐ νοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισεν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἶλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες παρε‐ στήκεσαν αὐτῷ καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ· κριτήριον ἐκάθισε, καὶ βί‐
5βλοι ἠνεῴχθησαν. Ἐκείνη ἐστὶν ἡ ἡμέρα καὶ ὥρα, περὶ ἧς φησι καὶ ὁ Δαυΐδ· ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ 〈πονηρᾷ〉; Ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Ἐκείνην τὴν ἡμέραν κατηράσατο ὁ Ἰώβ, λέγων· καταρασάτω αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκεί‐ νην· ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι· τουτέστι τὸν Διάβολον. Περὶ ἐκείνης
10τῆς ἡμέρας καὶ ἕτερός τις Προφήτης βοᾷ· ἰδοὺ ἔρχεται, λέγει Κύριος Σαβαώθ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ, ἡνίκα ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται; Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν σάρκα εἰς φοβερὸν ἐκεῖνο δικαστήριον, ὅπου οὐκ ἔνι μικρὸς καὶ μέγας,
15δοῦλος καὶ ἐλεύθερος· ὅπου οὐκ ἔνι βασιλεὺς καὶ ὑποκείμενος· ἀλλ’ ἐπίσης πάντες111

112

κατάδικοι, πάντες δέσμιοι, πάντες γυμνοί, ἀπερίστατοι, τρέμοντες, κλαίοντες, τα‐ ραττόμενοι, ἀγωνιῶντες, μεριμνῶντες ἕκαστος τίς εἴπῃ 〈ἢ〉 τί ἀπολογήσηται τῷ Δικαστῇ περὶ ὧν ἔπραξε κακῶν. Ποῦ ἐκεῖ ἡ τῶν βασιλέων φαντασία; Ποῦ ἡ τῶν τυράννων μεγαλαυχία; Ποῦ
5ἡ τῶν ἀφρόνων ὑπερηφανία; Ποῦ ἡ τῆς νεότητος μαλακία; Ποῦ ὁ καλλωπισμὸς τῶν ἱματίων; Ποῦ οἱ παριστάμενοι καὶ παρατρέχοντες δοῦλοι; Ποῦ αἱ κοσμούμε‐ ναι θυγατέρες; Ποῦ ὁ χρυσός; Ποῦ ὁ ἄργυρος; Ποῦ οἱ χρυσοχάλινοι ἵπποι; Ποῦ τὰ μύρα; Ποῦ τὰ καπνίσματα; Ποῦ τὰ ἀρώματα; Ποῦ τὰ εἰς μάτην ἀπολλύμενα; Ποῦ ἡ τρυφή; Ποῦ ἡ σπατάλη; Ποῦ τὰ συμπόσια τὰ ἐν νυκτὶ καὶ ἡμέρᾳ γινόμενα; Ποῦ
10οἱ μετὰ τυμπάνων καὶ ὀρχηστῶν τὸν οἶνον πίνοντες καὶ σπαταλῶντες, τοῦ Θεοῦ δὲ καὶ τῶν πενήτων καταφρονοῦντες; Οὐδὲν τούτων ἔνι ἐκεῖ, ἀλλὰ πικρὸν οὐαί, οὐαί. Οὐκ ἔστιν ἐκεῖ λοιπὸν πλουτῆσαι, ἀλλὰ φρῖξαι. Οὐκ ἔστιν ἐκεῖ εὐημερία, ἀλλὰ ἀπο‐ λογία. Οὐκ ἔστιν ἐκεῖ καλλωπισμός, ἀλλὰ σκοτισμός. Οὐκ ἔστιν ἐκεῖ χορεῦσαι, ἀλλὰ θρηνῆσαι. Οὐκ ἔστιν ἐκεῖ νεότητος φαντασία, ἀλλ’ ἐν τῷ ᾅδῃ ἐξορία. Οὐκ
15ἔστιν ἐκεῖ ἐξιλασμός, ἀλλὰ μέγας φόβος. Οὐκ ἔστι παράκλησις ἐν ἐκείνῃ τῇ ἡμέρᾳ112

113

τῇ φοβερᾷ καὶ φρικτῇ, ἀλλὰ δικαία καὶ ἀκριβὴς ἀνταπόδοσις. Καλόν σοι βοήθημα τότε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, εἰ ἐποίησας ὧδε τοῖς πτωχοῖς συμπάθειαν. Καλοὶ ὑπὲρ σοῦ πρὸς Χριστὸν συνήγοροι οἱ παρὰ σοῦ διατραφέντες, καὶ ἐλεηθέντες, καὶ σκεπασθέντες, καὶ διασωθέντες πένητες. Καλοὶ καὶ ἰσχυροὶ ὑπὲρ
5σοῦ παρακλήτορες οἱ ἀδελφοὶ τοῦ Χριστοῦ, 〈οἱ〉 πένητες, οἱ ὀρφανοί, αἱ χῆραι, οἱ ξένοι, οἱ ἄποροι, οἱ κυλλοί, οἱ τυφλοί, οἱ αἰχμάλωτοι, οἱ ἀπερίστατοι, οἱ ἐν βασά‐ νοις, οἱ ἐν ἐρήμοις, οἱ ἐν φυλακαῖς, οἱ ἐν ἐξορίαις, οἱ ἐν ἀσθενείαις, οἱ ἐν συμφο‐ ραῖς, ὑπὸ σοῦ διασωθέντες καὶ ἐλεηθέντες. Μεγάλοι σου οὗτοι τότε γενήσονται προ‐ στάται ἐκεῖ, μεγάλοι ἀντιλήπτορες, μεγάλοι βοηθοί, ὑποδεικνύοντες τῷ Χριστῷ
10ἅπερ αὐτοῖς δέδωκας, ἅπερ αὐτοὺς ἔθρεψας, ἅπερ αὐτοὺς ἀνέπαυσας, ἅπερ αὐτοῖς ἐδούλευσας. Καλοί σοι οὗτοι γενήσονται ἀδελφοὶ ἐκεῖ, ὡς ἀδελφοὶ τοῦ Χριστοῦ τυγ‐ χάνοντες. Εἰ γὰρ εἷς ἀδελφὸς βασιλέως πολλάκις πολλὰ ἰσχύει εἰς παράκλησιν πρὸς τὸν οἰκεῖον ἀδελφὸν τὸν βασιλέα, πολλῷ μᾶλλον ὅπου πλῆθος ἀδελφῶν δυσωπεῖ. Ὅτι γὰρ ἀδελφοὺς ὀνομάζει Χριστὸς τοὺς πένητας ἐν ἐκείνῃ τῇ φοβερᾷ ὥρᾳ τῆς
15κρίσεως, ἄκουσον αὐτοῦ πρὸς δικαίους τοὺς ἐκ δεξιῶν τότε ἱσταμένους λέγοντος,113

114

ὅτι ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιή‐ σατε· λέγων δὲ τοῦτο, ὑποδείκνυσι πάντως τῷ δακτύλῳ ἐκεῖ παρόντας καὶ πρὸς τοὺς πόδας αὐτοῦ καθεζομένους. Τίς ἄρα ἄξιος, τίς μακάριος ἐν ἐκείνῃ τῇ ὥρᾳ, ὅτε πάντες Ἄγγελοι καὶ ἄνθρω‐
5ποι φρίττουσι καὶ τρέμουσι, ὀνομασθῆναι ἀδελφὸς τοῦ Χριστοῦ; Πόσων σοι θησαυ‐ ρῶν τοῦτο, πόσου πλούτου, πόσων στεφάνων ἐστὶν ὑψηλοτέρα ἡ τοιαύτη φωνή; Τί‐ νες ἄρα εἰσὶν ἐκεῖνοι, ἵνα μακαρίσωμεν αὐτούς; Τίνες ἄρα εἰσίν, ἵνα αὐτοὺς ἐπαι‐ νέσωμεν; Τίνες ἄρα εἰσίν, ἵνα καὶ ἡμεῖς ζηλώσωμεν αὐτούς, οἵτινες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὥρᾳ τῆς φρικτῆς καὶ φοβερᾶς κρίσεως εἰσέρχονται θαρροῦντες καὶ πε‐
10παρρησιασμένοι καὶ ἄφοβοι, ὡς πρὸς πατέρα αὐτῶν καὶ φίλον γνήσιον τὸν Χριστόν, γινώσκοντες καὶ ἀκριβῶς ἐπιστάμενοι ὅτι περ ὡς υἱοὺς καὶ φίλους γνησίους, οὕτως ὑποδέξεται αὐτούς, ὡς δουλεύσαντας αὐτῷ γνησίως καὶ φυλάξαντας αὐτοῦ τὰς ἐντο‐ λάς; Τίς ἄρα ἐστὶν ἐκεῖνος ὁ τρισμακάριος, ὅντινα θεωρήσας Χριστός, καθήμενος ἐπὶ τοῦ θρόνου, εἰσερχόμενον πρὸς αὐτόν, ὑποδέξεται, καὶ ὑπαντήσει αὐτῷ ἱλαρῷ
15τῷ προσώπῳ, καὶ μειδιῶντι βλέμματι, καὶ περιχαρεῖ προσηγορίᾳ, καὶ εὐμενεῖ παρ‐
ρησίᾳ; 〈Καὶ〉 κρατήσας τοῦτον περιλάβῃ, καὶ ἀσπασθήσηται, καὶ ὡς ἀπὸ ξένης διὰ114

115

χρόνου ἐλθόντα φίλον υἱὸν καταφιλήσῃ, τοιαῦτά τε πρὸς αὐτὸν εἴπῃ; Εὖ ἦλθες, φί‐ λε ἀγαθὲ καὶ πιστέ! Καλῶς ἦλθες, ὁ τροφεύς μου, ὁ ξενοδόχος μου, ὁ σκεπαστής μου. Εὐχαριστῶ τῇ προθέσει σου, καὶ οὐ λανθάνομαι τῆς ἀγάπης σου. Μέμνημαι ὅσα ἀγαθά μοι ἐποίησας. Οἶδα πόσα με ἀνέπαυσας. Εἶτα ταῦτα πρὸς αὐτὸν λέγων
5ὁ Χριστός, κρατήσας αὐτὸν τῆς χειρὸς ἐνώπιον πάσης τῆς μεγάλης ἐκείνης πανη‐ γύρεως, ἐνώπιον Ἀγγέλων καὶ Ἀρχαγγέλων, καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ Δικαίων καὶ Προφητῶν καὶ Ἀποστόλων καὶ Ὁσίων, καὶ στήσας τοῦτον ἐς μέσον, ἀνακηρύξει ὑποδεικνὺς αὐτὸν πᾶσι καὶ λέγων· οὗτος ὁ ἄνθρωπος πεινῶντά με εἶδέ ποτε καὶ ἔθρεψε, διψῶντα καὶ ἐπότισε, ῥιγῶντα καὶ ἐσκέπασε, ξένον καὶ ὑπεδέξατο,
10ἀσθενοῦντα εἶδε καὶ διηκόνησε, καὶ ἐν τῷ οἴκῳ αὐτοῦ εἰσήγαγε. Τοὺς πόδας μου ἔνιψε, τὰ τραύματά μου ἀπέπλυνεν, ἐπὶ τῆς κλίνης αὐτοῦ με ἀνέπαυσεν· ἠνέῳξέ μοι τὰς πύλας τοῦ οἴκου αὐτοῦ, ὑπήντησέ μοι μετὰ χαρᾶς, ἀνέπαυσέ με ὁλοψύχως. Ἐν ἀνάγκῃ με εἶδε καὶ ἐλυτρώσατο, ἐν φυλακῇ με εὗρε καὶ ἐξηγόρασε. Διὸ κἀγὼ
λέγω αὐτῷ· εὗ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε κατα‐115

116

στήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου· ἀπόλαυσον τῆς τρυφῆς τοῦ παραδείσου μου· εἴσελθε εἰς τὴν βασιλείαν τοῦ Κυρίου σου· εἴσελθε εἰς τὴν ζωὴν τὴν αἰώνιον. Οὐ μόνον δὲ ταῦτα ἐρεῖ ὁ Χριστὸς τότε τοῖς εὐαρεστήσασιν αὐτῷ καὶ δουλεύσασιν, ἀλλὰ καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτούς.
5 Ἵνα οὖν καὶ ἡμεῖς τοιαύτης φωνῆς καὶ δόξης καὶ τιμῆς ἀπολαύσωμεν, δρά‐ μωμεν, ἀγαπητοί, σπεύσωμεν, προλάβωμεν, ἵνα μὴ προληφθῶμεν· ἁρπάσωμεν, ἵνα μὴ ἄφνω ἁρπασθῶμεν· εἰσέλθωμεν, ἵνα μὴ ἔξω μείνωμεν. Σπουδάσωμεν, ἀγα‐ πητοί, γοργεύσωμεν, ἁρπάσωμεν, καταλάβωμεν. Ἀποθώμεθα τὴν ῥᾳθυμίαν, ἐν ᾗ ζῶμεν ἕως τοῦ νῦν. Ἀποθώμεθα τὰς ματαίας ὀκνηρίας· ἀπορρίψωμεν τὰς χλευ‐
10αζούσας ἡμᾶς ἡμέρᾳ καὶ ἡμέρᾳ ἐλπίδας. Μὴ πλανήσωμεν τοῦ λοιποῦ ἑαυτούς, μὴ χλευάσωμεν. Μὴ ἐμπαίξῃ ἡμῖν τοῦ λοιποῦ ὁ Πονηρός. Μὴ ῥέμψῃ ἡμᾶς εἰς τὸ σή‐ μερον καὶ αὔριον ὁ μιαρὸς λογισμός· ὅτι πολλοὶ πολλὰ βουλευσάμενοι, τὴν αὔριον οὐ κατέλαβον, ἀλλ’ ἐξαίφνης ἡρπάγησαν ὡς στρουθία ὑπὸ ἱέρακος, καὶ ὡς ἀρνία ὑπὸ λύκου, καὶ ὡς αἰχμάλωτος ὑπὸ λῃστοῦ· μήτε λαλῆσαι ὅλως ἰσχύσαντο, μήτε
15διαθήκας ποιήσασθαι, μήτε ὅλως φθέγξασθαι. Οἱ μὲν καθεύδοντες ἀπὸ ἑσπέρας116

117

ὑγιεῖς, τὴν πρωΐαν οὐκ ἔφθασαν· οἱ δὲ ἐπὶ τραπέζης καθήμενοι ἀπέπνευσαν· οἱ δὲ περιπατοῦντες καὶ παίζοντες ἐξαίφνης ἀπέθανον· οἱ δὲ ἐν βαλανείῳ θανόντες τὸ αὐτὸ λουτρὸν ἔσχον ἐπιτάφιον· οἱ δὲ ἐν γάμοις, ἐν αὐτῷ τῷ παστῷ ἄφνω ἡρπάγησαν, τὰ αὐτὰ ἱμάτια ποιησάμενοι καὶ ἐπιγάμια καὶ ἐπιτάφια· διεδέξαντο τοὺς αὐλοῦντας
5οἱ θρηνοῦντες, καὶ τοὺς ὀρχουμένους οἱ πενθοῦντες. Καὶ ταῦτα πάντα οἴδαμεν καὶ γινώσκομεν· τὸ γὰρ χαλεπώτερον τοῦτό ἐστι, ὅτι ἑκουσίως καὶ ἐν γνώσει ἁμαρτάνομεν, καὶ ἑαυτοὺς χλευάζομεν. Διὸ οὐδεμίαν συγγνώμην παρὰ Θεοῦ ἔχομεν, ὅτι οὐκ ἀγνοίᾳ, ἀλλ’ ἐν γνώσει πλανώμεθα, ἀκού‐ οντες τῶν θείων Γραφῶν καὶ ἐπαινοῦντες, τὰ λεγόμενα δὲ μὴ ποιοῦντες.
10 Λοιπὸν παρακαλῶ, μὴ μόνον γενώμεθα ἀκροαταὶ τῆς διδαχῆς, ἀλλὰ καὶ ποιηταί. Εἴ τις οὖν μετὰ τὴν ἀκρόασιν τῶν νῦν εἰρημένων συνήθειαν πονηρᾶς πορ‐ νείας ἔχων ταύτην ἀποκόψει, οὗτος καλὸς ἀκροατής· εἴ τις μνησικακίαν ἔχων πρὸς τὸν πλησίον [καὶ] διαλλαγῇ αὐτῷ, οὗτος καλὸς ἀκροατής· εἴ τις κατανυγεὶς ἐπὶ τοῖς παροῦσι λόγοις ἐλεήμων καὶ εὐμετάδοτος γένηται, οὗτος καλὸς ἀκροατής· ἵνα
15μὴ εἰς κρῖμα ἡμῖν αὕτη καὶ αὕτη ἡ ἀνάγνωσις γένηται· ἀκούομεν γὰρ καὶ οὐ ποι‐117

118

οῦμεν. Εἰ μὴ γὰρ ὁ θάνατος τοῦ ἀδελφοῦ σου σωφρονίσει σε, οὐδεὶς δύναταί σε ὠφελῆσαι. Εἰ μὴ νεκρὸν βλέπων μετανοήσεις, πότε λοιπὸν ἐπιστρέψεις; Εἰ μὴ ἐπὶ τοῖς εἰρημένοις κατανυγεῖς, οὐδέποτε τῆς ἁμαρτίας ἀποστήσῃ. Ταύτην, ἀγαπητοί, τὴν τῶν θείων λογίων τράπεζαν οἱ πρὸς Χριστὸν προ‐
5λαβόντες ἡμῶν ἀδελφοὶ ἡμῖν παρέθηκαν. Ταῦτα τὰ ζωοποιὰ ἐδέσματα ἡτοίμασαν. Τοῦτον ἡμῖν τὸν τῆς διδασκαλίας οἶνον ἐκέρασαν. Ταύτην ἡμῖν τὴν εὐφροσύνην καὶ τρυφὴν εἰς σωτηρίαν ἐχαρίσαντο, ὅπως ταῦτα μελετῶντες ἐν νυκτὶ καὶ ἡμέρᾳ, ἐν 〈πάσῃ〉 ὥρᾳ, ἐν ἐκκλησίᾳ, ἐν ἀγορᾷ, ἐν οἴκῳ, ἐπὶ τραπέζης, ἐν πραιτωρίοις, ἐν κλίναις, ἐν βαλανείοις, ἐν συμποσίοις, ἐν συνεδρίοις, δυνησώμεθα τῆς πονηρᾶς καὶ
10ματαίας συνηθείας καὶ ἀμελείας ἀποστῆναι, καὶ τὴν ψυχὴν ἡμῶν ἐπιστρέψαι πρὸς μετάνοιαν, καὶ ἀπὸ τοῦ νῦν ἐκκλῖναι, καὶ τὸν Δεσπότην δυσωπῆσαι, καὶ τῆς βασι‐ λείας τῶν οὐρανῶν ἐπιτυχεῖν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.118