TLG 4138 121 :: EPHRAEM SYRUS :: De festis diebus

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De festis diebus

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 6. Thessalonica: Το περιβόλι της Παναγίας, 1995: 91–93.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 11d–12.

Citation: (Line)

tΠερὶ ἑορτῶν
1 Μόνον μὴ παντελῶς ἄκαρπος εὑρεθῇς· ἀλλὰ καθ’ ἑκάστην ἡμέραν εἰς ἐκεῖνα τὰ αἰώνια ἀγαθὰ ἀποβλέποντες καὶ τὴν ἡμέραν ἐννοοῦντες τὴν φοβεράν, πόθῳ τῶν ἀγαθῶν καὶ φόβῳ τῶν κολάσεων ἐκ πάσης ὁδοῦ πονηρᾶς τοὺς πόδας ἡμῶν κωλύ‐ σωμεν, καθὼς γέγραπται· καὶ μετὰ φόβου καὶ τρόμου τὴν σωτηρίαν ἡμῶν κατερ‐
5γασώμεθα· τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ταῖς χρείαις τῶν ἁγίων κοι‐ νωνοῦντες, τὴν φιλοξενίαν διώκοντες. Τῆς ἐκκλησίας μὴ ἀπολιμπάνεσθε ἐς ἑσπέ‐ ραν καὶ πρωῒ καὶ μεσημβρίαν, ἄνδρες τε καὶ γυναῖκες, πλούσιοι καὶ πένητες, δοῦλοι καὶ ἐλεύθεροι, πρεσβῦται καὶ νέοι. Ἐν τῇ θείᾳ λειτουργίᾳ συντρέχετε σπουδαίως,
10προσφέροντες τῷ Κυρίῳ ἐκ τῶν πόνων τῶν χειρῶν ὑμῶν εἰς εὐλογίαν τοῦ οἴκου καὶ πάντων τῶν ἐν τῷ οἴκῳ, καὶ στήκετε ἐν πολλῷ φόβῳ καὶ τρόμῳ μηδενὶ συν‐ τυγχάνοντες, ἀλλ’ ὡς Ἄγγελοι ἐν τοῖς οὐρανοῖς δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ, δακρύοντες, στενάζοντες, ἱκετεύοντες, παρακα‐ λοῦντες ἐξ ὅλης καρδίας, καὶ δεόμενοι, ἵνα μή τις ἀνάξιος εὑρεθῇ τῆς ὑποδοχῆς τῶν91
15θείων μυστηρίων· ἀλλά, καθὼς λέγει ἀπόστολος Παῦλος, δοκιμαζέτω ἕκαστος ἑαυτόν, ἵνα μὴ εἰς κρῖμα ἑαυτῷ γένηται, καὶ εἰς προσθήκην ἁμαρτίας. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, ὡς γέγραπται. Ὁ οὐρανὸς γὰρ καὶ ἡ γῆ καὶ ἡ θάλασσα καὶ πάντα τὰ ἐν αὐτοῖς τρέμουσι καὶ ὑποχωροῦσι, καὶ σὺ ἀναιδῶς προσέρχῃ; Οἱ καθαροὶ Ἄγγελοι μετὰ τρόμου λειτουργοῦσι, καὶ πρόσωπα
20καλύπτοντες οὐ τολμῶσιν ἀνανεῦσαι, καὶ σὺ ἀκάθαρτος ὢν καὶ ἀμετανόητος ἀναι‐ σχυντεῖς, καὶ οὐ φρίττεις; Ἀνθρώπους μὲν πείθεις, ἀλλὰ τί πρὸς τὸν ἐτάζοντα τὰς καρδίας ἐρεῖς; Ὑποχώρησον οὖν, ἀδελφέ, καὶ κλαῦσον, καὶ ἀπόπλυνόν σου τὸ σκεῦ‐ ος, ὃ κατερρύπωσας τῇ ἁμαρτίᾳ, καὶ σύνθου μηκέτι ἁμαρτάνειν, καὶ ἰαθήσῃ. Ὁ
Θεὸς γὰρ Θεός ἐστι τῶν μετανοούντων.92
25 Τὰς τῶν Ἁγίων ἐπιτελοῦντες μνήμας, μνημονεύετε καὶ τῶν ἐν ἀδυναμίᾳ· χηρῶν, ὀρφανῶν, ξένων, πτωχῶν, ἀναπήρων, χωλῶν, τυφλῶν, καθὼς ὁ Κύριος ἡμῶν ἐνετείλατο· καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδο‐ θήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. Ἑορτὴ καλὴ καὶ θεάρεστος μετάνοια μετὰ δακρύων. Ἑορτή, ἔνθα ὁ Κύριος συν‐
30εόρτασε. Θεὸς ὢν ἐπτώχευσε. Τὰς ἑορτὰς τοῦ Κυρίου τιμᾶτε. Σπουδαίως συντρέ‐ χετε ἑορτάζοντες μὴ πανηγυρικῶς, ἀλλὰ θεϊκῶς· μὴ κοσμικῶς, ἀλλ’ ὑπερκοσμίως· μὴ ἐθνικῶς, ἀλλὰ χριστιανικῶς. Μὴ πρόθυρα στεφανώσωμεν· μὴ χοροὺς συστησώ‐ μεθα· μὴ ἀγορὰς κοσμήσωμεν· μή τι αὐλοῖς καὶ κιθάραις τὴν ἀκοὴν ἐκθηλύνωμεν· μὴ ἱμάτια μαλακὰ περιβαλώμεθα· μὴ χρυσοῦ περιλάμψεσιν. Ὡς ὁ Δεσπότης ἐνετεί‐
35λατο, ὅλως μὴ ἔχειν χαλκὸν εἰς τὰς ζώνας. Μὴ κώμοις καὶ μέθαις. Μὴ ἕνεκεν βρώ‐ ματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Μὴ ζημιωθῇς τὴν ἁγίαν λειτουργίαν διὰ τὴν ἀπλήρωτον κοιλίαν ἐν τῷ μαγειρείῳ ἀσχολούμενος· οὐ γὰρ οἶδας, εἰ ἀξιωθῇς ἰδεῖν
ἄλλην λειτουργίαν. Ἀλλὰ ταῦτα παρῶμεν ἐκείνοις, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα.93