TLG 4138 120 :: EPHRAEM SYRUS :: Apologia ad fratrem quendam, de Heli sacerdote EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Apologia ad fratrem quendam, de Heli sacerdote Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 6c–11c. Citation: Page — (line) | ||
81(t) | Ἀπολογία πρὸς ἀδελφὸν περὶ Ἠλὶ τοῦ ἱερέως | |
1 | Ἐρώτησις. Τῆς Γραφῆς λεγούσης περὶ Ἠλὶ τοῦ ἱερέως ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ οὐκ ἐνουθέτει αὐτούς, καίπερ ἀκούομεν ὅτι παρήγγειλεν αὐτοὺς καὶ ἐνουθέτει; Ἀπόκρισις. Πρόσεχε σεαυτῷ, μήποτε πολλὰ περιεργαζόμενος ἐξοκείλῃ σου | |
---|---|---|
5 | ἡ διάνοια ὑπὸ τῆς τῶν ἀθέσμων πλάνης· τὸ γὰρ πᾶν πίστεώς ἐστιν ἔργον· τῆς δὲ πί‐ στεως ἀπούσης, οὐδὲν τῶν ζητουμένων εὑρήσει ὁ δίψυχος· ἐὰν γάρ, φησί, μὴ πι‐ στεύσητε, οὐδ’ οὐ μὴ συνῆτε. Περὶ μὲν τοῦ Ἠλί, οὐκ ἀπεδέξατο μὲν αὐτοὺς τοῦτο ποιοῦντας, φησίν, ἀλλ’ ὅμως ἠδύνατο ῥᾳδίως ἀναστεῖλαι τὸ κακόν, καθὼς ὁ κα‐ θεξῆς λόγος παρίστησι. Πλὴν ἣν ὑπέλαβες νουθεσίαν, οὐκ ἔστι νουθεσία, ἀλλ’ ἀμέ‐ | |
10 | λεια τῆς πρὸς τὸ θεῖον στοργῆς. Καθότι συγκαταβάσεως ὅρον ἔχει ὁ τοῦ Ἠλὶ τρό‐ | 81 |
82 | πος· οἰκονομία δὲ γεγένηται καὶ ἐν τούτῳ, ἵνα αὐτὸς ἰδίῳ στόματι μαρτυρήσῃ περὶ τῆς τῶν υἱῶν παρανομίας, καθὼς γέγραπται· καὶ Ἠλὶ πρεσβύτερος σφόδρα· καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς Ἰσραήλ, καὶ εἶπεν αὐτοῖς· ἵνα τί ποιεῖτε κατὰ τὸ ῥῆμα, ὃ ἐγὼ ἀκούω ἐκ στόματος 〈παντὸσ〉 τοῦ λαοῦ Κυρίου; Μή, τέκνα, | |
5 | μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοή, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν, τοῦ ποιεῖν τὸν λαὸν μὴ λατρεύειν τῷ Κυρίῳ. Ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ πρὸς ἄνδρα, καὶ προσ‐ εύξονται περὶ αὐτοῦ πρὸς Κύριον· ἐὰν δὲ τῷ Κυρίῳ ἁμάρτῃ ὁ ἄνθρωπος, τίς προσ‐ εύξεται περὶ αὐτοῦ; Τοιγαροῦν ἐκ τῶν τοῦ πατρὸς μαρτυριῶν δεῖ σχολάσασθαι τὴν ὑπερβάλλου‐ | |
10 | σαν τῶν ἀνθρώπων ἐκείνων παρανομίαν· οὐ γὰρ εἷς μονώτατος κατεβόα αὐτῶν, ἀλλὰ πάντες ἀπὸ μικροῦ ἕως μεγάλου, καθὼς αὐτὸς ὁ Ἠλὶ μαρτυρεῖ λέγων· ἵνα τί ποιεῖτε κατὰ τὰ ῥήματα ταῦτα, ἃ ἐγὼ ἀκούω λαλούμενα καθ’ ὑμῶν ἐκ στόματος τοῦ λαοῦ Κυρίου; Πάντας ἠδίκουν καὶ ἐσκανδάλιζον, βεβηλοῦντες τὰς ἱερὰς θυσίας· οὐ μόνον γὰρ τοῦ θύειν τὸν λαὸν διεσκέδαζον, ἀλλὰ λοιπὸν καὶ ὁ λαὸς πρὸς ἀποστα‐ | |
15 | σίαν ἐμελέτα, ἐκπληττόμενος ὑπ’ αὐτῶν ἐκ τῶν ἀθεμίτων ἔργων, ὧν κατεσκεύαζον | 82 |
83 | οἱ τοῦ Ἠλὶ υἱοί. Ἄκουε γὰρ τοῦ Ἠλὶ λέγοντος· οὐκ ἀγαθὴ ἡ ἀκοή, ἣν ἀκούω περὶ ὑμῶν, τοῦ ποιεῖν τὸν λαὸν μὴ λατρεύειν τῷ Κυρίῳ. Τὸ δὲ ἔλεγε· μὴ ποιεῖτε οὕτως. Ἴσως τὴν ὁρμὴν τοῦ λαοῦ δεδοικώς, τῇ λέξει ἀποκέχρηται πρὸς τὸ ἁπαλύναι τοὺς καταβοῶντας τῶν τέκνων. Εἰ γὰρ ἔμελλεν αὐτῷ περὶ τὸ θεῖον σέβας, οὐκ ἠνείχετο | |
5 | παντελῶς τῆς τοσαύτης ζημίας τῶν τέκνων, ἤγουν παρανομίας, ἀλλ’ ἐσπούδασεν ἂν σύντομον ἐκποδὼν ποιῆσαι τὴν παρανομίαν τοῦ ἰδίου οἴκου· φύλακες γὰρ τοῦ νό‐ μου ὑπῆρχον καὶ οἱ ἱερεῖς, οἵ τε νόμον καταλῦσαι ἐπιχειρήσαντες· καὶ ἢ πειθαρ‐ χοῦντας ἐνουθέτει νομίμως, ἢ ἀπειθοῦντας ἐξέκοπτε κατὰ τὴν τοῦ νόμου παράδο‐ σιν, καθότι καὶ ἱερεὺς καὶ κριτὴς ἐτύγχανε, καὶ τῷ στόματι αὐτοῦ προσεῖχε πᾶς ὁ | |
10 | λαός. Πάντως ἐξαιρεῖσθαι αὐτὸν τῆς ὀργῆς τοῦ Θεοῦ, ἀλλὰ συμπεριενεχθεὶς τοῖς κακοῖς τῶν παίδων, δικαίως καὶ αὐτὸς ἐπειράθη τῆς ἐπικειμένης ὀργῆς. Μὴ οὖν αἰτιῶ τὸ θεῖον· διότι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ὅτι καὶ ἔννομος νουθεσία ἐκ παιδείας συνίσταται, δηλοῖ ὁ καθεξῆς λόγος. | |
Εἴρηται ἐν τῷ δικαίῳ Ἰώβ· μακάριος ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος· νουθέτημα | 83 | |
84 | δὲ παντοκράτορος μὴ ἀπαναίνου· αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησι· καθὼς καὶ ὁ Ἀπόστολος τοῖς πατράσι παρατίθεται λέγων ἐκτρέφειν τὰ τέκνα ἐν παι‐ δείᾳ καὶ νουθεσίᾳ Κυρίου. Δικαίως οὖν περὶ αὐτοῦ λέγει ἡ θεία Γραφή, ὅτι κακολο‐ γοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, οὐκ ἐνουθέτει αὐτούς, οὐ γὰρ εἶχε ζῆλον περὶ τὸ θεῖον, | |
5 | οἷον ἐκτήσαντο οἱ Ἅγιοι· προέκρινε δὲ μᾶλλον τὴν τῶν τέκνων θεραπείαν ὑπὲρ τὴν τῶν κρειττόνων δόξαν. Οἵαν γὰρ συμπάθειαν ἠμφιάσατο ὁ διὰ τοῦ Εὐαγγελίου ἡμᾶς γεννήσας, ἴσασι πάντες οἱ ἔμφρονες· εἶχε γὰρ ἐν ἑαυτῷ σπλάγχνα οἰκτιρμῶν, χρη‐ στότητα καὶ τὴν μακροθυμίαν· ἡνίκα δὲ ἤκουσέ τινα ὑπερόριον ἁμαρτήσαντα, οὐκ ἐκαρτέρησεν, οὐδὲ παρεσιώπησεν, ἀλλ’ εὐθὺς ἐπέτρεψε τὸν τοιοῦτον τῷ Σατανᾷ πα‐ | |
10 | ραδοθῆναι εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὁ δὲ μακάριος Πέτρος ὁ ἀπόστολος, καὶ τοῦ ζῆν ἀναξίους ἔκρινε τοὺς προσελθόντας πειράσαι τὸ Πνεῦμα τὸ Ἅγιον, τὴν εἰς τὸ θεῖον καταφρόνησιν οὐκ | |
ἐντειλάμενος. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἡνίκα ἀποστάται τοῦ Θεοῦ γεγόνασι, τοὺς υἱοὺς | 84 | |
85 | αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐπέθυον πρὸς τὴν τῶν δαιμόνων θεραπείαν. Οὗτος δὲ ἱερεὺς τυγχάνων καὶ εἴργειν δυνάμενος, παρεώρα τὴν τοσαύτην παρανομίαν, οὐ παιδείαν αὐτοῖς ἐπαγαγὼν πρὸς σωφρονισμόν, οὐ ῥάπισμα, οὐ λόγον σκληρὸν περὶ τῆς τῶν ἱερῶν θυσιῶν βεβηλώσεως, ὅπου ἐκεῖνοι πρὸς τὴν τῶν δαιμόνων θεραπείαν | |
5 | ἔσφαζον τὰ τέκνα αὐτῶν ἰδίαις χερσὶν ὑποκάτω παντὸς δένδρου συσκίου. Τίς ὁ κρίνων τοῦτον ἀνεύθυνον τοῦ κακοῦ, καίτοιγε μαθὼν παρὰ τοῦ πάντα συστησαμένου Θεοῦ τὴν ἐξενηνεγμένην κατ’ αὐτοῦ ἀπόφασιν; Ὁ δὲ φιλελεήμων Κύ‐ ριος βουλόμενος τοῦτον ῥύσασθαι διὰ μετανοίας τῆς ἐπηρτημένης ὀργῆς, δι’ ἀκάκου παιδαρίου ἐδήλωσεν αὐτῷ τὰ ἤδη προδεδηλωμένα, ἵνα μὴ ὑπόνοιά τις ὑπεισελθοῦσα | |
10 | θαρσαλέον κατασκευάσῃ τὸν λογισμόν, ὡς καὶ ἐξ ἀνθρωπίνης θεωρίας τὴν πρόρρη‐ σιν λελέχθαι πρὸς αὐτόν, ἢ διὰ φθόνον, ἢ τινῶν βασκανίαν αὐτοῦ. Συνήγορον καὶ μάρτυρα καθίστησι τῶν προειρημένων, καθώς φησιν ἡ θεία Γραφή· καὶ τὸ παιδά‐ ριον Σαμουὴλ ἦν λειτουργῶν τῷ Κυρίῳ ἐνώπιον Ἠλὶ τοῦ ἱερέως· καὶ ῥῆμα Κυρίου | |
ἦν ἐν αὐτῷ· ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν ὅρασις διαστέλλουσα. Καὶ ἐγένετο ἐν τῇ | 85 | |
86 | ἡμέρᾳ ἐκείνῃ καὶ Ἠλὶ ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι, καὶ οὐκ ἠδύνατο βλέπειν· καὶ ὁ λύχνος τοῦ Θεοῦ, πρὶν ἢ ἐπισκευασθῆναι· καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ Κυρίου, οὗ ἦν ἡ κιβωτὸς τοῦ Θεοῦ· [καὶ κατέ‐ στη Σαμουὴλ] καὶ ἐκάλεσε Κύριος, Σαμουήλ, Σαμουήλ. Καὶ εἶπεν· ἰδοὺ ἐγώ. Καὶ | |
5 | ἔδραμε πρὸς Ἠλί, καὶ εἶπεν· ἰδοὺ ἐγώ, τί κέκληκάς με; Καὶ εἶπεν· οὐ κέκληκά σε· ἀνάστρεφε καὶ κάθευδε, τέκνον. Καὶ ἀνέστρεψε, καὶ ἐκάθευδε. Καὶ προσέθετο Κύ‐ ριος ἔτι καλέσαι τὸν Σαμουήλ· καὶ ἐκάλεσε, Σαμουήλ, Σαμουήλ· καὶ ἐπορεύθη πρὸς Ἠλὶ ἐκ δευτέρου καὶ εἶπεν· ἰδοὺ ἐγώ, τί κέκληκάς με; Καὶ εἶπεν· οὐ κέκληκά σε· ἀνάστρεφε καὶ κάθευδε, τέκνον· καὶ Σαμουὴλ πρὶν ἢ γνῶναι τὸν Θεὸν καὶ πρὶν ἢ | |
10 | ῥῆμα Κυρίου πρὸς αὐτόν. Καὶ προσέθετο Κύριος καλέσαι Σαμουὴλ ἐκ τρίτου· καὶ ἀνέστη Σαμουὴλ καὶ ἐπορεύθη πρὸς Ἠλὶ καὶ εἶπεν· ἰδοὺ ἐγώ, τί κέκληκάς με; Καὶ ἐσοφίσατο Ἠλὶ ὅτι κέκληκε Κύριος τὸ παιδάριον· καὶ εἶπεν· οὐ κέκληκά σε· ἀνά‐ στρεφε καὶ κάθευδε, τέκνον. Καὶ ἔσται ἐὰν καλέσῃ σε ὁ καλῶν καὶ ἐρεῖς· λάλει, Κύ‐ ριε, ὅτι ἀκούει ὁ δοῦλός σου. Καὶ ἐπορεύθη Σαμουὴλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ. | |
15 | Καὶ ἦλθε Κύριος, καὶ κατέστη, καὶ ἐκάλεσεν αὐτόν, ὡς ἅπαξ καὶ δίς· Σαμουήλ, Σα‐ | |
μουήλ. Καὶ εἶπε Σαμουήλ· λάλει, Κύριε, ὅτι ἀκούει ὁ δοῦλός σου. Καὶ εἶπε Κύριος | 86 | |
87 | πρὸς Σαμουήλ· ἰδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ἰσραήλ, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ἠλὶ πάντα ὅσα ἐλάλησα, καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ· ἄρξομαι καὶ συντελέσω. Καὶ ἀνήγγειλα αὐτῷ ὅτι ἐκδικῶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἕως τοῦ αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ἐν αἷς ἔγνω | |
5 | ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ καὶ οὐκ ἐνουθέτει αὐτούς. Καὶ οὐχ οὕτως. Ὤμοσα τῷ οἴκῳ Ἠλί, εἰ ἐξιλασθήσεται ἁμαρτία ἐξ οἴκου Ἠλὶ ἐν θυμιάματι ἢ ἐν θυ‐ σίαις ἕως τοῦ αἰῶνος. Καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωΐ, καὶ ὤρθρισε τῷ πρωΐ, καὶ ἤνοιξε τὰς θύρας οἴκου Κυρίου· καὶ ἐφοβήθη ἀναγγεῖλαι τὴν ὅρασιν Ἠλὶ Σαμουήλ. Καὶ εἶπεν Ἠλὶ τῷ Σαμουήλ· τέκνον. Καὶ εἶπεν· ἰδοὺ ἐγώ. Καὶ εἶπε· τί τὸ ῥῆμα Κυ‐ | |
10 | ρίου, τὸ λαληθὲν πρός σε τὴν νύκτα, τέκνον; Μὴ δὴ κρύψῃς ἀπ’ ἐμοῦ ἐκ πάντων λό‐ γων τῶν λαληθέντων ἐν τοῖς ὠσί σου. Τάδε ποιήσαι σοι ὁ Θεὸς καὶ τάδε προσθείη, ἐὰν κρύψῃς ἀπ’ ἐμοῦ ῥῆμα ἐκ πάντων τῶν λόγων. Καὶ ἀνήγγειλεν αὐτῷ Σαμουὴλ πάντας τοὺς λόγους, καὶ οὐκ ἔκρυψεν ἀπ’ αὐτοῦ ῥῆμα. Καὶ εἶπεν Ἠλί· Κύριος αὐτός, | |
τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει. | 87 | |
88 | Ὦ ἀσθένεια ψυχῆς πρὸς τήρησιν ἐντολῶν Θεοῦ! Ὧ παράνομος συνήθεια πρὸς τέκνα ἀσεβῆ! Πῶς οὐκ ἔφριξαν αἱ σάρκες αὐτοῦ ἐπὶ τοῖς ἀκουσθεῖσι! Πῶς οὐκ ἐτρό‐ μασαν οἱ νεφροὶ αὐτοῦ! Πῶς οὐκ ἀνήγαγε θυμὸν πρὸς ἄμυναν υἱῶν αὐτοῦ παρανό‐ μων, καθ’ ὁμοιότητα τοῦ ζήλου τοῦ Φινεές! Πῶς οὐ διέρρηξε τὰ ἱμάτια αὐτοῦ, καὶ | |
5 | ηὐλίσθη ἐπὶ τῇ ἐξενηνεγμένῃ κατ’ αὐτοῦ καταδίκῃ, ἀλλ’ οὐδὲ ἐσαλεύθη! Οὐχ οὕτως ἠνόμησεν Ἄχαρ, ὁ τοῦ Χαρμί, νοσφισάμενος ἀπὸ τοῦ ἀναθέματος. Οἱ δὲ τοῦ Ἠλὶ υἱοὶ ἄσπονδοι καὶ δυσμενεῖς ὑπάρχοντες, εἰς αὐτὸν τὸν Δημιουργὸν ἠσέβουν, τὸν εἰ‐ πόντα τῷ Μωυσῇ καὶ Ἀαρών· ἐν τοῖς ἐγγίζουσί μοι, ἁγιασθήσομαι, καὶ ἐν πάσῃ συν‐ αγωγῇ δοξασθήσομαι. Καὶ πάλιν· εἶπον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· καὶ προσεχέ‐ | |
10 | τωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ἰσραήλ, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομα τὸ ἅγιόν μου, ὅσα αὐτοὶ ἁγιάζουσί μοι. Ἐγὼ Κύριος. Εἶπον αὐτοῖς· εἰς τὰς γενεὰς ὑμῶν πᾶς ἄνθρωπος, ὃς ἂν προσέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια, ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ἰσραὴλ τῷ Θεῷ καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ’ αὐτῷ, ἐξολοθρευθή‐ | |
σεται ἡ ψυχὴ ἐκείνη ἀπ’ ἐμοῦ. | 88 | |
89 | Ἀλλ’ οὐ προσέσχε τούτοις· ὅθεν καὶ καρπὸν θανάτου δρεψάμενος ἀπῄει· εἵλε‐ το γὰρ μᾶλλον προσκρούειν Θεῷ ἢ τῆς τῶν παρανόμων τέκνων συμπαθείας δια‐ ζευχθῆναι. Κἂν γὰρ ἐν τῷ προφανεῖ λόγῳ ἀπεχρήσατο, μὴ ποιεῖτε οὕτω, λέγων, ὦ τέκνα, ἀλλ’ ἐν τῷ ἀφανεῖ κεκοίνωται ἐν τῇ κακοπραγίᾳ τῶν παίδων. Ὅρα γὰρ | |
5 | καὶ τῆς ἀποκρίσεως τὸν νοῦν, φησὶ γάρ· Κύριός ἐστι, καὶ τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει· ἀντὶ τοῦ, ἐγὼ τοὺς ἐμοὺς παῖδας λυπῆσαι οὐκ ἀνέξομαι. Ἀλλ’ οὐδὲ ὑπὸ Μωυσέως παιδευθεὶς ἀπέστη τῆς πρὸς τοὺς παῖδας συμπαθείας· ὁ γὰρ Μωυσῆς δε‐ ξάμενος τὰς πλάκας καὶ καταβὰς ἐκ τοῦ ὄρους καὶ τὴν μοσχοποιΐαν θεασάμενος, ῥίψας τὰς πλάκας συνέτριψεν αὐτάς, καὶ πρόσωπον τοῦ ἑαυτοῦ ἀδελφοῦ οὐκ ἔλαβεν, | |
10 | ἀλλ’ ἐμβριθεστάτῃ φωνῇ τῷ Ἀαρὼν ἐνεκάλει λέγων· τί ἐποίησέ σοι ὁ λαὸς οὗτος, ὅτι ἐπήγαγες ἐπ’ αὐτοὺς ἁμαρτίαν μεγάλην; Ὁ δὲ Ἀαρὼν θεασάμενος τὸν ἴδιον ἀδελφὸν τῷ θείῳ ζήλῳ πεπυρωμένον, ἀπελογεῖτο οὕτω λέγων· μὴ ὀργίζου, κύριε, σὺ γὰρ ἐπίστασαι τὸ ὅρμημα τοῦ λαοῦ τούτου. Στὰς δὲ Μωυσῆς ἐπὶ τὴν πύλην τῆς | |
παρεμβολῆς εἶπεν· εἴ τις πρὸς Κύριον, ἴτω πρός με. Καὶ συνήχθησαν πρὸς αὐτὸν πάν‐ | 89 | |
90 | τες οἱ υἱοὶ Λευΐ. Καὶ εἶπεν αὐτοῖς· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· θέσθε ἕκαστος τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ καὶ διέλθετε ἀπὸ πύλης εἰς πύλην, καὶ ἀπο‐ κτείνατε ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ. Καὶ ἐποίησαν υἱοὶ Λευῒ καθὰ ἐλάλησε Μωυσῆς, καὶ ἔπεσαν ἐκ τοῦ | |
5 | λαοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ τρισχίλιοι ἄνδρες. Καὶ εἶπεν αὐτοῖς Μωυσῆς· ἐπλη‐ ρώσατε τὰς χεῖρας ὑμῶν σήμερον τῷ Κυρίῳ ἕκαστος ὑμῶν ἐν τῷ ἀδελφῷ αὐτοῦ, δοθῆναι ἐφ’ ὑμᾶς εὐλογίαν. Ὁ δὲ Ἰὼβ κηδόμενος τῶν τέκνων θυσίας καθ’ ἑκάστην ἡμέραν ὑπὲρ αὐτῶν προσέφερεν, οὐ περὶ προφανῶν, ἀλλὰ καὶ περὶ τῶν κατὰ διά‐ νοιαν ἁμαρτημάτων καθαροὺς αὐτοὺς εἶναι. Οὕτως ἄκρως ἐσπούδαζον οἱ δίκαιοι | |
10 | ἄμωμον παραστῆσαι τῷ Κυρίῳ τὸν καρπὸν τῆς ἑαυτῶν κοιλίας. Ὁ δὲ Ἠλὶ χαῦνος καὶ ἠμελημένος πρὸς τὴν τῶν τέκνων διόρθωσιν, οὐκ ἐξείλετο αὐτὸν τῆς ὀργῆς τοῦ Θεοῦ οὐ γῆρας σεμνόν, οὐ παλαιὰ παρρησία, οὐχ ἱερατικὴ τιμή. Ἡνίκα οὖν ἀκούω‐ μεν τῶν θείων Γραφῶν, καὶ ἄρξηται ὁ Ἐχθρὸς ὑποσπείρειν τι τῶν ἰδίων κατὰ διά‐ νοιαν, τῇ πίστει τεθεμελιωμένοι εἴπωμεν πρὸς αὐτόν· πιστὸς Κύριος ἐν πᾶσι τοῖς λό‐ | |
15 | γοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. | 90 |