TLG 4138 119 :: EPHRAEM SYRUS :: Sermo de sacerdotio EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Sermo de sacerdotio Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 1–6b. Citation: Page — (line) | ||
70(t) | Λόγος περὶ ἱερωσύνης | |
1 | Ὧ θαῦμα παράδοξον! Ὦ δύναμις ἄρρητος! Ὧ φρικτὸν μυστήριον τὸ τῆς ἱε‐ ρωσύνης! Νοερὰ καὶ ἁγία, σεμνὴ καὶ ἀμώμητος, ἣν ὁ Χριστὸς τοῖς ἀναξίοις ἐλθὼν ἐδωρήσατο. Προσπίπτω καὶ δέομαι δάκρυσι καὶ στεναγμοῖς, ἵνα ἐσοπτρίσωμαι εἰς τοῦτον τὸν θησαυρὸν τῆς ἱερωσύνης. Τοῖς αὐτὸν φυλάττουσιν ἀξίως καὶ ὁσίως θυ‐ | |
---|---|---|
5 | ρεὸς γάρ ἐστι λαμπρὸς καὶ ἀνείκαστος, καὶ πύργος ἀσάλευτος, 〈καὶ〉 τεῖχος ἀδι‐ αίρετον· θεμέλιος γάρ ἐστιν ἑδραῖος ἀπὸ γῆς μέχρι τῆς οὐρανίου ἁψῖδος ἐγγίζου‐ σα. Καὶ τί λέγω ἐγώ, ἀδελφοί, ὅτι τὰ τῶν ὑψίστων ἁψίδων καθάπτεται; Εἰς αὐ‐ τοὺς τοὺς οὐρανοὺς τῶν οὐρανῶν ἀνέρχεται ἀκωλύτως, ἐν μέσῳ τῶν Ἀγγέλων ἅμα τῶν ἀσωμάτων λαμπρῶς καὶ ῥᾳδίως ἰχνοβατεῖ. Καὶ τί λέγω ἐν μέσῳ τῶν ἄνω | |
10 | δυνάμεων; Αὐτοῦ τοῦ Δεσπότου τῶν Ἀγγέλων καὶ κτίστου καὶ φωτοδότου συνό‐ | 70 |
71 | μιλος γίνεται· καὶ καθ’ ὅσον βούλεται, παραυτίκα λαμβάνει παρρησίαν. Οὐ παύομαι, ἀδελφοί, ὑμῶν δοξάζων τὸν τοῦ ἀξιώματος βαθμόν, ὃν ἡ Τριὰς δέδωκε τοῖς υἱοῖς τοῦ Ἀδάμ, δι’ οὗ ὁ κόσμος σέσωσται, καὶ ἡ κτίσις πεφώτισται· δι’ οὗ ὄρη καὶ βουνοὶ καὶ νάπαι καὶ φάραγγες πεπλήρωνται τῆς φαιδρᾶς καὶ σε‐ | |
5 | μνῆς πολιτείας τοῦ μακαρίου γένους, λέγω δὴ τῶν μοναχῶν, καθὼς Ἠσαΐας ὁ μεγαλοφωνότατος ἔφησεν, ὅτι ἐκ τῶν κορυφῶν τῶν ὀρέων δώσουσιν ὕμνον ἄν‐ θρωποι εἰς δοξολογίαν· δι’ οὗ καὶ ἀνομία ἐκ γῆς ἀφῄρηται· δι’ οὗ καὶ σωφροσύνη ἐν γῇ αὐλίζεται· δι’ οὗ καὶ ὁ Διάβολος πεσὼν κατήργηται· οἱ ἀσελγεῖς γεγόνασι σκεύη ἡγιασμένα, καὶ οἱ πόρνοι ἁγνοὶ καὶ ἀμίαντοι· οἱ ἄφρονες γεγόνασιν ὁδηγοὶ | |
10 | δικαιοσύνης, καὶ οἱ ἄνομοι ἀγαθοὶ καὶ εὐσεβεῖς· δι’ οὗ καὶ θανάτου κράτος κα‐ τήργηται, ὁ ᾅδης τὴν ἰσχὺν ἀπώλεσε καὶ ἡ κατάρα τοῦ Ἀδὰμ λέλυται, καὶ ὁ νυμφὼν ὁ οὐράνιος ηὐτρέπισται· δι’ οὗ τῶν ἀνθρώπων ἡ φύσις πρὸς τὴν τῶν ἀσωμάτων μεταβάλλεται δύναμιν. | |
Τί εἴπω, ἢ τί ἐπαινέσω; Ὑπερβαίνει γὰρ καὶ λόγον καὶ ἔννοιαν ἡ δωρεὰ | 71 | |
72 | τοῦ βαθμοῦ τῆς ἱερωσύνης. Καί, ὡς οἶμαι, τοῦτό ἐστιν ὃ ὁ Παῦλος ἐκπλαγεὶς αἰνίττεται, λέγων· ὧ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Ὡς ἀνεξε‐ ρεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ὑψιπέτις ὑπάρχει ἀπὸ γῆς εἰς οὐρανόν. Ὀξυτάτως προσφέρουσα τῷ Θεῷ τὰ αἰτήματα ἡμῶν, πρε‐ | |
5 | σβεύει τῷ Δεσπότῃ ὑπὲρ τῶν δούλων. Καὶ προσχῶμεν, ἀδελφοί, τηλαυγῶς εἰς τοῦτο τὸ μυστικὸν καὶ φρικτὸν διήγημα· ὅτι ἄνευ τῆς σεμνῆς ἱερωσύνης ἄφεσις τῶν ἁμαρτιῶν βροτοῖς οὐ δίδο‐ ται. Θέτε τὸν νοῦν ὑμῶν, ἀδελφοί· ὑμεῖς γάρ ἐστε ἐρασταὶ τῆς εὐσεβείας, αὐγά‐ ζοντες τὸ φῶς τῶν διδαγμάτων. Τί ἐστιν ἃ πρῴην ἐλέξαμεν περὶ τοῦ μυστηρίου | |
10 | τῆς ἱερωσύνης; Τὸ κλῆμα τῆς ἀμπέλου καὶ ὁ κόκκος τοῦ σίτου καὶ ἡ ἱερωσύνη ὁμόνοιαν κέκτηνται. Τὸ κλῆμα καὶ ὁ σῖτος παιδίσκαι ὑπάρχουσιν, ἡ δὲ ἱερωσύνη ἐλευθέρα. Ὅταν οὖν συναχθῶσιν αἱ τρεῖς τοῦ αὐλισθῆναι ἐπάνω τῶν θησαυρῶν, προσφέρει τῷ Βασιλεῖ ἑκάστη τὴν δύναμιν τῶν ἰδίων καρπῶν εἰς εὐωδίαν· τὸ κλῆμα προΐησι τὸ νᾶμα· ὁμοίως καὶ ὁ σῖτος τὸν ἄρτον· ἡ δὲ ἱερωσύνη εὐπαρρη‐ | |
15 | σιάστως ὑψιπετεῖ ἀπὸ γῆς εἰς οὐρανόν, ἄχρις ἂν θεωρήσῃ αὐτὸν τὸν ἀόρατον· καὶ | 72 |
73 | προσκυνήσασα εὔχεται ὑπὲρ τῶν δούλων πρὸς τὸν Δεσπότην, βαστάζουσα δάκρυα καὶ στεναγμοὺς τῶν συνδούλων καὶ προσφέρουσα θερμῶς τῷ ἰδίῳ Δεσπότῃ· ὁμοί‐ ως παράκλησιν ἅμα καὶ μετάνοιαν, αἰτοῦσα συγχώρησιν καὶ ἔλεον καὶ οἶκτον τῷ εὐσπλάγχνῳ Βασιλεῖ, ὅπως τὸ παράκλητον Πνεῦμα συγκατέλθῃ καὶ ἁγιάσῃ δῶρα, | |
5 | τὰ ἐν γῇ προκείμενα. Καὶ ὅταν προσκομισθῇ μυστήρια φοβερά, πλήρη ἀθανασίας, διὰ τοῦ προεστῶτος ἱερέως ποιοῦντος πρεσβείαν ὑπὲρ πάντων, τότε δὴ προσέρ‐ χονται ψυχαὶ διὰ τῶν φρικτῶν μυστηρίων καθαρμὸν λαμβάνουσαι τῶν σπίλων. Εἴδετε, φιλόθεοι, πῶς οὐκ ἐνεργοῦσι τὰ δύο ἐπὶ τῆς γῆς, εἰ μὴ ἡ οὐρανία ψῆ‐ φος παραγένηται καὶ ἁγιάσῃ τὰ δῶρα; Ἑώρακας, ἄνθρωπε, φαιδρὰν θαυματουρ‐ | |
10 | γίαν; Εἶδες βαθμὸν ἱερόν, πῶς ῥᾳδίως καθαίρει τῶν ψυχῶν τὰς κηλῖδας; Εὐλο‐ γεῖται ὁ Σωτήρ, ὁ ἑδράσας ἐπὶ γῆς τοῦτο τὸ ὑπέρλαμπρον καὶ ῥυπτικὸν δώρημα, φωτίσας ἐν χάριτι τοὺς ἱερεῖς τοῦ λάμπειν ὡς φωστῆρας ἐν κόσμῳ. Ὁ λαὸς ὁ πρὸ | |
ἡμῶν κέρας ἐλαιοφόρον 〈εἰσ〉 προκοπὴν κατείληφεν· ἡμεῖς δὲ οἱ ἀχρεῖοι δοῦλοι | 73 | |
74 | τοῦ Εὐλογητοῦ, οὐ κέρας, οὐκ ἔλαιον αἰσθητὸν εἰλήφαμεν, ἀλλ’ αὐτὸς ὁ βραχίων ὁ ὑψηλὸς καὶ φρικτὸς κατελθὼν ἐξ οὐρανοῦ ἐδωρήσατο ἡμῖν ἐπιθέσει τῶν χειρῶν τὸ Πνεῦμα τὸ ἑαυτοῦ, τὸ ἐλθὸν καθάπερ πῦρ ἐπὶ τοὺς Ἀποστόλους. Ὦ δύναμις ἄρρητος, ἡ καταξιώσασα κατοικῆσαι ἐν ἡμῖν δι’ ἐπιθέσεως | |
5 | χειρῶν ἁγίων ἱερέων! Ὢ τί μέγαν τὸν βαθμὸν ἔχει ἡ ἱερωσύνη ἡ φρικτὴ καὶ θαυ‐ μαστή! Μακάριος ὑπάρχει ὅστις πολιτεύεται ἐν ταύτῃ τῇ ἀξίᾳ ἁγνῶς τε καὶ ἀμώ‐ μως. Πέτρος, ὁ κληθεὶς Κηφᾶς, ὁ ποτὲ σαγηνευθεὶς παρὰ τὸ χεῖλος τῆς λίμνης, ὁ καὶ προσμαρτυρηθεὶς ὑπὸ 〈τοῦ〉 μεγάλου Ποιμένος, ὅτι ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκο‐ δομήσω μου τὴν Ἐκκλησίαν, διὰ ἱερωσύνης καὶ τὰς κλεῖς τῶν οὐρανῶν εἴληφεν | |
10 | ὡς ἄξιος· ὁμοίως δὲ καὶ Παῦλος, ὁ πρῴην μὲν διώκτης, καὶ αὐτὸς ἀξιωθεὶς τού‐ του τοῦ χαρίσματος, ὑπόπτερος ἔδραμε πᾶσαν τὴν οἰκουμένην, κηρύττων 〈καὶ〉 καταγγέλλων τὴν νεκρῶν ἀνάστασιν. Ἐπανέλθωμεν τοίνυν πρὸς Ἄβελ τὸν δίκαιον, ὃς γέγονεν ἐν ἀρχῇ τῆς κτί‐ | |
σεως ἱερεύς, καὶ μάθωμεν ἐξ αὐτοῦ. Ὅτε ἱεράτευεν ἐν ἀρχῇ τὴν θυσίαν τὴν αὑτοῦ | 74 | |
75 | πρὸς τὸν Θεόν, οὐχὶ πῦρ ἐξ οὐρανοῦ κατελθὸν κατέφαγε τὴν θυσίαν αὐτοῦ; Ὅτε δὲ προσέφερε τῷ Θεῷ τὰς ἀπαρχάς, ὥσπερ φησὶν ἡ Γραφή, ἐπεῖδεν ἐξ οὐρανοῦ ὁ Θεὸς 〈ὁ〉 ἅγιος ἐπὶ θυσίαν Ἄβελ, ἐπὶ δὲ τὴν τοῦ Κάϊν οὐκ εὐδόκησεν ἰδεῖν. Πά‐ λιν δέ γε ὁ Νῶε, ὁ σωθεὶς ἐν κιβωτῷ, ὅτε ἐκόπασεν ὕδωρ καὶ ἐκάθισεν ἄνω ἐπὶ | |
5 | ὄρη Ἀραράτ, ταύτης πάλιν ὁ Νῶε μετέσχε τῆς δωρεᾶς καὶ προσήνεγκε Θεῷ θυ‐ σίαν εἰλικρινῶς εἰς ὀσμὴν εὐωδίας. Ὅθεν καὶ διέθετο μετ’ αὐτοῦ ὁ Λυτρωτὴς τοῦ μηκέτι ἐπάξαι κατακλυσμὸν ἐπὶ γῆς, καὶ δίδωσιν αὐτῷ εὐλογίαν ἁγίαν αὐξάνειν καὶ πληθύνειν. Εἶδες θαυματουργίαν τὴν τῆς ἱερωσύνης; Ἑώρακας τὸν πρῶτον ἱερέα, τὸν | |
10 | Ἄβελ, ἐν τῇ προτέρᾳ κτίσει, πῶς τὸ πῦρ κατήνεγκεν οὐρανόθεν ἐπὶ γῆς διὰ τὴν ἀμώμητον αὐτοῦ ὁλοκάρπωσιν; Εἶδες τὸν Νῶε, τὸν σεμνὸν ἱερέα, ἐν τῇ δευτέρᾳ κτίσει, πῶς ἔθετο ὁ Θεὸς μετ’ αὐτοῦ διαθήκην; Ταύτης δὲ καὶ Ἀβραὰμ ἠξιώθη μετασχεῖν, καὶ προσενέγκαι Θεῷ ἀγαπητὸν Ἰσαάκ, καὶ ἱερουργῆσαι τὰ σπλάγχνα | |
τὰ ἴδια. Ἐκεῖ αὐτῷ δείκνυσι μέγα θαῦμα ὁ Θεός, τὴν τοῦ Χριστοῦ γέννησιν, ἐν | 75 | |
76 | τῷ σαβὲκ φυτῷ, ἐν ῥιπῇ τὴν αὔξησιν καὶ τὸ τῆς εὐλογίας, ἧς αὐτὸς εὐλόγησεν· ἐν τῷ σπέρματί σου γὰρ ἐνευλογηθήσονται αἱ φυλαὶ πάσης τῆς γῆς. Ταύτης δὲ καὶ Μωυσῆς ὁ θεῖος κατηξιώθη ἀναβὰς εἰς τὸ ὄρος τὸ Σινᾶ πρὸς τὸν Θεὸν καὶ δεξάμε‐ νος νόμον. Ὅθεν καὶ ἐδοξάσθη τὸ ἑαυτοῦ πρόσωπον, ὥστε καὶ καθορᾶσθαι λαμπρὸν | |
5 | ὑπὲρ ἥλιον. Ὁμοίως καὶ Ἀαρὼν ταύτης κατηξιώθη, πρεσβευτὴς γενόμενος ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ πρὸς τὸν Θεόν. Μωυσῆς γὰρ καὶ Ἀαρὼν ἐν ἱερεῦσιν αὐτοῦ. Ὁμοίως καὶ Φινεὲς ἐν ταύτῃ τῇ πανσέμνῳ ἐκώλυσε θάνατον ἐκ τοῦ λαοῦ ἐκείνου. Καὶ Ἠλίας δὲ πάλιν ταύτην ἐνδυσάμενος εἰσηκούσθη ἐν πυρί, καὶ ἱερεῖς τῆς αἰσχύνης κατέσφαξε μαχαίρᾳ. | |
10 | Μάθωμεν οὖν, ἀδελφοί, ὅτι μέγα καὶ πολὺ ὑπέρογκον ἄπειρον τὸ τῆς ἱερω‐ σύνης ὑπάρχει ἀξίωμα. Δόξα τῷ Μονογενεῖ, δόξα καὶ τῷ μόνῳ Ἀγαθῷ τῷ πα‐ ρασχόντι αὐτὴν τοῖς ἑαυτοῦ μαθηταῖς διὰ τῆς αὑτοῦ καινῆς ἁγίας διαθήκης, ἵνα | |
καὶ αὐτοὶ ἡμῖν ὑπόδειγμα δείξωσιν ἐν τῇ θέσει τῶν χειρῶν αὐτῶν πρὸς τοὺς ἀξίους. | 76 | |
77 | Πάντες οὖν τιμήσωμεν, πάντες μακαρίσωμεν τοὺς τὸν βαθμὸν ἔχοντας σε‐ μνῆς ἱερωσύνης, γινώσκοντες ἀκριβῶς ὅτι εἴ τις τὸν φίλον τοῦ βασιλέως φιλεῖ, τοῦτον πολλῷ πλειόνως ἀγαπᾷ ὁ βασιλεύς. Ἀγαπήσωμεν οὖν τοὺς ἱερεῖς τοῦ Θεοῦ, ἐπειδὴ φίλοι αὐτοῦ εἰσὶ τοῦ ἀγαθοῦ καὶ πρεσβεύουσιν ὑπὲρ ἡμῶν καὶ κόσμου. Τί‐ | |
5 | μησον τοὺς ἱερεῖς ἐκπληρῶν τὴν ἐντολὴν τοῦ Χριστοῦ τὴν λέγουσαν, ὅτι ὁ δεχό‐ μενος προφήτην μετὰ χαρᾶς εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λάβοι. Ἐὰν δὲ τὸν τυχόντα ἱερέα ἀγνοῇς, εἰ ἄξιός ἐστι τοῦ βαθμοῦ, εἴτε καὶ ἀνάξιος, σὺ διὰ τὴν τοῦ Χριστοῦ ἐντολὴν μὴ παρίδῃς. Ὥσπερ γὰρ οὐ βλάπτεται ὁ φαιδρότατος χρυσὸς πηλῷ συμπεφυρμένος, οὐδὲ ὁ λαμπρότατος μαργαρίτης, ὅταν τισὶν εἴδεσι | |
10 | συναφθῇ ἀκαθάρτοις μιαροῖς· κατὰ τοῦτον τὸν τρόπον οὐδὲ ἡ ἱερωσύνη κηλιδοῦται ἔκ τινος, κἄν ἐστιν ἀνάξιος ὁ ταύτην δεξάμενος. Ἐὰν δέ τις εὑρεθῇ εἰς ταύτην τὴν ἀξίαν, ὡς ἄξιος, καὶ πορευθῇ ἐν αὐτῇ ὁσίως καὶ ἀμέμπτως, ἑαυτῷ ζωὴν προξενεῖ καὶ στέφανον ἄφθαρτον· ἐὰν δέ τις ἀναξίως ἐλθεῖν ἐπ’ αὐτὴν τολμήσῃ, προξενεῖ ἑαυτῷ σκότος τὸ ἐξώτερον καὶ κρίσιν ἀνέλεον. | |
15 | Ἄλλο σοι ὑπόδειγμα δίδωμι, ὦ ἄνθρωπε, ἵνα μὴ τολμήσῃς ἐν ἀλαζονείᾳ σου | 77 |
78 | ἀναξίως ὑπελθεῖν βαθμῷ ἱερωσύνης, ἐπειδὴ οὐκ εὐδοκεῖ ἐν τοῖς ἀλαζονικῶς κε‐ χειροτονημένοις ὁ Θεὸς ὁ καθαρός. Γνῶθι τί πεπόνθασιν οἱ τάλανες ἐκεῖνοι, οἱ Μω‐ σεῖ καὶ Ἀαρὼν ἀντιπεσόντες ποτέ, καὶ προπετευσάμενοι ἀναιδῶς καὶ αὐθαδῶς θυμιᾶσαι τῷ Θεῷ. Οὐχὶ πῦρ κατέφαγεν ἅπαντας οὐρανόθεν, ἀνθ’ ὧν κατετόλ‐ | |
5 | μησαν εἰς βαθμὸν ὑπὲρ αὐτούς; Πάλιν δὲ καὶ Μαριάμ, ἡ προφῆτις τοῦ Θεοῦ, ἵνα βραχύν τινα λόγον τῷ Μωσεῖ ὀνειδίσῃ περὶ ἱερωσύνης, τοιοῦτον αὐτῇ μῶμον ὥρισεν ὁ Ὕψιστος, ἵνα ὅλη λεπρῶσα ἑπτὰ ἡμέρας ἐκβληθῇ ἔξω παρεμβολῆς. Καὶ τὰ νῦν, ὦ ἀδελφοί, ἁγνῶς πολιτεύεσθαι, μιμούμενοι τὸν Μωυσῆν καὶ Ἀαρὼν καὶ Ἐλεάζαρ. Σκόπησον τοὺς εὐσεβεῖς ἱερεῖς, πῶς ἐν αὐτῇ ἠμύναντο τῶν | |
10 | ἐχθρῶν ἀθέους παρεμβολάς. Ταύτην ἔχων ὁ Μωυσῆς ἦρε χεῖρας πρὸς Θεὸν καὶ ἔτρωσεν Ἀμαλὴκ πληγῇ τῇ ἀνιάτῳ. Ταύτην καὶ ὁ Ἀβραὰμ ἐκπεριζωσάμενος βασιλεῖς ἐτρέψατο. Ταύτην ὁ Μελχισεδὲκ ἀναλαβὼν εὐλόγησεν Ἀβραὰμ τὸν ἐκ‐ | |
λεκτὸν εὐλογίαν ἐξαίρετον. | 78 | |
79 | Ἠξιώθης, ἀδελφέ, βαθμοῦ ἱερωσύνης; Σπουδὴν ἔχε εὐαρεστεῖν τῷ στρατο‐ λογήσαντι ἁγνείᾳ καὶ δικαιοσύνῃ καὶ σοφίᾳ θεϊκῇ καὶ λαμπρᾷ παρθενίᾳ. Γενοῦ θερμὸς ζηλωτὴς ὡς 〈ὁ Ἠλίας, κηδεμὼν ὡς Ἱερεμίασ〉, σώφρων ὡς Ἰωσὴφ καὶ ἁγνὸς ὡς ὁ Ἰησοῦς· φιλόξενος ὡς Ἀβραάμ, φιλόπτωχος ὡς Ἰώβ, φιλόστοργος | |
5 | ὡς Δαυΐδ, καὶ πρᾷος ὡς Μωυσῆς. Τὸν πλανηθέντα σύναξον· τὸν χωλὸν ἐπίστη‐ σον· πεσόντα ἀνάστησον· ἀσθενοῦς ἀντιλαβοῦ· καὶ τὰ τούτοις ὅμοια. Ἐγὼ δὲ ἐκπλήττομαι, ἀδελφοὶ ἀγαπητοί, ὁποῖα εἰώθασι τινὲς ἐκ τῶν ἀ‐ φρόνων τολμᾶν· ἐπιχειροῦσιν ἀναιδῶς καὶ προπετῶς ζητεῖν ἱερωσύνην λαβεῖν, μὴ προσκληθέντες ὑπὸ τῆς χάριτος τοῦ Χριστοῦ, ἀγνοοῦντες ὅτι πῦρ καὶ θάνατον ἑαυ‐ | |
10 | τοῖς σωρεύουσιν ἄθλιοι. Οὐ λέγω σοι, ἄνθρωπε, ἱερωσύνην μόνον μὴ προπετῶς τοῦ λαβεῖν, ἀλλ’ οὐδέ 〈τι〉 ἕτερον ἐκ τῶν σκευῶν ἅψασθαι τῆς πανσέμνου λατρείας· εἴγε ἄρα ἀνέγνως τί πέπονθεν Ὀζᾶ, ἐν τῷ αὐτὸν ἅψασθαι τῆς κιβωτοῦ τοῦ Θεοῦ. Ταύτης ἀεὶ μέμνησο, ἀδελφὲ ἀγαπητέ, τῆς φρικώδους λέξεως τοῦ Θεοῦ | |
ὑψίστου, τῆς ῥηθείσης στόματι Ἠσαΐου προφήτου· ἐπὶ τίνα ἀναπαύσομαι ἐγώ, | 79 | |
80 | ἀλλ’ ἢ ἐπὶ τὸν πρᾷον [ταπεινὸν] ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; Ταύτης ἀεὶ τῆς φωνῆς μέμνησο καὶ πρόσεχε, τοῦ κτήσασθαι θησαυρὸν τὸν πρᾷον λογισμόν· ἵνα οὕτω δυνηθῇς νοερῶς ἀναβῆναι εἰς τὴν Ἱερουσαλήμ, μητρόπολιν τὴν ἄνω, καὶ θυσίας νοερὰς προσενέγκαι βασιλεῖ Θεῷ τῷ ἀπροσίτῳ· ὅπου πλέκονται στέφη ἀ‐ | |
5 | μάραντα ἄφθαρτα. Κἀκεῖσε ἐνώπιον τῶν Ἀγγέλων ὁ Χριστὸς ἀναδήσει σοι στέμμα ἀθανασίας, αὐτὸς καὶ σὺν τοῖς ἄνω χοροῖς ἀνυμνήσεις τὸν ὕμνον τὸν ἐπινίκιον τῇ | |
Ἁγίᾳ Τριάδι εἰς αἰῶνας αἰώνων. Ἀμήν. | 80 |