TLG 4138 118 :: EPHRAEM SYRUS :: Sermo in Danielem prophetam, et in sanctos tres pueros; et in eum qui dicit: ‘Tempora mala sunt, salvari nequeo‘ EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Sermo in Danielem prophetam, et in sanctos tres pueros; et in eum qui dicit: ‘Tempora mala sunt, salvari nequeo‘ Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 319b–321b . Citation: (Line) | ||
1t | Λόγος εἰς τὸν προφήτην Δανιὴλ | |
---|---|---|
2t | καὶ εἰς τοὺς ἁγίους Τρεῖς Παῖδας. | |
3t | Καὶ πρὸς τὸν λέγοντα, ὁ καιρὸς πονηρός ἐστι, σωθῆναι οὐ δύναμαι | |
1 | Φέρε δή, διασκεψώμεθα τὰ κατὰ τὸν προφήτην Δανιὴλ καὶ τοὺς ἁγίους Παῖ‐ δας. Οἱ ὅσιοι οὗτοι ὑπῆρχον ἐν ταῖς ἡμέραις, ἐν αἷς παρέδωκε Κύριος τὴν Ἱερου‐ σαλήμ, ἐξ ἁμαρτιῶν τοῦ λαοῦ, εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, προσεῖχον δὲ ἑαυτοῖς ἀσφαλῶς, ἐκ νεαρᾶς ἡλικίας. Ὅθεν ἐν τοσούτοις ποικίλοις | |
5 | πειρασμοῖς καὶ θλίψεσι δόκιμοι ἀνεφάνησαν. Οἵους δὲ πόνους ἀπήντλησαν ἐν τῇ | |
συγχύσει τῇ γενομένῃ ἐν ἐκείνῃ τῇ αἰχμαλωσίᾳ οἱ θεοφιλεῖς οὗτοι Παῖδες, πρῶτον μὲν θεασάμενοι τὸν ἐπίλεκτον λαὸν ὑπὸ Ἀσσυρίων ἀνηλεῶς πορθούμενον; Φησὶ γὰρ Ἱερεμίας· πρόσωπον ἱερέως οὐκ ἔλαβον, πρεσβύτην οὐκ ἠλέησαν· ἄρχοντες ἐν χερσὶν ἐκρεμάσθησαν, καὶ νεανίσκοι ἐν ξύλοις ἠσθένησαν· καὶ τὰ ἑξῆς. Καὶ θε‐ | 65 | |
10 | ωροῦντες τὴν ἁγίαν πόλιν ὑπὸ ἀνόμων ἐρημουμένην, καὶ τὸ τοῦ Θεοῦ ἱερὸν πυρὶ καταφλεχθέν, καὶ τὰ ἅγια σκεύη ὑπὸ ἀνόμων χειρῶν ψηλαφώμενα καὶ ἐν εἰδω‐ λείοις ἀνατιθέμενα, καὶ τοὺς προφήτας ἐν πέδαις σιδηραῖς δεδεμένους, οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία αὐτῶν, οὐ κατελάλησαν τοῦ Θεοῦ, οὐκ ἐδίστασαν. Καθώς τις που λέγει· ἰδοὺ αὕτη ἡ κακία παρὰ Κυρίου· τί ὑπομένω τῷ Κυρίῳ ἔτι; Εἶτα | |
15 | ἤγοντο λοιπὸν ἐν τῇ αἰχμαλωσίᾳ· διαδέχεται αὐτοὺς κάματος ἄμετρος ἐν τῇ ὁδοι‐ πορίᾳ· ὑπομένουσι κακουχίαν καὶ γυμνότητα καὶ λιμόν, διὰ τὸ μὴ ἀλισγηθῆναι τοῖς ἀθεμίτοις. Εἶτα ἤχθησαν εἰς Βαβυλῶνα· διαδέχεται αὐτοὺς ἕτερος ἀγών. Γί‐ νεται ἐκλογὴ τῶν παιδαρίων, κατὰ τὴν Γραφήν, ἐν οἷς συναριθμεῖται Δανιήλ, Ἀνανίας, Ἀζαρίας καὶ Μισαήλ. | |
20 | Ὁ οὖν μισόκαλος, θεασάμενος ὅτι οὐδὲ ἐν τῇ πολιορκήσει τῆς ἁγίας πόλεως ἴσχυσεν ἀποστῆσαι αὐτοὺς ἀπὸ Κυρίου, οὐδὲ κατὰ τὴν ὁδὸν ἔπεισε μιαροφαγῆσαι, εἰσέρχεται εἰς τὴν καρδίαν τοῦ ἀνόμου βασιλέως, καὶ πείθει αὐτόν, ὥστε ἐκτάξαι αὐτοῖς τὸ τῆς ἡμέρας καθ’ ἡμέραν ἀπὸ τῆς τραπέζης αὐτοῦ καὶ ἀπὸ τοῦ οἴνου τοῦ πότου αὐτοῦ, ἐκθρέψαι αὐτοὺς ἔτη τρία· ἵνα κἂν διὰ τῆς τυραννίδος πείσῃ αὐτοὺς | 66 |
25 | τῶν ἀθεμίτων ἀπογεύσασθαι. Καὶ ὅρα κακοτεχνίαν τοῦ Δράκοντος, ὅτι οὔτε πρὸς μίαν ἡμέραν, οὔτε ἕως μηνὸς ἡμερῶν ἔστησε τὴν προθεσμίαν, ἀλλ’ ἕως ἐτῶν τριῶν παρέτεινε τὸν ἀγῶνα, ἵνα τῷ φόβῳ καὶ τῷ χρόνῳ καταβάλῃ τοὺς ἐραστὰς τῆς εὐσεβείας. Οἱ δὲ μηδὲ ἐν τούτῳ δειλανδρήσαντες, μηδὲ ἐπαισχυνθέντες τὸν πατρῷον νόμον, ἠξίουν ἀφανῶς τὸν ἀρχιευνοῦχον δοθῆναι αὐτοῖς σπέρματα πρὸς | |
30 | τὸ μὴ ἀλισγηθῆναι τῇ τραπέζῃ τοῦ βασιλέως, οὐ φοβηθέντες τὸν κίνδυνον τῆς πα‐ ρακοῆς καὶ ἀντιθέσεως. Εἶτα τοῦ εὐνούχου ἀπειθήσαντος πρὸς τὴν χορηγίαν τῶν σπερμάτων, οὐκ ἀπέστησαν τοῦ σκοποῦ τῆς φιλοθεΐας. Ὁ δὲ Κύριος, ὁ τοὺς δο‐ ξάζοντας αὐτὸν δοξάζων καὶ μεγαλύνων, εἰς λαμπροτέρους ἀγῶνας φυλάξαι αὐ‐ τοὺς βουλόμενος, παρασκευάζει τὸν Ἀμελσάδ, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος ἐπ’ | |
35 | αὐτούς, δοῦναι αὐτοῖς τὸ αἴτημα αὐτῶν. Καὶ ἵνα γνῷς ὅτι ἔργον Θεοῦ ἦν τὸ πραττόμενον, τῶν ἐσθιόντων ἐν τῇ βασιλι‐ κῇ τραπέζῃ, καὶ ἐν τῇ γραμματικῇ σοφίᾳ καὶ ἐν τῇ ἔξω μορφῇ ηὑρέθησαν λαμπρό‐ τεροι. Εἰ δὲ ἦσαν δείλανδροι ἢ δίψυχοι, τούτοις ἂν ἐχρήσαντο τοῖς λόγοις· τί ποιή‐ σομεν, ἀδελφοί; Ἀνάγκη ἡμᾶς κατέλαβε. Βασιλικὴ ἀπειλή ἐστι θανάτου. Τί ἑαυτοῖς | 67 |
40 | προξενοῦμεν βασάνους διὰ τῆς ἀπειθείας; Θεὸς οὕτως ηὐδόκησεν. Ὁρᾷ δὲ αὐτὸς τὴν βίαν, ἣν πάσχομεν· ὅθεν καὶ συγγνώσεται ἡμῖν δι’ ἀνάγκην παρανομοῦσιν. Ἐν ἀποι‐ κίᾳ ἐσμέν, εἰς δουλείαν κατεχόμεθα, τὴν ἑαυτῶν χώραν ἀπολέσαμεν. Εἰ δὲ καὶ συμ‐ βῇ ἡμῖν μαλακία διὰ τῆς σκληραγωγίας, τίς ὁ ἐπιμελούμενος ἢ ἐπισκεπτόμενος; Οὐκ ἔστιν, οὐ πατήρ, οὐ μήτηρ, οὐκ ἀδελφοί, οὐ γένος ὑπάρχει, ὃς δυνήσεται φα‐ | |
45 | νῆναι ἡμῖν ἐν θλίψει· πάντες γὰρ ἄποροι καὶ ἐν ἀλλοτρίᾳ γῇ εἰς δούλους κατεχό‐ μενοι. Οὐδένα αὐτῶν θεωροῦμεν εὐημεροῦντα, ἢ μόνον τοὺς κοινωνήσαντας τῇ τοῦ βασιλέως τραπέζῃ. Ἡμεῖς δὲ καὶ θανόντες οὐδὲ ταφῆς ἀξιούμεθα, ἀλλὰ κυσίβορα ῥιφήσεται ἡμῶν τὰ σώματα. Ἀλλ’ οὐδὲν τούτων ἐνενόησαν οἱ τοῦ Θεοῦ δοῦλοι, ἀλλ’ οὐδὲ τῆς βρώσεως τῶν σπερμάτων κατεπιθυμιῶντες, ταύτην ἂν ἐπελέξαντο | |
(50) | τὴν δίαιταν, ἀλλ’ ἦσαν ἀγωνιζόμενοι τοῦ προθύμως παθεῖν ὑπὲρ τῆς ἀληθείας. Σὺ οὖν διάκρινόν μοι τὴν δόξαν τῶν ἐμφορηθέντων τῆς βασιλικῆς τραπέζης καὶ τοῦ εὐώδους οἴνου, καὶ πονεῖν ὑπὲρ τῆς ἀληθείας μὴ βουληθέντων, καὶ τῶν τὰ ἡδέα τοῦ βίου ἀποσεισαμένων, καὶ πόνους ὑπὲρ τῆς ἀληθείας ὑπομεινάντων. Μεθ’ ὧν ὁ Κύριος ἀξιώσῃ ἡμᾶς ἔχειν τὴν μερίδα, σὺν πᾶσι τοῖς Ἁγίοις αὐτοῦ. | 68 |
55 | Ἀμήν. | 69 |