TLG 4138 117 :: EPHRAEM SYRUS :: Sermo in sanctum Eliam prophetam

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo in sanctum Eliam prophetam

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 6. Thessalonica: Το περιβόλι της Παναγίας, 1995: 55–64.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 203–223.

Citation: Page — (line)

55

(t)

Λόγος εἰς τὸν ἅγιον Ἠλίαν, τὸν προφήτην
1 Ἡσυχίαν δότε μοι, κλίνατε τὰς ἀκοὰς ἐκφράσαι διήγησιν τοῦ ἁγίου καὶ ἐν‐ δόξου Ἠλιού, ὅσπερ τῆς θερμότητος ζῆλον ἐπεδείξατο, ἀεὶ πάντας σπεύδων Θεῷ μόνῳ προσκυνεῖν. Ὡς εἶδε λαὸν πολλὰ ἀθέμιτα πράττοντα, ἐκνεύσαντας ἐκ Θεοῦ εἴδωλα προσκυνοῦντας, θυμοῦ πλησθεὶς καὶ ζήλου, ὄμμα τείνας, οὐρανὸν γλώσσῃ
5τοξεύσας, λόγῳ τὸν οὐρανὸν ἔφθασεν. Ἰδών τε οὕτω λαὸν πλανώμενον ὑπὸ δαί‐ μονος, παρῄνει πειρώμενος ἐκ τῆς πλάνης ἀποσπᾶν. Ἰδὼν Ἠλίας ταπεινωθέντα λαὸν πλήθει εἰδώλων, καὶ πάντας τοὺς προφή‐ τας ἐξ ἀνόμων κτανθέντας, ζήλου πλησθεὶς καὶ πολλοῦ θυμοῦ, ἐπὶ λαὸν ἄνομον λόγον ὅρκου ἐκπέμψας τὸν οὐρανὸν ἔδησε, τὰ νέφη ἐσφράγισε τοῦ μὴ βρέχειν, τὸν
10εὔσπλαγχνον Θεὸν ἔπεισε λόγον δούλου τελέσαι. Βουλόμενος ἐνδεῖξαι τοῖς πταί‐55

56

σασι τὴν ἰσχὺν τοῦ ἀγαθοῦ Δεσπότου, κατ’ αὐτοῦ αὐτοῖς ὀμνύει λέγων· ζῇ γάρ, φησί, Κύριος, οὗ ἐνώπιόν εἰμι, οὐ μὴ ἔλθῃ ὑετὸς ἢ δρόσος ἐπὶ τὴν γῆν, εἰ μὴ διὰ στόματος λόγων ἐμῶν χειλέων. Θαῦμα γὰρ παράδοξον ἐγένετο παρ’ αὐτῷ! Ὁ γὰρ εὔσπλαγχνος Θεὸς λόγον
5εὐθὺς ἀκούσας δούλου ζῆλον ἔχοντος, κατ’ αὐτοῦ ὀμόσαντος, εὐθὺς ἀνεπλήρωσε τὴν ἐκείνου κατ’ αὐτῶν ἐν τῷ θεϊκῷ ζήλῳ γενομένην πρόρρησιν. Κλεισθέντος δὲ οὐρα‐ νοῦ καὶ σφραγισθέντων νεφῶν, ἅπαντα ἐξηράνθη ἀπὸ προσώπου τῆς γῆς. Ἄμπελος ἐξηράνθη, σῖτος οὐκ ἐβλάστησε, πᾶν δένδρον καρποφόρον ἀπέκρυψε τοὺς καρπούς. Ἡ γῆ καρπὸν οὐκ ἔδωκε, χλόη οὐκ ὤφθη ἐν τῇ γῇ, καὶ ἁπλῶς ὁμοῦ πᾶν χλοερὸν
10ἀπὸ τῆς γῆς ἐκρύβη, καὶ τὰ ἐν αὐτῇ δένδρα ἠφανίσθη ἐξ αὐτῆς, ἐκλείψασιν ὕδασιν ἀποφάσει Ἠλιού. Οὐρανοῦ οὖν δεθέντος τοῦ μὴ βρέξαι ὑετόν, ὁ εὔσπλαγχνος ἐπλή‐ ρου τὴν ἀπόφασιν Ἠλιοῦ· καί γε μὴ βουλόμενος ἐπίορκον ἐνδεῖξαι τὸν δοῦλον ὁ Δεσπότης ὀμόσαντα κατ’ αὐτοῦ πληρῶσαι τὸν ὅρκον, ἐπειρᾶτο τοῦ λοιποῦ τὸν
δοῦλον μεταβαλεῖν ἐξ ὀργῆς εἰς οἰκτιρμούς. Ἐπέτρεψε γὰρ αὐτῷ ἐν χειμάρρῳ56

57

καθῆσθαι καὶ τροφὴν ἀπέστειλε δι’ ὀρνέου τοῦ κόρακος. Ὅμως δὲ ὁ εὔσπλαγχνος θέλων τὸν κόσμον σῶσαι, μεταβαλῶν Ἠλίαν ἐξήρανε τὸ ὕδωρ, ὅπως τούτου δι‐ ψήσας καὶ συχνὸς τοῖς πταίσασι λύσῃ τὴν ἀπόφασιν, ἣν ζηλώσας ἔδησεν. Ὁ δὲ θερμὸς ζηλωτὴς οὐδὲ οὕτως ἔκλινε λῦσαι ἅπερ ἔδησεν, ἀλλ’ ἔμεινεν ἄκαμπτος.
5Ὁ δὲ Κύριος ὡς εἶδε τὸν Ἠλίαν τῇ πολλῇ μένοντα ὠμότητι καὶ ἀνένδοτον ὄντα, ἄλλην ἀφορμὴν προσφέρει τῷ δικαίῳ· ἄπελθε, φησίν, εἰς Σαραφθίαν τὴν πόλιν. Ἰδοὺ γὰρ ἐντέλλομαι 〈ἐκεῖ〉 χήρᾳ γυναικὶ ὥστε διαθρέψαι σε ἐν τοσαύτῃ ἀνάγκῃ. Ὢ εὐσπλαγχνία Θεοῦ! Μακρᾶς ὁδοῦ προστάττει τῷ δικαίῳ βαδίσαι, ἵνα διερχόμενος διὰ τῆς οἰκουμένης θεωρήσῃ τὴν φθορὰν τῆς γῆς καὶ τὰ ἐν αὐτῇ, καὶ
10λύσῃ τὸν οὐρανόν. Ἦν 〈γὰρ〉 ἰδεῖν πρεσβύτας φθειρομένους ἐν λιμῷ, νεανίσκους δὲ πάλιν εὐμεγέθεις τῷ εἴδει, τοὺς τρόπαια καὶ νίκας ἐν πολέμοις στήσαντας, ἄφνω πίπτοντας χαμαὶ καὶ τὸ ζῆν ἐκλείποντας. Ὁμοίως δὲ καὶ βρέφη μασθοὺς ἕλκοντα μητέρων ἔθνῃσκον οὐκ ἔχοντα γάλα εἰς διατροφήν. Ἐξεδίδου ἡ μήτηρ τὸν
〈μασθὸν ἴδιον〉, τὸ δὲ γάλα οὐκέτι ἠδύνατο παρασχεῖν, διὰ τὸ ξηρανθῆναι τὴν θη‐57

58

λὴν ἐκ τοῦ λιμοῦ καὶ διὰ τὸ τὴν σάρκα ἐκ τῆς δίψης τηχθῆναι· λαμβάνον τε τὸ βρέφος τὸν μασθὸν κατέτεινεν ἐν τῷ στόματι ἕλκον, τροφὴν δὲ οὐχ εὕρισκε. Συν‐ έβαινε πολλάκις ἐν τῷ εἶναι τὸν μασθὸν ἐν τῷ στόματι τοῦ βρέφους ἐκλείπειν τὸ νήπιον· συνέκλεισε δὲ ἐν τάφῳ καὶ τὴν τούτου μητέρα. Συνεῖχε δὲ ἅπαντας συμ‐
5φορὰ ἀνείκαστος· νύμφη γὰρ καὶ νυμφίος ἐν παστῷ ἀπέθνῃσκον καὶ ἀντὶ εὐφρο‐ σύνης σφοδρὸν πένθος ἤγειραν· καὶ ὁρῶντος τοῦ πατρὸς τελευτᾷ ὁ υἱός· ὁ δὲ τοῦτον γεννήσας προσκομίσας ἔθαψεν. Ἐν δὲ τῷ ὑποστρέφειν αὐτὸν εἰς τὴν οἰκίαν εὗρε τὴν θυγατέρα ἐκπνεύσασαν ἐκ λιμοῦ· καὶ νομίσας εὑρεῖν ἐν τῷ οἴκῳ ἄνεσιν εὗρε διπλῆν συμφοράν, τεθνηκυίας τῆς παιδός. Ὁ δὲ καὶ ἐπὶ ταύτην δείξας σφο‐
10δρὸν κοπετόν, κατέθετο ἐν τῇ γῇ καθὰ καὶ τὸ πρότερον. Ἐν δὲ τῷ εἶναι αὐτὸν ἐν θύραις τοῦ μνημείου ἦλθεν ἐπαγγελία καὶ αὐτὴ ἐλεεινή· ὅτι ἐτελεύτησεν ἀδελφὸς ἢ ἀδελφή, ἤ τις ἐκ τῶν συγγενῶν ἢ τῶν γνησίων φίλων. Ἐκεῖνος δὲ ἀκούσας καὶ μὴ φέρων τὴν θλῖψιν τῆς λύπης καὶ τοῦ λιμοῦ ἀπέπνευσεν ἐκεῖσε. Καὶ γέγονεν ὁ τόπος τάφος ὁμοῦ καὶ θάπτης· ἐν γὰρ τῷ θάπτειν ἄλλον εὑρέθη θαπτόμενος. Συνέ‐
15βη δὲ πολλάκις τὸν κηδεύσαντα, ἵνα ὑφ’ ἑτέρου κηδευθῇ ἐν αὐτῇ τῇ ἡμέρᾳ. Ὥσ‐58

59

περ γὰρ τὰ κύματα τῆς θαλάσσης εἰσέρχονται συνεχῆ ἐπάλληλα ἀνέμοις κινού‐ μενα, οὕτως ἤρχοντο τότε συμφοραὶ τοῖς ἀνθρώποις ἐξ ἀνάγκης τοῦ λιμοῦ καὶ τῆς δίψης τῆς πολλῆς. Ἧν γὰρ ἰδεῖν θέαμα χαλεπὸν καὶ σφόδρα ὀδυνηρὸν ναυά‐ γιον ἐν τῇ γῇ, ὡς ἐν ταῖς ἡμέραις Νῶε· οὐ μόνον γὰρ ἄνθρωποι ἀπέθνῃσκον, ἀλλὰ
5καὶ τὰ κτήνη καὶ τὰ θηρία καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Ὦ ζηλωτὰ Ἠλία, νόμιζον ὅτι ἄνθρωποι ἥμαρτον τῷ Κυρίῳ, πλανηθέντες ὑπὸ τοῦ Ἐχθροῦ. Τὰ βρέφη τί ἥμαρτον; Τὰ κτήνη καὶ θηρία καὶ πετεινὰ τί ἥμαρ‐ τον; Ὅτι καὶ ταῦτα πάντα ἐξέδωκας τῷ θανάτῳ. Κἂν τούτους ἀναιτίους ὄντας ἐλέησον καὶ δὸς ὑετὸν ἐν τῇ γῇ!
10 Τῷ δὲ θερμῷ Ἠλίᾳ οὐδὲν τῶν τοιούτων ἔμελλεν. Οἱ πλούσιοι χρημάτων ἐφθάρησαν ἐν λιμῷ, ὁμοίως καὶ ἐν δίψῃ, μὴ ὀφθέντος ὑετοῦ. Ἀλλ’ ὁ πάντων Δε‐ σπότης ἀεὶ θέλων οἰκτειρῆσαι τὸ γένος τῶν ἀνθρώπων, πάντα μηχανεύεται ἐφέλ‐ κων τὸν Ἠλίαν εὐσπλαγχνίαν ἐνδεῖξαι. Ὡς δὲ οὐκ ἔπεισε διαλλάξαι τὴν ὀργήν, τότε ἐπιπέμπεται δεηθῆναι τῆς χήρας, καὶ αὐτῆς ἐλεεινῆς καὶ πενομένης σφόδρα.
15Ἐπιστὰς δὲ ὁ Ἠλίας ἔνθα ἐπετρέπετο, ἐθεάσατο τὴν χήραν ξυλάρια συλλέγουσαν.59

60

Ἐπιγνοὺς οὖν τὴν ἐσχάτην πενίαν, τὴν οὖσαν ἐν αὐτῇ, ᾐσχύνετο τοῦ λαλῆσαι ἢ φθέγξασθαι πρὸς αὐτήν· ἅμα δὲ καὶ ἐρυθριῶν ἐπλήρου τὸ πρόσταγμα, καὶ οἱονεὶ ἀποτολμῶν μετὰ αἰδοῦς ἐφώνησε λέγων· γύναι, λήψῃ δή μοι μικρὸν ὕδωρ, ὅπως πίω· τοῦτο γὰρ ἦν ὃ ἔδησε μὴ δροσίσαι ἐπὶ τὴν γῆν. Καὶ ἡ χήρα πρὸς Ἠλίαν
5ἐβόησεν· ὦ ζηλωτά, ὅτι ὅρκῳ σῆς γλώττης ἔκλεισας τοὺς οὐρανοὺς τοῦ μὴ δοῦναι ὑετόν, ἐμοὶ ὕδωρ πῶς σὺ ζητεῖς; Ὅπερ τῇ γλώττῃ ἐχαλίνωσας καὶ κατέχεις ξη‐ ράνας τὴν γῆν, καὶ θανατοῖς πάντα τὰ ἐν αὐτῇ, πόθεν σοι ὕδωρ δώσω; Ὁ δὲ εὐθὺς κατενύγη ἐπὶ τῷ λόγῳ τῆς χήρας, καὶ ἐκινήθη ἐν αὐτῷ ἐκ μέρους τι ἡ εὐσπλαγ‐ χνία. Ἡ χήρα δὲ ἀκούσασα τὴν φωνὴν τοῦ Προφήτου ὑπέσχετο δοῦναι αὐτῷ
10ὕδωρ, ὅπερ ᾔτησεν. Ὡς δὲ ἀπῄει ἐκβαλεῖν, ἔτι ἔφησεν Ἠλίας πρὸς αὐτήν· λήψῃ δή μοι ἐν τῇ χειρί σου καὶ ψωμόν, ἵνα φάγωμαι. Ἡ δὲ εὐθέως ἐβόησε πρὸς Ἠλίαν· ζῇ Κύριος ὁ Θεός, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ’ ἢ ὅσον δρὰξ ἀλεύρου τῷ ὄντι ἐν τῇ ὑδρίᾳ μου, ὡσαύτως δὲ καὶ ἔλαιον ὀλίγον ἐν τῷ καμψάκῃ· διὸ ταῦτα συνελεξάμην τὰ ξυλάρια τοῦ ποιῆσαι ἐμοὶ καὶ τῷ τέκνῳ μου, καὶ φαγόμεθα, καὶ ἀποθανοῦμεν.
15Ὡς δὲ ταῦτα ἀκηκοώς, καὶ τῇ πείνῃ ἀγχόμενος, ἐν ἑαυτῷ ἐμελέτα λύσιν δεσμῶν60

61

ἐπαγαγεῖν· ἀκούσας γὰρ τὰ ῥήματα τῆς χήρας τὰ ἐλεεινά, εὐθὺς φθέγγεται πρὸς αὐτὴν λόγον γέμοντα οἰκτιρμῶν· εἴσελθε οὖν καὶ ποίησον πρῶτον ἐμοὶ ἐγκρυφίαν, καὶ εἶθ’ οὕτω ποίησον καὶ τῷ υἱῷ σου. Τάδε λέγει Κύριος· οὐκ ἐκλείψει ἡ ὑδρία τοῦ ἀλεύρου, οὔτε τὸ ἔλαιον ἐν τῷ καμψάκῃ, ἕως ἂν δῴη Κύριος ὑετὸν ἐπὶ τὴν γῆν,
5καὶ βλαστήσῃ, ὡς καὶ πρῴην, τροφὴν πᾶσι τοῖς ἐν αὐτῇ. Ὡς καὶ μὴ θέλων ἔγρα‐ φε λύσιν τῶν δεσμῶν τοῦ οὐρανοῦ· ὁ κόπος γὰρ τῆς πείνης τοῦτο ἑαυτὸν πράττειν ἠνάγκαζεν. Εὐθὺς δὲ εἰσδραμοῦσα ἐσπούδασε τοῦ τελέσαι τὸν λόγον αὐτοῦ, ὅνπερ ἔφησε πρὸς αὐτήν, νοήσασα ἐν Πνεύματι αὐτὸν εἶναι τὸν προφήτην Ἠλίαν, τὸν δήσαντα οὐρανὸν ἐν λόγῳ τῆς αὑτοῦ γλώττης, ἅμα δὲ καὶ πιστεύσασα τοῦ ἐκτελέ‐
10σαι ἅπαντα, ὅσα πρὸς αὐτὴν ἔφησεν ὁ δίκαιος. Ὡς δὲ λοιπὸν ὁ Ἠλίας κατῴκησε σὺν τῇ χήρᾳ, καὶ ἐμπλησθεὶς ἐνέμεινεν ὠμότητι τῇ προτέρᾳ, πέμπει ὁ Θεὸς θάνα‐ τον τῷ παιδαρίῳ τῆς χήρας, ἐφέλκων δὲ τὸν Ἠλίαν τοῦ προστάξαι λύσιν δεσμῶν. Ἡ δὲ χήρα ὅτε εἶδε θάνατον τοῦ υἱοῦ αὐτῆς, προσελθοῦσα τῷ Προφήτῃ μετὰ
δακρύων εἶπεν αὐτῷ· οἴμοι, Θεοῦ προφῆτα, ὑπὲρ πάντας ζηλωτά, 〈τί〉 ταύτην61

62

μοι τὴν ὀδύνην τῇ ψυχῇ συνέβαλες, καὶ θρῆνον ἀνίατον! Τί ζῶ ἐγὼ ἐν τῇ γῇ ἡ ἀθλία 〈μήτηρ〉, ἐπεὶ τέκνον, ὃ εἶχον, παρέδωκας εἰς θάνατον; Ἔγνων ἐγὼ διὰ σὲ τοῦτο θανεῖν· πρὶν γὰρ ἔλθῃς ἐνταῦθα, εὐρώστει μου ὁ υἱός· ἐν γὰρ λιμῷ χαλεπῷ καὶ δίψῃ ἀνεικάστῳ, σοῦ ἄξαντος ἐν τῇ γῇ, τραφέντες ἐζήσαμεν· νῦν δὲ σὺ ἐλθὼν
5πρός με τροφεὺς ὤφθης βρωμάτων, ὄλεθρος δὲ τέκνου οὗ εἶχον μονογενοῦς. Ἀνα‐ ψύξασα λιμοῦ, ἐκλιμπάνω τοῖς θρήνοις· νομίζουσα βοηθεῖσθαι, καὶ ἔσχον προδό‐ την· σύνοικόν σε λαβοῦσα, ἐσυλήθην τὸν υἱόν. Θρέψας ἡμᾶς ἐν λιμῷ, ἐξέδωκας θανάτῳ· ἔθρεψας θανατώσας μονογενῆ, ὃν εἶχον. Ἣν γὰρ εἶχον ἐλπίδα, ἐμὲ σὺ ἐστέρησας· ὅνπερ εἶχον ὀφθαλμὸν τῷ θανάτῳ ἔσβεσας. Ἐμὴν παραμυθίαν, σοῦ
10ἐλθόντος, ἀπόλλω. Εἰς τὴν σὴν συνάντησιν τὸν υἱόν μου ἐστερήθην· σοῦ γὰρ ἐλθόν‐ τος πρός με τέθνηκέ μου τὸ τέκνον. Πικρᾷ πτώσει πέπτωκα στερηθεῖσα υἱοῦ ποθη‐ τοῦ! Τί γάρ μοι ὄφελος τοῦ λοιποῦ ἄλευρα καὶ ἔλαιον εἰς πλησμονὴν βρωμάτων, τοῦ υἱοῦ μου θανέντος; Συνέφερέ μοι μᾶλλον ἅμα πάντων φθείρεσθαι, καὶ μὴ ἐν τῇ
πλησμονῇ στερηθῆναι τοῦ υἱοῦ μου. Τίς γὰρ ταῦτα τοῦ λοιποῦ φάγῃ, ἅπερ ἔδω‐62

63

κας; Ἢ ποῖά μοι τὰ κέρδη ἔχειν τροφὰς εἰς πλησμονήν, στερηθεῖσα τῆς δόξης τοῦ μονογενοῦς μου υἱοῦ, οὗ εἶχον; Ἀπόλλυμαι θρηνοῦσα καὶ στενάζουσα δι’ αὐτόν. Ὡς εἴθε μὴ εἶδόν σε, μηδὲ συντυχίαν σου εἶχον ἀκοῦσαι· οὐ γὰρ ἤθελον στε‐ ρηθῆναι τοῦ φιλτάτου μου τέκνου.
5 Ἦν 〈γὰρ〉 ἰδεῖν τὴν χήραν ταύτην καταλέγουσαν ὀδυρμὸν καὶ δάκρυα πρὸς τοῖς ποσὶν Ἠλίᾳ. Ὡς δὲ ταῦτα ἤκουσεν ὁ ζηλωτὴς Ἠλίας, ἀθυμήσας τῇ ψυχῇ εἰς προσευχὴν ἔσπευσε, καὶ στὰς τὸν Θεὸν παρεκάλει λέγων· λῦσον, Δέσποτα, δεσμὰ θανάτου ἐκ τοῦ υἱοῦ τῆς χήρας, καὶ ἀνάστησον αὐτόν. Ὁ δὲ εὔσπλαγχνος Θεὸς φωνῇ ἔφη πρὸς αὐτόν· λῦσον σὺ τὸν οὐρανόν, ὃν τῇ γλώττῃ ἔδησας, καὶ τότε κἀγὼ
10λύω θανάτου δεσμά, ἅπερ οἰκονομικῶς χάριν σοῦ ἐπήγαγον· βλέψον καὶ ἴδε, Ἠ‐ λία, πόσα πλήθη ἐφθάρη πρεσβυτῶν τε καὶ νέων, βρεφῶν ἅμα μητέρων. Ὅρα 〈καὶ〉 ἴδε δάκρυα πάσης τῆς οἰκουμένης· πῶς θρηνοῦντες πίπτουσι δεόμενοι ὑετοῦ! Μίαν μόνην γυναῖκα ὁρῶν δακρύουσαν χάριν τοῦ υἱοῦ αὐτῆς δοκεῖς εἶναι εὔσπλαγ‐ χνος, πᾶσα δὲ οἰκουμένη ὀλοφυρομένη δακρύει, καὶ ὁρῶν παραβλέπεις, ἕως
15πάντα ἐκλίπῃ; Οἶδα ὅτι ζηλώσας τὴν παιδείαν ἐπήνεγκας· ἐπίσταμαι, Ἠλία, μὴ63

64

εἶναί σοι ὅμοιον. Τότε λέγει Ἠλίας πρὸς τὸν Δεσπότην αὐτοῦ· δὸς ζωὴν τῷ παι‐ δίῳ καὶ λύω τὸν οὐρανόν. Μόνον ἀπάλλαξόν με ἐκ τῶν θρήνων τῆς χήρας, ἵνα μὴ ἐπὶ πλεῖον κλαίουσα ἐκθλίβῃ με. Ζήσαντος δὲ τοῦ παιδός, καὶ λαβὼν αὐτὸν Ἠλίας, ἔδωκε τῇ ἰδίᾳ μητρί. Ἡ
5δὲ χήρα λαβοῦσα τὸν ἑαυτῆς υἱὸν μετὰ χαρᾶς μεγάλης λέγει πρὸς τὸν Ἠλίαν· νῦν ἔγνων σε ἀληθῶς ὄντα ἄνθρωπον τοῦ Θεοῦ, καὶ ῥῆμα ἀληθινὸν εἶναι ἐν τῷ στόματί σου. Τότε λέγει ὁ Θεὸς πρὸς Ἠλίαν· πορεύου καὶ λέγε τῷ Ἀχαὰβ διδόναι μετῇ γῇ ὑετόν. Ἐλθὼν δὲ Ἠλίας πρὸς Ἀχαάβ, ἔφησε πρὸς αὐτὸν ὅτι μέλλει διδόναι Κύριος
10ἐν τῇ γῇ αὐτοῦ ὑετόν, καὶ συναγαγὼν πάντα τὸν λαὸν τοῦ Ἰσραὴλ κατέσφαξε τοὺς ἱερεῖς τοὺς θύοντας τῷ Βάαλ. Ἐπιστρέψας δὲ πάντας τοῦ πιστεύειν ἐπὶ Θεὸν ζῶντα, ἀνελήφθη Ἠλίας ἐν πυρίνῳ ἅρματι ἐν συσσεισμῷ μεγάλῳ, ὥσπερ εἰς τὸν οὐρανόν, ἀφήσας τὴν μηλω‐ τὴν ἐπάνω Ἐλισσαίου.
15Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.64