TLG 4138 116 :: EPHRAEM SYRUS :: In Loth, et de securitate EPHRAEM SYRUS Theol., vel Ephraem Graecus In Loth, et de securitate Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 237b–239. Citation: Page — (line) | ||
49(t) | Εἰς τὸν Λώτ· καὶ περὶ ἀσφαλείας | |
1 | Ἐπειδὴ οἱ φιλήδονοι γεγυμνασμένην ἔχοντες τὴν ἑαυτῶν καρδίαν πάσης πλεονεξίας, καὶ ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίας καὶ ἀκαταπαύστους ἁμαρ‐ τίας, τῆς φθορᾶς ὑπάρχοντες δοῦλοι, προφέρουσι τὰ τοιαῦτα καὶ φασί· μὴ γὰρ ἡ‐ μεῖς μόνοι κεχρήμεθα τῷ πάθει; Εἰς πολλοὺς ἔδραμε τὸ πρᾶγμα· οὐ μόνον ἀδό‐ | |
---|---|---|
5 | ξους, ἀλλὰ καὶ ἐνδόξους. Καὶ δοκοῦσιν ἀπολογίαν ἐφευρίσκειν ἐκ ταύτης τῆς ὑπο‐ θέσεως. Ἡμεῖς δὲ φοβηθῶμεν τὸν κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον· δεῖ γὰρ ἡμᾶς ἀπαλλαγέντας ἐντεῦθεν κριθῆναι περὶ πάντων τῶν ἐν τῷ βίῳ. Ἰδοὺ δὴ καὶ αἱ ἡμέραι ἡμῶν τρέχουσιν ὡς σκιὰ δειλινή. Ἔχοντες οὖν σκοπὸν τὸν τῶν Ἁγίων βίον, πρὸς αὐτὸν ῥυθμίσωμεν τὸ ἑαυ‐ | |
10 | τῶν σκάφος, ὅπως καταντήσαντες εἰς εὔδιον λιμένα ἀϊδίως ἀπολαύσωμεν τῆς ἀκη‐ | 49 |
50 | ράτου ζωῆς. Οἱ γὰρ λόγοι οὗτοι ἀνθρώπων εἰσὶ κατεφθαρμένων τὸν νοῦν, ἀδοκί‐ μων περὶ τὴν πίστιν, ἀλλ’ οὐ προκόψουσιν ἐπὶ πλεῖον. Ἀκούσωμεν τοίνυν τῆς θείας Γραφῆς λεγούσης· μὴ κρύψω ἐγὼ ἀπὸ Ἀ‐ βραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυν‐ | |
5 | ται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Ἀπῆλθε δὲ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ. Ἦλθον δὲ οἱ δύο Ἄγγελοι εἰς Σόδομα ἑσπέρας· ὑποδέχεται αὐτοὺς ὁ Λώτ. Καὶ οἱ ἄνθρωποι τῆς πόλεως, οἱ Σοδομῖται, περιεκύκλωσαν ἀπὸ νεανίσκου καὶ ἕως πρεσβυτέρου αὐτῶν πᾶς ὁ λαὸς ἅμα, καὶ ἐξεκαλοῦντο τὸν Λώτ, καὶ ἔλεγον πρὸς αὐτόν· ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρός σε τὴν νύκτα; | |
10 | Ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα συγγενώμεθα αὐτοῖς. Ὁ δὲ δίκαιος οὐ κατεπλάγη θεασάμενος αὐτῶν τὸ πλῆθος, οὐδὲ προέδωκεν εἰς χεῖρας τῶν ἀσεβῶν τοὺς δῆθεν ξένους καὶ ὁδοιπόρους, ὑλακτούντων κατ’ αὐτοῦ ἴσα κυνῶν· εἵλετο γὰρ θανεῖν ὑπ’ αὐτῶν πρὸς ταῖς ἰδίαις θύραις, ἢ κοινωνὸς γενέσθαι τῆς παρανομίας αὐτῶν. Ὅθεν ἐνδυσάμενος θώρακα πίστεως ἵστατο ὑπέρμαχος τῆς εὐσεβείας. Οἱ δὲ ἐκτραχηλι‐ | |
15 | ζόμενοι ὑπὸ τῆς κακῆς συνηθείας ἀνενδότως παρεβιάζοντο τὸν Λώτ, καὶ ἤγγισαν | 50 |
51 | τοῦ συντρίψαι τὴν θύραν. Τότε ἐκτείναντες οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπάσαντο τὸν Λώτ, καὶ τὴν θύραν τοῦ οἴκου ἀπέκλεισαν. Τοὺς 〈δὲ〉 ὄντας ἐπὶ τὴν θύραν ἐπάτα‐ ξαν ἀορασίᾳ, ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν· καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν. Τίς οὖν ἐστιν ὁ λέγων μηδὲν εἶναι τὴν ἁμαρτίαν τοῦ μυσαροῦ ἔργου τούτου; | |
5 | Εἰ δὲ φαμὲν μηδὲν εἶναι τοῦτο, ἀδικίαν καταγγέλλομεν τοῦ Θεοῦ, ὡς περὶ οὐδενὸς τὰς πόλεις Σοδόμων καταστρέψαντος. Πειθόμενοι οὖν τῇ ἀληθείᾳ, φυλάξωμεν ἑαυτοὺς ἀπὸ πάσης ἁμαρτίας, μάλιστα ἀπὸ ταύτης τῆς ἀκαθάρτου καὶ βδελυρᾶς ἐπιθυμίας. Εἶπον δὲ οἱ ἄνδρες πρὸς Λώτ· ἔστι σοι ὧδε γαμβροί, ἢ υἱοί, ἢ θυγατέ‐ ρες· ἢ ἔστι σοι ἄλλος ἐν τῇ πόλει; Ἐξάγαγε ἐκ τοῦ τόπου τούτου, ὅτι ἀπόλλυμεν | |
10 | ἡμεῖς τὸν τόπον τοῦτον, ὅτι ὑψώθη κραυγὴ αὐτῶν ἔναντι Κυρίου, καὶ ἀπέστειλεν ἡμᾶς Κύριος ἐκτρίψαι αὐτόν. Ἐξῆλθε δὲ Λὼτ καὶ ἐλάλησε πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ καὶ εἶπεν· ἀνάστητε καὶ ἐξέλθετε ἐκ τοῦ τόπου τούτου, ὅτι ἐκτρίβει Κύριος τὴν πόλιν. Ἔδοξε δὲ γελοιάζειν ἐναντίον τῶν | |
γαμβρῶν αὐτοῦ. Ἡνίκα δὲ ὄρθρος ἐγένετο, ἐσπούδαζον οἱ Ἄγγελοι τὸν Λώτ, λέ‐ | 51 | |
52 | γοντες· ἀνάστα, λάβε τὴν γυναῖκά σου, καὶ τὰς δύο θυγατέρας, ἃς ἔχεις, καὶ ἔξελθε, ἵνα μὴ καὶ σὺ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως. Καὶ ἐκράτησαν οἱ Ἄγ‐ γελοι τῆς χειρὸς αὐτοῦ, καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ, καὶ τῶν χειρῶν τῶν δύο θυγατέρων αὐτοῦ, ἐν τῷ φείσασθαι Κύριον τὸν Θεὸν αὐτοῦ. Καὶ ἐγένετο ἡνίκα | |
5 | ἐξήγαγον αὐτὸν ἔξω, καὶ εἶπον· σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν. Μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ 〈τῇ〉 περιχώρῳ. Εἰς τὸ ὄρος σῴζου, μήποτε πα‐ ραληφθῇς. Ὁ δὲ τὴν Σηγὼρ τὴν πόλιν αἰτησάμενος τοῦ καταφυγεῖν αὐτόθι, οὐκ ἀπηξίωσεν αὐτὸν τοῦ αἰτήματος, ἀλλ’ εἶπεν· ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον, καὶ ἐπὶ τῷ ῥήματι τούτῳ, τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας. Σπεῦσον | |
10 | οὖν τοῦ σωθῆναι ἐκεῖ· οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα, ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ. Εἶδες ἐπιείκειαν Θεοῦ πρὸς τοὺς ἑαυτοῦ θεράποντας; Εἶδες εὐσπλαγχνίαν; Εἶδες δύναμιν προσευχῆς δικαίου ἐνεργουμένης; Οὐ γὰρ δυνήσομαι, φησί, ποιῆσαι πρᾶγμα, ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ. Ἡ ἀπόφασις ἐξενήνεκτο κατὰ τῶν ἀκολάστων. | |
Τὸ πῦρ ἡτοίμαστο τοῦ στάξαι ἐπὶ τὰς πόλεις αὐτῶν. Οἱ Ἄγγελοι τὸ νεῦμα ἐξε‐ | 52 | |
53 | δέχοντο ὑπηρετεῖν τῇ διατάξει τοῦ ἰδίου Δεσπότου· δημιουργὸς ταῖς ἐπουρανίαις δυνάμεσι παρεκελεύετο συνέχειν τὴν ἐπικειμένην ἀπώλειαν, ἄχρις οὗ ὁ δίκαιος σωθείη ἐκ μέσου αὐτῶν. Ἆρα οὐκ ἔφριξε καὶ ὁ χορὸς τῶν Ἀγγέλων ἐπὶ τῇ τοσαύτῃ μακροθυμίᾳ τοῦ | |
5 | φιλανθρώπου; Τίς οὐ φρίξει τοῦτον τὸν δίκαιον Κριτήν; Τίς μὴ ἀγαπήσει τὸν γλυ‐ κὺν Δεσπότην; Ὡς γὰρ οἰκτείρει πατὴρ υἱούς, οἰκτερεῖ Κύριος τοὺς φοβουμένους αὐτόν. Οἱ δὲ μυκτηρίσαντες τὸν δίκαιον, ἄφνω ἐξανάλωτοι γεγόνασιν· οὐ γὰρ ὑπήκουσαν τῇ παραινέσει τοῦ δικαίου. Ἐθεώρουν γὰρ τὸν ἥλιον τῷ ἰδίῳ δρόμῳ κατὰ τὸ εἰωθὸς εὐτάκτως κεχρημένον, τὴν σελήνην ἐν τῇ ἰδίᾳ τάξει ἱσταμένην, | |
10 | καθαρὸν τὸν ἀέρα, καὶ τὴν γῆν χλοηφοροῦσαν· οὐ καταστραπαί, οὐ βρονταί, οὐ σεισμὸς γενόμενος· ἀλλ’ ἐν πάσῃ εἰρήνῃ καὶ ἀσφαλείᾳ δόξαντες εὐδαιμονεῖν, αἰφνί‐ διον κατεπέστη αὐτοῖς ὄλεθρος. Καθὼς γέγραπται· ὡς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· ᾗ δὲ ἡμέρᾳ | |
ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξε πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ, καὶ ἀπώλεσε πάν‐ | 53 | |
54 | τας. Τοῦ γὰρ δικαίου ἐκ μέσου αὐτῶν ὑποχωρήσαντος, ἡ παντοδύναμος χεὶρ ἔβρε‐ ξεν ἐπ’ αὐτοὺς ἀπ’ οὐρανοῦ πῦρ καὶ θεῖον, καὶ ἀπώλεσεν ἅπαντας. Καθάπερ γὰρ πόλις ὀχυρὰ τὰ τείχη καθαιρεθεῖσα εἰς ἅλωσιν ἔσται, οὕτω καὶ οὗτοι τῆς τοῦ δι‐ καίου προσευχῆς στερηθέντες ἀπώλοντο ὁμοθυμαδόν. | |
5 | Φοβηθῶμεν οὖν, ἀγαπητοί, τὸν Κύριον τὸν Θεὸν τῶν πατέρων καὶ πάσης σαρκός, ἵνα καὶ ἡμᾶς σκεπάσῃ ἐν ἡμέρᾳ ὀργῆς κατὰ τὴν αὑτοῦ ἐπιείκειαν· γέ‐ γραπται γάρ· τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν. Ὑποτάξωμεν οὖν ἰσχυρῶς τὰς αἰσθήσεις ἑαυτῶν τῷ τοῦ Θεοῦ βουλήματι διὰ τοὺς ἐπιβούλους τῆς ἡμετέρας ζωῆς· ὅτι | |
10 | μετὰ τῆς πτώσεως ἡμῶν περιπατῶμεν, καὶ ἀναμέσον παγίδων πολλῶν διαβαί‐ | |
νομεν. Ἐὰν δὲ ἐμπιστεύσωμεν τῷ Κυρίῳ, σωθησόμεθα δι’ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. | 54 |