TLG 4138 115 :: EPHRAEM SYRUS :: De continentia ac de non aemulandis peccatoribus qui se temporis praetextu excusant; et in Noe EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De continentia ac de non aemulandis peccatoribus qui se temporis praetextu excusant; et in Noe Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 236d–237a. Citation: (Line) | ||
1t | Περὶ ἐγκρατείας, καὶ τοῦ μὴ ζηλοῦν ἁμαρτωλούς, | |
---|---|---|
2t | τὸν καιρὸν προφασιζομένους· καὶ εἰς τὸν Νῶε | |
1 | Ἀλλ’ ἐπειδὴ ἁλίσκονταί τινες ὑπὸ τοῦ κακοτέχνου Δράκοντος πλανώμενοι, μὴ συνιέντες τὰς Γραφάς, μηδὲ πρὸς φωτισμὸν τῆς γνώσεως αὐτῶν πορευόμενοι· φησὶ γὰρ ὁ Κύριος· πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Ἴδωμεν τοίνυν ἐν ποίῳ καιρῷ εὐηρέστησε Νῶε τῷ Θεῷ, καθὼς γέγραπται· ἰδὼν | |
5 | δὲ Κύριος ὁ Θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας· καὶ | |
μεθ’ ἕτερα λέγει· Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ· καὶ πάλιν λέγει· τῷ Θεῷ εὐηρέστησε Νῶε. Καὶ ἐν ποίῳ καιρῷ εὐηρέστησε σημαίνει· ἐφθάρη, φησίν, ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν | 47 | |
10 | γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Ὁ οὖν δίκαιος θεωρῶν ἐκεῖνα τὰ δεινά, τοὺς μὲν ἁμαρτωλοὺς ἐπένθει, ἑαυτὸν δὲ ἰσχυρῶς ἠσφαλίζετο πρὸς θέλημα τοῦ Δημιουργοῦ. Ὅθεν καὶ ἐγκωμιάζεται ἀπὸ τῆς θείας Γραφῆς λεγούσης· Νῶε δὲ ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐ‐ τοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. Ὅθεν τοῦ κατακλυσμοῦ ἐπελθόντος, ὁ δίκαιος διε‐ | |
15 | σώθη, οἱ δὲ ἀσεβεῖς κατεκλύσθησαν. | 48 |