TLG 4138 114 :: EPHRAEM SYRUS :: Adhortatio de silentio et quiete

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Adhortatio de silentio et quiete

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 6. Thessalonica: Το περιβόλι της Παναγίας, 1995: 42–46.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 234c–236c.

Citation: Page — (line)

42

(t)

Παραίνεσις περὶ ἡσυχίας
1 Κτῆσαι δὲ τὴν ἡσυχίαν ὥσπερ τεῖχος ὀχυρόν· ἡ γὰρ ἡσυχία ὑψηλότερόν σε ποιεῖ τῶν παθῶν· σὺ γὰρ ἄνωθεν πολεμεῖς, αὐτὰ δὲ κάτωθεν. Κτῆσαι οὖν τὴν ἡσυχίαν τὴν ἐν φόβῳ Θεοῦ, καὶ οὐ μή σε βλάψῃ πάντα τὰ βέλη τοῦ Ἐχθροῦ· ἡσυχία γὰρ φόβῳ Θεοῦ συνεζευγμένη ἅρμα πύριόν ἐστιν, ἀνάγουσα εἰς οὐρα‐
5νοὺς τὸν κεκτημένον αὐτήν. Καὶ πειθέτω σε Ἠλίας ὁ προφήτης, ἀγαπήσας τὴν ἡσυχίαν καὶ τὸν φόβον τοῦ Θεοῦ, καὶ ἀναληφθεὶς εἰς τὸν οὐρανόν. Ὦ ἡσυχία, προκοπὴ μοναζόντων. Ὦ ἡσυχία, κλῖμαξ οὐράνιος. Ὦ ἡσυχία,
ὁδὸς βασιλείας οὐρανῶν. Ὦ ἡσυχία, ἔσοπτρον ἁμαρτημάτων, ἡ δεικνύουσα τὰ42

43

πλημμελήματα αὐτοῦ τῷ ἀνθρώπῳ. Ὦ ἡσυχία, δάκρυον μὴ ἐμποδίζουσα. Ὦ ἡσυχία, πρᾳότητος γεννήτρια. Ὦ ἡσυχία, ταπεινοφροσύνης σύσκηνε. Ὦ ἡσυχία, ἡ εἰς εἰρηνικὴν κατάστασιν φέρουσα τὸν ἄνθρωπον. Ὧ ἡσυχία, ἡ φόβῳ Θεοῦ συν‐ εζευγμένη. Ὦ ἡσυχία, διανοίας φωταγωγέ. Ὦ ἡσυχία, λογισμῶν κατάσκοπε. Ὦ
5ἡσυχία, διακρίσεως σύμπονε. Ὦ ἡσυχία, γεννήτρια παντὸς ἀγαθοῦ. Ὦ ἡσυχία, νηστείας ἑδραίωμα. Ὦ ἡσυχία, γαστριμαργίας ἐμπόδιον. Ὦ ἡσυχία, σχολὴ προ‐ σευχῆς καὶ ἀναγνώσεως. Ὦ ἡσυχία, γαλήνη λογισμῶν. Ὦ ἡσυχία, λιμὴν εὔ‐ διος. Ὦ ἡσυχία, ἀμεριμνία ψυχῆς. Ὦ ἡσυχία, εὐφροσύνη ψυχῆς καὶ καρδίας. Ὦ ἡσυχία, περπερότητος ἀναίρεσις. Ὦ ἡσυχία, ἀναιδείας ἔχθρα. Ὦ ἡσυχία, εὐλα‐
10βείας μήτηρ. Ὦ ἡσυχία, παθῶν δεσμωτήριον. Ὦ ἡσυχία, πάσης ἀρετῆς συνεργός. Ὦ ἡσυχία, ἀκτημοσύνης πρόξενος. Ὦ ἡσυχία, ζυγὸς χρηστὸς καὶ φορτίον ἐλα‐ φρόν, ἀναπαύουσα καὶ βαστάζουσα τὸν βαστάζοντά σε. Ὦ ἡσυχία, χωρίον Χριστοῦ καρποφοροῦν καρποὺς ἀγαθούς. Ὦ ἡσυχία, φόβῳ Θεοῦ συνεζευγμένη· τεῖχος καὶ ὀχύρωμα τῶν βουλομένων ἀγωνίσασθαι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.
15Ναί, ἀδελφέ· ταύτην κτῆσαι τὴν καλὴν μερίδα, ἣν Μαρία ἐξελέξατο· ἥτις
οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς.43

44

Βλέπεις, ἀδελφέ, οἵα ἐστὶν ἡ ἡσυχία; Ὅτι αὐτὸς ὁ Κύριος ἐπαινεῖ τὸν κτώ‐ μενον αὐτήν. Ταύτην κτῆσαι, ἀγαπητέ μου ἀδελφέ, καὶ κατατρύφησον τοῦ Κυρί‐ ου σου, παρακαθεζόμενος τοῖς ποσὶν αὐτοῦ καὶ αὐτῷ μόνῳ προσκολλώμενος, ἵνα λέγῃς καὶ σὺ μετὰ παρρησίας· ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντε‐
5λάβετο ἡ δεξιά σου. Διὰ τοῦτο ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου. Ναί, ἀδελφέ μου, ταύτην κτῆσαι τὴν μέλιτος γλυκυτέραν. Κρείσσων γὰρ ψωμὸς ἐν ἅλατι μετὰ ἡσυχίας καὶ ἀμεριμνίας, ἢ παράθεσις ἐδεσμάτων πολυ‐ τελῶν ἐν περισπασμοῖς καὶ μερίμναις. Ἄκουε τοῦ λέγοντος· δεῦτε πάντες οἱ κο‐ πιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἀναπαῦσαί σε γὰρ θέλει ὁ
10Κύριος ἀπὸ μεριμνῶν, ἀπὸ θυμοῦ, ἀπὸ περισπασμῶν καὶ θλίψεων τοῦ αἰῶνος τούτου. Ἀμέριμνόν σε θέλει εἶναι ἀπὸ τῆς πλινθουργίας τῆς Αἰγύπτου· ἀγαγεῖν σε θέλει εἰς τὴν ἔρημον, τουτέστιν εἰς τὴν ἡσυχίαν, ὅπως φωτίσῃ τὰς ὁδούς σου τῷ στύλῳ τῆς νεφέλης, ὅπως ψωμίσῃ σε τὸ μάννα, λέγω δὴ τὸν ἄρτον τῆς ἡσυ‐
χίας καὶ ἀμεριμνίας, ὅπως κληρονομήσῃς τὴν γῆν τῆς ἐπαγγελίας. Ναί, ἀγα‐44

45

πητέ, ταύτην κτῆσαι, ταύτην ἀγάπησον, ὅπως τερφθῇς ἐν τῇ ὁδῷ τῶν μαρτυρίων τοῦ Θεοῦ, ὡς ἐπὶ παντὶ πλούτῳ. Ναί, ἀδελφέ, κτῆσαι τὴν ἡσυχίαν μετὰ τοῦ φό‐ βου τοῦ Θεοῦ, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μετὰ σοῦ. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
5 Παρακαλῶ οὖν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, σπουδάζειν ἡμᾶς καθ’ ἑκάστην ἡμέραν τὴν τούτων μνείαν ποιεῖσθαι, λέγω δὴ τῆς πίστεως, τῆς ἀγάπης, τῆς ταπεινώσεως, τοῦ σφραγίζεσθαι πάντοτε ταῖς εὐχαῖς [τοῦ Θεοῦ], πάντοτε ταῖς μελέταις τῶν θείων Γραφῶν, τῇ ἡσυχίᾳ. Ταῦτα γὰρ ἡμῖν παρόντα καὶ πλε‐ ονάζοντα οὐκ ἀργούς, οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
10Χριστοῦ ἐπίγνωσιν. Μοναχὸς γάρ, ὃς οὐ κέκτηται ταῦτα, ἀλλ’ ἀμελεῖ τῆς ἑαυ‐ τοῦ σωτηρίας, τυφλός ἐστι μυωπάζων, λήθην λαβὼν τῶν πάλαι αὐτοῦ ἁμαρτη‐ μάτων, καὶ συμβέβηκεν αὐτῷ τὸ τῆς ἀληθοῦς παροιμίας· κύων ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου. Τοῖς μὲν γὰρ ἀποφυ‐ γοῦσι τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
15τούτοις δὲ πάλιν ἐμπλακεῖσι, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.45

46

Κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπεγνωκόσιν εἰς τὰ ὀπίσω πάλιν ἀνακάμψαι. Οὐκοῦν, ἀγαπητοὶ καὶ πιστοὶ δοῦλοι καὶ ἐκλεκτοὶ στρατιῶται Χριστοῦ μο‐ ναχοί, ἀναλάβωμεν τὴν πανοπλίαν τῶν εἰρημένων ἐν τῇ καρδίᾳ ἡμῶν, καθ’ ἑκά‐
5στην ἀνυπερθέτως μνείαν αὐτῶν ποιούμενοι, ὅπως δυνηθῶμεν ἀγωνίσασθαι τὸν καλὸν ἀγῶνα, καὶ καταπατῆσαι πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ, ἵνα ῥυσθῶμεν ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, καὶ εὕρωμεν ἔλεος καὶ χάριν ἐν τῇ ἡμέρᾳ τῇ φρικτῇ ἐνώπιον τοῦ δικαίου Κριτοῦ τοῦ ἀποδιδόντος
ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ᾮ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.46