TLG 4138 113 :: EPHRAEM SYRUS :: De panoplia, ad monachos EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De panoplia, ad monachos Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 219b–234b. Citation: Page — (line) | ||
9(t) | Περὶ πανοπλίας, πρὸς τοὺς μοναχούς | |
1 | Τοιαύτην πανοπλίαν ὀφείλει κεκτῆσθαι ὁ βουλόμενος ἀγωνίζεσθαι ὑπὲρ Χριστοῦ, ὅπως δυνηθῇ ἀντιστῆναι τῷ Διαβόλῳ καὶ εὐδοκιμῆσαι ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν. Ποία δέ ἐστιν ἡ πανοπλία, μοναχέ; Ἄκουε! Ἀνάλαβε ἀντὶ θώ‐ ρακος πίστιν, ὡς κόκκον σινάπεως, εἰς τὴν ὁμοούσιον καὶ ἀδιαίρετον Τριάδα· ὁ | |
---|---|---|
5 | γὰρ κόκκος τοῦ σινάπεώς ἐστιν ὅλως στρογγύλος, μὴ ἔχων σχισμὴν ἢ γωνίαν, ἀλλ’ ὅλως στρογγύλος καὶ ὥσπερ ζέων. Ταύτην κτησάμενος ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος, ὁμολογήσας τοῦ Θεοῦ τοῦ ζῶντος εἶναι Υἱὸν τὸν Χριστόν, τὰς κλεῖδας τοῦ οὐρανοῦ ἔλαβε, καὶ ἔλαβεν ἐξουσίαν οὐρανίων καὶ ἐπιγείων. Ταύτην οὖν τὴν τελείαν πανοπλίαν κτῆσαι, ἀδελφέ μου, ἵνα καὶ σὺ λάβῃς | |
10 | χάρισμα παρὰ Θεοῦ· ὁ γὰρ ἔχων ταύτην τὴν ἀγάπην καὶ τὴν τελείαν πίστιν, πάν‐ | 9 |
10 | τως χαρίσματός τινος ἀξιοῦται, ὡς καὶ Κύριος ἐδίδαξε, λέγων· ὅτι, ἐὰν ἔχητε πί‐ στιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, ἄρθητι καὶ βλήθητι εἰς τὴν θά‐ λασσαν, καὶ γενήσεται ὑμῖν. Βλέπεις ὅτι χαρίσματος ἀξιοῦται; Δίδοται αὐτῷ πνεῦμα συνέσεως χάρισμα· | |
5 | ὅτε γάρ τις πιστεύσει, τότε συνιεῖ. 〈Δίδοται αὐτῷ〉 καὶ τοῦ μὴ κατακρίνειν τὸν πλησίον. Εἶτα λόγος σοφίας, εἶτα χαρίσματα ἰαμάτων· ἰᾶται γὰρ τοὺς ἀσθε‐ νοῦντας τῇ πίστει, καὶ διεγείρει τοὺς καταπίπτοντας τῇ καρδίᾳ· πάντα γὰρ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα. Ἀλλ’ εἰσὶ μέν τινες ἔχοντες πίστιν, καὶ οὐχὶ ἔργα. Αὕτη οὖν οὐκ ἔστι πίστις, νεκρὰ γάρ ἐστιν· ἡ γὰρ πίστις, φησί, χωρὶς τῶν | |
10 | ἔργων νεκρά ἐστιν. Ὁ ἔχων πίστιν, καὶ ἐργαζόμενος τὰ ἔργα αὐτῆς, αὐτὸς ἔχει τὴν πίστιν τὴν ὡς κόκκον σινάπεως ζέουσαν. Ταύτην οὖν κτῆσαι, ἀδελφέ μου, καὶ γίνου σῷος καὶ ὁλόκληρος τῇ πίστει, καὶ ζέων τῇ προαιρέσει εἰς τὰς ἐντολὰς τοῦ Σωτῆρος ἡμῶν· ἵνα καὶ σὺ ἀκούσῃς | |
παρ’ αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. | 10 | |
11 | Ἀγαθὸν ὠνόμασεν ὁ Κύριος διὰ τὰ ἔργα· πιστὸν διὰ τὴν πίστιν. Ἀντὶ δὲ περικεφαλαίας ἐλπίδα τῶν μελλόντων ἀγαθῶν, ἃ ὀφθαλμὸς οὐκ εἶ‐ δεν, οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου [οὐκ] ἀνέβη· εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι. Αὕτη γὰρ ἡ ἐλπὶς ἰσχυρὰν παράκλησιν σοὶ παράσχῃ ἐν ταῖς | |
5 | κακουχίαις καὶ θλίψεσι, καὶ εὐφρανεῖ σε ἡ μνήμη αὐτῆς. Ταύτῃ γὰρ προσεῖχον οἱ μακάριοι μάρτυρες τοῦ Χριστοῦ, ἐν τοῖς ἑρμηταρίοις, καὶ ταῖς δειναῖς καὶ ποικίλαις τιμωρίαις, καὶ τῇ δριμύτητι τοῦ πυρός. Ταύτην εἶχον πρὸ ὀφθαλμῶν, τὴν ποθου‐ μένην ἐλπίδα· διὸ καὶ πάντα προθύμως καὶ εὐχαρίστως ὑπέμειναν, ἵνα αὐτῆς κατα‐ τύχωσι· καὶ Μωυσῆς γὰρ ταύτην μισθαποδοσίαν τεθεικὼς πρὸ ὀφθαλμῶν αὐτοῦ, | |
10 | ἠρνήσατο λέγεσθαι υἱὸς βασιλίσσης· τῶν Αἰγύπτου θησαυρῶν κρείττω προτιμήσας αὐτὴν εἶναι· διὸ καὶ εἵλετο μᾶλλον συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαι‐ ρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν. Ταύτην 〈τὴν〉 ἐλπίδα τίθου πάντοτε ἀδιαλείπτως πρὸ ὀφθαλμῶν σου, ἀδελφέ, ἵνα ὁ πόθος αὐτῆς μὴ ἐάσει σε λογίζεσθαί τι τῶν οὐ | |
μενόντων· οὐ μόνον δέ, ἀλλὰ διεγείρει σου τὴν προθυμίαν πρὸς πᾶν ἔργον ἀγαθόν. | 11 | |
12 | Ἀντὶ δὲ ζώνης ζῶσαι τὴν τελείαν ἀγάπην πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν πλη‐ σίον· αὕτη γὰρ ποιεῖ σε τρέχειν καὶ μὴ ἐμποδίζεσθαι· ὁ γὰρ ἀναζωννύμενος πάντα ὑπερπηδᾷ εὐχερῶς καὶ ἀκωλύτως· πόσῳ γε μᾶλλον ὁ ζωσάμενος τὴν ἀγάπην, πάντα εὐχερῶς διαβαίνει; Ἡ γὰρ ἀγάπη, φησί, πάντα στέγει, πάντα ὑπομένει· | |
5 | διὸ πλήρωμα νόμου ἡ ἀγάπη. Ταύτην γὰρ ἐκτήσατο ὁ μακάριος Παῦλος, εἰπών· τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Βλέπεις συμπάθειαν ἀγάπης; Ὦ μακάριε Παῦλε, διατί οὕτω γαλλάζεις δι’ ἐμέ; Μὴ σὺ μέλλεις ὑπὲρ ἐμοῦ κολάζεσθαι; Σὺ ἅπαξ τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, καὶ ἀπόκειταί σοι ὁ τῆς δικαιοσύνης στέφανος. Καὶ τί πλέον ζη‐ | |
10 | τεῖς; Διατί θλίβεις σεαυτόν, καὶ ἀσθενεῖς δι’ ἐμέ; Ναί, ἡ ἀγάπη με ἀναγκάζει. Βλέπεις ἀγάπην; Καὶ πληρώσας τὸν νόμον δι’ αὐτῆς, σῶμα φθαρτὸν περιβεβλη‐ μένος, ἕως τρίτου οὐρανοῦ ἀνελθεῖν ἠξιώθη, καὶ ἀκοῦσαι ῥήματα, ἃ οὐκ ἐξὸν ἄν‐ | |
θρωπον λαλῆσαι. | 12 | |
13 | Ἀντὶ δὲ ὑποδήματος τὴν ταπεινοφροσύνην· ὥσπερ γὰρ τὸ ὑπόδημα κατα‐ πατεῖται, οὕτω καὶ ὁ κεκτημένος τὴν ταπεινοφροσύνην σπουδάζει τοῦ καταπα‐ τεῖσθαι ὑπὸ πάντων. Καὶ σύ, ἀδελφέ, κτῆσαι τὴν ταπείνωσιν· αὕτη γὰρ ὑπόδημά ἐστιν, οὐ σαρκικόν, ἀλλὰ πνευματικόν· καὶ διαφυλάξει σε μήποτε προσκόψεις | |
5 | πρὸς λίθον τὸν πόδα σου· λίθος γὰρ ὁ Χριστός. Ἡ ταπείνωσίς σου διαφυλάξει σε, ὅπως μὴ προσκρούσῃς τῷ Χριστῷ. Καὶ γὰρ ὁ μακάριος Δαυῒδ ταύτην κτησάμε‐ νος εἶπεν· ἐγὼ σκώληξ καὶ οὐκ ἄνθρωπος. Βλέπεις βασιλέως καὶ προφήτου ταπείνωσιν; Ἔβλεπεν ἐνώπιον αὐτοῦ τὸν Κύριον διαπαντός, ὅτι ἐκ δεξιῶν αὐτοῦ ἦν, φυλάσσων αὐτόν, ἵνα μὴ σαλευθῇ, | |
10 | τουτέστιν, ἵνα μὴ πέσῃ εἰς ἁμαρτίαν. Βλέπεις, ἀγαπητέ, πῶς ἀγαπᾷ ὁ Θεὸς τὴν ταπείνωσιν; Καὶ σφόδρα ἐγγίζει τῷ κεκτημένῳ αὐτήν; Καὶ πάντοτε ἐφορᾷ εἰς αὐτήν, καθὼς γέγραπται· ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν· καὶ πά‐ λιν· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς πένητα ἀποβλέπουσι; | |
Πένητα ἀκούων, ἀγαπητέ, μὴ νομίσῃς ἀπὸ χρημάτων· καὶ γὰρ πολλοὶ | 13 | |
14 | βασιλεῖς εὐηρέστησαν τῷ Θεῷ, καὶ πολλοὶ πτωχοὶ ἀπώλοντο· ἀλλὰ πένητα λέ‐ γει πτωχὸν τῷ πνεύματι, κατὰ τὸ εἰρημένον· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ναί, ἀγαπητέ, ταπεινώθητι ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα σε ὑψώσῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἣν | |
5 | ἐπηγγείλατο ὁ Σωτὴρ ἡμῶν τοῖς ταπεινοῖς. Ἀντὶ δὲ ἀσπίδος, περίφραττε σεαυτὸν τῷ τιμίῳ σταυρῷ κατασφραγιζόμε‐ νος πάντα σου τὰ μέλη καὶ τὴν καρδίαν. Μὴ μόνον τῇ χειρὶ σφραγιζόμενος, ἀλλὰ καὶ τοῖς λογισμοῖς σφράγιζε· καὶ τὰ ἐπιτηδεύματά σου, καὶ τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου ἐν παντὶ καιρῷ, τὴν καθέδραν σου, καὶ τὴν ἔγερσίν σου, τὴν κλί‐ | |
10 | νην σου, καὶ πάντα ὅσα διέρχῃ. Σφράγιζε πρῶτον ἐν τῷ ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος Ἁγίου· σφόδρα γὰρ ἰσχυρόν ἐστι τὸ ὅπλον τοῦτο, καὶ οὐδεὶς δύναταί σε βλάψαι ποτέ, τούτῳ τῷ ὅπλῳ περιπεφραγμένου σου. Εἰ γὰρ ἐπιγείου βασιλέως ὁ φορῶν τὴν σφραγῖδα, οὐδεὶς δύναται κακοποιῆσαι αὐτόν, πόσῳ μᾶλλον ἡμεῖς τοιαύτην σφραγῖδα φοροῦντες, ἐπουρανίου βασιλέως μεγά‐ | |
15 | λου, οὐδενὸς ἀντιποιούμεθα; Τούτῳ οὖν τῷ ὅπλῳ περισσοτέρως χρῷ, ἀδελφέ | 14 |
15 | μου, σφόδρα γὰρ ἀντίκειται τοῖς βέλεσι τοῦ Ἐχθροῦ, μᾶλλον δὲ τῇ ῥομφαίᾳ αὐτοῦ, τῇ πικρᾷ καὶ δεινῇ ὀξυχολίᾳ· αὕτη γὰρ ὥσπερ μάχαιρα δίστομος εἰς μίαν ῥοπὴν ἀπόλλει τὸν κρουόμενον ὑπ’ αὐτῆς, καθὼς γέγραπται· ἡ γὰρ ῥοπὴ τοῦ θυ‐ μοῦ πτῶσις αὐτοῦ. Διό, ἀδελφέ μου, μηδέποτε ἀμέλει τοῦ σφραγίζεσθαι, καὶ κα‐ | |
5 | ταλύεις τὰς παγίδας, ἃς ἔκρυψέ σοι ὁ Διάβολος. Γέγραπται γάρ, ὅτι ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Σφραγίζου οὖν πάντοτε, καὶ κακὸν οὐ μὴ ἅψηται τοῦ πνεύματός σου. Ἀντὶ δὲ τόξου, τεῖνέ σου τὰς χεῖρας εἰς προσευχήν, καθὼς γέγραπται· καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου. Ἀληθῶς γὰρ τόξον χαλκοῦν ἐστι κατὰ | |
10 | τῶν ἐχθρῶν χεῖρες ἐκτεταμέναι εἰς προσευχὴν ἐν γνώσει, καθάπερ καὶ τὸ βέλος εὐστόχως πεμπόμενον ὑπὸ τοῦ τεινάσαντος αὐτό. Ἐὰν ἐάσῃς τὸν λογισμὸν ῥέμβε‐ σθαι, γίνῃ ὡς κατέχων τόξον, τὸ δὲ βέλος μὴ εὑρίσκων πέμψαι κατὰ τοῦ ὑπεναν‐ τίου, εἰς ἀπέραντα αὐτὸ ῥίπτων· καί ποτε πτοήσῃ τὸν Ἐχθρόν σου τοῦτο τὸ τραῦμα, ἐν τῷ κατέχειν σε τόξον, τὸ δὲ βέλος μὴ πέμπειν κατ’ αὐτοῦ, ἀλλὰ εἰς | |
15 | ἀπέραντα. Οἷόν τι λέγω· ὅταν γὰρ ἐν γνώσει τις εὔχεται, καὶ οὐκ ἐᾷ τοὺς λογι‐ | 15 |
16 | σμοὺς ῥέμβεσθαι, καὶ συνιεῖ τις τίνι ἐντυγχάνει καὶ τίνι ὁμιλεῖ, τότε προσεγγίζει τῷ Θεῷ ἡ προσευχὴ αὐτοῦ. Τότε οὖν πονεῖ τῷ Ἐχθρῷ σφόδρα, ὥσπερ ὑπὸ βέ‐ λους κρουσθεὶς εἰς τὴν καρδίαν· ἐπειδὴ γὰρ καὶ ἡ ψυχὴ πλείονα προκόπτει διὰ τῆς χάριτος. Αὐτὸς δὲ ὡς χοῦς κατὰ πρόσωπον ἀνέμου γινόμενος φεύγει· κατα‐ | |
5 | διώκεται γὰρ ὑπὸ τοῦ Ἀγγέλου τοῦ Θεοῦ. Ἰδοὺ διατί πονεῖ αὐτῷ τὸ ἐν γνώσει εὔχεσθαι, καὶ ἀνδρίζεται τὸ αἰχμαλωτεύειν τὸν λογισμόν. Σὺ οὖν, ἀδελφέ μου, ἐν γνώσει εὔχου. Καὶ ἐὰν διασκεδάσῃ σου τὴν διά‐ νοιαν ἐν τῷ σε προσεύχεσθαι, εἴτε διὰ τῶν ὀφθαλμῶν, ἢ ἐξ ἄλλης οἵας δήποτε προφάσεως, γνῶθι ὅτι αὐτοῦ ἐστιν ἡ ἐργασία, καὶ μὴ σπουδάσῃς τοῦ τελέσαι τὴν | |
10 | εὐχήν σου. Ἀλλὰ ἀνακρίνας ἑαυτὸν ὀλίγον, ἐπισύναξόν σου πάλιν τὴν διάνοιαν, καὶ οὕτως εὔξαι ἐν γνώσει, ἵνα γινώσκῃς περὶ ὧν αἰτεῖσαι τὸν Θεόν, καὶ διατί αὐτὸν αἰτεῖσαι· ἵνα μὴ ἀκαίρως βαττολογῇς καὶ πολυλογῇς. Καὶ γὰρ τοῦτο ἔργον ἐστὶ τοῦ Σατανᾶ· ὅπως ἀκοντίσῃ τὸν λογισμὸν εἰς ἀπέραντα, καὶ μὴ ἐάσῃ τὸν ἄνθρωπον ἐμμεῖναι περὶ οὗ ἐπείγεται· οἶδε γὰρ ὅτι, ἐὰν ἐμμείνῃ ὁ ἄνθρωπος δε‐ | |
15 | όμενος, ὁ ποιήσας αὐτὸν εἰσακούσεται αὐτοῦ, κἂν μυρία ἁμαρτωλὸς τυγχάνῃ. | 16 |
17 | Διὰ τοῦτο οὖν παρεισφέρει τὴν πολυλογίαν καὶ βαττολογίαν, ἵνα ὁ λογισμὸς ἐκ‐ κρουσθεὶς ἀκοντισθῇ εἰς ἀπέραντα. Καὶ λοιπὸν ἄλλα θεωροῦμεν καὶ λογιζόμεθα καὶ λαλοῦμεν ἐν τῇ διανοίᾳ ἡμῶν, τῶν χειρῶν ἐκτεταμένων. Διό, ἀδελφέ μου, περὶ οὗ ἐπείγει καὶ περὶ ὧν ἐστὶν ἐν παντὶ καιρῷ χρεία, | |
5 | περὶ τούτων αἰτοῦ τὸν Θεόν. Βλέπε γὰρ τοὺς δύο τυφλοὺς προσερχομένους αὐτῷ καὶ βοῶντας, ἐλέησον ἡμᾶς, Υἱὲ Δαυΐδ. Καὶ τί πρὸς αὐτοὺς ὁ Κύριος; Τί θέλετε ἵνα ποιήσω ὑμῖν; Οἱ δὲ τὸν πόνον καὶ τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτῶν ᾐτήσαντο, τὸ ἀνοιγηθῆναι αὐτῶν τοὺς ὀφθαλμούς. Μὴ εἶπαν, δὸς ἡμῖν τίποτε, ὧν καὶ χρεί‐ αν ἔχομεν κατ’ ἀλήθειαν; Μὴ εἶπαν, δὸς ἡμῖν ἱμάτιον, ὅτι πτωχοὶ ἐσμέν; Ἀλλ’ | |
10 | ᾐτήσαντο περὶ οὗ ἐπείγοντο. Βλέπε δὲ καὶ τὴν Χαναναίαν κράζουσαν ὀπίσω τοῦ Κυρίου καὶ λέγουσαν· ἐλέησόν με, Κύριε, ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Μὴ εἶπεν ἄλλο, εἰ μὴ τὸν πόνον τῆς καρδίας αὐτῆς; Ὁμοίως δὲ καὶ πάντες ὅσοι | |
προσῆλθον αὐτῷ, οὐ τὸν πόνον τῆς καρδίας αὐτῶν ἔλεγον αὐτῷ; Ὥσπερ καὶ ἡ | 17 | |
18 | αἱμορροοῦσα, οὐ περὶ τῆς ῥύσεως τοῦ αἵματος αὐτῆς προσῆλθεν; Εἰ δὲ καὶ πάλιν ἄρρωστος προσέλθῃ τῷ ἰατρῷ, οὐ τὸ ἄλγος αὐτοῦ δεικνύει; Καὶ σύ, ἀδελφέ μου, τὸν πόνον τῆς ψυχῆς σου πρόσφερε αὐτῷ· ὅρα δὲ αὐτὸν διὰ τῆς πίστεως τοῖς ὀφθαλμοῖς νοητοῖς, κατὰ τὸ γεγραμμένον, καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ | |
5 | ἐπηρμένου, καὶ τὰς στρατιὰς τῶν Ἀγγέλων καὶ Ἀρχαγγέλων παρισταμένας αὐτῷ. Καὶ ῥίψας ἑαυτὸν ἐνώπιον τῆς ἀγαθότητος αὐτοῦ, ἔκχεε ἐνώπιον αὐτοῦ τὴν δέησίν σου. Πρῶτον ἐξαγορεύων τὰς ἁμαρτίας σου, καὶ οὕτω λοιπὸν ἀπάγ‐ γειλον ἐνώπιον αὐτοῦ τὰ ῥήματά σου, ἤτοι τὴν θλῖψίν σου, ἵνα σπλαγχνισθῇ ἐν ἀγαθότητι αὐτοῦ, καὶ ἐκχέῃ ἐπὶ σὲ τοὺς οἰκτιρμοὺς αὐτοῦ. Ὧ ψυχή, μεγάλη σου | |
10 | ἡ πίστις, γενηθήτω σοι ὡς θέλεις. Ἄκουσον, ἀγαπητέ· ἐὰν δὲ καὶ ἀνακριθεὶς τοῦ λαβεῖν τὴν αἴτησίν σου, μὴ παύσῃ βοῶν πρὸς αὐτόν, μὴ ῥᾳθυμήσῃς, ὡς μὴ εἰσακουσθείς. Μνήσθητι τῆς Χα‐ ναναίας, καὶ ζήλωσον τὴν ὑπομονὴν αὐτῆς, πῶς ἀνεκρίθη τοῦ τυχεῖν τοῦ αἰτήμα‐ τος αὐτῆς, ὥστε τοὺς μαθητὰς αὐτοῦ προσελθεῖν περὶ αὐτῆς καὶ λέγειν, ἀπόλυ‐ | |
15 | σον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Μὴ ἀπέρριψεν αὐτὴν εἰς τέλος; Οὐκ ὀλίγον | 18 |
19 | ἀνέκρινεν αὐτήν, καὶ ἔδωκεν αὐτῇ τὸ αἴτημα αὐτῆς; Πρὸς ἡμῶν διδαχθεῖμεν, ἵνα μάθωμεν ἀνακρινόμενοι ἐμμένειν τῇ αἰτήσει, καὶ ὄντως λαμβάνωμεν, εἰ καὶ ἁ‐ μαρτωλοὶ ἐσμέν, ὡς καὶ αὕτη ἡ ἀλλόφυλος Χαναναία οὖσα, καθὼς καὶ ὁ Κύριος ἐνετείλατο, λέγων· τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυ‐ | |
5 | κτίου καὶ εἴπῃ αὐτῷ· φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος μοι παρεγένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω, ὃ παραθήσω αὐτῷ· κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· μή μοι κόπους πάρεχε· ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μετ’ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει | |
10 | αὐτῷ, ὅσων ἂν χρῄζῃ. Κἀγὼ λέγω ὑμῖν· αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν. Ὡς καὶ ἐν τῷ ψαλμῷ λέγει· ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσή‐ κουσε τῆς δεήσεώς μου. Διό, ἀδελφέ μου, μὴ ἐκκακήσῃς ὑπομένων, καὶ λαμβάνεις ὅσων ἂν χρῄζῃς. | |
Ἄκουσον δέ μου, ἀδελφέ, καὶ συμβουλεύω σοι λόγον· ἐὰν αἰτῇς παρὰ τοῦ Θεοῦ | 19 | |
20 | σου περί τινος πράγματος, μὴ ἀποτόμως αὐτὸ αἰτοῦ λαβεῖν, ἀλλὰ καταλιμπάνων αὐτὸ ἅμα καὶ τῷ αὑτοῦ θελήματι. Οἷόν τι λέγω· πολλάκις θλίβουσί σε αἰσχροὶ λογισμοί, καὶ λυπεῖσαι ὑπὲρ τούτου, καὶ βούλει παρακαλέσαι τὸν Θεόν, ὅπως κουφισθῇς τοῦ πολέμου· πολλάκις δὲ εἰς συμφέρον σοί ἐστιν, ἀδελφέ μου. Λέγω γὰρ | |
5 | πολλάκις τοῦτό σοι γίνεται, ἵνα μὴ ὑπεραίρῃ, ἀλλ’ ἵνα ταπεινοφρονῇς. Βλέπε γὰρ τὸν τηλικοῦτον στύλον τῶν Ἀποστόλων, πῶς εἰς τὸ συμφέρον αὐτῷ ἐδόθη σκό‐ λοψ τῇ σαρκί, ἄγγελος Σατᾶν, ἵνα αὐτὸν κολαφίζῃ. Διατί; Ἵνα μὴ ὑπεραίρηται. Εἰ οὖν ὁ τοιοῦτος ἔλαβε ταύτην παιδείαν, ἵνα μὴ ἐπαρθῇ, πόσῳ μᾶλλον ἡμεῖς οἱ ἀσθενεῖς καὶ δοκοῦντες ἑαυτοὺς εἶναί τι, χρείαν ἔχομεν κολαφίζεσθαι, ἵνα | |
10 | μὴ ὑπεραιρώμεθα; Εἰ δὲ καὶ πάλιν θλῖψις ἐπέλθῃ σοι καὶ στενοχωρία, μηδὲ ἀπὸ τούτων ῥυσθῆναι ἀποτόμως αἰτοῦ· πολλάκις γάρ, ἀδελφέ μου, καὶ τοῦτο συμφέ‐ ρει. Λέγω γὰρ πολλάκις ἐν τῷ εὔχεσθαι καταφρονεῖς τῆς ἑαυτοῦ σωτηρίας, καθὼς καὶ ὁ Ἰσραὴλ ἔπαθε· φησὶ γάρ· καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ | |
ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη· καὶ ἐγκατέλιπε | 20 | |
21 | Θεὸν ποιήσαντα αὐτόν. Εἰ δὲ καὶ πάλιν περί τινος πράγματος αἰτεῖσαι λαβεῖν, μηδὲ τοῦτο ἀποτόμως αἰτοῦ λαβεῖν. Λέγω γάρ, πολλάκις σὺ ὡς ἄνθρωπος νο‐ μίζεις αὐτὸ συμφέρον σοι εἶναι, καὶ πολλάκις οὐ συμφέρει. Ἐὰν δὲ καταλείψῃς τὸ θέλημά σου, καὶ τῷ θελήματι αὐτοῦ βουληθῇς πορεύεσθαι, ἄφοβος ἔσῃ· αὐτὸς | |
5 | γὰρ ὁ τὰ πάντα προγινώσκων πρὶν γενέσεως αὐτῶν, κατὰ τὴν αὑτοῦ ἐπιείκειαν ποιμαίνει ἡμᾶς· οὐ γὰρ οἴδαμεν ἡμεῖς, εἰ συμφέρει ἡμῖν περὶ ὧν αἰτούμεθα. Πολ‐ λοὶ γὰρ κατατυχόντες τῆς ἑαυτῶν ἐπιθυμίας, ὕστερον εἰς μετάμελον ἦλθον· πολ‐ λάκις δὲ εἰς κακὰ πολλὰ ἐνέπεσαν, μὴ ἐκζητήσαντες ἀκριβῶς εἰ ἔστι θέλημα Θεοῦ, ἀλλὰ δόξαντες αὐτὸ καλὸν εἶναι, καὶ ἐμπαιχθέντες ὑπὸ τοῦ Διαβόλου διά τινων | |
10 | δικαιωμάτων, ἐκινδύνευσαν σφόδρα. Καὶ εἰς πολλὰ πράγματα τοιαῦτα πολλάκις γίνεται μετάμελος, διὰ τὸ τῇ ἰδίᾳ ἐπιθυμίᾳ ἐξακολουθεῖν. Ἄκουε δὲ τοῦ Ἀπο‐ στόλου λέγοντος· οὐ γὰρ οἴδαμεν καθὸ δεῖ προσεύξασθαι· πάντα γάρ μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα οἰκοδομεῖ. | |
Τὸ συμφέρον οὖν καὶ οἰκοδομούμενα ἕκαστον ἡμῶν αὐτὸς οἶδεν. Αὐτῷ οὖν | 21 | |
22 | κατάλειπε. Τοῦτο οὖν λέγω, οὐχ ἵνα ἐκκόψω σε αἰτεῖσθαι τὰ αἰτήματά σου παρ’ αὐτοῦ, ἀλλὰ μᾶλλον παρακαλῶ σε τοῦ αἰτεῖσθαι ἀπὸ μικροῦ ἕως μεγάλου. Ἀλλὰ τοῦτό ἐστιν ὃ λέγω· ἵνα ὅταν εὔχῃ καὶ ἀπαγγέλλῃς ἐνώπιον αὐτοῦ ὃ ἔχει ἡ καρδία σου, λέγε πρὸς αὐτόν· πλὴν τὸ σὸν θέλημα, μὴ τὸ ἐμόν. Ἐὰν συμφέρῃ, | |
5 | καθὼς οἶδας, ποίησον. Οὕτω γὰρ γέγραπται, ὅτι ἀποκάλυψον πρὸς τὸν Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπ’ αὐτόν, καὶ αὐτὸς ποιήσει. Βλέπετε δὲ καὶ τὸν Κύ‐ ριον ἡμῶν Ἰησοῦν Χριστὸν οἰκονομικῶς εὐχόμενον καὶ λέγοντα· Πάτερ, εἰ δυ‐ νατόν ἐστι, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. | |
10 | Διό, ἀδελφέ μου, ἐὰν αἰτῆσαί τι παρ’ αὐτοῦ, ἔμμενε τῇ αἰτήσει σου, ἀπο‐ καλύπτων αὐτῷ καὶ λέγων· Δέσποτα, ἐάν ἐστι σοῦ θέλημα ὅπως γένηται τοῦτο τὸ πρόσταγμα, σὺ ποίησον καὶ εὐόδοσον. Εἰ δὲ οὐκ ἔστι σοῦ θέλημα, μὴ ἐάσῃς γενέσθαι, ὁ Θεός μου· μὴ παραδῷς με τῇ ἰδίᾳ ἐπιθυμίᾳ μου· σὺ γὰρ γινώσκεις | |
τὴν ἀφροσύνην μου. Μὴ οὖν παραδῷς με τῇ βουλῇ μου καὶ τῇ ἀφροσύνῃ μου, | 22 | |
23 | ἀλλὰ σύ, ὡς οἶδας, τῇ σῇ ἐπιεικείᾳ ποίμανόν με. Εἰ δὲ καὶ περὶ θλίψεως προσ‐ εύχῃ καὶ περὶ λογισμῶν, λέγε· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. —Βλέπε τί λέγει ὁ Προφήτης—. Ἀλλὰ βλέψον, Δέσποτα, καὶ ἴδε, ὅτι γῆ καὶ σποδός εἰμι, καὶ | |
5 | οὐδὲν δύναμαι ὑπενεγκεῖν. Μὴ παραδῷς με, Κύριε, ταῖς ἁμαρτίαις μου, καὶ μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀλλὰ δὸς δόξαν τῷ ὀνόματί σου, ἀμνησίκακε, καὶ μὴ μνησθῇς τῶν ἁμαρτιῶν μου, καὶ ἐπάκουσόν μου. Καὶ εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ’ ἐμοῦ θλῖψις αὕτη· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ· μόνον τὴν ψυχήν μου στήριξον καὶ διαφύ‐ | |
10 | λαξον. Καὶ ἰσχύσω ὑπενεγκεῖν, ὅπως εὕρω χάριν ἐνώπιόν σου, καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι. Καὶ ἐπίρριψον ἐπ’ αὐτὸν τὴν μέριμνάν σου, καὶ αὐτὸς ποιεῖ τὸ συμφέρον. Τοῦτο γὰρ γίνωσκε, ὅτι ἀγαθὸς ὑπάρχων, πάντα τὰ περὶ σωτηρίας ἡμῶν θέλει· διὰ τοῦτο γὰρ τὴν ψυχὴν τὴν ἰδίαν ἔθηκεν ὁ ποιμὴν ὁ καλός. Αὐτῷ | |
ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | 23 | |
24 | Ἀντὶ ῥομφαίας σπάσαι τὸν φόβον τοῦ Θεοῦ· ὥσπερ γὰρ μάχαιρα δίστομός ἐστι, συγκόπτων πᾶσαν ἐπιθυμίαν πονηράν. Λάμβανε οὖν κατὰ νοῦν πάντοτε τὸν φόβον τοῦ Θεοῦ, μιμνῃσκόμενος τὴν ἐσχάτην ἡμέραν τὴν φοβεράν, ὅταν οὐρανοὶ πυρούμενοι λυθήσονται, στοιχεῖα δὲ καυσούμενα τήκονται· γῆ δὲ καὶ τὰ ἐν αὐτῇ | |
5 | ἔργα κατακαήσεται· ὅταν τὰ ἄστρα ὡς φύλλα πεσοῦνται, ἥλιος καὶ ἡ σελήνη σκο‐ τισθήσονται, καὶ οὐ δώσουσι τὸ φέγγος αὐτῶν· ὅταν φανερωθῇ ὁ Υἱὸς τοῦ ἀνθρώ‐ που, καὶ κατέλθῃ ἀπ’ οὐρανῶν ἐπὶ τὴν γῆν, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σα‐ λευθήσονται· Ἀγγέλων καταδρομαί, φωναὶ τῶν σαλπίγγων ἐπερχόμεναι· πῦρ ἐναντίον αὐτοῦ καιόμενον καὶ διατρέχον κατακαῦσαι τὴν οἰκουμένην· κύκλῳ | |
10 | αὐτοῦ καταιγὶς σφοδρά, σεισμοὶ φοβεροὶ καὶ κεραυνοί, οἳ οὐδέποτε ἐγένοντο ἕως ἐκείνης τῆς ἡμέρας· ὥστε καὶ αὐτὰς 〈τὰσ〉 δυνάμεις τῶν οὐρανῶν τρόμῳ μεγάλῳ συλληφθῆναι. | |
Οὐκοῦν ἡμᾶς ποταποὺς δεῖ εἶναι τότε, ἀδελφοί μου; Ποῖος φόβος, ποία | 24 | |
25 | φρίκη λήψεται ἡμᾶς; Κατανόησον, ἀδελφέ, τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ὅτι οὐκ ἴσχυσαν βαστάζειν τὸν γνόφον καὶ τὸν ζόφον καὶ τὰς φωνὰς τῶν σαλπίγγων, καὶ τὴν φωνὴν τοῦ λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ἀλλ’ ἐσπούδασαν τοῦ μὴ προστε‐ θῆναι αὐτοῖς λόγον· οὐδὲ γὰρ ἔφερον κατὰ ἀλήθειαν τὸ διαστελλόμενον, καίπερ | |
5 | οὐ μετὰ φόβου κατῆλθεν, οὐδὲ μετ’ ὀργῆς ἐλάλει πρὸς αὐτούς, ἀλλ’ ἐν παρα‐ κλήσει πληροφορῶν αὐτοὺς ὅτι ἔστι Θεὸς μετ’ αὐτῶν. Ἄκουσον οὖν, ἀδελφέ μου· εἰ μετὰ παρακλήσεως οὐκ ἰσχύσαμεν οἱ ἄνθρω‐ ποι βαστάσαι τὴν ἔλευσιν αὐτοῦ, ὅτε οὔτε οὐρανοὶ ἐλύθησαν πυρούμενοι, οὔτε γῆ καὶ τὰ ἐν αὐτῇ κατεκάησαν, οὔτε σάλπιγγες ἤχησαν, καθὼς μέλλει ἡ σάλπιγξ | |
10 | ἐκείνη βοᾶν καὶ ἐξυπνῆσαι τοὺς ἀπ’ αἰῶνος νεκρούς, οὔτε πῦρ κατακλύζον τὴν οἰκουμένην, οὔτε τις τῶν μελλόντων γίνεσθαι φόβων ἐγίνετο, καὶ οὐκ ἰσχύσαμεν βαστάσαι, τί ποιήσομεν οὖν, ὅταν κατέλθῃ μετὰ θυμοῦ καὶ ὀργῆς ἀνυποστάτου, καὶ καθίσῃ ἐπὶ θρόνου τῆς δόξης αὐτοῦ, καὶ προσκαλέσῃ τὴν γῆν ἀπὸ ἀνατολῶν | |
ἡλίου μέχρι δυσμῶν, ἀπὸ πάντων τῶν περάτων αὐτῆς, τοῦ διακρῖναι τὸν λαὸν | 25 | |
26 | αὐτοῦ καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ; Οἴμοι, ἀγαπητοί μου! Ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς, ὅταν παριστάμεθα γυμνοὶ καὶ τετραχηλισμένοι; Ποῦ τότε ἡ περπερότης; Ποῦ τότε ἡ ἀνδρεία τῆς σαρ‐ κός; Ποῦ δὲ καὶ τὸ ψευδὲς καὶ ἀνωφελές; Οἴμοι, οἴμοι! Πῶς μέλλομεν εἰσάγε‐ | |
5 | σθαι εἰς τὸ φρικτὸν βῆμα! Ποῦ τότε ἡ ἡδυφωνία τῶν ἀνθρώπων; Ποῦ τότε ἡ παρ‐ ρησία ἡ ἀναιδὴς 〈καὶ〉 ἀναίσχυντος; Ποῦ τότε ἡ ἡδονὴ τῆς ἁμαρτίας ἡ ἀκάθαρτος καὶ σιχαντὴ ἀληθῶς; Ποῦ τότε οἱ τὴν κόπρον τῶν ἀρρένων ἡδονὴν ἡγούμενοι; Ποῦ τότε οἱ μετὰ τυμπάνων καὶ μουσικῶν τὸν οἶνον πίνοντες; Ποῦ τότε ἡ καταφρο‐ νία τῶν ἐν ἀφοβίᾳ διαγόντων; Ποῦ τότε ἡ τρυφὴ καὶ ἡ σπατάλη; Πάντα παρῆλθε, | |
10 | καὶ ὡς χαῦνος ἀὴρ διεχύθησαν. Ποῦ τότε ἡ φιλαργυρία καὶ ἡ φιλοκτημοσύνη; Ποῦ τότε ἡ ἀπάνθρωπος ὑπερηφανία, ἡ πάντας βδελυσσομένη καὶ αὐτὴν μόνην λογιζομένη εἶναί τι; Ποῦ τότε ἡ κενὴ καὶ ματαία ἀνθρωπίνη προκοπὴ καὶ δόξα; Ποῦ τότε ἡ τυραννία; Ποῦ τότε βασιλεύς; Ποῦ ἄρχων; Ποῦ οἱ ἐπ’ ἐξουσιῶν· οἱ | |
γαυριῶντες ἐπὶ πλήθει πλούτου καὶ Θεοῦ καταφρονοῦντες; Ποῦ ἡγούμενοι; | 26 | |
27 | Τότε ἰδόντες, οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐσαλεύθησαν, τρόμος ἐπελά‐ βετο αὐτούς! Ἐκεῖ ὠδῖνες ὡς τικτούσης. Ἐν πνεύματι βιαίῳ συντριβήσονται τότε. Ποῦ τότε ἡ σοφία τῶν σοφῶν; Ποῦ τὰ μάταια αὐτῶν πανουργεύματα; Οὐαί! Ἐτα‐ ράχθησαν, ἐσαλεύθησαν, ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. Ποῦ | |
5 | τότε σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου τοῦ ματαίου; Ἀδελφέ μου, ἀναλόγισαι ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς διδόντας ἀπόλογον καθ’ ἕν, ὧν ἐπράξαμεν, εἴτε μικρῶν, εἴτε μεγάλων· ἕως γὰρ ἀργοῦ ῥήματος ἀπολογίαν δίδομεν τῷ δικαίῳ Κριτῇ. Ποταποὺς δεῖ εἶναι ἡμᾶς ἐν τῇ ὥρᾳ ἐκείνῃ ἐνώπιον αὐτοῦ; Ποία δὲ χαρὰ διαδέξεται ἡμᾶς ἀφοριζομένους ἐκ δεξιῶν τοῦ Βασι‐ | |
10 | λέως; Ποταποὺς δεῖ εἶναι ἡμᾶς, ὅταν ἀσπάζωνται ἡμᾶς πάντες οἱ δίκαιοι ἐκεῖ; Ἀ‐ σπάζεταί σε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· Μωυσῆς, Νῶε, Ἰὼβ καὶ Δαυΐδ· οἱ ἅγιοι Προφῆται καὶ οἱ Ἀπόστολοι· οἱ Μάρτυρες καὶ [γὰρ] πάντες οἱ Ἅγιοι οἱ Θεῷ εὐαρεστήσαντες ἐν τῇ ζωῇ τῆς σαρκὸς αὐτῶν· καὶ ὅσους ἀκούεις ἐντεῦθεν καὶ θαυμά‐ | |
ζεις αὐτῶν τὸν βίον, καὶ ἤθελες ἄρτι τοῦ θεάσασθαι αὐτούς. Καὶ αὐτοὶ ἔρχονται ἐκεῖ | 27 | |
28 | πρός σε, καὶ περιπτύσσονταί σε, καὶ ἀσπάζονται ἀγαλλιῶντες ἐπὶ τῇ σωτηρίᾳ σου. Ποταποὺς δεῖ εἶναι ἡμᾶς τότε; Ποταπὴν χαρὰν εἶναι ἐκείνην τὴν ἀνεκλάλητον [ἔχειν], ὅταν εἴπῃ ὁ Βασιλεὺς τοῖς ἐκ δεξιῶν ῥήματα ἱλαρότητος, λέγων· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν; | |
5 | Τότε, ἀδελφέ μου, λήψῃ τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, καὶ τοῦ λοιποῦ Χριστῷ συμβασιλεύσεις. Τότε κατα‐ κληρονομήσεις ἐκεῖνα τὰ ἀγαθά, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Τότε λοιπὸν ἀμέριμνος ἔσῃ, μηκέτι πτοούμενος μηδεμίαν πτόησιν. Ἀναλόγισαι, ἀδελφέ μου, οἷον ὑπάρχει τὸ βασιλεῦσαι ἐν οὐρανοῖς, καθὼς | |
10 | προείπομεν· δέξῃ γὰρ τὸ διάδημα ἐκ χειρὸς Κυρίου, καὶ βασιλεύσεις τοῦ λοιποῦ σὺν Χριστῷ. Ἀναλόγισαι, ἀδελφέ μου, οἷόν ἐστι βλέπειν αὐτοῦ τὸ πρόσωπον δια‐ παντός. Οἷόν ἐστιν αὐτὸν ἔχειν φωστῆρα· τότε γὰρ οὐκ ἔσται σοι ὁ ἥλιος φῶς ἡμέρας, καθὼς ὁ Ἠσαΐας φησίν, οὐδὲ ἡ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα, | |
ἀλλ’ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ Θεὸς δόξα σου. | 28 | |
29 | Ἰδού, ἀδελφέ, οἵα χαρὰ ἀπόκειται τοῖς φοβουμένοις αὐτὸν καὶ τοῖς φυλά‐ σουσι τὰς ἐντολὰς αὐτοῦ. Ἀναλόγισαι δὲ μετὰ ταῦτα καὶ τὴν ἁμαρτωλῶν ἀπώ‐ λειαν, ὅταν ἔσονται εἰς τὸ βῆμα τὸ φοβερόν· οἵα αἰσχύνη αὐτοὺς λήψεται ἐνώπιον τοῦ δικαίου Κριτοῦ, μὴ ἔχοντας λόγον ἀπολογίας· οἵα ἐντροπὴ λήψεται αὐτούς, | |
5 | ἀφοριζομένους ἐξ εὐωνύμων τοῦ Βασιλέως· οἷον σκότος ἐπιπέσει ἐπ’ αὐτοὺς ὅταν λαλήσῃ πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξῃ αὐτούς, λέ‐ γων· πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ Σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Οἴμοι, οἴμοι! Οἵαν θλῖψιν καὶ στενοχωρίαν ἕξει τὸ πνεῦμα αὐτῶν, ὅταν γέ‐ | |
10 | νηται κραυγὴ πάντων λεγόντων· ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην. Οἴ‐ μοι, οἴμοι! Οἷον ἀλαλάξουσι κοπτόμενοι καὶ θρηνοῦντες, ἀπαγόμενοι κολασθῆναι πικρῶς εἰς ἀτελευτήτους αἰῶνας! Οἴμοι, οἴμοι! Οἷος ὁ τόπος, ὅπου ὁ κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων, ὁ καλούμενος τάρταρος, ὃν καὶ αὐτὸς Σατανᾶς φρίσσει! | |
Οἴμοι, οἵα ἐστὶν ἡ γέεννα τοῦ πυρὸς τοῦ ἀσβέστου! Οἴμοι, οἷός ἐστιν ὁ ἀκοίμητος | 29 | |
30 | καὶ ἰοβόλος σκώληξ! Οἴμοι, οἷον δεινόν ἐστι τὸ σκότος ἐκεῖνο τὸ αἰώνιον! Οἴμοι, οἷοί εἰσιν οἱ Ἄγγελοι ἐπὶ τῶν κολάσεων ἄσπλαχνοι, ἀνελεήμονες! Ὀνειδίζουσι καὶ ἐπιπλήττουσι δεινῶς. Τότε 〈οἱ〉 κολαζόμενοι κεκράξονται ἐκτενῶς, καὶ οὐκ ἔστιν ὁ σῴζων· 〈κε‐ κράξονται〉 πρὸς Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν. Τότε γνώσονται ὅτι μά‐ | |
5 | ταια αὐτῶν ἀπέβη πάντα τὰ τοῦ βίου, καὶ ἃ ἐδόκησαν ἐνταῦθα ἐν ἡδονῇ εἶναι, χολῆς καὶ ἰοῦ πικρότερα εὑρέθησαν. Ποῦ τότε ἡ ψευδώνυμος ἡδονὴ τῆς ἁμαρτί‐ ας; Ἄλλη γὰρ ἡδονὴ οὐκ ἔστιν εἰμὴ τὸ φοβεῖσθαι τὸν Θεόν. Ἀληθῶς ἡδονή ἐστι τοῦτο. Ἀληθῶς τοῦτο [οὐκ ἔστι τοιοῦτον, ἀλλ’] ὡς ἐκ στέατος καὶ πιότητος ἐμπι‐ πλᾷ τὴν ψυχήν. Τότε καταγνώσουσιν αὑτῶν καὶ τῶν ἔργων, ὧν ἔπραξαν. Τότε | |
10 | ὁμολογήσουσιν ὅτι δικαία ἡ κρίσις τοῦ Θεοῦ· ἠκούομεν ταῦτα, καὶ οὐκ ἠθελήσα‐ μεν ἐπιστρέψαι ἀπὸ τῶν πονηρῶν ἡμῶν πράξεων. Καὶ τότε οὐδὲν ἀνοίσουσιν ταῦτα λέγοντες. Οἴμοι, οἴμοι τῷ ἐν ἁμαρτίαις ἀνηκέστοις συλληφθέντι! Ὑπὲρ ἀριθμὸν ψάμ‐ | |
μου θαλάσσης ἥμαρτον, καὶ κατακάμπτομαι ἐξ αὐτῶν, ὡσεὶ ἀπὸ πολλῶν δε‐ | 30 | |
31 | σμῶν σιδήρου. Οὐ γάρ ἐστί μοι παρρησία ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ. Πρὸς τίνα οὖν καταφύγω, εἰ μὴ πρὸς σέ, φιλάνθρωπε, εἰ μὴ πρὸς σέ, ἀμνησίκακε; Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ | |
5 | ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Πρὸς σὲ καταφεύγω διὰ τὴν πολλήν σου εὐσπλαγχνίαν. Σὲ παρώργισα, καὶ πρὸς σὲ καταφεύγω διὰ τὴν πολλήν σου ἀμνησικακίαν. Σὲ ἠθέ‐ τησα, καὶ πρὸς σὲ καταφεύγω διὰ τὴν πολλήν σου ἀγαθότητα καὶ φιλανθρωπίαν, | |
10 | καὶ δεόμενος βοῶ· ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πά‐ σας τὰς ἀνομίας μου ἐξάλειψον, διὰ τὸ ὄνομά σου καὶ μόνον· οὐδὲν γὰρ ἔχω, ὃ προσενέγκω σοι, οὐ πρᾶξιν ἀγαθήν, οὐ καρδίαν καθαράν, ἀλλὰ θαρρῶν εἰς τοὺς οἰκτιρμούς σου ἐπιρρίπτω ἐμαυτὸν εἰς αὐτούς, ὅπως κτίσῃς ἐν ἐμοὶ καρδίαν καθα‐ | |
ρὰν καὶ πνεύματι ἡγεμονικῷ στηρίξῃς με, ἵνα μὴ καταπίπτω πάλιν εὐκόλως εἰς | 31 | |
32 | ἁμαρτίαν, ἀλλ’ ἀπὸ τοῦ νῦν λατρεύσω σοι ἐν ὁσιότητι καὶ δικαιοσύνῃ πάσας τὰς ἡμέρας μου· ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ τὸ κράτος εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν. Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, ταῦτα προσδοκῶντες σπουδάσωμεν ἄσπιλοι καὶ ἄμωμοι εὑρεθῆναι ἐν εἰρήνῃ. Ὅταν ἐπέλθῃ σοι πονηρά τις ἐπιθυμία, ἔκσπα‐ | |
5 | σαι ταύτην τὴν μάχαιραν, τουτέστι ἀναλόγισαι τὸν φόβον τοῦ Θεοῦ, καὶ συγκό‐ πτεις πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ. Ἀντὶ δὲ σάλπιγγος ἔχε τὰς θείας Γραφάς· καθ’ ὃν γὰρ τρόπον ἡ σάλπιγξ βοῶσα ἐπισυνάγει τοὺς στρατιώτας, οὕτω καὶ αἱ θεῖαι Γραφαὶ βοῶσαι πρὸς ἡμᾶς, ἐπισυνάγουσιν ἡμῶν τοὺς λογισμοὺς εἰς τὸν φόβον τοῦ Θεοῦ· καὶ γάρ εἰσιν | |
10 | οἱ λογισμοὶ ἡμῶν δίκην στρατιωτῶν, καὶ γὰρ ἀντιπολεμοῦσι πρὸς τοὺς ἐχθροὺς τοῦ Βασιλέως. Καὶ πάλιν ὃν τρόπον ἡ σάλπιγξ βοῶσα ἐν καιρῷ πολέμου διεγεί‐ ρει τῶν γενναίων καὶ ἀγωνιστῶν καὶ προθύμων τὴν προθυμίαν κατὰ τῶν ἀντιδί‐ κων, οὕτω καὶ αἱ θεῖαι Γραφαὶ διεγείρουσί σου τὴν προθυμίαν εἰς τὸ ἀγαθόν, καὶ ἀνδρίζουσί σε κατὰ τῶν παθῶν. | |
15 | Διό, ἀδελφέ μου, ὅσον δύνασαι, ἀνάγκαζε σεαυτὸν πυκνότερον συντυγχάνειν | |
αὐταῖς, ὅπως ἐπισυνάξωσί σου τοὺς λογισμούς, οὓς διασκορπίζει ὁ Ἐχθρὸς τῇ αὑ‐ | 32 | |
33 | τοῦ μηχανίᾳ, ὑποβάλλων ἀκαίρους ἐνθυμήσεις, ἢ καὶ θλίψεις πολλάκις εἰσφέρων, ἢ εὐημερίας καὶ εὐρυχωρίαν πολλὴν παρέχων. Ταῦτα γὰρ κατεργάζεται τῇ ἑαυτοῦ πανουργίᾳ καὶ δολιότητι, ὅπως ἀπαλλοτριώσῃ ἐκ τοῦ Θεοῦ τὸν ἄνθρωπον. Ὅταν γὰρ πολλάκις μὴ δυνηθῇ τινα διὰ τῶν ἐνθυμήσεων ἐπιρρεῖν καὶ καταβαλεῖν, τότε | |
5 | λοιπὸν ἐπιφέρει αὐτῷ τὰς θλίψεις, ὅπως σκοτώσῃ τὴν διάνοιαν καὶ εὕρῃ λοιπὸν σπεῖραι ἃ βούλεται. Καὶ ἄρχεται ὑποβάλλειν τῷ ἀνθρώπῳ τότε ἐνθυμεῖσθαι καὶ λέγειν τοιαῦτα μετὰ ὅρκων, ὅτι ἀφ’ οὗ ἐργάζομαι τὸ ἀγαθόν, κακὰς ἡμέρας εἶδον· ποιήσω οὖν τὰ κακὰ πάλιν, ἵνα ἔλθῃ τὰ ἀγαθά. Τότε οὖν ἂν εὑρεθῇ τις μὴ νήφων, καταπίνει αὐτὸν ὥσπερ ᾅδης ζῶντα. Εἰ δὲ ἐν τούτοις μὴ δυνηθῇ αὐτὸν ἐπιρρεῖν, | |
10 | τότε ἐπιφέρει αὐτῷ τὴν εὐρυχωρίαν, καὶ ὑψοῖ αὐτόν, καὶ ἀπάτην πολλὴν παρέχει αὐτῷ, τὴν δεινοτέραν καὶ χείρονα πάντων τῶν κακῶν. Αὕτη ἐστὶν ἡ ὑπερήφανον καὶ ἄφοβον ἀπεργαζομένη τὸν ἄνθρωπον. Αὕτη εἰς οὐρανὸν ποιεῖ θεῖναι τὸ στόμα ἐν βλασφημίαις. Γέγραπται γάρ· καὶ ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν. Αὕτη | |
ποιεῖ τὸν ἄνθρωπον μὴ γινώσκειν τὴν ἀσθένειαν τῆς ἰδίας φύσεως, μηδὲ μιμνῄ‐ | 33 | |
34 | σκεσθαι τῆς ἡμέρας τοῦ θανάτου. Αὕτη ἐστὶν ἡ ὁδὸς πάντων τῶν κακῶν. Ταύτην οὖν ὁ ἀγαπῶν βαδίζει εἰς τὰ ταμιεῖα τοῦ θανάτου· αὕτη γάρ ἐστιν ἡ ὁδός, ἣν ὁ Κύριος εἶπε· πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν. Ἰδοὺ οὖν ἠκούσατε, ἀδελφοί μου, διὰ τί ἐπιφέρει, ὁτὲ μὲν εὐρυχωρίαν, καὶ | |
5 | ὁτὲ θλίψεις. Πρὸς ὃ γὰρ δοκιμάζει τὴν διάθεσιν τοῦ ἀνθρώπου ἐγκειμένην, πρὸς αὐτὸ καὶ αὐτὸς στρατεύεται· οἶδε γὰρ καὶ διὰ δικαιωμάτων παρατάσσεσθαι. Διό, ἀδελφοί μου, νήψωμεν ἀσφαλῶς, καὶ σπουδάζετε ἀεὶ τῇ ἀναγνώσει προσκολ‐ λᾶσθαι, ἵνα σε διδάξωσι πῶς δεῖ ἐκφεύγειν τὰς παγίδας τοῦ Ἐχθροῦ, καὶ κατα‐ λαβεῖν τὴν αἰώνιον ζωήν· στέλλει γὰρ νοῦν πλανώμενον ἡ ἀνάγνωσις τῶν θείων | |
10 | Γραφῶν, καὶ παρέχει γνῶσιν εἰς Θεόν. Γέγραπται 〈γάρ〉· σχολάσατε, καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός. Ἄκουε, ἀδελφέ, ὅτι γνῶσιν Θεοῦ λαμβάνει ὁ σχολάζων ἐν τῷ γράμματι ἐν ἀληθινῇ καρδίᾳ. Διό, ἀδελφέ μου, μὴ ἀμελήσῃς τῆς ψυχῆς σου, ἀλλὰ σχό‐ | |
λαζε τῇ ἀναγνώσει καὶ ταῖς ἁγίαις εὐχαῖς, ὅπως φωτισθῇ σου ἡ διάνοια, ὅπως | 34 | |
35 | γένῃ τέλειος καὶ ὁλόκληρος ἐν μηδενὶ λειπόμενος. Ἄλλοι καυχῶνται ἐπὶ συνομι‐ λίᾳ μεγιστάνων, ἀρχόντων καὶ βασιλέων· σὺ δὲ καυχᾶσαι ἔμπροσθεν Βασιλέως οὐχὶ τοῦ ἐπὶ γῆς, ἀλλὰ τοῦ ἐπουρανίου, καὶ τῶν ἁγίων Ἀγγέλων, συνομιλῶν τῷ Ἁγίῳ Πνεύματι διὰ τῶν θείων Γραφῶν· τὸ γὰρ Πνεῦμα τὸ Ἅγιόν ἐστι τὸ | |
5 | λαλοῦν δι’ αὐτῶν. Σπούδαζε οὖν συντυγχάνειν ταῖς θείαις Γραφαῖς, καὶ προσ‐ καρτέρει ταῖς ἁγίαις εὐχαῖς. Ὁσάκις γὰρ ἐντυγχάνεις τῷ Θεῷ δι’ αὐτῶν, τοσά‐ κις ἁγιάζεταί σου ἡ ψυχὴ καὶ τὸ πνεῦμα. Τοῦτο οὖν προγινώσκων, ἀδελφέ μου, ὅτι καθάπαξ ἑκατέρα σε ἄσκησις ἁγιάζει, σπούδασον πυκνοτέρως σχολάζειν αὐταῖς. Κἂν μὴ σχολάζωσί σου αἱ χεῖρες, εὔχου πάλιν τῇ διανοίᾳ· καὶ γὰρ ἡ μα‐ | |
10 | καρία Ἄννα, ἡ μήτηρ τοῦ προφήτου Σαμουήλ, ηὔχετο καὶ τὰ χείλη αὐτῆς οὐκ ἐκινοῦντο· ἡ δὲ προσευχὴ αὐτῆς εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσῆλθε· καὶ γὰρ αὐτῇ ἐδόθη ἡ αἴτησις αὐτῆς. Διό, ἀδελφέ μου, κἂν μὴ σχολάζωσί σου αἱ χεῖρες, ἀλλὰ τῇ διανοίᾳ εὔχου· καὶ γὰρ σιωπώντων ὁ Θεὸς ἀκούει. Ἐὰν δὲ οὐκ ἐπίστα‐ | |
σαι τὸ ἀναγινώσκειν, προσκολλήθητι ὅπου ἐστὶν ἀκοῦσαι καὶ ὠφεληθῆναι. Γέ‐ | 35 | |
36 | γραπται γάρ· ἐὰν ἴδῃς ἄνδρα συνετόν, ὄρθριζε πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου. Τοῦτο γὰρ συμβάλλεται, ἀδελφέ μου, οὐ μόνον τοῖς μὴ ἐπισταμένοις τὸ ἀναγνῶναι, ἀλλὰ 〈καὶ〉 τοῖς ἐπισταμένοις· πολλοὶ γάρ εἰσιν ἀναγινώσκοντες, καὶ οὐκ ἐπιγινώσκουσιν ἃ ἀναγινώσκουσι. | |
5 | Βλέπε οὖν, μοναχέ, μὴ ἀμελήσῃς τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι τῇ δωρεᾷ τοῦ Χριστοῦ, ἀλλὰ φρόντισον καὶ ἐκζήτησον ὑπὲρ τὸ χρυσίον καὶ τοπάζιον τὸ πῶς εὐαρεστῆσαι Θεῷ, ἵνα τύχῃς τοῦ μακαρισμοῦ τῶν Ἁγίων. Γέγραπται γάρ· μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Βλέπε μή σε περικόψῃ ὁ Ἐχθρός, ὅταν βούλῃ ἀναγνῶναι, ἐπιφέρων σοι | |
10 | τὴν ἀκηδίαν, καὶ βάλλων σε εἰς περισπασμούς, καὶ λέγων σοι· ποίησον πρῶτον τόδε πρᾶγμα, ὅσον ὀλίγον ἐστί, καὶ οὕτως ἀμερίμνως ἀναγινώσκεις· καὶ ὁτὲ μὲν ὑποβάλλει προθυμίαν εἰς τὸ ἐργόχειρον· ταῦτα γὰρ πάντα ἐπάγει, ἵνα σε ἀπα‐ σχολήσῃ καὶ ἐμποδίσῃ σε τοῦ ἀναγνῶναι καὶ ὠφεληθῆναι. Ὅταν γὰρ ἴδῃ ἀδελ‐ | |
φὸν ἐπιπόνως ἀναγινώσκοντα καὶ ὠφελούμενον, ταύταις ταῖς ἀφορμαῖς καὶ | 36 | |
37 | ἄλλαις πολλαῖς παρατάσσεται αὐτῷ, μόνον τὸ ἐμποδίζειν αὐτὸν ζητῶν. Σὺ οὖν μὴ πεισθῇς αὐτῷ, ἀλλ’ ἔσο ὡσεὶ ἔλαφος διψῶν 〈καὶ〉 ἐπιποθῶν ἐλθεῖν ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, τουτέστιν ἐπὶ τὰς θείας Γραφάς, ὅπως πίῃς ἐξ αὐτῶν καὶ κα‐ ταψύξωσί σου τὴν γλῶτταν διψῶσαν, τὴν φλέγουσάν σε διὰ τῶν παθῶν. Σύμπινε | |
5 | δὲ τὴν ἐξ αὐτῶν γινομένην ὠφέλειαν. Οἷόν τι λέγω· ἵνα, ὅταν ὁ Κύριος δωρῆταί σοι τοῦ ἐπιγνῶναι ἐξ αὐτῶν λόγον καὶ ὠφελήσῃ σε, ἵνα μή σε παρέλθῃ, ἀλλ’ ἵνα μελετήσῃς αὐτὸν ἐν τῇ διανοίᾳ σου, καὶ ἐγγράψῃς αὐτὸν ἐν τῇ καρδίᾳ σου. Γέ‐ γραπται γάρ· ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ επιλήσομαι τῶν λόγων σου. Καὶ πάλιν λέγει· ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω | |
10 | σοι. Καὶ πάλιν λέγει· ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Ἐν τῷ φυ‐ λάξασθαι τοὺς λόγους σου. Βλέπεις, ἀδελφέ, ὅτι ἐν τῷ μνημονεύειν τῶν λόγων αὐτοῦ κατορθοῖ ἄν‐ θρωπος τὴν ὁδὸν αὐτοῦ; Τίς γάρ ἐστιν ὁ μνημονεύων τῶν λόγων αὐτοῦ, καὶ μὴ κατορθῶν τὴν ὁδὸν αὐτοῦ, εἰ μὴ ἄρα ἐστὶν ἐκεῖνος ἀδόκιμος καὶ ταλαίπωρος; Ὁ | |
15 | τοιοῦτος δὲ οὐδὲν ὅλως μνημονεύει, ἀλλὰ 〈καὶ〉 ἃ δοκεῖ μνημονεύειν ἐπελάθετο· | 37 |
38 | τῷ γὰρ τοιούτῳ ἀνθρώπῳ λέγει ὁ Θεός· ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Κελεύει οὖν ἀρθῆναι ἀπ’ αὐτοῦ καὶ ὃ δοκεῖ ἔχειν ὁ τοιοῦτος· δοκεῖ γὰρ ἔχειν πίστιν, καὶ γὰρ Χριστιανὸν ἑαυτὸν ἀποκαλεῖ, τοῖς δὲ ἔργοις ἀρνεῖται, καὶ ἔστιν ἀπίστου χείρων. Διὸ κελεύει ἀρθῆναι | |
5 | ἀπ’ αὐτοῦ τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ ἔλαβεν ἐν ἡμέρᾳ ἀπολυτρώσεως, καὶ ὃ δοκεῖ ἔχειν. Καὶ γίνεται ὁ ἄνθρωπος ὁ τοιοῦτος ὥσπερ κεράμιον ῥαγάδα πεποιηκός, καὶ δι’ αὐτῆς ἀπολωλεκὸς τὸν οἶνον· καὶ ὃ δοκεῖ ἔχειν ἤρθη ἀπ’ αὐτοῦ· καὶ πάν‐ τες μὲν οἱ ὁρῶντες αὐτό, καὶ μὴ εἰδότες τὸ γεγονός, δοκοῦσιν αὐτὸ μεστὸν εἶναι· ὅταν δὲ ἐρευνηθῇ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, τότε φανερὸν γίνεται πᾶσιν ὅτι κενὸν ἦν | |
10 | κείμενον. Οὗτοι γάρ εἰσιν οἱ ἐροῦντες τῷ Βασιλεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσα‐ μεν; Καὶ ἀποκριθεὶς ὁ Βασιλεὺς ἐρεῖ αὐτοῖς· 〈ἀμὴν〉 λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. | |
Βλέπεις, ἀδελφέ, ὅτι οὐδὲν ὅλως ἔχει ὁ τοιοῦτος; Σὺ οὖν μνημόνευε τῶν | 38 | |
39 | λόγων ὧν ἀκούεις, καὶ κατόρθωσον τὴν ὁδόν σου. Βλέπε μὴ ἐάσῃς τὴν λήθην κα‐ τελθεῖν καὶ ἁρπάσαι αὐτοὺς ἐκ τῆς καρδίας σου. Βλέπε μὴ ἐάσῃς τὰ πετεινὰ κα‐ τελθεῖν καὶ καταφαγεῖν τὸ σπέρμα τοῦ Υἱοῦ τοῦ Θεοῦ. Αὐτὸς γὰρ εἶπεν ὅτι τὸ σπέρμα ἐστὶν ὁ λόγος, ὃν ἠκούσατε. Κρύψον οὖν τὸ σπέρμα εἰς τὰς λαγόνας τῆς | |
5 | γῆς, ὅπως καρποφορήσῃς· τουτέστι κρύψον τὸν λόγον ἐν μέσῳ τῆς καρδίας σου, ὅπως καρποφορήσῃς τῷ Κυρίῳ. Ὅταν δὲ ἀναγινώσκῃς, ἐπιμελῶς καὶ ἐπιπόνως ἀναγίνωσκε, ἐν πολλῇ καταστάσει ἀνακρινόμενος τὸν στίχον, εἴτε δεύτερον, εἴτε τρίτον· καὶ μὴ σπούδαζε τὰ φύλλα τοῦ βιβλίου μόνον διέρχεσθαι, ἀλλ’ οὗ ἂν χρεία, καὶ δεύτερον καὶ τρίτον ἢ καὶ πλεῖστον διέρχεσθαι τὸν στίχον, ὅπως | |
10 | νοήσῃς τὴν δύναμιν τοῦ στίχου. Ὅταν δὲ μέλλῃς καθεσθῆναι καὶ ἀναγινώσκειν, ἢ δὲ καὶ πάλιν ἄλλου ἀκοῦσαι ἀναγινώσκοντος, δεήθητι τοῦ Κυρίου πρῶτον λέ‐ γων· Κύριε Ἰησοῦ Χριστέ, ἄνοιξον τὰ ὦτα καὶ τοὺς ὀφθαλμούς μου, τουτέστι τῆς καρδίας μου, τοῦ ἀκοῦσαί με καὶ συνιέναι 〈καὶ〉 ποιῆσαι τὸ θέλημά σου, Κύριε, ὅτι πάροικός εἰμι ἐγὼ ἐν τῇ γῇ. Μὴ ἀποκρύψῃς ἀπ’ ἐμοῦ τὰς ἐντολάς σου, ἀλλὰ | |
15 | ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐν τῷ νόμῳ σου. | 39 |
40 | Δήλωσόν μου τὰ ἄδηλα καὶ τὰ κρυφὰ τῆς καρδίας μου καὶ τῆς σῆς σοφίας. Ἐπὶ σὲ γὰρ ἐλπίζω, ὁ Θεός μου, ἵνα σύ μου φωτίσῃς τὴν διάνοιαν. Ναί, ἀδελφέ μου, παρακαλῶ, οὕτω πάντοτε εὔχου τῷ Θεῷ, ὅπως φωτίσῃ σου τὸν νοῦν καὶ δηλώσῃ σοι τὴν διάνοιαν αὐτῶν· πολλοὶ γὰρ ἐπλανήθησαν, θαρ‐ | |
5 | ροῦντες τῇ συνέσει ἑαυτῶν, καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, μὴ νοοῦντες τὰ γεγραμμένα, καὶ περιέπεσαν εἰς βλασφημίας, καὶ ἀπώλοντο. Ἐὰν οὖν ἐν τῷ ἀναγινώσκειν σε εὕρῃς λόγον δυσνόητον, βλέπε μή σε διδάσκῃ ὁ Πονηρὸς λέ‐ γων· πῶς ἐστιν ὁ λόγος οὗτος, ἢ πῶς δύναται εἶναι; Ἀλλ’ εἰ πιστεύεις τῷ Θεῷ, πίστευε τοῖς λόγοις αὐτοῦ. Καὶ λέγε πρὸς τὸν Πονηρόν· πορεύου εἰς τὰ ὀπίσω | |
10 | μου, Σατανᾶ. Ἐγὼ γὰρ οἶδα ὅτι τὰ λόγια τοῦ Θεοῦ, λόγια ἁγνά εἰσιν, ὥσπερ γὰρ ἀργύριον πεπυρωμένον, δόκιμον, καθαρὸν ἑπταπλασίως, καὶ οὐδὲν ἐν αὐτῷ σκολιὸν οὐδὲ στραγγαλιῶδες, ἀλλὰ ἀγαθὰ τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρί‐ | |
σκουσι γνῶσιν. Ἐγὼ δὲ ἀσύνετός εἰμι καὶ οὐ γινώσκω. Οἶδα οὖν ὅτι πνευμα‐ | 40 | |
41 | τικῶς γεγραμμένα εἰσί· λέγει γὰρ ὁ Ἀπόστολος ὅτι ὁ νόμος πνευματικός ἐστι. Καὶ ἀνάβλεψον εἰς τὸν οὐρανόν, καὶ εἰπέ· Κύριε, πιστεύω τοῖς λόγοις σου, οὐκ ἀντιπίπτω, ἀλλὰ θαρρῶ τοῖς λόγοις τοῦ Ἁγίου Πνεύματος. Σὺ οὖν, Κύριέ μου, Κύριε, σῶσόν με, ὅπως εὕρω χάριν ἐνώπιόν σου· ἐγὼ γὰρ οὐ ζητῶ, εἰ μὴ μόνον | |
5 | τὸ σωθῆναι, ὅπως τύχω τοῦ ἐλέους σου, εὔσπλαγχνε· ὅτι σοῦ ἐστιν ἡ βασιλεία | |
καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 41 |