TLG 4138 112 :: EPHRAEM SYRUS :: Ad animam neglegentem

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Ad animam neglegentem

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 5. Thessalonica: Το περιβόλι της Παναγίας, 1994: 427–431.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 459–461b.

Citation: Page — (line)

427

(t)

Πρὸς ψυχὴν ῥᾳθυμοῦσαν
1 Ψυχή, μὴ κατάπιπτε, μηδὲ θλίβου· μὴ προσλογίζου σεαυτὴν ἐν πλήθει ἁμαρτίας· μὴ ἐπισπῶ τὸ πῦρ πρὸς σεαυτήν· μὴ λέγε ὅτι ἀπέρριψέ με ὁ Κύριος ἀπὸ προσώπου αὐτοῦ, οὐ γὰρ μὴ ἀρέσει τῷ Θεῷ ὁ λόγος οὗτος, καθότι αὐτὸς βοᾷ πρὸς σὲ λέγων· λαός μου, τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρηνώχλησα;
5Μὴ ὁ πεσὼν οὐκ ἀνίσταται; Ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ἀκούεις, ψυχή, τὴν τοῦ Κυρίου ἀγαθότητα; Μὴ γὰρ ὑπὸ χεῖρα ἄρχοντος ἢ στρατηγοῦ ἐπράθης ὡς κατάδικος; Μὴ θλίβου, ὅτι ἐσπάνισάς σου τὸν πλοῦτον· μὴ αἰσχύνῃ ἐπιστρέψαι, ἀλλὰ μᾶλλον εἰπέ, ὅτι ἀναστὰς πορεύσομαι πρὸς τὸν
πατέρα μου.427

428

Ἀνάστα, ἐλθέ. Ὑποδέχεταί σε· οὐκ ὀνειδίζει σε· μᾶλλον καὶ χαίρεται ἐπὶ τῇ ἐπιστροφῇ σου. Ἐκδέχεταί σε· σὺ μόνον μὴ αἰσχυνθῇς καθὼς ὁ Ἀδάμ, μηδὲ κρυβῇς ἀπὸ προσώπου Θεοῦ. Διὰ σὲ ὁ Χριστὸς ἐσταυρώθη, καὶ ἀπορρίψαι σε ἔχει; Μὴ γένοιτο! Οἶδε γὰρ τὸν θλίβοντα ἡμᾶς, καὶ οὐδεὶς βοηθῶν, εἰ μὴ
5αὐτὸς μόνος. Ὁ Χριστὸς οἶδεν ὅτι ἄνθρωπος ταλαίπωρός ἐστι. Μὴ οὖν ὀλιγω‐ ρήσωμεν, ὡς τὸ πῦρ προσκείμενοι. Οὐ χρείαν ἔχει ὁ Χριστὸς βαλεῖν εἰς τὸ πῦρ· οὐ ποιεῖ αὐτῷ κέρδος ἀποστείλας ἡμᾶς εἰς τὴν κόλασιν. Θέλεις δὲ μαθεῖν τὰ τῆς κολάσεως πράγματα; Τοῦ γὰρ ἁμαρτωλοῦ διω‐ κομένου ἀπὸ προσώπου Θεοῦ, τὴν κραυγὴν τοῦ κλαυθμοῦ αὐτοῦ οὐ μὴ ὑπο‐
10στῶσι τὰ θεμέλια τῆς οἰκουμένης· γέγραπται γάρ· ἡ ἡμέρα ἐκείνη, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης, ἡμέρα σάλπιγγος καὶ κραυγῆς. Καὶ γάρ, ἐὰν ἄνθρωπος κατάδικος λάβῃ ἐξορίαν ὑπὸ ἄρχοντος, ἔτη δύο ἢ πέντε ἢ δέκα, ποῖον πένθος καὶ αἰσχύνην καὶ κλαυθμὸν δοκεῖς ἔχειν τὸν ἄνθρωπον
ἐκεῖνον; Ἀλλὰ ἐκεῖνος μὲν ἔχει παράκλησιν, τὸ τέλος τοῦ χρόνου ἐκδεχόμενος.428

429

Θέλομεν οὖν καὶ τῶν ἁμαρτωλῶν τὸν χρόνον μαθεῖν· πῶς μέλλουσι τὴν ἐξορίαν προσκεῖσθαι, εἴκοσιν ἔτη ἢ νʹ ἢ ρʹ ἢ ςʹ; Πῶς δὲ ἔχομεν ἀριθμῆσαι τὸν χρόνον, ἐνιαυτῶν τε μηκέτι προσκειμένων εἰς ἀριθμὸν ἡμερῶν; Οὐαί, οὐαί! Ἀ‐ προσδόκητος ὁ χρόνος οὗτος· καὶ γὰρ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς
5ἀπειλῆς. Ἀκούεις τὴν τῶν ἁμαρτωλῶν στενοχωρίαν; Μὴ οὖν σεαυτὸν καταισχύνῃς πρὸς τὴν ἀνάγκην ἐκείνην· οὐ γὰρ μὴ ὑποστῇς πρὸς τὴν ἀπειλήν. Πλῆθος ἔχεις ἁμαρτιῶν; Μὴ οὖν κατευλαβηθῇς τοῦ βοᾶν πρὸς Θεόν. Πρόσελθε, μὴ αἰσχυνθῇς. Τὸ στάδιον ἐγγύς. Ἀναστὰς ἀποτίναξον τὴν ὕλην τοῦ κόσμου. Μίμησαι τὸν
10ἄσωτον υἱόν, ὅτι σπανίσας πάντα ἦλθεν ἀναιδῶς πρὸς τὸν πατέρα· ὁ δὲ πατὴρ τὴν τούτου αἰχμαλωσίαν μᾶλλον ἐζήτησεν ἢ τὸν ἐξ ἀρχῆς ἐσπανισμένον πλοῦτον. Οὕτως ὁ ἀναιδῶς προσελθών, εὐγενῶς εἰσῆλθε· γυμνὸς παραγενόμενος, ἐστο‐ λισμένος ἀπεδείχθη· μίσθιον ἑαυτὸν ἀποδείξας, εἰς τὴν δεσποτικὴν τάξιν ἀπεκα‐
τεστάθη. Πρὸς ἡμᾶς ὁ λόγος. Ἀκούεις τὴν τοῦ υἱοῦ ἀναίδειαν πόσα κατώρθωσε;429

430

Κατανοεῖς δὲ καὶ τὴν τοῦ πατρὸς ἀγαθότητα; Καὶ σὺ οὖν, ψυχή, μὴ ἐντραπῇς. Κροῦσον! Ἀνάγκην προσδοκᾷς; Ἐπί‐ μεινον τῇ θύρᾳ, καὶ λαμβάνεις ὅσων ἂν χρῄζεις, κατὰ τὴν θείαν Γραφὴν τὴν λέγουσαν· διά γε τὴν ἀναίδειαν αὐτοῦ, ἀναστὰς δώσει αὐτῷ ὅσων χρῄζει. Οὐκ
5ἀπορρίπτει σε, οὐκ ὀνειδίζει σε διὰ τὸν ἐξ ἀρχῆς πλοῦτον ἐσπανισμένον, ἄνθρωπε. Οὐκ ἐκλείπει γὰρ παρ’ αὐτῷ χρήματα· πᾶσιν ἐπιχορηγεῖ προθύμως κατὰ τὴν ἀποστολικὴν φωνήν, αἰτεῖσθε παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος. Εἰς λιμένα καθέζῃ; Ἀποβλέπου τὰ κύματα, ἵνα μὴ ἐξαίφνης τῆς ζάλης ἐπελθούσης ἁρπαγῇς εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ τότε μετὰ στεναγμοῦ
10ἄρξῃ λέγειν· ἦλθον εἰς 〈τὰ〉 βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου. Καὶ γὰρ ἀληθῶς ἄβυσσος θα‐ λάσσης ὁ ᾅδης, κατὰ τὴν δεσποτικὴν φωνὴν τὴν λέγουσαν, ὅτι χάος μέγα ἐστὶν ἀναμέσον δικαίων καὶ ἁμαρτωλῶν. Μὴ οὖν σεαυτὸν κατακρίνῃς εἰς τὸ χάος ἐκεῖνο. Μίμησαι τὸν ἄσωτον υἱόν·
15κατάλειψον τὴν πόλιν τὴν λιμοκτόνον· ἀπόστα ἐκ τῆς τῶν χοίρων ταλαιπω‐430

431

ρίας· παῦσαι ἀπὸ τῆς βρώσεως τῶν κερατίων, ἀλλ’ οὐδὲ λάμβανε. Ἐλθὲ οὖν σὺ παρακαλούμενος, φάγε ἀδιαλείπτως τὸ μάννα, τὴν τῶν Ἀγ‐ γέλων βρῶσιν. Ἐλθέ, ἵνα θεωρήσῃς τὴν δόξαν τοῦ Θεοῦ, καὶ φωτισθῇ σου τὸ πρόσωπον. Ἐλθέ, κατασκήνωσον ἐν παραδείσῳ τρυφῆς. Κατάλειψον ὀλίγα
5ἔτη, κτῆσαι χρόνον αἰώνιον. Μή σε θορυβήσῃ τὸ διάστημα τοῦ χρόνου τοῦ βίου τούτου. Ὀξὺ καὶ σύντομόν ἐστιν. Ἀπὸ τοῦ Ἀδὰμ ἕως νῦν τοσοῦτος χρόνος, ὡς σκιὰ παρῆλθε. Γενοῦ ἕτοιμος τὰ πρὸς τὴν ὁδόν. Μὴ σεαυτὸν καταφορτώσῃς. Ὁ χειμὼν ἐγγύς· κατάλαβε τὴν σκέπην, ἣν καὶ ἡμεῖς διώκομεν χάριτι Χριστοῦ.
Ἀμήν.431