TLG 4138 111 :: EPHRAEM SYRUS :: De oratione

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De oratione

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 5. Thessalonica: Το περιβόλι της Παναγίας, 1994: 418–426.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 455–458.

Citation: Page — (line)

418

(t)

Περὶ προσευχῆς
1 Μέγα γὰρ ὅπλον εὐχή. Θησαυρὸς ἀνελλιπής, πλοῦτος μηδέποτε δαπα‐ νώμενος, λιμὴν ἀκύμαντος, γαλήνης ὑπόθεσις καὶ μυρίων ἀγαθῶν ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἡ εὐχή, καὶ αὐτῆς τῆς βασιλείας δυνατωτέρα. Πολλάκις οὖν αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου πυρέττοντος, καὶ ἐπὶ
5κλίνης κειμένου καὶ φλεγομένου, παρεστήκασιν [οἱ] ἰατροί, δορυφόροι, θεράπον‐ τες, στρατηγοί, καὶ οὔτε ἰατρῶν τέχνια, οὔτε παρουσία φίλων, οὐκ οἰκετῶν διακονία, οὐ φαρμάκων δαψίλεια, οὐ πολυτέλεια παρασκευῆς, οὐ χρημάτων περιουσία, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων ἰσχύει παραμυθήσασθαι τὴν ἐπικει‐
μένην ἀρρωστίαν. Ἂν δέ τις παρρησίαν ἔχων πρὸς τὸν Θεὸν ἔλθῃ, καὶ τοῦ σώ‐418

419

ματος ἅψηται μόνον, καὶ καθαρὰν ὑπὲρ αὐτοῦ ποιήσῃ τὴν εὐχήν, ἅπασαν τὴν ἀρρωστίαν τοῦ σώματος ἐφυγάδευσε· καὶ ὅπερ οὐκ ἴσχυσεν ὁ πλοῦτος, καὶ τὸ τῶν διακονουμένων πλῆθος, καὶ ἡ τῆς ἐμπειρίας ἐπιστήμη, καὶ ὁ τῆς βασιλείας ὄγκος, τοῦτο ἴσχυσεν ἑνὸς πένητος πολλάκις καὶ πτωχεύοντος εὐχή· εὐχὴν δὲ
5λέγω, οὐ τὴν ψιλὴν ταύτην καὶ ῥᾳθυμίας γέμουσαν, ἀλλὰ τὴν μετ’ ἐκτενείας γινομένην, μετὰ ὀδυνωμένης ψυχῆς, μετὰ συντεταμένης διανοίας· αὕτη γάρ ἐστιν ἡ πρὸς τὸν οὐρανὸν ἀναβαίνουσα. Καὶ καθάπερ ὕδατα, ἕως μὲν ἂν ἐπ’ ἰσοπέδου φέρηται χωρίου, καὶ πολλῆς ἀπολαύῃ τῆς εὐρυχωρίας, οὐκ ἀνίσταται πρὸς ὕψος· ἐπειδὰν δὲ αὐτὰ χεῖρες ὀχετηγῶν κάτωθεν περιφράξαντες θλίψωσι,
10στενοχωρούμενα βέλους παντὸς ὀξύτερον πρὸς τὸ ὕψος ἐξακοντίζεται. Οὕτω δὴ καὶ ἡ ἀνθρωπίνη διάνοια, ἕως μὲν ἂν ἀδείας ἀπολαύῃ πολλῆς, διαχεῖται καὶ διαρρεῖ· ἐπειδὰν δὲ πραγμάτων περίστασις κάτωθεν αὐτὴν στενοχωρήσῃ, ἀπο‐ θλιβομένη καλῶς, καθαρὰς καὶ εὐτόνους πρὸς τὸ ὕψος ἐκπέμπει τὰς εὐχάς. Καὶ ἵνα μάθῃς ὅτι μάλιστα ἐκεῖναι ἐπακούεσθαι δύναιτ’ ἂν αἱ εὐχαί, αἱ μετὰ θλίψεως
15γινόμεναι, ἄκουσον τί φησιν ὁ Προφήτης· πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέ‐419

420

κραξα, καὶ εἰσήκουσέ μου Διαθερμάνωμεν τοίνυν τὸ συνειδός. Θλίψωμεν τὴν ψυχὴν τῇ μνήμῃ τῶν ἁμαρτημάτων. Θλίψωμεν, οὐχ ἵνα στενοχωρήσωμεν, ἀλλ’ ἵνα ἀκουσθῆναι πα‐ ρασκευάσωμεν, ἵνα νήφειν ποιήσωμεν καὶ ἐγρηγορέναι καὶ αὐτῶν ἅπτεσθαι τῶν
5οὐρανίων. Οὐδὲν οὕτω φυγαδεύει ῥᾳθυμίαν καὶ ὀλιγωρίαν, ὡς ὀδύνη καὶ θλῖψις πανταχόθεν συνάγουσα τὴν διάνοιαν, καὶ πρὸς ἑαυτὴν ἐπιστρέφουσα. Ὁ θλιβό‐ μενος οὕτως καὶ [ὁ] εὐχόμενος πολλὴν μετὰ τὴν εὐχὴν εἰς τὴν ψυχὴν τὴν ἑαυ‐ τοῦ τὴν ἡδονὴν εἰσοικίσαι δυνήσεται. Καὶ καθάπερ νεφῶν συνδρομή, παρὰ μὲν τὴν ἀρχὴν ζοφερὸν ποιεῖ τὸν ἀέρα, ἐπειδὰν 〈δ’〉 ἐπαλλήλους ἀφῇ τὰς νιφάδας,
10ἀποθεμένη τὸν ὑετόν, ἅπαντα γαληνὸν καὶ φαιδρὸν ἐργάζεται τὸν ἀέρα· οὕτω δὴ καὶ ἀθυμία· ἕως μὲν ἂν ἔνδον συστρέφηται, σκοτοῖ τὸν ἡμέτερον λογισμόν· ἐπειδὰν δὲ διὰ τῶν τῆς εὐχῆς ῥημάτων μετ’ ἐκείνων δακρύων κενωθῇ καὶ εἰς τὸ ἔξω διαπνευσθῇ, πολλὴν ἐντίθησι τὴν φαιδρότητα τῆς ἀντιλήψεως τοῦ Θεοῦ, καθάπερ ἀκτῖνός τινος εἰς τὴν διάνοιαν ἀφεθείσης τοῦ εὐχομένου.
15Ἀλλὰ τίς ὁ ψυχρὸς τῶν πολλῶν λόγος; Ἀπαρρησίαστός εἰμι, φησίν, αἰ‐420

421

σχύνης γέμων· οὐδὲ ἀνοῖξαι τὸ στόμα δύναμαι. Σατανικὴ αὕτη εὐλάβεια· ῥᾳθυ‐ μίας ταῦτα προκαλύμματα· ἀποκλεῖσαι γὰρ τὰς θύρας τῆς πρὸς Θεὸν προσόδου βούλεται ὁ Διάβολος. Ἀπαρρησίαστος εἶ; Μεγάλη παρρησία τοῦτο, τὸ σαυτὸν νομίζειν ἀπαρρησίαστον εἶναι, ὥσπερ οὖν ἐσχάτη αἰσχύνη καὶ κατάκρισις τὸ νο‐
5μίζειν παρρησίαν ἔχειν· κἂν γὰρ πολλὰ ἔχῃς κατορθώματα, καὶ μηδὲν ἑαυτῷ σύνοιδας πονηρόν, νομίζεις δὲ παρρησίαν ἔχειν, πάσης διεξέπεσας τῆς εὐχῆς. Κἂν μυρία φέρῃς ἁμαρτημάτων φορτία ἐπὶ τοῦ συνειδότος, καὶ μόνον τοῦτο πείσῃς σαυτόν, ὅτι πάντων ἔσχατος εἶ, πολλὴν ἕξεις πρὸς τὸν Θεὸν παρρησίαν· καίτοι τοῦτο οὐδὲ ταπεινοφροσύνης ἐστί, τὸ ὄντα ἁμαρτωλὸν νομίζειν εἶναι ἁμαρ‐
10τωλόν. Ταπεινοφροσύνη γάρ ἐστιν, ὅταν τις πολλὰ καὶ μεγάλα συνειδὼς ἑαυτῷ, μηδὲν μέγα περὶ ἑαυτοῦ φαντάζεται· ὅταν τις κατὰ Παῦλον ὢν καὶ δυνάμενος λέγειν, οὐδὲν ἐμαυτῷ σύνοιδα, καὶ λέγῃ πάλιν, Χριστὸς Ἰησοῦς ἦλθεν ἁμαρ‐
τωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ.421

422

Τοῦτό ἐστι ταπεινοφροσύνη, τό, ὑψηλὸν ὄντα ἀπὸ κατορθωμάτων, ταπει‐ νοῦν ἑαυτὸν ἀπὸ διανοίας. Ἀλλ’ ὅμως ὁ Θεὸς διὰ τὴν ἄφατον αὐτοῦ εὐσπλαγ‐ χνίαν οὐχὶ τοὺς ταπεινοῦντας μόνον, ἀλλὰ καὶ τοὺς εὐγνωμόνως τὰ ἁμαρτήματα αὐτῶν λέγοντας προσίεται καὶ δέχεται, καὶ γίνεται ἵλεως καὶ εὐμενὴς τοῖς
5οὕτω διακειμένοις. Καὶ ἵνα μάθῃς ὅσον ἐστὶν ἀγαθὸν μηδὲν μέγα περὶ αὑτοῦ φαντάζεσθαι, ἅρματα δύο ποίησον τῷ λόγῳ· ζεῦξον δικαιοσύνην καὶ ἀπόνοιαν, καὶ ἁμαρτίαν μετὰ ταπεινοφροσύνης, καὶ ὄψει τὸ ζεῦγος τῆς ἁμαρτίας προλαμ‐ βάνον τὴν δικαιοσύνην, οὐ παρὰ τὴν οἰκείαν δύναμιν, ἀλλὰ παρὰ τὴν ἰσχὺν τῆς συζύγου ταπεινοφροσύνης· κἀκεῖνο πάλιν ἐλαττούμενον οὐ παρὰ τὴν ἀσθένειαν
10τῆς δικαιοσύνης, ἀλλὰ παρὰ τὸ βάρος καὶ τὸν ὄγκον τῆς ἀπονοίας. Ὥσπερ γὰρ ἡ ταπεινοφροσύνη διὰ τὸ ὑπερβάλλον αὐτῆς ὕψος, τῆς ἁμαρτίας νικᾷ τὴν βαρύ‐ τητα καὶ φθάνει πρὸς τὸν Θεὸν ἀναβῆναι, οὕτω καὶ ἡ ἀπόνοια διὰ τὸ πολὺ βά‐ ρος αὐτῆς καὶ τὸν ὄγκον ἰσχύει καὶ τῆς κουφοτάτης δικαιοσύνης περιγενέσθαι, καὶ καθελκῦσαι κάτω ῥᾳδίως αὐτήν.
15Καὶ ὅτι τοῦτο ἐκείνου τοῦ ζεύγους ταχύτερον, ἀναμνήσθητι τοῦ Φαρισαίου422

423

καὶ τοῦ τελώνου. Ἔζευξεν ὁ Φαρισαῖος δικαιοσύνην καὶ ἀπόνοιαν, οὕτω λέγων· εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, πλεονέκται, οὐδὲ ὡς οὗτος ὁ τελώνης. Ὢ τῆς μανίας!Οὐκ ἐκόρεσεν αὐτοῦ τὴν ἀπόνοιαν πᾶσα ἡ τῶν ἀνθρώπων φύσις, ἀλλὰ καὶ τελώνῃ πλησίον ἑστῶτι μετὰ πολλῆς
5ἐπεπήδησε τῆς ἀνοίας. Τί οὖν ἐκεῖνος; Οὐ διεκρούσατο τὰ ὀνείδη, οὐκ ἤλγησεν ἐπὶ τῇ κατηγορίᾳ, ἀλλὰ κατεδέξατο τὸ εἰρημένον μετ’ εὐγνωμοσύνης, καὶ γέ‐ γονε τὸ τοῦ ἐχθροῦ βέλος φάρμακον αὐτῷ καὶ ἴασις, καὶ τὸ ὄνειδος ἐγκώμιον, καὶ ἡ κατηγορία στέφανος. Τοσοῦτόν ἐστι ταπεινοφροσύνη καλόν, τοσοῦτόν ἐστι κέρδος, μὴ δάκνεσθαι ταῖς παρ’ ἑτέρων λοιδορίαις, μηδὲ ἐκθηριοῦσθαι πρὸς τὰς
10τῶν πλησίων ὕβρεις· ἔστι γάρ τι καὶ ἀπ’ αὐτῶν καρπώσασθαι μέγα καὶ γεν‐ ναῖον ἀγαθόν, ὅπερ οὖν καὶ ἐπὶ τοῦ τελώνου γέγονε· δεξάμενος γὰρ τὰ ὀνείδη, ἀπέθετο τὰ ἁμαρτήματα, καὶ εἰπών, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, κατῆλθε δε‐ δικαιωμένος ὑπὲρ ἐκεῖνον, καὶ λόγοι περιεγένοντο ἔργων, καὶ ῥήματα πράξεις
ἐνίκησαν. Ὁ μὲν γὰρ δικαιοσύνην προεβάλλετο καὶ νηστείας καὶ δεκάτας, οὗτος423

424

δὲ ῥήματα εἶπε ψιλά, καὶ πάντα ἀπέθετο τὰ ἁμαρτήματα. Οὐ γὰρ τῶν ῥημάτων ἤκουσεν ὁ Θεὸς μόνον, ἀλλὰ καὶ τὴν διάνοιαν μεθ’ ἧς ταῦτα προεβάλλετο εἶδε, καὶ ταπεινόφρονα εὑρὼν καὶ συντετριμμένην, ἠλέησε καὶ ἐφιλανθρωπεύσατο. Ταῦτα δὲ λέγω, οὐχ ἵνα ἁμαρτάνωμεν, ἀλλ’ ἵνα εὐγνωμονῶμεν· ὁ γὰρ τελώνης,
5ἄνθρωπος τὸ ἔσχατον τῆς κακίας εἶδος, οὐχὶ ταπεινοφρονήσας, ἀλλ’ εὐγνωμο‐ νήσας μόνον, καὶ τὰ ἁμαρτήματα εἰπών, καὶ ὅπερ ἦν ὁμολογήσας, τοσαύτην εὔνοιαν ἀπεσπάσατο παρὰ τοῦ Θεοῦ, ὅσην οἱ μεγάλα μὲν κατορθώσαντες ἀγαθά, μηδὲν δὲ μέγα περὶ ἑαυτῶν νομίζοντες, ἐπισπάσονται τὴν βοήθειαν. Διὰ τοῦτο παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ ἐξομολογεῖσθαι συνεχῶς
10τῷ Θεῷ· οὐδὲ γὰρ εἰς θέατρόν σε ἄγω τῶν συνδούλων τῶν σῶν, οὐδὲ ἐκκαλύψαι τοῖς ἀνθρώποις ἀναγκάζω τὰ ἁμαρτήματα. Τὸ συνειδὸς ἀνάπτυξον ἔμπροσθεν τοῦ Θεοῦ· αὐτῷ δεῖξον τὰ τραύματα, καὶ παρ’ αὐτοῦ τὰ φάρμακα αἴτησον. Δεῖξον τῷ μὴ ὀνειδίζοντι, ἀλλὰ θεραπεύοντι. Κἂν γὰρ σιγήσῃς, οἶδεν ἐκεῖνος
ἅπαντα. Εἰπὲ τοίνυν, ἵνα κερδάνῃς. Εἰπέ, ἵνα ἐνταῦθα ἀποθέμενος ἀπέλθῃς ἐκεῖ424

425

καθαρὸς τῶν πλημμελημάτων, καὶ τῆς ἀφορήτου δημοσιεύσεως ἐκείνης ἀπαλ‐ λαγῇς. Οἱ τρεῖς παῖδες ἐν καμίνῳ διῆγον καὶ τὴν ψυχὴν ἐπέδωκαν ὑπὲρ τῆς εἰς τὸν Δεσπότην ὁμολογίας· ἀλλ’ ὅμως μετὰ τοσαῦτα καὶ τοιαῦτα κατορθώματα λέγουσιν· οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς
5δούλοις σου. Τί οὖν ἀνοίγετε τὸ στόμα; Ἵνα αὐτὸ τοῦτο εἴπωμεν, φασίν· ὅτι οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι στόμα, καὶ αὐτῷ τούτῳ τὸν Δεσπότην ἐπισπασώμεθα. Εὐχῆς δύναμις δύναμιν ἔσβεσε πυρός, λεόντων θυμὸν ἐχαλίνωσε, πολέμους ἔλυσε, μάχας ἔπαυσε, χειμῶνας ἀνεῖλε, δαίμονας ἤλασεν, οὐρανοῦ πύλας ἠνέῳξε, δεσμὰ θανάτου διέλυσε, ἀρρωστίας ἐφυγάδευσεν, ἐπηρείας ἀπεκρούσατο, πόλεις
10σειομένας ἔστησε, καὶ τὰς ἄνωθεν φερομένας πληγάς, καὶ τὰς παρ’ ἀνθρώπων ἐπιβουλάς, καὶ πάντα ἁπλῶς ἀνεῖλε τὰ δεινά. Εὐχὴν δὲ λέγω πάλιν, οὐ τὴν ἁπλῶς ἐπὶ τοῦ στόματος κειμένην, ἀλλὰ τὴν ἐκ βάθους τῆς διανοίας ἀνιοῦσαν. Καθάπερ γὰρ τῶν δένδρων ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας,
κἂν μυρίας ἀνέμων δέξηται προσβολάς, οὐ διακλᾶται, οὐ διασπᾶται, τῶν ῥιζῶν425

426

μετὰ ἀκριβείας τῷ βάθει τῆς γῆς περισφιγγομένων· οὕτω δὴ καὶ αἱ εὐχαὶ αἱ κάτωθεν τοῦ βάθους τῆς διανοίας ἀναπεμπόμεναι, ἐρριζωμέναι μετ’ ἀσφαλείας, καὶ πρὸς ὕψος ἀνατείνονται, καὶ οὐδεμιᾷ προσβολῇ λογισμοῦ παρατρέπονται. Διὰ τοῦτο καὶ ὁ Προφήτης φησίν· ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε.
5Αὐτῷ ἡ δόξα, εἰς τοὺς αἰῶνας. Ἀμήν.426