TLG 4138 108 :: EPHRAEM SYRUS :: Modi dei prouidentiae EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Modi dei prouidentiae Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732)433f–434d. Citation: (Line) | ||
t | Τρόποι τῆς τοῦ Θεοῦ προνοίας | |
---|---|---|
1 | Πάντα ἐκ Θεοῦ, καὶ τὰ ἀγαθὰ καὶ τὰ λυπηρὰ καὶ τὰ ἀνάξια. Ἀλλὰ τὰ μὲν εὐδοκίᾳ, τὰ δὲ οἰκονομίᾳ, τὰ δὲ παραχωρήσει. Καὶ κατ’ εὐδοκίαν μέν, ὅταν κατ’ ἀρετὴν πολιτευώμεθα· βούλεται γὰρ ὁ Θεὸς ἀναμαρτήτους διάγειν ἡμᾶς, καὶ μετ’ εὐσεβείας καὶ ἀρετῆς πολιτεύεσθαι. Κατ’ οἰκονομίαν δέ, ὅταν | |
5 | σφαλλόμενοι καὶ ἁμαρτάνοντες παιδευώμεθα. Κατὰ παραχώρησιν δέ, ὅταν μηδὲ παιδευόμενοι ἐπιστρέφωμεν. Εὐδόκησε γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον σωθῆναι, καθὼς καὶ οἱ Ἄγγελοι ἐβόων, λέγοντες· δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰ‐ ρήνη, ἐν ἀνθρώποις εὐδοκία. Οἰκονομικῶς πάλιν παιδεύει ὁ Θεὸς ἡμᾶς ἁμαρτά‐ | |
νοντας, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν, ὡς φησὶν ὁ Ἀπόστολος· κρινόμενοι | 412 | |
10 | δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καί, οὐκ ἔστι κακία ἐν πόλει, ἣν ὁ Κύριος οὐκ ἐποίησε· τουτέστι λιμοὺς καὶ λοιμούς, νό‐ σους καὶ σφαγὰς πολέμων· ταῦτα γὰρ πάντα τῆς ἁμαρτίας εἰσὶν ἀναιρετικά. Παραχωρεῖ καὶ τελείως ἐγκαταλιμπάνει τοὺς μὴ θέλοντας ἢ ἀναμαρτήτους διά‐ γειν ἢ παιδευομένους μὴ ἐπιστρέφεσθαι, ἀλλ’ ἐπὶ τῇ κακίᾳ ἐμμένειν, καθὼς γέ‐ | |
15 | γραπται, ὅτι τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς ὁ Θεὸς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, καὶ παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα· τουτέστιν εἴασε διὰ τὸ αὐτεξούσιον. Καί, σκληρύνων σκληρυνῶ τὴν καρδίαν | |
Φαραώ· τουτέστι παραχωρήσω σκληρωθῆναι διὰ τὴν ἀπείθειαν αὐτοῦ. | 413 |