TLG 4138 106 :: EPHRAEM SYRUS :: De uirtutibus et passionibus EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De uirtutibus et passionibus Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 425a–433e. Citation: Page — (line) | ||
392(1t) | Περὶ ἀρετῶν καὶ παθῶν [ψυχικῶν] | |
2t | Ὁ λόγος οὗτος ὠφέλιμος λίαν, καὶ πάσης σοφίας μεστός | |
---|---|---|
1 | Ἰστέον ὅτι διπλοῦς ὢν ὁ ἄνθρωπος, ἤγουν ἐκ ψυχῆς συνεστηκὼς καὶ σώ‐ ματος, διπλᾶς ἔχει καὶ τὰς αἰσθήσεις. Καὶ πέντε μέν εἰσι τῆς ψυχῆς, πέντε δὲ τοῦ σώματος, ἃς καὶ δυνάμεις αὐτῆς οἱ σοφοὶ λέγουσιν. Εἰσὶν αὗται· νοῦς, διά‐ νοια, δόξα, φαντασία, αἴσθησις· αἱ δὲ σωματικαί· ὅρασις, ὄσφρησις, ἀκοή, γεῦ‐ | |
5 | σις καὶ ἁφή. Ἔνθεν τοι διπλαῖ τούτων αἱ ἀρεταί, διπλαῖ δὲ καὶ αἱ κακίαι. Ὥστε | 392 |
393 | ἀναγκαιότατόν ἐστιν εἰδέναι σαφῶς πάντα ἄνθρωπον, ποῖαι μέν εἰσι ψυχικαὶ ἀρεταί, ποῖαι δὲ σωματικαὶ [κακίαι]· καὶ ποῖα αὖθις εἰσὶ τὰ ψυχικὰ πάθη, ποῖα δὲ τὰ σωματικά. | |
4t | 〈Ἀρεταὶ ψυχικαί〉 | |
5 | Καὶ ψυχικὰς μὲν ἀρετὰς λέγομεν εἶναι προηγουμένως τὰς γενικωτάτας τέσσαρας ταύτας, αἵτινές εἰσιν, ἀνδρεία, φρόνησις, σωφροσύνη καὶ δικαιοσύνη· καὶ ἐκ τούτων ἀποτικτόμεναι ψυχικαὶ ἀρεταί, πίστις, ἐλπίς, ἀγάπη, προσευχή, ταπείνωσις, πρᾳότης, μακροθυμία, ἀνεξικακία, χρηστότης, ἀοργησία, γνῶσις θεία, τὸ ἄθυμον, τὸ ἁπλοῦν, τὸ ἀτάραχον, τὸ ἀνυπόκριτον, τὸ φιλάληθες καὶ | |
10 | ἐλευθέριον, τὸ ἀκατάκριτον, τὸ ἀκενόδοξον, τὸ ἄτυφον, τὸ ἀνυπερήφανον, τὸ ἄφθονον, τὸ ἄδολον, τὸ ἀφιλάργυρον, τὸ συμπαθές, τὸ ἐλεημονητικόν, τὸ με‐ ταδοτικόν, τὸ αἰδεστικόν, ἡ εὐλάβεια, ἡ τῶν μελλόντων καὶ ἀθανάτων ἀγαθῶν | |
ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ ὄρεξις, ἡ τῆς υἱοθεσίας ἐπιθυμία. | 393 | |
394(1t) | Ἀρεταὶ σωματικαί | |
2 | Ἀρεταὶ δὲ σωματικαὶ αὗται, μᾶλλον δὲ ἐργαλεῖα ἀρετῶν, ἐν γνώσει κατὰ Θεὸν γινόμεναι, ἔξω τε πάσης ὑποκρίσεως καὶ ἀνθρωπαρεσκείας, εἰς προκοπὴν ταπεινώσεως καὶ ἀπαθείας φέρουσαι τὸν ἄνθρωπον· ἐγκράτεια, νηστεία, πεῖνα, | |
5 | δίψα, ἀγρυπνία, στάσις πάννυχος, κάμψις γονάτων συνεχής, ἀλουσία, μονοχι‐ τωνία, ξηροφαγία, βραδυφαγία, βραχυφαγία, ὑδροποσία, χαμευνία, πτωχεία, ἀκτημοσύνη, τὸ αὐχμηρόν, τὸ ἀκαλλώπιστον, τὸ ἀφίλαυτον, τὸ μεμονωμένον, τὸ ἡσύχιον, τὸ ἀπρόϊτον, τὸ ἐνδεές, τὸ αὔταρκες, τὸ σιωπηλόν, τὸ ταῖς οἰκείαις χερσὶ τὸ ἐργόχειρον μετέρχεσθαι, καὶ πᾶσα κακοπάθεια καὶ ἄσκησις σωματική, | |
10 | ἅπερ ἅπαντα, τοῦ σώματος εὐρωστοῦντος καὶ ὑπὸ τῶν σαρκικῶν παθῶν ὀχλου‐ μένου, ἀναγκαιότατα καὶ ὠφελιμώτατα, ἀσθενοῦντος δὲ καὶ Θεοῦ βοηθείᾳ τού‐ των περιγενομένου, οὐ τοσοῦτον ἀναγκαῖα, ὡς τῆς ἁγίας ταπεινώσεως καὶ | |
εὐχαριστίας πάντα ἀναπληρούσης. Καὶ περὶ μὲν τῶν σωματικῶν ἀρετῶν ἄλις. | 394 | |
395(1t) | Ψυχικὰ πάθη | |
2 | Ὀφείλομεν οὖν εἰπεῖν καὶ περὶ τῶν ψυχικῶν καὶ σωματικῶν 〈κακιῶν〉, ἤγουν παθῶν. Καὶ ψυχικὰ μὲν πάθη εἰσὶ λήθη, ῥᾳθυμία καὶ ἄγνοια, ὑφ’ ὧν, τῶν τριῶν δηλαδὴ τούτων, ὁ ὀφθαλμὸς τῆς ψυχῆς, ἤτοι ὁ νοῦς, σκοτιζόμενος κυριεύε‐ | |
5 | ται ὑπὸ πάντων τῶν παθῶν, ἅτινά εἰσιν ἀσέβεια, κακοδοξία, ἤγουν πᾶσα αἵρεσις, βλασφημία, θυμός, ὀργή, πικρία, ὀξυχολία, μισανθρωπία, μνησικακία, κατα‐ λαλιά, κατάκρισις, λύπη ἄλογος, φόβος, δειλία, ἔρις, ζῆλος, φθόνος, κενοδοξία, ὑπερηφανία, ὑπόκρισις, ψεῦδος, ἀπιστία, ἀφροσύνη, ἀδιακρισία, σκνιφότης, ἀπληστία, πλεονεξία, φιλοϋλία, προσπάθεια, σχέσις γηΐνων, ἀκηδία, μικροψυχία, | |
10 | ἀχαριστία, γογγυσμός, τύφος, οἴησις, σοβαρότης, ἀλαζονεία, φιλαρχία, ἀν‐ θρωπαρέσκεια, δολιότης, ἀναίδεια, ἀναισθησία, κολακεία, ὑπουλότης, εἰρωνεία, διψυχία, αἱ συγκαταθέσεις τῶν ἁμαρτημάτων ἐκ τοῦ παθητικοῦ μέρους καὶ ἡ συνεχὴς τούτων μελέτη, πλάνη λογισμῶν, φιλαυτία ἡ τῶν κακῶν γεννήτρια, | |
καὶ ἡ ῥίζα πάντων τῶν κακῶν καὶ παθῶν φιλαργυρία, κακοήθειά τε καὶ πονηρία. | 395 | |
396(1t) | Σωματικὰ πάθη | |
2 | Σωματικὰ δὲ πάθη, γαστριμαργία, λαιμαργία, τρυφή, μέθη, λαθροφαγία, φιληδονίαι ποικίλαι, πορνεία, μοιχεία, ἀσέλγεια, ἀκαθαρσία, αἱμομιξία, παιδο‐ φθορία, κτηνοβατία, ἐπιθυμίαι κακαὶ καὶ πάντα τὰ παρὰ φύσιν καὶ αἰσχρὰ πάθη· | |
5 | κλεψία, ἱεροσυλία, λῃστεία, φόνος ἐκ φθόνου ἢ ἀλόγου θυμοῦ, ἡ πᾶσα σωμα‐ τικὴ ἀνάπαυσις καὶ ἀπόλαυσις τῶν θελημάτων τῆς σαρκός, ὑγιαίνοντος μᾶλλον τοῦ σώματος· μαγεῖαι, μαντεῖαι, γοητεῖαι, οἰωνισμοί, κληδονισμοί, φιλοκοσμίαι, περπερεῖαι, βλακεῖαι, καλλωπισμοί, ἐπιτρίμματα προσώπων, ἡ κατάκριτος ἀσέλγεια, 〈ἡ〉 κυβεία, ἡ ἐμπαθὴς τῶν τοῦ κόσμου ἡδέων κατάχρησις, ἡ φιλο‐ | |
10 | σώματος ζωή, ἥτις παχύνουσα τὸν νοῦν γαιώδη καὶ κτηνώδη ἐργάζεται, καὶ οὐδέποτε πρὸς Θεὸν καὶ τὴν τῶν ἀρετῶν ἐργασίαν ἀνανεῦσαι ἐᾷ. | |
Ῥίζαι δὲ πάντων τῶν κακῶν, καὶ ὡς ἂν εἴπῃ τις πρωταίτιαι, φιληδονία, | 396 | |
397 | φιλοδοξία καὶ φιλαργυρία, ἀφ’ ὧν πᾶν κακὸν ἀποτίκτεται. Οὐχ ἁμαρτάνει δὲ ὁ ἄνθρωπος οὐδεμίαν ἁμαρτίαν, εἰ μὴ πρότερον οἱ κραταιοὶ οὗτοι γίγαντες, κα‐ θώς φησιν ὁ ἐν ἀσκηταῖς σοφώτατος Μᾶρκος, περιγένωνται καὶ κατακυριεύσωσιν αὐτούς, ἤτοι λήθη, ῥᾳθυμία καὶ ἄγνοια· ταύτας δὲ ἀποτίκτει ἡδονὴ καὶ ἄνεσις, | |
5 | τὸ ἀγαπᾶν τε τὴν δόξαν τῶν ἀνθρώπων καὶ τὸν περισπασμόν. Πρωταίτιος δὲ τούτων ἁπάντων καὶ οἵα μήτηρ κακίστη, ὡς εἴρηται, ἡ φιλαυτία, ἤγουν ἡ ἄλο‐ γος φιλία τοῦ σώματος καὶ ἐμπαθὴς προσπάθεια· διάχυσις δὲ καὶ ἔκλυσις νοὸς μετὰ εὐτραπελίας καὶ αἰσχρολογίας πολλῶν κακῶν καὶ πτωμάτων πρόξενοι, ὡς ἡ παρρησία καὶ ὁ γέλως. | |
10 | Πρὸς τούτοις δεῖ γινώσκειν ὡς ποικίλη τίς ἐστι καὶ πολύτροπος ἡ ἐμπαθὴς φιληδονία, καὶ πολλαὶ αἱ ἀπατῶσαι τὴν ψυχὴν ἡδοναί, ὅταν μὴ νήφουσα πρὸς Θεὸν αἴρηται τῷ θείῳ φόβῳ καὶ τῇ τοῦ Χριστοῦ ἀγάπῃ, τῆς τῶν ἀρετῶν ἐργα‐ σίας ἐπιμελουμένη· μυρίαι γὰρ πάντοθεν φαίνονται ἡδοναὶ πρὸς ἑαυτὰς ἕλκουσαι | |
τοὺς τῆς ψυχῆς ὀφθαλμούς· αἱ τῶν σωμάτων, αἱ τῶν χρημάτων, αἱ τῆς τρυφῆς, | 397 | |
398 | αἱ τῆς δόξης, αἱ τῆς ῥᾳθυμίας, αἱ τῆς ὀργῆς, αἱ τῆς δυναστείας, αἱ τῆς φιλαρ‐ χίας, αἱ τῆς πλεονεξίας. Καὶ φαίνονται 〈ἐν〉 ἀπάτῃ λαμπρὰς ἔχουσαι τὰς ὄψεις καὶ ἐπεράστους, ἱκανὰς ἐπισπάσασθαι τοὺς περὶ ταῦτα ἐπτοημένους καὶ μὴ σφό‐ δρα τῆς ἀρετῆς ἐρῶντας καὶ τὴν ταύτης ὑπομένοντας σκαιότητα. Καὶ πᾶσα σχέ‐ | |
5 | σις γηΐνη, καὶ ἡ πρός τι τῶν ὑλικῶν προσπάθεια, κἂν τὸ τυχόν ἐστιν, ἡδονὴν καὶ τέρψιν ἐμποιεῖ τῷ προσπαθοῦντι, εἰ καὶ ἀνόνητον καὶ βλαβερόν, καὶ τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν ἐμπαθῶς ἐν τούτῳ καταδουλοῖ, ὡς τούτου ἕνεκεν θυμῷ 〈τε〉 καὶ λύπῃ, ὀργῇ τε καὶ μνησικακίᾳ, τῇ τοῦ ποθουμένου ἀποστερήσει τὸν ἡττώμενον καθυποβάλλεσθαι. Εἰ δὲ μετὰ τῆς προσπαθείας καὶ μικρὰ ἐπικρατήσει | |
10 | συνήθεια, ἀναισθήτως καὶ ἀνιάτως, φεῦ, μέχρι τέλους τῆς ἀλόγου προσπαθείας ἔχεσθαι διὰ τῆς ἐν ταύτῃ κεκρυμμένης ἡδονῆς τὸν ἁλῶντα παρασκευάσει. Πο‐ λυσχιδὴς γάρ ἐστιν ἡ τῆς ἐπιθυμίας ἡδονή, ὡς προείρηται, καὶ οὐ μόνον ἐν τῇ πορνείᾳ καὶ τῇ ἄλλῃ σωματικῇ ἀπολαύσει ἀποπληροῦται, ἀλλὰ κἂν τοῖς λοι‐ ποῖς πάθεσιν, ἐπεὶ καὶ σωφροσύνη οὐ τοῦτο μόνον ἐστί, τὸ πορνείας ἀπέχεσθαι | |
15 | καὶ τῶν ὑπογαστρίων ἡδονῶν, ἀλλὰ καὶ τὸ τῶν λοιπῶν παθῶν ἐκτὸς εἶναι. | 398 |
399 | Ἔνθεν ὁ φιλοχρήματος, καὶ ὁ φιλάργυρος, καὶ πλεονεξίας ἐρῶν, ἀκόλαστος· ὥσπερ γὰρ ἐκεῖνος σωμάτων, οὕτω καὶ οὗτος χρημάτων, μᾶλλον δὲ οὗτος ἀκολαστότερος, ὅσῳ οὐδὲ τοσαύτην ἔχει βίαν, τὴν ἐκ φύσεως ὠθοῦσαν αὐτόν· καὶ γὰρ ἀμαθὴς ἡνίοχος ἐκεῖνος ἂν ὡς ἀληθῶς καὶ μάλιστα λέγοιτο, οὐχ ὁ τὸν | |
5 | σκληρὸν καὶ δυσάνιον μὴ κατέχων ἵππον, ἀλλ’ ὁ τὸν ἥμερον καὶ ἐπιεικέστερον μὴ δυνάμενος ὑποτάξαι. Καὶ δῆλόν ἐστι πάντοθεν, ὡς περιττὴ καὶ οὐ κατὰ φύ‐ σιν ἡ τῶν χρημάτων ἐπιθυμία, ἅτε μὴ ἐκ φύσεως τὴν βίαν ἔχουσα, ἀλλ’ ἐκ μο‐ χθηρᾶς προαιρέσεως· διὸ καὶ ἀσύγγνωστα ἁμαρτάνει ὁ ταύτῃ ἑκὼν ἡττώμενος. Ὥστε χρὴ σαφῶς ἐπιγινώσκειν ἡμᾶς, ὡς οὐκ εἰς τρυφὴν μόνην καὶ τὴν τῶν | |
10 | σωμάτων ἀπόλαυσιν ἡ φιληδονία ὁρίζεται, ἀλλ’ ἐν παντὶ τρόπῳ καὶ πράγματι προαιρέσει ψυχῆς ἀγαπωμένῳ καὶ προσπαθείᾳ. Ἵνα δὲ σαφέστερον ἔτι τὰ πάθη καὶ τὸ τῆς ψυχῆς τριμερὲς διαγινώσκηται, καὶ τάδε, ὡς ἐνόν, ἐν ἐπιτόμῳ προσθεῖναι δεῖν ἐκρίναμεν. Ἡ ψυχὴ διαιρεῖται εἰς τρία, λογιστικόν, θυμικὸν καὶ ἐπιθυμητικόν. Καὶ τοῦ μὲν λογιστικοῦ τὰ ἁμαρτή‐ | |
15 | ματά εἰσι ταῦτα· ἀπιστία, αἵρεσις, ἀφροσύνη, βλασφημία, ἀδιακρισία, ἀχαριστία | 399 |
400 | καὶ αἱ συγκαταθέσεις τῶν ἁμαρτημάτων, αἳ γίνονται ἐκ τοῦ παθητικοῦ μέρους. Ἡ ἴασις τούτων καὶ ἡ θεραπεία, ἡ ἀδίστακτος πίστις ἡ πρὸς τὸν Θεόν, τὰ ἀλη‐ θινὰ καὶ ἀπλανῆ καὶ ὀρθόδοξα δόγματα, ἡ συνεχὴς μελέτη τῶν λογίων τοῦ Πνεύματος, ἡ καθαρὰ προσευχὴ καὶ ἡ ἀδιάλειπτος πρὸς Θεὸν εὐχαριστία. Τοῦ | |
5 | δὲ θυμικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ ἀσπλαγχνία, τὸ μῖσος, τὸ ἀσυμπαθές, τὸ μνησίκακον, ὁ φθόνος, ὁ φόνος καὶ ἡ συνεχὴς περὶ τὰ τοιαῦτα μελέτη. Ἡ ἴασις τούτων καὶ ἡ θεραπεία, ἡ φιλανθρωπία, ἡ ἀγάπη, ἡ πρᾳότης, ἡ φιλαδελ‐ φία, ἡ συμπάθεια, ἡ ἀνεξικακία καὶ ἡ χρηστότης. Καὶ τοῦ ἐπιθυμητικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα· ἡ γαστριμαργία, ἡ λαιμαργία, ἡ οἰνοφλυγία, ἡ πορ‐ | |
10 | νεία, ἡ μοιχεία, ἡ ἀκαθαρσία, ἡ ἀσέλγεια, ἡ φιλοχρηματία, ἡ τῆς κενῆς δόξης ἐπιθυμία, χρυσοῦ τε καὶ πλούτου καὶ τῶν σαρκικῶν ἡδονῶν. Ἡ ἴασις καὶ θερα‐ πεία τούτων ἐστίν, ἡ νηστεία, ἡ ἐγκράτεια, ἡ κακοπάθεια, ἡ ἀκτημοσύνη, ὁ τῶν χρημάτων πρὸς τοὺς πένητας σκορπισμός, ἡ τῶν μελλόντων ἐκείνων ἀγαθῶν ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ ὄρεξις, ἡ τῆς υἱοθεσίας ἐπιθυμία. | |
15 | Δέον οὖν ἐκθεῖναι ἡμᾶς καὶ τὴν διάγνωσιν τῶν ἐμπαθῶν λογισμῶν, δι’ | 400 |
401 | ὧν πᾶσα ἁμαρτία τελεῖται. Ὀκτώ εἰσι πάντες περιεκτικοὶ λογισμοὶ τῆς κακίας. Πρῶτος ὁ τῆς γαστριμαργίας, δεύτερος ὁ τῆς πορνείας, τρίτος ὁ τῆς φιλαργυρίας, τέταρτος ὁ τῆς ὀργῆς, πέμπτος ὁ τῆς λύπης, ἕκτος ὁ τῆς ἀκηδίας, ἕβδομος ὁ τῆς κενοδοξίας, ὄγδοος ὁ τῆς ὑπερηφανίας. Τούτους πάντας τοὺς λογισμούς, | |
5 | παρενοχλεῖν μέν, ἢ μὴ παρενοχλεῖν, τῶν οὐκ ἐφ’ ἡμῖν ἐστιν· ἐμμένειν δὲ ἢ μὴ ἐμμένειν, ἢ πάθη κινεῖν ἢ μὴ κινεῖν, τῶν ἐφ’ ἡμῖν ἐστιν. Ἄλλο δέ ἐστι προσβολή, καὶ ἄλλο συνδυασμός, καὶ ἄλλο πάθος, καὶ ἄλλο πάλη, καὶ ἄλλο συγκατάθεσις, ἡ ἐγγίζουσα καὶ παρομοιοῦσα τῇ πράξει, καὶ ἄλλο ἐνέργεια, καὶ ἄλλο αἰχμαλωσία. Καὶ προσβολὴ μέν ἐστιν ἡ ἁπλῶς | |
10 | γινομένη ὑπὸ τοῦ Ἐχθροῦ ὑπόμνησις· οἷον, ποίησον τόδε ἢ τόδε· ὡς ἐπὶ Χρι‐ στοῦ καὶ Θεοῦ ἡμῶν· εἰπέ, ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Τοῦτο, ὡς εἴρη‐ ται, οὐκ ἐφ’ ἡμῖν ἐστι. Συνδυασμὸς δέ ἐστιν ἡ παραδοχὴ τοῦ ὑποβαλλομένου λογισμοῦ παρὰ τοῦ Ἐχθροῦ, καὶ οἷον ἡ μετ’ αὐτοῦ μελέτη καὶ ἡ ἐνήδονος ὁμι‐ | |
λία, ἡ παρὰ τῆς προαιρέσεως ἡμῶν. Πάθος δὲ ἡ ἀπὸ τοῦ συνδυασμοῦ ἕξις γινο‐ | 401 | |
402 | μένη τοῦ παρὰ τοῦ Ἐχθροῦ ὑποβαλλομένου [πάθους], καὶ οἱονεὶ συνεχὴς μελέτη καὶ φαντασία. Πάλη δὲ ἡ ἀντίστασις τοῦ λογισμοῦ, ἢ πρὸς ἀναίρεσιν τοῦ ἐν λογι‐ σμῷ πάθους, ἤτοι τοῦ ἐμπαθοῦς λογισμοῦ, ἢ πρὸς συγκατάθεσιν, καθώς φησιν ὁ Ἀπόστολος, ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς | |
5 | σαρκός· ταῦτα δὲ ἀλλήλοις ἀντίκειται. Αἰχμαλωσία δέ ἐστι βιαία καὶ ἀκούσιος τῆς καρδίας ἀπαγωγὴ ἀπὸ προλήψεως καὶ μακρᾶς συνηθείας τυραννουμένης. Συγκατάθεσις δὲ ἡ κατάνευσις πρὸς τὸ πάθος τοῦ λογισμοῦ. Ἐνέργεια δὲ αὐτὴ ἡ πρᾶξις, ἡ τοῦ ἐν συγκαταθέσει ἐμπαθοῦς λογισμοῦ. Τοίνυν ὁ τὸ πρῶτον ἀπαθῶς λογιζόμενος, ἢ ἀντιρρήσει καὶ ἐμβριθείᾳ ἐκ | |
10 | πρώτης ἀποπεμπόμενος, ἤγουν τὴν προσβολήν, πάντα τὰ ἔσχατα ὑφ’ ἓν περιέ‐ κοψεν. Ἀναιρεῖται δὲ ὑπὸ μὲν ἐγκρατείας ἡ γαστριμαργία, ὑπὸ δὲ θείου πόθου καὶ τῆς τῶν μελλόντων ἐφέσεως ἡ πορνεία, ὑπὸ δὲ συμπαθείας τῆς πρὸς τοὺς πένητας ἡ φιλαργυρία· ὑπὸ τῆς ἀγαθότητος καὶ τῆς πρὸς πάντας ἀγάπης ἡ | |
ὀργή, ὑπὸ δὲ τῆς πνευματικῆς χαρᾶς ἡ κοσμικὴ λύπη, ὑπὸ δὲ τῆς ὑπομονῆς | 402 | |
403 | καὶ τῆς καρτερίας καὶ τῆς πρὸς Θεὸν εὐχαριστίας ἡ ἀκηδία, ὑπὸ δὲ τῆς κρυπτῆς τῶν ἀρετῶν ἐργασίας καὶ τῆς ἐν συντριβῇ καρδίας συνεχοῦς προσευχῆς ἡ κενο‐ δοξία, ὑπὸ δὲ τοῦ μὴ κρίνειν τινὰ ἢ ἐξουθενεῖν, ὡς ὁ μεγάλαυχος Φαρισαῖος, ἀλλ’ ἡγεῖσθαι ἑαυτὸν ἔσχατον πάντων ἡ ὑπερηφανία. Οὕτως οὖν τῶν εἰρημένων | |
5 | παθῶν ὁ νοῦς ἐλευθερωθεὶς καὶ πρὸς τὸν Θεὸν ἀνυψωθείς, ἀπεντεῦθεν ζῇ μακα‐ ρίαν ζωήν, τὸν ἀρραβῶνα δεχόμενος τοῦ Ἁγίου Πνεύματος. Καὶ τῶν ἐντεῦθεν ἀποδημήσας μετὰ ἀπαθείας καὶ γνώσεως ἀληθοῦς, παρίσταται τῷ φωτὶ τῆς ἁγίας καὶ μακαρίας Τριάδος, μετὰ τῶν θείων Ἀγγέλων εἰς αἰῶνας ἀπεράντους καταλαμπόμενος. | |
10 | Τριμερὴς τοίνυν οὖσα, ὡς προδεδήλωται, ἡ ψυχή· τρία γάρ, ὡς εἴρηται, μέρη ταύτης εἰσί, λογισμός, θυμός, καὶ ἐπιθυμία. Ἐάν ἐστιν ἐν τῷ θυμῷ ἀγάπη καὶ φιλανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ καθαρότης καὶ σωφροσύνη, ὁ λογισμός ἐστι πεφωτισμένος· ἐὰν δὲ ἐν τῷ θυμῷ μισανθρωπία καὶ ἐν τῇ ἐπιθυμίᾳ ἀκολα‐ | |
σία, ὁ λογισμός ἐστιν ἐσκοτισμένος. Ὁ μὲν οὖν λογισμὸς τότε ὑγιαίνει καὶ σω‐ | 403 | |
404 | φρονεῖ καὶ φωτίζεται, ὅτε τὰ πάθη ἔχει ὑποτεταγμένα, καὶ τοὺς λόγους τῶν κτισμάτων τοῦ Θεοῦ πνευματικῶς θεωρεῖ, καὶ πρὸς τὴν μακαρίαν καὶ ἁγίαν Τριάδα ἀνάγεται· ὁ δὲ θυμὸς τότε πάλιν κινεῖται κατὰ φύσιν, ὅτε πάντας ἀν‐ θρώπους ἀγαπᾷ, καὶ πρὸς οὐδένα αὐτῶν ἢ λύπην ἢ μνησικακίαν κέκτηται· ἡ δὲ | |
5 | ἐπιθυμία, ὅταν ὑπὸ ἐγκρατείας καὶ ταπεινοφροσύνης καὶ ἀκτημοσύνης νεκρώσῃ τὰ πάθη, τουτέστιν ἡδονὴν σαρκός, καὶ χρημάτων καὶ δόξης παρερχομένης ἔφεσιν, καὶ τραπῇ πρὸς τὸν θεῖον καὶ οὐράνιον ἔρωτα. Καὶ γὰρ ἡ ἐπιθυμία πρὸς τρία τὴν κίνησιν ἔχει· ἢ πρὸς ἡδονὴν σαρκός, ἢ πρὸς δόξαν κενήν, ἢ πρὸς ἀπά‐ την χρημάτων· καὶ διὰ τὴν παράλογον ταύτην ἔφεσιν καταφρονεῖ τοῦ Θεοῦ καὶ | |
10 | τῶν θείων ἐντολῶν, καὶ τῆς οἰκείας εὐγενείας ἐπιλανθάνεται, καὶ πρὸς τὸν πλησίον ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει, καὶ οὐκ ἐᾷ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν. Ὧν ὁ ἀνώτερον κτησάμενος φρόνημα, ἀπεντεῦθεν, ὡς προείρηται, ἀπολαύει τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ζῇ μακαρίαν ζωήν, προσδοκῶν τὴν ἀποκειμένην μακαριότητα τοῖς ἀγαπῶσι τὸν Θεόν· ἧς καὶ αὐτοὶ ἀξιωθείημεν οἱ | |
15 | ἀνάξιοι διὰ τῆς χάριτος τοῦ Χριστοῦ. | 404 |
405 | * Ἰστέον δὲ καὶ τοῦτο, ὡς οὐκ ἔστι πρὸς μέτρον τελειότητος φθάσαι τῆς οἱασοῦν ἀρετῆς τὸν μὴ ἐπιπόνῳ φιλοπονίᾳ εἰς ἐπίκτησιν ταύτης, ὅση δύναμις, σπεύσαντα παρ’ ὅλην τὴν ζωὴν διὰ πρακτικῆς ἐπιμελείας· ὡς φέρε εἰπεῖν, περὶ ἐλεημοσύνης, περὶ ἐγκρατείας, περὶ εὐχῆς, περὶ ἀγάπης ἤ τινος τῶν γενικῶν | |
5 | ἀρετῶν, ἀνδρείας, φρονήσεως, σωφροσύνης καὶ δικαιοσύνης· ἐκ τούτων γὰρ καὶ τῶν τοιούτων ἑκάστης τις ἀρετῆς μερικῶς μετέρχεται· οἷον τῇ ἐλεημοσύνῃ, μεταδόσει τε καὶ εὐποιΐᾳ, κέχρηταί τις πρὸς καιρόν, ἀλλ’ οὐκ ἐκ τοῦ ὀλιγάκις ταύτῃ χρήσασθαι ἐλεήμονα κυρίως τοῦτον ἐροῦμεν, καὶ μᾶλλον, ὅταν μὴ καλῶς καὶ θεαρέστως τὸ γινόμενον τελῆται· οὐ γὰρ καλὸν 〈τὸ καλόν〉, ὅταν μὴ | |
10 | καλῶς γένηται· ἀλλὰ καλὸν ὄντως, εἴπερ μὴ ἀπέχει τὸν μισθὸν διὰ τόδε ἢ τόδε, ἀνθρωπαρέσκειαν τυχὸν ἢ φήμην καὶ θηροδοξίαν, ἢ ἐκ πλεονεξίας καὶ ἀδικίας· ἐπεὶ μηδὲ τὰ γινόμενα καὶ δοκοῦντα καλὰ ζητεῖ ὁ Θεός, ἀλλὰ τὸν σκοπόν, δι’ ὃν γίνονται. | |
Λέγουσι γὰρ καὶ οἱ θεοφόροι Πατέρες· ὅταν ὁ νοῦς τοῦ τῆς εὐσεβείας σκο‐ | 405 | |
406 | ποῦ ἐπιλάθηται, τότε τὸ προφανὲς ἔργον τῆς ἀρετῆς ἀνόνητον γίνεται· τὰ γὰρ ἀδιακρίτως καὶ ἀσκόπως γινόμενα, οὐ μόνον οὐδὲν ὠφελοῦσι, κἂν καλὰ ὦσιν, ἀλλὰ καὶ βλάπτουσιν· ὥσπερ τοὐναντίον καὶ ἐπὶ τῶν δοκούντων ἐναντίων, σκο‐ πῷ δὲ θεοσεβεῖ καὶ κατὰ Θεὸν γινομένων· ὡς τοῦ εἰς χαμαιτυπεῖον εἰσελθόντος | |
5 | τὴν πόρνην τε τῆς ἀπωλείας ἐκσπάσαντος. Ἔνθεν οὐδὲ ἐλεήμων κυρίως ἢ ἐγ‐ κρατής, ὀλιγάκις ἢ ἅπαξ τῇ ἐλεημοσύνῃ ἢ τῇ ἐγκρατείᾳ χρησάμενος, κληθήσεται, ἀλλ’ ὁ ἐπὶ πλεῖστον καὶ δι’ ἁπάσης τῆς ζωῆς αὐτοῦ, ὡς εἴρηται, τὴν ἀρετὴν ὁλικῶς μετελθὼν μετὰ διακρίσεως ἀνεπισφαλοῦς· μείζων γὰρ πασῶν τῶν ἀρε‐ τῶν ἡ διάκρισις, ὡς βασίλισσά τις οὖσα, καὶ ἀρετὴ ἀρετῶν. Ὥσπερ αὖθις καὶ | |
10 | ἐπὶ τῶν ἐναντίων, οὐ λέγομεν πόρνον ἢ μέθυσον ἢ ψεύστην τὸν ἅπαξ τούτων ἑκάστῳ ὀλισθήσαντα, ἀλλὰ τὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς τοιούτοις περιπίπτοντα καὶ ἀδιόρθωτον μένοντα. Καὶ τοῦτο δὲ μᾶλλον πρὸς τοῖς εἰρημένοις εἰδέναι πᾶσιν ἀναγκαιότατον, τοῖς ἀρετὴν μὲν κατορθοῦν προθυμουμένοις, κακίαν δὲ ἐκκλίνειν σπουδάζουσιν· ὅτιπερ, ὅσον ψυχὴ σώματος ἀσυγκρίτως ἀμείνων, καὶ | |
15 | ἐν πολλοῖς καὶ μεγίστοις πάντως διαφορωτέρα καὶ τιμιωτέρα, τοσοῦτον αἱ ψυ‐ | 406 |
407 | χικαὶ ἀρεταί, καὶ μάλιστα αἱ θεώνυμοι καὶ θεομίμητοι, ὑπάρχουσι τῶν σωμα‐ τικῶν ἀρετῶν. Τοὐναντίον δὲ νοεῖν εἰκὸς καὶ τὰς ψυχικὰς κακίας τῶν σωματικῶν, ἐπί τε ταῖς ἐξ αὐτῶν ἐνεργείαις καὶ τῇ τῶν κολάσεων ἐκτίσει διαφέρειν, κἂν τοὺς πολ‐ | |
5 | λοὺς τοῦτο, οὐκ οἶδα, ὅπως λανθάνον διαφεύγει· μέθην μὲν καὶ πορνείαν, μοι‐ χείαν τε καὶ κλοπὴν καὶ τὰ τούτοις ἔγγιστα, εὐλαβουμένους καὶ φοβουμένους καὶ φεύγοντας ἢ κολάζοντας, ὡς τοῖς πολλοῖς ἐκ τοῦ φαινομένου βδελυκτά, ἔχει γὰρ οὕτως· πρὸς δὲ τὰ πολλῷ τούτων 〈χείρονα〉 καὶ τὴν τούτοις ἀποκει‐ μένην αἰωνίαν κόλασιν, τοὺς ἀδιορθώτως τούτων ἐχομένους συγκλείουσιν | |
10 | ἀναλγήτως ἔχοντες· φθόνον φημὶ καὶ μνησικακίαν, πονηρίαν τε καὶ ἀλαζονείαν, 〈καὶ〉 τὴν πάντων τῶν κακῶν ῥίζαν φιλαργυρίαν, κατὰ τὸν Ἀπόστολον, καὶ τὰ τούτοις ὅμοια. * Ἀλλὰ ταῦτα μὲν οὕτως, ὡς εἴχομεν ἀμαθείας, ἀφελῶς ἐξεθέμεθα, εὐσύνο‐ | |
πτον καὶ σαφῆ σχεδιάσαντες τὸν περὶ ἀρετῶν καὶ παθῶν λόγον, ἵνα εὐχερῶς | 407 | |
408 | ἔχοι τις διαγινώσκειν καὶ διακρίνειν τὴν τούτων διαίρεσίν τε καὶ διαφορὰν τῇ περὶ τούτων λεπτομερεῖ σαφηνείᾳ. Δι’ αὐτὸ γὰρ τοῦτο καὶ τὸ ποικίλον ἑκάστου καὶ πολυειδὲς ἐξεθέμεθα, ὡς μηδεμίαν, εἰ δυνατόν, ἰδέαν ἀρετῆς ἢ κακίας ἀγνο‐ εῖσθαι, καὶ ὅπως τὰς μὲν ἐκθύμως πρὸς ἑαυτοὺς ἐπισπασώμεθα, τὰς ἀρετὰς | |
5 | δηλονότι καὶ μᾶλλον τὰς ψυχικάς, δι’ ὧν καὶ τῷ Θεῷ ἐγγίζομεν, τὰς δέ γε κακίας καὶ σφόδρα ἐκκλίνοντες διαδιδράσκωμεν. Μακάριος γὰρ ὡς ἀληθῶς, ὡς φρόνιμος, οὕτω καὶ δοκιμώτατος ἔμπορος, ὁ ἀρετὴν ζητῶν καὶ ταύτην μετιών, καὶ ὅ, τι ποτέ ἐστιν ἀρετὴ ἐπιμελῶς ἐρευνᾷ, ὡς δι’ αὐτῆς ἐγγίζων τῷ Θεῷ καὶ τούτῳ νοερῶς συγγινόμενος. Καὶ τοῦτο γὰρ κυρίως φρόνησις καὶ ἀνδρεία, σο‐ | |
10 | φία τε καὶ γνῶσις ἀψευδὴς καὶ πλοῦτος ἀναφαίρετος, τὸ διὰ πρακτικῆς ἀρετῆς πρὸς θεωρίαν ἀνάγεσθαι τοῦ ποιήσαντος. Ἀρετὴ δὲ καλεῖται παρὰ τὸ αἱρεῖσθαι· αἱρετὴ γὰρ καὶ θελητή, διὰ τὸ αἱρε‐ τῶς καὶ αὐτοθελῶς τὸ ἀγαθὸν ποιεῖν ἡμᾶς, οὐχὶ ἀβουλήτως καὶ ἀναγκαστικῶς. | |
Φρόνησις δὲ λέγεται παρὰ τὸ τῷ νοῒ φέρειν τὰ ὠφέλιμα. Εἰ βούλει δὲ προσθή‐ | 408 | |
409 | σωμεν τῷ ἀφελεῖ τούτῳ [τῷ] λόγῳ, ὡς χρυσοῦν ἐπισφράγισμα, καὶ περὶ τοῦ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τοῦ τιμιωτάτου πάντων 〈τῶν〉 τοῦ Θεοῦ κτισμάτων. Τὸ νοερὸν καὶ λογικὸν ζῷον, ὁ ἄνθρωπος, μόνος ἐκ πάντων κατ’ εἰκόνα ἐστὶ καὶ καθ’ ὁμοίωσιν τοῦ Θεοῦ. Καὶ κατ’ εἰκόνα μὲν λέγεται πᾶς ἄνθρωπος, | |
5 | κατὰ τὸ τοῦ νοὸς ἀξίωμα καὶ τὸ τῆς ψυχῆς, ἤτοι τὸ ἀκατάληπτον. Τί ἐστι τὸ κατ’ εἰκόνα; Τὸ ἀθεώρητον, τὸ ἀθάνατον, τὸ αὐτεξούσιον. Καὶ μήν, καὶ κατὰ τὸ ἀρχικὸν καὶ τεκνογονικὸν καὶ οἰκοδομικόν. Τί ἐστι τὸ καθ’ ὁμοίωσιν; Καθ’ ὁμοίωσιν δὲ κατὰ τὸν τῆς ἀρετῆς λόγον, καὶ θεωνύμους ταύτας καὶ θεομιμήτους πράξεις, ἤγουν κατὰ τὸ φιλανθρώπως πρὸς τὸ ὁμογενὲς διακεῖσθαι· οἰκτείρειν | |
10 | καὶ ἐλεεῖν καὶ ἀγαπᾶν τὸ ὁμόδουλον, εὐσπλαγχνίαν τε πᾶσαν καὶ συμπάθειαν ἐνδείκνυσθαι. Γίνεσθε γάρ, φησὶ Χριστὸς ὁ Θεὸς ἡμῶν, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί. Καὶ τὸ μὲν κατ’ εἰκόνα πᾶς ἄνθρωπος κέκτηται· ἀμεταμέλητα γὰρ τοῦ Θεοῦ τὰ χαρίσματα. Τὸ δὲ καθ’ ὁμοίωσιν σπά‐ | |
νιοι, καὶ μόνοι οἱ ἐνάρετοι καὶ ἅγιοι, καὶ τὴν τοῦ Θεοῦ ἀγαθότητα, κατὰ τὸ δυ‐ | 409 | |
410 | νατὸν ἀνθρώποις, μιμούμενοι. Οὗ τῆς ὑπεραγάθου φιλανθρωπίας ἀξιωθείημεν καὶ ἡμεῖς, εὐαρεστήσαντες αὐτῷ δι’ ἀγαθοεργίας καὶ μιμηταὶ γενόμενοι τῶν ἀπ’ αἰῶνος εὐαρεστησάντων Χριστῷ, ὅτι αὐτοῦ ἐστι τὸ ἔλεος καὶ αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ | |
5 | ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | 410 |