TLG 4138 105 :: EPHRAEM SYRUS :: Interpretatio

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Interpretatio

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 5. Thessalonica: Το περιβόλι της Παναγίας, 1994: 385–391.

Dup. partim Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 403f–406.

Citation: Page — (line)

385

(t)

〈Ἑρμηνεία〉
1 Τὸ σαρκομανεῖν καὶ δαιμονίου καὶ γλεύκους ἐπιβουλεύοντος· ὅτι ἡ σαρκο‐ μανία, τουτέστιν ἡ ἀκολασία τῆς σαρκός, οὐ μόνον ἐξ ἐπιβουλῆς τοῦ Δαίμονος, ἀλλὰ καὶ ὑπὸ μέθης προσγίνεται. Οὐχ ἡ πύρωσις διόλου σαρκίνη τοῦ Δαίμονος, ἀλλὰ καὶ φύσεως ἐγκρατείας
5ἰσχνῆς, ἀνίκμοις πνεύμασιν ἐνοχλουμένης. Δεῖ οὖν μετρίως κιρνᾶν, ἵνα τῇ πάντῃ ἀκρασίᾳ μὴ τὸ σπουδάζον παθαίνοιτο. Οὐκ ἔχει τὸ πᾶν τῆς κινήσεως τῆς σαρ‐ κὸς ἡ πύρωσις ἐξ ἐπηρείας τοῦ Δαίμονος, ἀλλ’ ἔστιν ὅτε καὶ ἐπ’ ἐσχάτης ἐγκρα‐
τείας ἔσχε τὴν κίνησιν, πνευμάτων ξηροτέρων καὶ θερμοτέρων κινούντων τὴν385

386

φύσιν. Τοῦτο γὰρ δοκεῖ τοῖς δεινοτέροις τῆς φύσεως ἐξετασταῖς. Ὥστε συγκιρνᾶν δεῖ μετρίως τὸ σῶμα διὰ τῆς μεταλήψεως, ἵνα μὴ τῇ παντελεῖ ἀκρασίᾳ, τουτέ‐ στιν ἐγκρατείᾳ, ὁ ἀγωνιστὴς ὑπὸ τῶν τῆς σαρκὸς κινημάτων βιάζηται. Τὸ ἀκαταμάχητον ἄριστον· εἰ δέ γε σαλευθῇς τῆς ζωῆς, ἐνσημειούσθω
5σοι τύπος ζωηρός, καὶ τὸ δυσμενὲς κατηγώνισται· ὅτι βέλτιστον μὲν τὸ μὴ πά‐ θεσιν ἁλῶναι, τουτέστι μὴ τῇ προσβολῇ τῶν πονηρῶν ἐννοιῶν ὑπενδοῦναι· εἰ δὲ ποτέ τις ὑπὸ τούτων ὥσπερ διασεισθῇ, τῷ τοῦ σταυροῦ ζωοποιῷ τύπῳ αὐτίκα ἐνσημειούσθω, καὶ ὁ Ἐχθρὸς καταβάλλεται. Τοῦτο δέ φησιν ὁ λόγος ἐκ μετα‐ φορᾶς τῶν ἐνίοτε μὲν ἐν πολέμῳ παρὰ τῶν ὑπεναντίων ταραχθέντων, τῷ δὲ
10τοῦ πλαισίου σχήματι, ὅπερ ἐστὶν ἐπὶ μῆκος τετράγωνον, εὐθέως ἀσφαλιζομένων, καὶ τῆς ἐπιβουλῆς τῶν πολεμίων ἀναλώτων διατηρουμένων.
[Ἑρμηνεία] Ἀκρίζουσα νηστεία καὶ πλήρωσις σιτήσεως ἐπίμεμπτα· ὅτι ἡ πολὺ ἐπιτε‐
ταμένη ἐγκράτεια καὶ ἡ τῆς τροφῆς πλησμονὴ φαῦλα. Ἡ μὲν γὰρ ἄτονον ποιεῖ386

387

τὸν ἀγωνιστὴν καὶ παντελῶς πρὸς τὰς πράξεις ἀνενέργητον, ἡ δὲ τὰ πάθη τῆς σαρκὸς ἐπιπλέον διεγείρει, καὶ σφοδρότερον τὸν κατὰ τῆς ψυχῆς πόλεμον ἀνί‐ στησι. Ὑστάτῳ πάθει τελευταία καὶ ἀκριβὴς ἐγκράτεια βέλτιστος. Ὕστατόν φησι
5πάθος, οὐκ αὐτὴν τὴν ἁμαρτίαν, ἀλλὰ τὸ κίνημα τῆς ἁμαρτίας, τὸ πρὸς τὴν ἁμαρτίαν ἐγκείμενον καὶ ἀποτελέσαι ταύτην ἀγωνιζόμενον, οἷον τὴν ἐπιθυμίαν. Λέγει οὖν ἐπὶ τῆς ἐπιθυμίας· τελείως κατακρατεῖν δοκούσης, τότε ἡ ἀκριβὴς καὶ λίαν ἰσχνὴ ἐγκράτεια σωτήριος. Βρενθυομένῳ πάθει θεῖος λιμὸς ἐπιτεινέσθω· ἀνάλογος δὲ τῇ τοῦ παθαι‐
10νομένου ῥώμῃ προσίτω· τὸ γὰρ τοιοῦτον πόνος μακρὸς ἐξιάσατο. Ἁμαρτήματος σφοδρυνομένου θεῖος λιμός, τουτέστιν ἡ νηστεία, ἐπαυξανέσθω· πλὴν ἀνάλογος τῆς τοῦ ἁμαρτήσαντος ἰσχύος οἰκονομείσθω· τὰ γὰρ σφοδρὰ τῶν ἁμαρτημάτων χρονιωτέρων δεῖται καμάτων πρὸς ἴασιν. Ἀπροφάσιστος ὄκνος πρὸς τὰ φαῦλα παρατροπῆς ἄγγελος· ὅτι ῥᾳθυμία
15γνώμης, μὴ προηγουμένης αἰτίας τινός, τουτέστιν ἀρρωστίας σωματικῆς ἐνίοτε,
ἤ τινος δυσχεροῦς, δηλοῖ τὴν ψυχὴν ὅτι πρὸς τὰ χείρω παραφέρεται. Ἀπροφά‐387

388

σιστον γὰρ ὄκνον ἔφη τὴν ἐξ οὐδεμιᾶς αἰτίας περιστατικῆς πρὸς ἐργασίαν τῆς ἀρετῆς ἀκηδίαν καὶ ἀμέλειαν. Τῷ τῆς ἁμαρτάδος ἀποδράντι, φιλοπονοῦντι δὲ πρὸς τὴν 〈τῶν〉 Γραφῶν ἐντυχίαν, εἰ μή τις ἐπίδοσις ἀρετῆς, δεινὸν συμβήσεται. Ἐάν τις θείᾳ φιλανθρωπίᾳ
5τῆς ἁμαρτίας ἐλευθερωθεὶς μελετᾷ φιλοπόνως τὰ θεῖα λόγια, μηδὲν δὲ προκόπτῃ πρὸς ἀρετὴν διὰ τῆς τοιαύτης μελέτης, φόβος ἔσται τὸν τοιοῦτον πάλιν ἁλῶναι τῇ ἁμαρτίᾳ. Νεόφυτος δυστερματεῖ δουλογάστριος. Ὁ ἐν ἀρχῇ τῆς κακώσεως τῇ γα‐ στρί, ἤτοι τῇ γαστριμαργίᾳ, δουλούμενος, εἰς κακὸν καταλήξει τέλος.
10 Μονάζοντι πρόοδος ἀκάθεκτος ὡς ἐπὶ πᾶν παρόλισθον ἐξειργάσατο· ὅτι οὐ δεῖ τὸν μοναχὸν συχνὰς ποιεῖσθαι τὰς προόδους· ὡς ἐπὶ πολὺ γὰρ ἐκ τούτων τὰ παραπτώματα. Τὸν ἑλόμενον ἄρχειν, οἴκοθεν λάβοι τὴν γνῶσιν. Ὅστις ἐπιστατεῖν ἐφίε‐
ται, πρότερον ἐξ ἑαυτοῦ τὰ τῆς ἐπιστασίας ἐκπαιδευέσθω· τουτέστιν, ὁ πρότερον388

389

ἑαυτοῦ ἄρξας, οὗτος ἄρχειν ἑτέρων ἐπιτήδειος. Ὁ πεδήσας σκιρτήματα σαρκός, καὶ ψυχῆς ἄτοπον ἐγκατασχὼν κίνημα, τῆς ποιμαντικῆς οὐκ ἀπείργηται. Ὁ σώματος καὶ ψυχῆς ἀτόπους ὀρέξεις κολά‐ σας, τουτέστιν ἐπὶ μὲν τοῦ σώματος πορνείαν, γαστριμαργίαν καὶ τὰ ὅμοια, ἐπὶ
5δὲ ψυχῆς ὀργήν, θυμόν, κενοδοξίαν καὶ τὰ παραπλήσια, οὗτος πρὸς τὸ ποιμαίνειν ἀκώλυτος. Πρὸ τῶν λόγων τὸ ἦθος παιδευέτω· ὅτι δεῖ τὸν εὐλαβῆ πρὸ τοῦ τὴν γλῶσ‐ σαν εἰς παίδευσιν τῶν ἐντυγχανόντων προτείνειν, διὰ τοῦ ἤθους παιδεύειν· ἦθος δέ φησι τό τε τῆς κινήσεως εὔτακτον καὶ τὸ τῆς ὄψεως εὔσχημον καὶ ἱλαρὸν καὶ
10τὸ τῆς ἄλλης σεμνὸν καταστάσεως· πολλοὺς γάρ ἐστιν ἰδεῖν ἐνίοτε λόγου μὲν καταφρονήσαντας, αἰδῶ δὲ πρὸς τὸ ἦθος κτωμένους. Ἡ τῆς γλώσσης προπέτεια, τὸ ἥσυχον ἐξυβρίσατο· ὅτι τὸ προπετεύεσθαι γλώσσῃ τῆς ἡσυχίας ὕβρις καθέστηκε.
Τὸ πολύλογον μεμπτὸν καὶ ἀπρόσιτον. Οἱ πολυλογοῦντες οὐ μόνον εἰσὶ389

390

μεμπτοί, ἀλλὰ καὶ τοὺς συνδιάγειν καὶ προσεγγίζειν αὐτοῖς θέλοντας ἀποστρο‐ φὴν ἐμποιοῦσι. Πυνθανομένῳ, τὸ τῆς γλώσσης ἀταλάντευτον μὴ ἐξιέτω πρόβλημα· ὅτι δεῖ πρὸς τὴν ἐρώτησιν ἁρμοδίως ἀποκρίνεσθαι καὶ μὴ ἀβασανίστως ποιεῖσθαι
5τὴν ἀπόκρισιν. Ὁ γλώσσῃ τὴν οἰκείαν διαλευκάνας σκοτόμαιναν, θεῖον διώπτευσεν ἀμά‐ ρυγμα· σκοτόμαιναν τὴν ἁμαρτίαν φησί. Ὁ ταύτην οὖν γλώσσῃ ἐξειπών τε καὶ ἐκφαυλίσας, ὡς καθαρεύσας καὶ φωτισθείς, λαμπηδόνος θείας κατηξίωται. Ἕτερος διασαλπίσας ἀλλοτρίου κρυφιότητα παραπτώματος, ὡς Θεῖον
10ἀποσυλῶν, ἔνοχος καθίσταται προνομιῶν. Ἐξαγγελίαν τινὸς πρὸς ἕτερον ἀπο‐ καλύπτων, ὑπεύθυνός ἐστι κακῶν, ὡς ἅρπαγμα ποιούμενος τὴν ἐν τῷ μέλλοντι χρόνῳ τοῦ Θεοῦ ψῆφον· τότε γὰρ τῶν ἡμαρτημένων ἑκάστῳ παρὰ Θεῷ ἡ δη‐ μοσίευσις διορίζεται.
ᾯ πτῶμα κρύφιον διήγγελται, οὐκ ἀσφαλὴς θείων ἴασις μυστηρίων. Ὃς390

391

ἁμάρτημα ἐξαγορευθὲν αὐτῷ μὴ τετήρηκεν ἐν ἑαυτῷ καὶ συνέκρυψεν, ἀλλὰ πρὸς ἕτερον ἐθριάμβευσε, τῶν θείων οὗτος μυστηρίων ἀνάξιος. Ἡ τοῦ ἐσφαλμένου ὑπόκρυψις πλέον καθήδυνε τὸν προβολέα ἢ ὅτε διε‐ σπουδάζετο. Εἴ τις τῶν ἀνθρώπων εἰργάσατό τι τῶν οὐ θεμιτῶν, καὶ τοῦτο
5κρύφιον ἐν αὐτῷ κατέχων, οὗτος τὸν τοῦτο προβαλλόμενον καὶ ὑποθέμενον αὐτῷ Δαίμονα ἐν τῷ ἀποκρύπτειν μᾶλλον κατευφραίνει ἢ ὅτε τοῦτο ἔπραττε. Νῆψις ἀόργητον· ὅτι ἐν τοῖς τῶν λόγων ὀνείδεσι οὐ δεῖ τὸν μονάζοντα παροξύνεσθαι, οὐδὲ ὀργίζεσθαι. Τὰ ἐν ἀκμῇ τῶν καλῶν δράγματα σιτίζει τὸ γῆρας· ὅτι ἡ τῶν καλῶν
10πράξεων ἐν νεότητι σίτησις τὸ γῆρας διασῴζει.391