TLG 4138 104 :: EPHRAEM SYRUS :: Septem sunt occupationes monachi EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Septem sunt occupationes monachi Dup. partim Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 403d–403f. Citation: (Line) | ||
t | Ἑπτά εἰσιν αἱ ἐργασίαι τοῦ μοναχοῦ | |
---|---|---|
1 | Πρώτη ἡσυχία, ἀπερίσπαστον διαγωγὴν ἔχουσα, ἀπέχουσαν πάσης μερί‐ μνης βιωτικῆς, ἵνα δυνηθῇ ἐκ τοῦ μακρυσμοῦ τῶν ἀνθρώπων προσκολληθῆναι τῷ Θεῷ. βʹ, νηστεία σύμμετρος, ἤγουν τὸ ἅπαξ ἐσθίειν καθ’ ἡμέραν, καὶ μὴ κορέν‐ | |
5 | νυσθαι, ἐξ εὐτελῶν τροφῶν. γʹ, ἀγρυπνία σύμμετρος, ἤγουν τὸ ἥμισυ τῆς νυκτὸς εἰς ψαλμῳδίαν καὶ στεναγμοὺς καὶ δάκρυα δαπανᾶν. δʹ, ψαλμῳδία, ἤγουν προσευχὴ σωματικὴ διὰ ψαλμοὺς καὶ γονάτων κλίσιν. εʹ, προσευχὴ πνευματική, ἡ διὰ τοῦ νοὸς γινομένη, ἀπέχουσα πᾶσαν | |
10 | ἔννοιαν. ϛʹ, ἀνάγνωσις ἔν τε βίοις τῶν ἁγίων Πατέρων καὶ λόγοις αὐτῶν· μηδόλως περὶ δογμάτων ξένων ἢ ἄλλων τινῶν ἀκούειν· ἵνα διὰ τῶν λόγων τῶν Πατέρων νικήσῃ τὰ πάθη. ζʹ, ἐρώτησις ἐμπείρων περὶ παντὸς λόγου καὶ ἐγχειρημάτων, ἵνα μὴ ἐξ | 383 |
15 | ἀπειρίας καὶ αὐταρκείας ἄλλα ἀντ’ ἄλλων νοῶν καὶ ποιῶν ἀπόληται. | 384 |