TLG 4138 103 :: EPHRAEM SYRUS :: De directione uirtutis EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De directione uirtutis Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 397. Citation: (Line) | ||
t | Περὶ κατορθώσεως ἀρετῆς | |
---|---|---|
1 | Πάντες οἱ τρόποι καὶ τὰ μέλη χρῄζουσι τῷ Χριστιανῷ εἰς κατόρθωσιν ἀρετῶν. Ὅπως ἀγὼν αὐτῷ καὶ σπουδὴ ᾖ, ἐν μηδενὶ ἐλλείπειν, ὥσπερ ἐπὶ τοῦ ἀρότρου· ἐὰν μὴ τὴν εὐθεῖαν κατέχει, ἀνώμαλον τὸ ἔργον εὑρίσκεται. Οὕτω τῷ Χριστιανῷ πάντων χρεία, ἵνα ἐν πᾶσιν ἀγωνιάσῃ ἐν καλοεργίᾳ· ἢ ὥσπερ τις | |
5 | μίλια ὁδεῦσαι ἔχων λʹ, ἵνα εἰς πόλιν εἰσέλθῃ· τούτου δὲ χαυνωθέντος καὶ ἀμε‐ λοῦντος, ἔξω εὑρίσκεται· οὕτως, ἐάν τις λείψῃ τῶν τῆς δικαιοσύνης ἀρετῶν, ὡς ἀμελὴς κρίνεται. Πάντων τοίνυν τῶν κατορθωμάτων προνοητέον, ὅπως τὸ Πνεῦμα τὸ Ἅ‐ γιον ἐπαναπαυσάμενον ἐπὶ τοῖς ἀγαθοῖς καρποῖς, συγκαταμίξῃ εἰς τὴν βασιλείαν | |
10 | τῶν οὐρανῶν. Σώφρων ἀληθής ἐστιν, οὐχ ἵνα τὸ σῶμα ἀπὸ πορνείας φυλάξῃ | |
μόνον, ἀλλ’ ἕκαστον τοῦ σώματος μέλος· οἷον, ὅτε ὀφθαλμὸς καὶ ἡ γλῶσσα κατὰ τὴν ἰδίαν ἐργασίαν σωφρονοῦσι, καὶ κατὰ τὸν ἔσω ἄνθρωπον οἱ διαλογισμοὶ τῆς ψυχῆς μὴ συνδυάζονται τοῖς τῆς κακίας διανοήμασιν. Ὥσπερ ἐν τοῖς ἰοβόλοις θηρίοις πολλὴ διαφορά ἐστιν, οἷον, ἀσπίς, σκορπιός, δράκων, ἕνα δὲ ἰὸν θανα‐ | 381 | |
15 | τηφόρον κέκτηνται, οἷς ἐὰν σώμασι προσεγγίσωσιν· οὕτω καὶ ἡ διαφορὰ τῶν ἀνθρώπων τῇ πονηρίᾳ πολλή, ἑκάστῳ ἰδίαν ἐργασίαν τῆς πονηρίας ἀποτελοῦσα καὶ τῇ ψυχῇ ἐκχέουσα, τῇ κοινωνούσῃ καὶ συνδυαζούσῃ ταῖς ὑποβολαῖς τῆς ἁμαρτίας· οἷον, ἢ κενοδοξίαν, ἢ ὀργήν, ἢ πονηρίαν, ἢ δόλον, ἢ μισαδελφίαν, ἢ φιλαργυρίαν, ἢ πορνείαν· ὡσαύτως ἀπόλλυταί τις ἢ γαστριμαργίας ἢ πορνείας | |
20 | ἰῷ. Οὕτω καὶ ὁ ὁρώμενος ὀφθαλμὸς πάντα καθαρῶς καὶ ὥς ἐστιν, ἐν ἀληθινῇ κρίσει ὁρᾷ, καὶ ὑγιὴς στόμαχος πάντα τὰ βρώματα ἡδέως δύναται δέξασθαι· οὕτω καὶ ἡ καθαρὰ ψυχὴ πάντα ἀμώμως καὶ καθαρῶς ὁρᾷ· ἡ δὲ τεθολωμένη συνδυά‐ ζουσα, οὐδὲ τὰ καλὰ δύναται ἰδεῖν ὡς καλά, ἐν πᾶσι προσκόπτουσα, τὸν ὀφθαλ‐ μὸν ἔχουσα ἐν τῷ σκότει τῆς ἁμαρτίας. Ἔστιν εὐχὴ καὶ νηστεία καὶ ἐλεημοσύνη | |
25 | βδέλυγμα παρὰ Θεῷ, διότι οὐ καθαρῶς ταῦτα ἐπιτελοῦνται πρὸς τὸν Θεόν. | 382 |