TLG 4138 102 :: EPHRAEM SYRUS :: Institutio de exercitatione bonorum operum, et de dei patientia

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Institutio de exercitatione bonorum operum, et de dei patientia

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 5. Thessalonica: Το περιβόλι της Παναγίας, 1994: 378–380.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 396.

Citation: (Line)

1tΚατήχησις περὶ ἐργασίας ἀγαθῶν ἔργων,
2tκαὶ περὶ τῆς Θεοῦ ἀνοχῆς
1 Ἤδη καιρὸς ἐπάγει ἡμᾶς εἰς τὴν ἐργασίαν τῆς αἰωνίου ζωῆς καὶ τῆς ἀκα‐ ταλύτου δόξης· ταύτην γὰρ τὴν ζωὴν διαδέχεται θάνατος, καὶ τὴν δόξαν κατα‐ λαμβάνει αἰσχύνη. Πολλοὶ γὰρ τῶν δυνατῶν πρὸ ὥρας, κυνῶν δίκην, εἰς ᾅδου κατηνέχθησαν, καὶ κριταὶ ὑπὸ καταδεεστέρων ἐκρίθησαν, καὶ πλούσιοι ἐσχάτως
5ἐπτώχευσαν, καὶ σοφοὶ αἰφνιδίως παρεφρόνησαν. Ὁ ἰσχυρὸς ἠσθένησεν, ὁ ὑγιαί‐ νων ἠρρώστησεν, οὐδὲν δὲ βέβαιον ἐν ἀνθρώποις, ἐπειδὴ μηδὲν ὅσιον ἐν κόσμῳ. Τέκνα ἀτιμάζουσι πατέρας αὐτῶν, καὶ πατέρες βασκαίνουσι τὰ τέκνα αὐτῶν·
γυναῖκες ἀθετοῦσιν ἄνδρας, καὶ ἄνδρες οὐ φυλάσσουσι συνείδησιν γυναιξί· νέοι ληροῦσι κατὰ πρεσβυτέρων, καὶ πρεσβύτεροι νεωτερίζουσι κατὰ νέων.378
10 Οὐκ ἔστιν ἐμπιστεῦσαι φίλῳ, οὔτε θαρρῆσαι ἀδελφῷ. Λαλήσεις εἰρηνικά, καὶ ἐν αὐτῷ λογίζεται πολεμικά. Φθόνος καὶ δόλος πολιτεύεται, καὶ ἀπληστία κρατεῖ. Οὐδεὶς γὰρ μέμνηται Θεοῦ· οὐδεὶς προσδοκᾷ κριθῆναι ἀποθανών. Διὰ τοῦτο ἐπληθύνθη τὰ κακά, ἐπειδὴ ἀθετεῖται Θεός. Σύνεσιν ἡμῖν δέδωκεν, ἵνα ἐν αὐτῇ βουλευώμεθα ἀγαθόν, ἡμεῖς δὲ ἐν
15αὐτῇ βουλευόμεθα πονηρόν· δύναμιν ἡμῖν παρέσχεν, ἵνα ἐξ αὐτῆς παράσχωμεν τοῖς λειπομένοις, ἡμεῖς δὲ ἐν αὐτῇ ἀφαιρούμεθα τὰ τῶν πενήτων· ἀρχὰς ἡμῖν ἐνεχείρισεν, ἵνα ἐν αὐταῖς συστέλλωμεν τοὺς βίᾳ φερομένους, ἡμεῖς δὲ ἐν αὐταῖς τυραννοῦμεν τοὺς ἀπεριστάτους. Οὐκ ἔστιν ὁδὸς εὐθεῖα, οὐδὲ δικαία. Ἐψύγη ἡ ἀγάπη, καὶ τὸ μῖσος
20ἐπληθύνθη. Ἐξουδενώθη ἡ ἀρετή, καὶ εὐδοκίμησεν ἡ ὑπόκρισις. Ἐβδελύχθη ἡ ταπεινοφροσύνη, καὶ προετιμήθη ἡ ἔπαρσις. Ἐξέλιπεν ἡ ἀλήθεια, καὶ τὸ ψεῦδος ἐκάλυψε τὴν γῆν. Ὢ βάθος χρηστότητος καὶ μακροθυμίας Θεοῦ! Ὅτι ἐπὶ πᾶσι
τοῖς γινομένοις κακοῖς ἀνέχεται καὶ οὐκ ἐκδικεῖ. Οὐχ ὡς μὴ δυνάμενος ἡμᾶς παραχρῆμα ἀμύνασθαι, οὐ κέχρηται τῇ ὀργῇ, ἀλλὰ σπλαγχνιζόμενος ἡμῶν ὡς379
25πατήρ, ἐπὶ πλεῖστον παρατείνει τὸ ἔλεος.380