TLG 4138 101 :: EPHRAEM SYRUS :: Sermo de operatione peruersi daemonis

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo de operatione peruersi daemonis

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 5. Thessalonica: Το περιβόλι της Παναγίας, 1994: 371–377.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 362f–365d.

Citation: Page — (line)

371

(t)

Λόγος περὶ τῆς ἐνεργείας τοῦ μισοκάλου δαίμονος
1 Πατέρες καὶ ἀδελφοί, ἀκούσατε· πολλάκις γὰρ ὁ Ἐχθρὸς ὑποβάλλει τῷ ἀνθρώπῳ, λέγων· ἀκμὴν νεώτερος εἶ· ἀπόλαυε τῶν ἐπιθυμιῶν σου. Πόσους γὰρ δοκεῖς καὶ ἐν τῷ κόσμῳ τρυφήσαντας, καὶ τῶν αἰωνίων ἀγαθῶν μὴ στερηθέν‐ τας; Καὶ σὺ νεώτερος εἶ· φάγε, πίε, εὐφραίνου τοῖς ἀγαθοῖς τοῦ κόσμου τούτου·
5καὶ περὶ τὸ γῆράς σου μετανοεῖς· καί, τί θέλεις ἀπὸ τοιαύτης ἡλικίας κατατήκειν τὸ σῶμά σου; Εἶτα ἄρχεται τὸ γῆρας. Φέρει λέξεις ἐκ τῶν θείων Γραφῶν ὁ δό‐ λιος, καὶ φησίν· ὦ ἄνθρωπε, στενάζεις καὶ ἀμφισβητεῖς περὶ τὸ ἔλεος τοῦ Θεοῦ, καὶ ποιεῖς αὐτὸν ἀνελεήμονα; Ἡ θεία Γραφὴ κηρύττει, ὅτι ὁ Θεὸς ἐλεήμων ὑπάρχει καὶ φιλάνθρωπος. Τί γάρ, οὐ γινώσκει ὅτι γέρων ἀσθενὴς εἶ καὶ ἀδύ‐
10νατος; Οἶδεν ὅτι νηστεῦσαι οὐ δύνασαι, οὔτε ἀγρυπνῆσαι, οὔτε χαμοκοιτῆσαι.371

372

Οὐκ ἤκουσας αὐτοῦ ἐν Εὐαγγελίοις λέγοντος, ὅτι καὶ 〈οἱ〉 ἀπὸ μικρᾶς ἡλικίας αὐτῷ δουλεύοντες, καὶ οἱ ἀπὸ μέσης, καὶ οἱ γέροντες, ἶσον μισθὸν λαμβάνουσιν; Οὕτω γὰρ ἔφη ἐν τῷ Εὐαγγελίῳ, ὅτι καὶ οἱ εἰς τὴν πρώτην ὥραν ἐλθόντες, καὶ εἰς τὴν τρίτην, καὶ εἰς τὴν ἕκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην, ἶσον μισθὸν ἔλαβον.
5Ἰδοὺ καὶ ὁ προφήτης Δαυῒδ προεφήτευσε λέγων· ηὐλόγησε τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Ταῦτα τὰ ῥήματα ἐρεῖ πρὸς τοὺς ἐπισταμένους τὴν Γραφήν, ἵνα μήτε ἐν τῇ νεότητι, μήτε ἐν τῷ γήρει, ἐάσῃ αὐτοὺς πενθῆσαι τὰς ἁμαρτίας αὐτῶν. Πρὸς δὲ τοὺς ἁπλουστέρους, τὸ ξίφος τῆς ἀπογνώσεως παίων, ἐρεῖ· ὦ ἄνθρωπε, τί
10διαλογίζῃ; Τί πλανᾷς ἑαυτὸν λέγων, ὅτι ὁ Θεὸς τῶν μετανοούντων ἐστί; Ἐπόρ‐ νευσας, ἐμοίχευσας, ἐλῄστευσας, ἐφόνευσας, ἔκλεψας, ἐψεύσω, ἐπιώρκησας. Ποία σοι σωτηρίας ἐλπίς; Ἀπόλωλας! Διόπερ ἀπόλαυε τῶν ἐπιθυμιῶν σου. Ἐκεῖνα ἀπώλεσας, κἂν τὰ παρόντα μὴ στερῆσαι. Ταῦτα μὲν τοῦ Διαβόλου τὰ ῥήματα, ἀλλὰ τοῦ Χριστοῦ ἐναντία· ἀπόλω‐
15λας, ἀλλὰ δύνασαι σωθῆναι· ἐπόρνευσας, ἀλλὰ δύνασαι σωφρονῆσαι. Τοῦ οὖν372

373

Πέτρου εἰρηκότος· ποσάκις ἀφήσω τῷ ἀδελφῷ μου μετανοοῦντι, φησὶν ὁ Χρι‐ στός· ἑβδομηκοντάκις ἑπτά. Τοῦτο δὲ εἰπών, ἐσήμανε τὸ διηνεκὲς καὶ ἀόρι‐ στον. Ὁ δὲ ἄνθρωπος ὄπου ἐὰν φθασθῇ εἰς τὸ τέλος, ἐκεῖ καὶ κρίνεται· κἂν εἰς τὸ ἀγαθόν, κἂν εἰς τὸ κακόν.
5 Μνήσθητι, ἀδελφέ, πῶς ἐσώθησαν οἱ ἁμαρτωλοί, καὶ μὴ ἀπογνῷς. Ἐνθυ‐ μήθητι τὸν μακάριον Μανασσῆν, τὴν πόρνην, τὸν τελώνην, τὸν λῃστήν, τὸν ἄσωτον, καὶ φεύξῃ τὸ δέλεαρ. Ὅταν εἴπῃ σοι, ἀπόλαυε τῶν ἐπιθυμιῶν σου, εἰπὲ πρὸς αὐτόν, καὶ ποία ἄρα ὠφέλεια ἐκ τῆς ἀκαθαρσίας τῶν ἡδονῶν ὑπάρχει, καὶ οὐχὶ μᾶλλον πῦρ αἰώνιον; Ὅταν δὲ μᾶλλον προσάγῃ σοι τὴν φιλανθρωπίαν
10τοῦ Θεοῦ, λέγε πρὸς αὐτόν· κἀγὼ οἶδα ὅτι ἐλεήμων ἐστὶ καὶ φιλάνθρωπος, ἀλλὰ καὶ δίκαιος κριτής· καὶ ἐπίσταμαι ὅτι σοῦ οὐκ ἐφείσατο, οὔτε τῶν μετὰ σὲ ἀπωσθέντων, ἀλλὰ τῷ αἰωνίῳ πυρὶ κατεδίκασε. Καὶ ἐὰν εἴπῃ, ἐγὼ ἀσώματός εἰμι καὶ οὐ περίκειμαι ἀσθένειαν, διὰ τοῦτο οὐκ ἐφείσατό μου· ἀλλὰ σοῦ φείσε‐ ται, εἰπὲ πρὸς αὐτόν, πῶς τὸν πρωτόπλαστον Ἀδὰμ οὐκ ἐφείσατο, οὔτε τὴν
15Εὔαν, οὔτε τὸν Κάϊν, οὔτε τοὺς ἐν τῷ κατακλυσμῷ, οὔτε τοὺς Σοδομίτας, καὶ373

374

οὔτε τοῦ μαθητοῦ αὐτοῦ; Καὶ εἰ τοῦ ἰδίου μαθητοῦ οὐκ ἐφείσατο, πῶς ἐμοῦ φεί‐ σεται; Ἀπόστα πόρρω ἀπ’ ἐμοῦ, δραπέτα τοῦ οὐρανοῦ. Καὶ τῷ τοῦ σταυροῦ σημείῳ ἑαυτὸν σφράγισον· καὶ φεύξεται ἀπὸ σοῦ. Ἀδελφοί μου, μὴ πεισθῶμεν τῷ Ἐχθρῷ τῷ κακῶς συμβουλεύοντι εἰς τὸ
5ἀπολέσαι ἡμᾶς, ἀλλὰ πιστεύσωμεν ὅτι ἔστι κρίσις καὶ ἀνταπόδοσις ὑπὲρ ἔργου, ὑπὲρ λόγου, ὑπὲρ ἐνθυμήματος, ὑπὲρ κινήματος, ὑπὲρ ἐννοίας. Ταῦτα πάντα εἰδότες ἑαυτοὺς ἀσφαλισώμεθα, ἵνα, τοὺς ἐξεναντίας μηδὲν ἔχοντας λέγειν περὶ ἡμῶν φαῦλον ἐν τῇ ἡμέρᾳ τῆς φοβερᾶς κρίσεως, εὕρωμεν ἄνεσιν μετὰ τῶν φο‐ βουμένων τὸν Κύριον· καὶ σὺν πᾶσι τούτοις ἐργασώμεθα τὸ ἀγαθόν· διότι ἡ πί‐
10στις χωρὶς τῶν ἔργων νεκρά ἐστι· καθὼς καὶ τὰ ἔργα ἄνευ πίστεως. Ἀδύνατον γάρ ἐστι τινὰ σπαταλῶντα εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, κατὰ τὴν αὐτόλεκτον φωνὴν τοῦ Εὐαγγελίου· βλέπετε μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρ‐ δίαι ἐν κραιπάλῃ καὶ μέθῃ. Τοιγαροῦν χρὴ πᾶσαν ὥραν ἑτοίμους εἶναι ἡμᾶς, μήπως ἐξαίφνης κληθέν‐
15τες εὑρεθῶμεν ἀνέτοιμοι, καὶ στυγνάσουσιν ἐφ’ ἡμῖν οἱ σταλέντες πρὸς ἡμᾶς374

375

ἅγιοι Ἄγγελοι, ἀνακαγχάσουσι δὲ οἱ πονηροὶ δαίμονες· μὴ εὑρεθῶμεν τῇ κλή‐ σει μὲν Χριστιανοί, τῷ δὲ τρόπῳ Ἕλληνες· Χριστιανισμὸς γάρ ἐστι μίμημα Χριστοῦ κατὰ τὸ δυνατόν. Ἐὰν γὰρ θαρρήσωμεν τῷ ἁγίῳ βαπτίσματι καὶ ἀμε‐ λήσωμεν τῶν λοιπῶν ἐντολῶν, γεγόναμεν ἄπιστοι. Χριστὸς οὐδὲν ἡμᾶς ὠφε‐
5λήσει, ἐπιμένοντας τῇ κακίᾳ καὶ ἁμαρτίᾳ· ἀκηκόαμεν γὰρ αὐτοῦ λαλοῦντος ἐν τῷ ἁγίῳ Εὐαγγελίῳ ὅτι οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἴδετε πῶς εὐηρέστησαν οἱ Ἅγιοι τῷ Θεῷ; Οὐ ῥέγχοντες καὶ ἀναπεπτω‐
10κότες, ἀλλ’ ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθα‐ νον, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Διό, ἀγαπητοὶ καὶ φιλόχριστοι, καὶ ἡμεῖς ἀγωνισώμεθα ἕκαστος κατὰ δύναμιν, μὴ παντελῶς εὑρεθῶμεν ἄκαρ‐ ποι, καὶ διαδέξηται ἡμᾶς ἡ αἰώνιος κόλασις. Ὥσπερ οὖν τὸ ἁμαρτάνειν ἐν ἡμῖν
15ἐστι, τοῦ Θεοῦ παραχωροῦντος διὰ τὸ αὐτεξούσιον, οὕτω καὶ τὸ δικαιοπραγῆσαι375

376

ἐν ἡμῖν ὑπάρχει, τοῦ Θεοῦ συνεργοῦντος διὰ τὴν πρόθεσιν. Οὐκοῦν ποθήσωμεν τὴν στενὴν καὶ τεθλιμμένην ὁδόν· δι’ αὐτῆς γὰρ συμ‐ βασιλεύσομεν. Φύγωμεν δὲ τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ τὰ βαδίσματα, ἥτις πρόξενος γίνεται ἡμῖν τῆς ἀτελευτήτου κολάσεως. Τὸ λοιπόν, ἀδελφοί,
5ἐργασώμεθα τὸ ἀγαθὸν ἐξ ὅλης τῆς διανοίας· νεκρώσωμεν τὸ φρόνημα τῆς σαρκός, ἵνα μὴ εὑρεθῶμεν ἐχθροὶ τοῦ Θεοῦ· Παῦλος, ὁ μέγας ἀπόστολος τοῦ Χριστοῦ, ταῦτα εἴρηκεν. Ἐλεηθῶμεν. Δώσομεν ἄρτον, καὶ λάβωμεν τὸν οὐρα‐ νόν· δώσομεν ὀβολόν, καὶ οἰκήσομεν παράδεισον· δώσομεν ἱμάτιον, καὶ κληρο‐ νομήσομεν τὴν τῶν οὐρανῶν βασιλείαν· δώσομεν ὀλίγα, ἵνα λάβωμεν πολλά·
10δώσομεν προαίρεσιν, καὶ τὸ πᾶν ἀνύσομεν· δώσομεν προθυμίαν, καὶ ληψόμεθα ἰσχύν. [Φησὶ γὰρ ὁ Νυσσαέων Γρηγόριος· μόνον ἀρετὴ καμάτῳ τρέφει τὴν δύ‐ ναμιν, μὴ ἐνδοῦσα τὸν τόνον, ἀλλ’ ἐπαύξουσα.] Δακρύσωμεν ἐνταῦθα, φιλόχριστοι ἀδελφοί, ἵνα σβέσωμεν τὴν ἀτελεύτητον
φλόγα. Οἱ γὰρ ὧδε χαριεντιζόμενοι, ἐκεῖ καταδικασθήσονται· οἱ ὧδε κλαίον‐376

377

τες, ἐκεῖ γελάσουσιν· οἱ ὧδε ὀνειδιζόμενοι, ἐκεῖ μακαρισθήσονται· οἱ ὧδε πει‐ νῶντες, ἐκεῖ χορτασθήσονται· οἱ ὧδε διψῶντες, ἐκεῖ κορεσθήσονται. Νήψωμεν, γρηγορήσωμεν ὅσην δύναμιν. Μὴ ἐκκακήσωμεν κρούοντες καὶ παρακαλοῦντες, καὶ πάντως ἀνοίξει Χριστὸς ὁ Θεὸς ἡμῶν. Αὐτῷ ἡ δόξα πρέπει, νῦν καὶ ἀεὶ καὶ
5εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.377