TLG 4138 100 :: EPHRAEM SYRUS :: Institutio ad monachos

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Institutio ad monachos

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 5. Thessalonica: Το περιβόλι της Παναγίας, 1994: 300–370.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 324d–356a.

Citation: Page — (line)

300

(t)

Διδασκαλία πρὸς μοναχούς
1Ὁ τῶν ἁπάντων Δεσπότης, ὁ φιλάνθρωπος Θεός, ἀγαθὰς ἀφορμὰς τῷ τῶν ἀνθρώπων γένει χαρίζεται πάντοτε πρὸς τὴν τῶν μελλόντων ἐπίγνωσιν· καὶ τὴν ἐπὶ τὰ κρείττω προκοπὴν ἕκαστον λαμβάνειν βουλόμενος, οἷς νεύματι χρη‐ στότητος ὑποτίθεται, εἰς ἀγαθὸν ἕλκων ἀεὶ τὸν κατ’ εἰκόνα αὐτοῦ γεγενημένον
5ἄνθρωπον· τῆς γὰρ ψυχῆς κατὰ φύσιν τὴν ἐπὶ τὰ καλὰ ῥοπὴν ἐχούσης καὶ τῶν κρειττόνων ἐπιθυμεῖν σπευδούσης, τὸ τῆς κακίας ἀριστερὸν μέρος πανουργίᾳ δεινῇ ταῖς ἁπλουστέραις ψυχαῖς φαντασίαν καλῶν πάντοτε προβάλλεται εἰς ἐπι‐ σκότωσιν τῶν ὄντως καλῶν. Διὸ 〈ἡ〉 τῆς χάριτος τοῦ Θεοῦ ἀνεκδιήγητος ἀγάπη γνῶσιν ἀληθείας διὰ τῶν θεοπνεύστων Γραφῶν διδάσκει ἡμᾶς κατὰ τὸν λέγοντα,
10χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ἵνα οὕτως ἰσχύσωμεν τὴν πάν‐300

301

των κακῶν αἰτίαν ἄγνοιαν ἀπώσασθαι, καὶ τὴν ἐν ἡμῖν οὖσαν σαρκικὴν καὶ ἄλογον φρόνησιν, δολερῶς ἐπαγγελίᾳ γνώσεως κρατυνομένην, τῷ φωτὶ τῆς ἀληθοῦς γνώσεως ὁδηγούμενοι παντελῶς ἐξελάσαι δυνηθῶμεν, σωτηρίας αἰτίαν τὴν γνῶσιν τῆς ἀληθείας μεμαθηκότες εἶναι.
5 Ἐπεὶ τοίνυν καὶ ὑμεῖς, ὦ ποθεινότατοι καὶ ἀγαπητοὶ ἀδελφοί, πολλάκις παρ’ ἡμῶν ᾐτήσατε λόγον ἐκθέσθαι, ὁποῖον χρὴ τρόπον ἔχειν τοὺς ἀναχωρήσαν‐ τας τῶν σαρκικῶν ἡδονῶν καὶ τῆς πολιτείας τοῦ αἰῶνος τούτου, ἐπὶ τὸ αὐτὸ δὲ κατὰ τὸν ἐν ταῖς Πράξεσιν ἀποστολικὸν χαρακτῆρα συνεληλυθότας, ἱερὸν συγ‐ κρότημα καὶ στίφος ἀδελφότητος γεγενημένους, συνεῖναι εὐσεβῶς ἀλλήλοις
10διαπαντὸς ἑλομένους· ὅπως τε ἀλλήλων συνδιατριβὴν ποιεῖσθαι δέοι, ποίαν δὲ ἔχειν χρὴ τὴν τῶν ἠθῶν κατάστασιν· τίς δὲ ὁ σκοπὸς τῆς ἄκρας ἀρετῆς ὁδοῦ, καὶ τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον· ὁποῖός τε ὁ δρόμος καὶ ἀγὼν τῶν εἰς τὸ τέλειον ἐπιθυμούντων φθάσαι, καὶ εἰς μέτρον τῆς
πνευματικῆς ἡλικίας καταντῆσαι σπευδόντων. Καὶ ἵνα μὴ εἰς μακρὸν παρατεί‐301

302

νωμεν τὸν λόγον, ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα ᾐτήσατε παρ’ ἡμῶν διὰ γράμματος ὑμῖν χαραχθῆναι εἰς ὑπόμνησιν συνεχῆ ψυχωφελοῦς μελέτης, πεπει‐ σμένοι δηλονότι περὶ τοῦ εὐσεβοῦς τῆς ὀρθοδόξου πίστεως δόγματος, μίαν εἶναι θεότητα τῆς προσκυνητῆς καὶ μακαρίας Τριάδος, μίαν οὐσίαν, ἓν θέλημα, μίαν
5δόξαν, μίαν προσκύνησιν προσφέρειν ταῖς τρισὶ τῆς μιᾶς θεότητος ὑποστάσεσι, καθὼς καὶ ἐν τῷ ἁγίῳ μυστηρίῳ τοῦ βαπτίσματος εὐσεβῶς τὴν καλὴν ὁμολο‐ γίαν ἐνώπιον πολλῶν μαρτύρων ὡμολογήσαμεν. Διὰ τοῦτο καὶ ἡμεῖς τὴν πολλὴν ὑμῶν ἐπὶ τὸ ἀγαθὸν ὁρμὴν θεασάμενοι, καὶ τὴν ἐπὶ τὸ ἄκρον τῆς ἀρετῆς ἐπιθυμίαν ἰδόντες, δι’ ὀλίγων ὑπόμνησιν ποιῆσαι
10οὐκ ὠκνήσαμεν, ἐξ αὐτῶν τῶν θεοπνεύστων Γραφῶν τὰς ἀφορμὰς τῶν νοημάτων λαβόντες. Ἅμα καὶ αὐτὰς τὰς γραφικὰς μαρτυρίας εἰς πληροφορίαν ἀδιστάκτου πίστεως παρεθέμεθα, ἵνα μή τις δόξῃ ἡμᾶς ἀφ’ ἑαυτῶν τι λέγειν, καὶ ὡς ὑπέρ‐ ογκα ματαιότητος φρονοῦντας ὑποπτεύσῃ. Οὕτω τοίνυν προηγούμενος πᾶσι τοῖς ἑαυτοὺς ἀφιερώσασι τῷ Θεῷ καὶ
15τὰ σώματα αὐτῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λα‐302

303

τρείαν παριστάναι πάντοτε σπουδάζουσι, σκοπὸς τῆς εὐσεβείας, προκείμενος εἰς τὸ πιστεύειν κατὰ τὰς ἱερὰς τῶν Εὐαγγελίων καὶ τῶν λοιπῶν ἁγίων Γραφῶν ἐπαγγελίας, ἐπιδιδόναι ἑαυτοὺς εἰς πᾶν ἔργον ἀγαθὸν καὶ εἰς πᾶσαν ἀρετῆς ἐπι‐ τήδευσιν. Πεπείσεσθαι χρὴ βεβαίως ὅτι διὰ τῆς χάριτος τοῦ Χριστοῦ καὶ τῆς
5θείας δυνάμεως παντελῶς τὴν λύτρωσιν καὶ τὴν κάθαρσιν τῶν τῆς ἀτιμίας παθῶν ἐν ἡμῖν δυνατὸν γενέσθαι τῶν ἐνεργουμένων ἔν τε τῇ ψυχῇ καὶ ἐν τῷ σώματι· ὅτι τὰ παρ’ ἡμῖν ἀδύνατα παρὰ τῷ ἐπαγγειλαμένῳ Θεῷ δυνατὰ τυγ‐ χάνει· τὰ γὰρ τῆς ἁμαρτίας πάθη ὕστερον ἐπιγέγονε τῇ ψυχῇ καὶ τῷ σώματι, διὰ τὴν τοῦ πρωτοπλάστου ἀνθρώπου παράβασιν· καὶ τῆς τοῦ Πνεύματος υἱοθε‐
10σίας τελείως καὶ ὁλοκλήρως εἰς ἁγιασμὸν ψυχῆς καὶ σώματος, ἐν πάσῃ πληρο‐ φορίᾳ πίστεως, χρὴ καταξιωθῆναι, κατὰ τὸν εἰπόντα ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη πρὸς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει Πνεύματος Ἁγίου καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε. Καὶ πάλιν· ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου
15ἡμῶν Ἰησοῦ Χριστοῦ. Αὐτὸν ἀρραβῶνα τῆς χάριτος τῆς ἀρρήτου εὐεργεσίας303

304

διὰ τοῦ ἁγίου τῆς τρισμακαρίας ἐπωνυμίας βαπτίσματος οἱ πιστεύσαντες ἐδεξά‐ μεθα εἰς αὔξησιν τῆς τελείας κληρονομίας καὶ εἰς πολυπλασιασμὸν τοῦ ταλάν‐ του, τὸ μέγα καὶ ἄχραντον μυστήριον πιστευθέντες· τὸ γὰρ θεῖον καὶ παράκλητον Πνεῦμα δοθὲν τοῖς Ἀποστόλοις, καὶ δι’ αὐτῶν τῇ μόνῃ καὶ ἀληθινῇ Ἐκκλησίᾳ
5τοῦ Θεοῦ διακονηθέν, ἀπὸ τῆς τοῦ βαπτίσματος ὥρας κατ’ ἀναλογίαν τῆς πί‐ στεως διαφόρως καὶ πολυτρόπως σύνεστιν ἑκάστῳ τῷ ἐκ πίστεως εἰλικρινοῦς τῷ βαπτίσματι προσελθόντι. Εἰς πολυπλασιασμὸν μέντοι καὶ ἐπεργασίαν καὶ αὔξησιν λαμβάνει ἕκαστος τὴν μνᾶν, ὡς ἐν τῷ Εὐαγγελίῳ εἴρηται. Ὥσπερ τὸ γεννηθὲν ἐν τῷ αἰῶνι τούτῳ
10βρέφος οὐκ εἰς τὴν νηπιώδη ἡλικίαν ἕστηκε πάντοτε, ἀλλ’ ὁσημέραι τὴν αὔξησιν λαμβάνει, ἀνάγκης τινὸς ἀκολουθίᾳ κατὰ τοὺς ἀρρήτους τῆς φύσεως νόμους, ἕως ἂν εἰς ἄνδρα τέλειον καὶ εἰς συμπλήρωσιν τῶν λογικῶν ἐννοιῶν φθάσῃ· τὸν
αὐτὸν τρόπον καὶ ὁ γεννώμενος ἄνωθεν ἐξ ὕδατος καὶ Πνεύματος οὐκ εἰς νη‐304

305

πιώδη τῆς νοητῆς ἡλικίας ἐξανίστασθαι ὀφείλει, ἀλλ’ ὁσημέραι ἀγῶνι καὶ πόνῳ καὶ ὑπομονῇ πολλῇ χρώμενος διὰ τὴν πρὸς τὸν νοητὸν ἀνταγωνιστὴν πάλην, προκόπτειν καὶ αὔξειν δέοι εἰς τὴν τῆς νοητῆς ἡλικίας συμπλήρωσιν, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα
5τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέ‐ τρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνι‐ ζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστι Χριστός. Καὶ πάλιν ἀλλαχοῦ ὁ αὐτὸς λέγει· μὴ συσχηματίζεσθε
10τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον· εἰς τὸ τέλειον θέλημα τοῦ Θεοῦ φθάνειν φάσκων τοὺς εἰς μέτρον τέλειον ἡλικίας καὶ λογικῆς συμπληρώσεως τοῦ Πνεύματος ἐλθόντας.
Ἀλλ’ ἐπὶ τῆς σωματικῆς γεννήσεως ἀνάγκης τινὸς ἀκολουθίᾳ καὶ φύσεως305

306

νόμῳ ἐπὶ τὴν ἀνδρικὴν ἡλικίαν τὸ γεννώμενον παιδίον φθάνει· οὕτω τῆς τοῦ Θεοῦ προνοίας, ἀνάγκης ὅρῳ καὶ οὐ προαιρέσει θελήματος, διαταξαμένης τὴν σωματικὴν ἡλικίαν συμπληροῦσθαι. Ἐπὶ δὲ τῆς ἄνωθεν πνευματικῆς γεννήσεως, οὐ ταύτην ὥρισε τὴν ἀκολουθίαν, ἀλλὰ πόνον καὶ ἀγῶνα καὶ δρόμον μετὰ ὑπο‐
5μονῆς πολλῆς τῇ αὐτεξουσίῳ προαιρέσει τοῦ ἀνθρώπου ἔθετο, κατὰ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας. Καὶ πάλιν· βιάζε‐ σθε· βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν. Καί, ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· καί, ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Καὶ ὁ Ἀπόστολος· δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, καί,
10οὕτω, φησί, τρέχετε, ἵνα καταλάβητε. Καὶ πάλιν· ὡς Θεοῦ διάκονοι ἐν ὑπο‐ μονῇ πολλῇ, καὶ τὰ ἑξῆς. Οὕτω δὲ ᾠκονόμησεν ἡ θεία χάρις, ἵνα ἰδίᾳ γνώμῃ καὶ ἰδίῳ θελήματι καὶ πόνῳ καὶ ἀγῶνι τὴν νοητὴν αὔξησιν ἕκαστος προσλαμ‐
βάνῃ. Καθ’ ὅσον ἀγῶνι σωματικῷ καὶ ψυχικῷ εἰς πᾶσαν τὴν τῶν ἀγαθῶν εὐα‐306

307

ρέστησιν ἑαυτὸν ἐκδίδωσι, τοσοῦτον καὶ τὴν μετουσίαν τοῦ Ἁγίου Πνεύματος εἰς τὴν πνευματικὴν αὔξησιν τῆς ἀνακαινώσεως τοῦ νοὸς προσκτᾶται· χάριτι μὲν καὶ δωρεᾷ τὴν σωτηρίαν ποριζόμενος, πίστει δὲ καὶ ἀγάπῃ καὶ ἀγῶνι αὐτε‐ ξουσίου προαιρέσεως τὴν προκοπὴν καὶ μέτρον δεχόμενος, ἵνα ὥσπερ χάριτι,
5οὕτω καὶ δικαιοσύνῃ τῆς αἰωνίου ζωῆς ἔσται κληρονόμος, οὔτε τὸ ὅλον διὰ θεί‐ ας δυνάμεως καὶ χάριτος ἄνευ τῆς αὐτοῦ ἀνθρώπου συνεργείας καὶ σπουδῆς τὴν αὔξησιν τῆς προκοπῆς λαμβάνων, οὔτε τὸ ὅλον διὰ τῆς ἰδίας δυνάμεως καὶ ἰσχύος ἄνευ τῆς συνεργείας καὶ βοηθείας τοῦ Πνεύματος εἰς τὸ τέλειον τοῦ Θε‐ οῦ θέλημα καὶ τὸ τῆς καθαρότητος μέτρον φθάσαι δυνάμενος· ἐὰν μὴ γὰρ Κύ‐
10ριος οἰκοδομήσῃ οἶκον, καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων, καὶ κοπιᾷ ὁ οἰκοδομῶν. Καὶ πάλιν· οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, καίπερ ῥομφαίαις καὶ βραχίοσι πολεμούντων αὐτῶν, ἀλλ’ ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου· τὴν τοῦ Θεοῦ δύναμιν συνεργοῦσαν τῷ ἰδίῳ αὐτῶν ἀγῶνι δηλῶν,
15ἅμα καὶ τὴν οἴησιν ἐκκόπτων τῶν δι’ ὀλίγας ἀρετὰς ἐφ’ ἑαυτοῖς πεποιθότων·307

308

πίστει δὲ καὶ ἀγάπῃ διὰ χάριτος θείας τὴν σωτηρίαν γίνεσθαι τοῖς ἐλπίζουσιν ἐδίδαξεν ὁ Προφήτης. Τί τοίνυν ἐστὶ τὸ τέλειον θέλημα τοῦ Θεοῦ, εἰς ὃ προτρέπεται καὶ παρα‐ καλεῖ ὁ Ἀπόστολος σπεύδειν ἕκαστον φθάσαι; Ἢ ἄρα περὶ ὦν ὁ Κύριος ἔλεγε
5μακαρίζων αὐτούς· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψον‐ ται; Καὶ πάλιν ἐντέλλεται· γίνεσθε οὖν ὑμεῖς τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐρά‐ νιος τέλειός ἐστι. Τὴν παντελῆ τῆς ἁμαρτίας κάθαρσιν διὰ τούτων ἐπαγγέλλεται, ὅπερ ἐστὶν ἡ παντελὴς τῶν τῆς ἀτιμίας παθῶν ἀπαλλαγή, καὶ τὴν τελείαν τῆς ἀκροτάτης ἀρετῆς ἀνάληψιν, ὅπερ ἐστὶν ὁ καθαρισμὸς καὶ ἁγιασμὸς τῆς καρ‐
10δίας διὰ τῆς μετουσίας τοῦ τελείου καὶ θεϊκοῦ Πνεύματος, ἐν πληροφορίᾳ γινό‐ μενος τῇ μετὰ πίστεως καὶ ἀγάπης ἀποδιδούσῃ Θεῷ ὅλην ἐξ ὅλου ἑαυτὴν ψυχῇ. Καθὼς καὶ διὰ τοῦ Δαυῒδ τὸν τέλειον τῆς ἀληθείας κόπον ὑποδεικνύον τὸ Πνεῦμα καὶ διδάσκον τοῦτον παρὰ Θεοῦ ἐπιζητεῖν καὶ πιστεύειν τοὺς ἐπιθυ‐ μοῦντας υἱοὺς φωτὸς ἀναδειχθῆναι καὶ τῆς ζωῆς κληρονόμους γενέσθαι, φησί·
15γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.308

309

Αἰσχύνην καὶ ἀτιμίαν ἐσήμανε φέρειν τοὺς μὴ ἄμωμον τὴν καρδίαν ἀπὸ παντὸς ῥύπου καὶ σπίλου κεκτημένους. Πάλιν γάρ φησι· τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. Πασῶν ἐντολῶν συμπλήρωσιν καὶ παν‐ τὸς παραπτώματος ἀναχώρησιν τελείαν παρρησίαν ἐπὶ Θεοῦ ἐδίδαξε τὸ Πνεῦμα.
5Καὶ πάλιν, καρδίαν καθαράν, εὐχόμενος ὁ Προφήτης ἔλεγε, κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου· καὶ πνεύματι, φησίν, ἡγεμονικῷ στήριξόν με· τὸν αὐτὸν σκοπὸν παριστάς. Ἀντερωτῶντος δὲ πάλιν, τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ, ἐπάγει τίνες εἰσὶ καὶ ποταποὶ τοιοῦτοι· ἀθῷος
10χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, φησί. Τὴν διὰ πράξεως καὶ λόγων καὶ διανοίας ἐπιτελουμένην ἁμαρτίαν παντελῶς ἐκκοπῆναι ἐξ ἡμῶν διὰ τῆς ἰδίας ἐνεργείας τὸ Πνεῦμα ἐμήνυσε, καὶ σπουδάζειν εὐχομένους, καὶ διὰ πίστεως ἐλπίζοντας ὁσημέραι φθάσαι εἰς τὴν τελείαν τοῦ πνεύματος καθαρότητα· ὁ γὰρ Ἀπόστολος
διαρρήδην διδάσκων ἔλεγεν, ὁποῖαι ψυχαὶ εἶναι ὀφείλουσιν αἱ γάμου μὲν σαρ‐309

310

κὸς καὶ δεσμῶν κόσμου ἀναχωρήσασαι, παρθενίαν δὲ ἐξασκεῖν ἐπιθυμοῦσαι. Φησίν· ἡ παρθένος μεριμνᾷ, ἵνα ᾗ ἁγία, οὐ σώματι μόνον, εἶπεν, ἀλλὰ καὶ πνεύματι· πρακτικῶν καὶ λογιστικῶν, τουτέστι φανερῶν καὶ κρυπτῶν ἁμαρτη‐ μάτων, ἐκτὸς εἶναι αὐτὴν παραγγέλλων, ἅτε δὴ νύμφην Χριστοῦ, ἐπουρανίῳ
5βασιλεῖ καθαρῷ τε καὶ ἀμιάντῳ συναφθῆναι ἐπιθυμοῦσαν. Ἐξομοιοῦσθαι γὰρ διὰ τῶν ἀρετῶν ἐκείνῳ τῷ ἀχράντῳ κάλλει χρὴ τὴν ἐπιθυμοῦσαν αὐτῷ συνα‐ φθῆναι ψυχήν, καὶ εἰς ἓν πνεῦμα μετ’ αὐτοῦ ἐπιποθοῦσαν γενέσθαι, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ μακαρίου Ἰωάννου· καὶ πᾶς, φησίν, ὁ ἔχων τὴν ἐλπίδα ταύ‐ την ἁγνίζει ἑαυτόν, καθὼς ἐκεῖνος ἁγνός ἐστι. Καί, μιμηταί μου γίνεσθε, κα‐
10θὼς κἀγὼ Χριστοῦ. Οὐ γὰρ ἀπὸ φανερῶν ἁμαρτημάτων μόνον, πορνείας, ἢ κλοπῆς, ἢ φθόνου, ἢ γαστριμαργίας, ἢ καταλαλιᾶς, ἢ ψεύδους, ἢ ἀργολογίας, ἢ κραυγῆς, ἢ γέλωτος, ἢ εὐτραπελίας, ἢ φιλαργυρίας, ἢ πλεονεξίας ἁγνεύειν δεῖ ψυχήν, τὴν ἀρνησαμένην μὲν κοινωνίαν κοσμικήν, κόσμου δὲ ἀναχωροῦσαν
καὶ παρθενίαν ἐξασκοῦσαν, εἰς συνάφειαν δὲ καὶ κοινωνίαν τοῦ ἀφθάρτου Νυμ‐310

311

φίου ἑαυτὴν καθομολογήσασαν· ἀλλὰ πολλῷ πλέον τῶν βιαιοτέρων τῆς ψυχῆς παθῶν καὶ κρυπτῶν ἁμαρτημάτων καθαρεύειν αὐτὴν χρή· τουτέστιν ἐπιθυμίας, κενοδοξίας, ἀνθρωπαρεσκείας, ὑποκρίσεως, φιλαρχίας, δόλου, κακοηθείας, μί‐ σους, ἀπιστίας, φθόνου, ἐπάρσεως, ζήλου, αὐταρεσκείας, φιλαυτίας, τύφου, καὶ
5τὰ τούτοις ὅμοια ἀόρατα τῆς ἀτιμίας πάθη. Οἶδε γὰρ ἡ Γραφὴ τὰ κρύφια τῆς ψυχῆς ἁμαρτήματα, εἴγε πιστεύομεν τοῖς λόγοις τοῦ Πνεύματος, τῶν πρακτικῶν ἁμαρτημάτων ὅμοια ἡγεῖσθαι· μιᾶς γὰρ τῆς αὐτῆς ῥίζης τυγχάνει βλάστημα· Κύριος γάρ, φησί, διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· καί, ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος, τὸν δόλον
10καὶ φόνον εἰς ἓν συναριθμῶν παράβαμα· καί, τῶν λαλούντων ἐν εἰρήνῃ μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν, δὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν. Καὶ πάλιν· καὶ γὰρ ἐν καρδίᾳ ἀνομίαν ἐργάζεσθε ἐν τῇ γῇ. Καὶ ὁ Κύριος μεμφόμενος τοῖς ἀνθρωπαρέσκοις, φησί· πάντα ποιοῦσι πρὸς τὸ θεα‐
θῆναι τοῖς ἀνθρώποις. Διὸ καὶ παραγγέλλει· βλέπετε μὴ ποιήσητε τὴν ἐλεημο‐311

312

σύνην ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν οὐρανοῖς· τουτέστι τὸ μὴ παρ’ ἀνθρώπων ἐπιζητεῖν καὶ θη‐ ρεύειν ἔπαινον καὶ δόξαν διὰ τὰ καλὰ ἐπιτηδεύματα, ἀλλὰ παρὰ μόνου τοῦ Θεοῦ, οὗ ἡ δόξα ἀληθὴς καὶ αἰώνιος, καὶ οὗ ἡ ἀτιμία αἰώνιος· τουτέστι καὶ τὸ οὐαί,
5ὅταν καλῶς ὑμᾶς εἴπωσιν οἱ ἄνθρωποι· τουτέστιν, ὅταν θέλητε παρ’ ἀνθρώπων καλῶς ἀκούειν, καὶ δόξαις καὶ ἐπαίνοις τοῖς παρ’ αὐτῶν προερχομένοις χαίρειν· ἐπεὶ πῶς δυνατὸν ἦν ἀγαθοεργοῦντας μὴ φανεροὺς εἶναι πᾶσιν, ὁπότε αὐτὸς ὁ Κύριος ἔλεγε· λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν οὐρανοῖς.
10 Εἰς δόξαν Θεοῦ ἀγωνίζεσθε ποιεῖν πᾶν ἀγαθὸν ἐπιτήδευμα, καὶ μὴ εἰς τὴν ἰδίαν δόξαν· μηδὲ ἐπιζητεῖτε καὶ χαίρετε τοῖς ἐπαίνοις τῶν ὀλιγοχρονίων ἀνθρώπων, ἀλλὰ τὸν ἔπαινον καὶ τὴν δόξαν παρὰ τοῦ Θεοῦ μόνου ἐκδέχεσθε, καθὼς καὶ ὁ μακάριος Δαυῒδ λέγει· παρὰ σοῦ ὁ ἔπαινός μου. Καὶ πάλιν· ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. Ὡς καὶ ὁ Ἀπόστολος, ἕως τοῦ φαγεῖν καὶ
15πιεῖν εἰς δόξαν Θεοῦ γίνεσθαι ἐντέλλεται· εἴτε γάρ, φησίν, ἐσθίετε, εἴτε πίνετε,312

313

εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Τοὺς γὰρ παρὰ ἀνθρώπων ἐπαί‐ νους ἢ δόξαν θηρεύοντας, ἀπίστους εἶναι ὁ Κύριος ἀπέδειξεν, εἰπών· πῶς δύνα‐ σθε ὑμεῖς πιστεύειν, δόξαν παρ’ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; Πάλιν δὲ ὁ Ἰωάννης τὸ μῖσος τῷ φόνῳ συναριθμῶν,
5φησίν· ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί, καὶ οἴδατε ὅτι πᾶς ἀν‐ θρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον. Τὸ ἐν κρυπτῷ μῖσος, κατὰ τοῦ ἀδελφοῦ γινόμενον, τῷ φόνῳ συγκρίνει. Ἀλλὰ καὶ ὁ ἀπόστολος Παῦλος τῶν τοῖς πάθεσι τῆς ἀτιμίας παραδοθέντων, διὰ τὴν ἀσύνετον αὐτῶν καὶ ἀπειθῆ καρδίαν, διαγο‐ ρεύων καὶ ἐξαριθμῶν αὐτῶν τὴν ἐπὶ τὸ χεῖρον τῆς ἀπωλείας ἐργασίαν, τὰ κρυπτὰ
10καὶ τὰ φανερὰ ἁμαρτήματα εἰς ἓν συναριθμῶν, φησί· καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς 〈εἰσ〉 ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσῃ ἀδικίᾳ, πονηρίᾳ, πορνείᾳ, πλεονεξίᾳ, κακίᾳ, μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστάς, καταλά‐
λους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν313

314

ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀνελεήμονας· οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν. Ὁρᾷς πῶς οὐ μόνον τὰ φανερὰ ἁμαρτήματα ἐξηγόρευσε, τὰ παρ’ ἀνθρώ‐ ποις ὄντα βδελυκτά, ἀλλὰ σὺν τοῖς φανεροῖς καὶ τὰ κρύφια πάθη τῆς ψυχῆς συγ‐
5κατηρίθμησε, δόλον, ὑπερηφανίαν, ἔριν, κακοήθειαν, ἀλαζονείαν, μῖσος, ἀσυνε‐ σίαν; Καὶ πάλιν ὁ Κύριος λέγει· τὸ ὑψηλὸν παρ’ ἀνθρώποις, βδέλυγμά ἐστι παρὰ Θεῷ· καί, ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψω‐ θήσεται. Καὶ ἡ Σοφία φησίν· ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Καὶ τὰ ὅμοια ἀναλεξάμενοι ἐκ τῶν Γραφῶν, πάμπολλα ἂν εὕροιτε εἰρημένα κατὰ
10τῶν κρυφίων ἐν ψυχῇ τῆς ἀτιμίας παθῶν· τὰ γὰρ κρύφια πάθη τῆς ἁμαρτίας τὸ Πνεῦμα τὸ Ἅγιον ἐπιστάμενον βιαιότερα τῇ ψυχῇ ἐνυπάρχοντα, τὴν ἀπαλλα‐ γὴν αὐτῶν δι’ ὁποίου τρόπου γενέσθαι δυνατὸν διδάσκων ἡμᾶς διὰ τοῦ Δαυΐδ,
φησίν· ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δού‐314

315

λου σου· ὡς διὰ πολλῆς δεήσεως καὶ πίστεως, καὶ τῆς πρὸς Θεὸν τελείας καὶ ἀγαθῆς ὁρμῆς, τῶν κρυφίων τῆς ἀτιμίας παθῶν διὰ τῆς τοῦ Πνεύματος δυνάμεως περιγενέσθαι δυνησόμεθα. Ὥσπερ γὰρ τὸν ἔξω ἄνθρωπον, ὅπερ ἐστὶ τὸ σῶμα, ἀπὸ τῶν φανερῶν ἁμαρτημάτων σπουδάζομεν φυλάσσειν, ὡς ναὸν Θεοῦ, καθὼς
5εἶπεν ὁ Ἀπόστολος, ὁ φθείρας τὸν ναὸν τοῦ Θεοῦ, περὶ τοῦ σώματος λέγων, φθερεῖ τοῦτον ὁ Θεός, οὕτω καὶ τὸν ἔσω ἄνθρωπον, ὅπερ ἐστὶν ἡ ψυχή, σπουδα‐ στέον καὶ διαγωνιστέον ἀπὸ παντὸς λογισμοῦ πονηροῦ φυλάσσειν κατὰ τὸ εἰρη‐ μένον· πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς. Τοῦτο δὲ κατορθῶσαι ἡμῖν ἔσται ἀνταγωνιζομένων ἡμῶν καὶ ἀντιλεγόν‐
10των πάντοτε τοῖς πονηροῖς λογισμοῖς τῆς κενοδοξίας καὶ μίσους καὶ τύφου καὶ δόλου, ἐπιθυμίας τε καὶ ἀπιστίας, ζήλου καὶ φιλαρχίας, καὶ πάσῃ ἀκριβείᾳ ἑαυ‐ τοὺς ἐρευνώντων, τόν τε νοῦν ἀσυνδύαστον καὶ ἀσύμφωνον φυλασσόντων πρὸς τὰ κρύφια τῆς ψυχῆς πάθη, καὶ ἐν πᾶσιν ἀγαθοῖς ἐπιτηδεύμασιν ἑαυτοὺς ἀποδι‐ δόντων μετὰ βίας καὶ πόνου καὶ ἀγῶνος, διὰ τὸ ἐμποδίζειν ἡμῖν τὸν Ἀντικεί‐
15μενον. Τὴν γὰρ μονότροπον τῶν ἀρετῶν εὐθύτητα αἰνισσόμενος ὁ μακάριος315

316

Μωυσῆς, διατυπῶν ἐνέφαινε τῷ μὴ δεῖν δυσὶ γνώμαις, κακοῦ τε καὶ ἀγαθοῦ, τὴν ψυχὴν ἀκολουθεῖν, ἀλλὰ μόνον τὸ ἀγαθόν· καὶ τοῦ μὴ δεῖν δύο καρποὺς χείρονος καὶ χρησίμου ἐν ἡμῖν γεωργεῖσθαι, ἀλλὰ μονοτρόπως τὰ χρήσιμα ἐργαζομένους, παντελῶς τοῦ χείρονος ἀλλοτριοῦσθαι. Φησὶ δὲ δι’ αἰνιγμάτων·
5οὐ ζεύξεις ἐν τῇ ἀλωᾷ σου ἀλλογενῆ ζῷα ἐπὶ τὸ αὐτό· οἷον βοῦν καὶ ὄνον. Ἀλλὰ τὰ ὁμογενῆ ζεύξας ἀλωήσεις τὸν ἀμητόν σου· τουτέστιν, ἵνα μὴ ἐν τῇ ἀλωᾷ τῆς καρδίας σου ἀρετὴ καὶ κακία ἐπὶ τὸ αὐτὸ τὴν ἐργασίαν ἔχει, ἀλλὰ μόνη ἀρετή. Οὐ συνυφανεῖς, φησίν, ἐρέῳ ἱματίῳ λίνον, οὐδὲ πάλιν λινῷ ἐρέαν. Οὐ γεωργήσεις ἐν τῇ χώρᾳ τῆς γῆς σου δύο καρποὺς ἐπὶ τὸ αὐτό, οὔτε δεύτε‐
10ρον τοῦ ἐνιαυτοῦ. Οὐκ ἐπιβαλεῖς ἑτερογενὲς ζῷον ἐπὶ ἕτερον εἰς γονήν, ἀλλὰ τὰ ὁμογενῆ τοῖς ὁμογενέσι. Διὰ τούτων δὲ πάντων μυστικῶς αἰνίττεται τοῦ μὴ δεῖν κακίαν καὶ ἀρετὴν ἐν ἡμῖν γεωργεῖσθαι, ἀλλὰ μονοτρόπως τὰς τῆς ἀρετῆς ἱερὰς γονὰς ἐξ ἡμῶν ἀποκυεῖσθαι, καὶ τοῦ μὴ δεῖν δυσὶ πνεύμασι, τῷ πνεύματι τοῦ κόσμου καὶ τῷ
15Πνεύματι τοῦ Θεοῦ, τὴν ψυχὴν κοινωνεῖν καὶ ἑνοῦσθαι, ἀλλὰ μόνον τῷ τοῦ316

317

Θεοῦ Πνεύματι συνενουμένην καὶ προσκολλωμένην τὰς τῆς ἀρετῆς ἱερὰς γονὰς καὶ τοὺς καρποὺς τοῦ Πνεύματος καρπογονεῖν τὴν ψυχὴν προσέταξε· μήτε δυσὶ τρόποις, τὸ χεῖρον καὶ τὸ κρεῖττον, συμφωνεῖν τὴν προαίρεσιν, ἀλλὰ μόνῳ τῷ καλῷ χρωμένους καὶ τοῦ κακοῦ παντελῶς ἠλλοτριωμένους, τὸν μονότροπον
5τῶν ἀρετῶν καρπὸν ἐν τῇ ψυχῇ γεωργεῖσθαι ἐνετείλατο, κατὰ τὸ εἰρημένον· διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίση‐ σα· καί, ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην. Ἵν’ οὕτω, τὸν ἀγῶνα τῆς ψυχῆς ὁρῶν ὁ Κύριος, τῇ ἰδίᾳ φιλανθρωπίᾳ τὴν μεγάλην ἴασιν τῶν κρυφίων παθῶν διὰ τῆς ἰδίας δυνάμεως τοῦ Πνεύματος ἐν ἡμῖν παντελῶς ποιήσῃ, τὴν ἐκδίκησιν
10τῶν νοητῶν ἐχθρῶν ἡμῶν ἐργαζόμενος. Καθὼς ὁ Κύριος περὶ τῆς χήρας διεξ‐ ερχόμενος τῆς ὑπὸ τοῦ ἀντιδίκου καταπονουμένης, καὶ πρὸς τὸν τῆς ἀδικίας ἄρχοντα προσελθούσης, ἐπιζητούσης δὲ τὴν παρ’ αὐτοῦ ἐκδίκησιν, καὶ διὰ τὴν ἐπὶ πολὺ τῆς προσμονῆς αὐτῆς ἀναίδειαν τῆς ἐκδικήσεως τετυχυίας, διδάσκει ἡμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς δεήσεσιν· ἔλεγε γάρ, φησίν, αὐτοῖς καὶ παραβολὴν
15πρὸς τὸ δεῖ πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν. Τὴν ἐπὶ πλεῖον τῆς προσ‐317

318

μονῆς εὐχὴν ἐντέλλεται· καὶ ἐπάγει μετὰ ταῦτα ὁ Κύριος· ἴδετε τί λέγει ὁ ἄδι‐ κος κριτής. Πόσῳ μᾶλλον ποιήσει τὴν ἐκδίκησιν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός; Ναί, λέγω ὑμῖν, ποιήσει τὴν ἐκδίκησιν ἐν τάχει.
5 Οἷον δὲ ἀγῶνα εἶχεν ὑπὲρ τῶν ἰδίων μαθητῶν ὁ Ἀπόστολος, καὶ εἰς οἷον μέτρον πνευματικὸν αὐτοὺς ἐλθεῖν ἐσπούδαζεν, ἐνδιαθέτως ὑπὲρ αὐτῶν εὐχόμε‐ νος, ἅμα δὲ καὶ τὸν ἄκρον τοῦ χριστιανισμοῦ σκοπὸν φανερὸν πᾶσι καθιστῶν τοῖς βουλομένοις ἀκμητὶ καὶ φιλαληθῶς τρέχειν, κατὰ τὸν ἀποστολικὸν τῆς καινῆς κτίσεως κανόνα, 〈καὶ〉 τοῖς ἐπὶ τὰ ἔμπροσθεν προκόπτειν σπουδάζουσιν
10ἔκδηλον ποιῶν; Τί λέγει; Νουθετοῦντες, φησί, πάντα ἄνθρωπον καὶ διδάσκον‐ τες ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ· εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος. Καὶ πάλιν τοῖς τῆς σφραγίδος τοῦ Πνεύματος τῆς ἐπαγγελίας διὰ τοῦ βαπτίσματος καταξιουμένοις ἐπεύχεται τῆς πνευματικῆς αὐτῶν προκοπῆς λαβεῖν αὐτοὺς αὔξησιν, λέγων· διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν
15καθ’ ὑμᾶς πίστιν καὶ τὴν ἀγάπην, ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι318

319

ὑπὲρ ὑμῶν προσευχόμενος καὶ αἰτούμενος, ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέ‐ ναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως, καὶ τίς ὁ πλοῦτος τῆς δόξης αὐτοῦ ἐν
5τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας. Τὸν δὲ τρόπον τῆς μετουσίας καὶ μεταλήψεως τοῦ Πνεύματος ἀκριβῶς ὑπεσημειώσατο, ἐν πληροφορίᾳ γενομένοις κατὰ τὴν ἐνέργειαν, φησί, τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, κατ’ ἐκείνην, φησί, τὴν ἐνέργειαν τοῦ Πνεύματος, ἵνα
10καὶ ὑμεῖς τὴν πληροφορίαν δέξησθε. Καὶ πάλιν ἐν τῇ αὐτῇ ἐπιστολῇ, μικρὸν προβάς, εἰς ὑψηλοτέραν αὔξησιν καὶ προκοπὴν τελειότητος πνευματικῆς ἐλθεῖν αὐτοὺς ἐπιθυμῶν, ἐπεύχεται λέ‐ γων· τούτου χάριν κάμπτω τὰ γόνατα πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῴῃ ὑμῖν
15κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος319

320

αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένους καὶ τεθεμελιωμένους, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα
5πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. Καὶ ἐν ἄλλῃ δὲ ἐπιστολῇ περὶ τῶν αὐτῶν διδάσκων καὶ τὴν ὑπερβολὴν τοῦ πνευματικοῦ πλούτου ὑποδεικνὺς τοῖς μαθηταῖς, προτρεπόμενος σπεύδειν αὐτοὺς εἰς τὸ τέλειον μέτρον καταντῆσαι, ἔλεγε· ζηλοῦτε δὲ τὰ πνευματικὰ χα‐ ρίσματα. Καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν
10ἀνθρώπων καὶ τῶν Ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια 〈πάν‐ τα〉, καὶ ἐὰν ἔχω πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστᾶν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν
15ὠφελοῦμαι. Καὶ ἐπάγει τοὺς καρποὺς τῆς ἀγάπης, οἷοί τε εἰσί, καὶ πῶς οἱ ταύ‐320

321

την κεκτημένοι τῶν τῆς κακίας παθῶν παντελῶς ἐλυτρώθησαν, λέγων· ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάν‐ τα στέγει, πάντα ὑπομένει, πάντα ἐλπίζει, πάντα πιστεύει. Ἡ ἀγάπη οὐδέποτε
5ἐκπίπτει. Τοῦτο δὲ σημαίνει ὅτι 〈οἱ〉 ἐν τοῖς προειρημένοις χαρίσμασι τοῦ Πνεύματος ὄντες, καὶ μηδέπω διὰ τῆς πληρεστάτης καὶ ἐνεργοῦς ἀγάπης τοῦ Πνεύματος τὴν λύτρωσιν δεξάμενοι, ἐν κινδύνῳ ἔτι καὶ ἀγῶνι καὶ φόβῳ τυγχάνουσι, διὰ τὴν πρὸς τὰ πνευματικὰ τῆς πονηρίας πάλην, κἂν χαρίσματα πνευματικὰ τύ‐
10χωσι κεκτημένοι. Οἷον καὶ ὅσον πνευματικὸν μέτρον μηκέτι ὂν ὑπὸ πτῶσιν καὶ πάθος ὑπέδειξε τοῖς βουλομένοις ἀκριβῶς βαίνειν τῇ ὁδῷ τοῦ χριστιανισμοῦ, ὥστε καὶ γλώσσας Ἀγγέλων καὶ προφητείαν καὶ πίστιν καὶ πᾶσαν τὴν γνῶσιν καὶ χαρίσματα ἰαμάτων μηδὲν εἶναι ὡς πρὸς σύγκρισιν τῆς ἀκροτάτης ἀρετῆς
καὶ τὸ πλήρωμα τῆς ἀγάπης τῆς τελειότητος, καίπερ κἀκεῖνα τοῦ αὐτοῦ Πνεύ‐321

322

ματος ὄντα ἐνεργήματα. Ἀλλ’ ἵνα τις ἐκείνων τῶν χαρισμάτων καταξιωθεὶς μὴ νομίσῃ διὰ τὴν κενωτέραν τῆς χάριτος ἐνέργειαν εἰς τὸ τέλειον ἐφθακέναι, ὡς μηκέτι χρῄζων τινὸς οἰηθεὶς ἀπομείνῃ τῶν τελείων τῆς ἀγάπης μέτρων, ἐν τοῖς ἐλάττοσι χαρίσμασι μόνον ἐμπληροφορούμενος, διὰ τοῦτο σκοπὸν τελειότητος
5ὑπέδειξεν, ἵνα ἕκαστος πτωχὸν ἑαυτὸν ἀπὸ τοῦ τηλικούτου πλούτου τῆς ἀγάπης ἐπιγινώσκων, ἀπαύστως καὶ ἀνενδότως τὸν καλὸν ἀγωνίζηται ἀγῶνα, καὶ τὸν πνευματικὸν δρόμον οὕτω τρέχῃ, ἕως οὗ καταλάβῃ, καθὼς εἴρηκεν· οὕτω τρέ‐ χετε, ἵνα καταλάβητε. Ἰδού, πῶς τὸν τῆς εὐσεβείας καὶ τελειότητος ὅρον καὶ σκοπὸν καὶ κανόνα
10διὰ πολλῶν εἰς φανερὸν πᾶσι τίθησιν, ἐπευχόμενος τοῖς ἰδίοις μαθηταῖς εἰς αὐτὸν πάντας φθάσαι. Πάλιν γὰρ ἐν ἑτέρῳ ὁ αὐτὸς δεικνύων τὴν ἐν Χριστῷ γινομένην καινότητα καὶ μεταβολὴν κρείττονα τοῖς πιστοῖς καὶ ἀγαπῶσι τὸν Κύριον, φη‐ σίν· οὔτε περιτομή τί ἐστιν, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στείχωσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ
15Θεοῦ. Καὶ πάλιν· εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθε. Διὰ μιᾶς322

323

λέξεως, τῆς καινῆς κτίσεως, τὸν ἀποστολικὸν κανόνα εἰς φανερὸν τέθηκεν. Ἡ δὲ καινὴ κτίσις τί ἄλλο σημαίνει, ἢ καθὼς ἀλλαχοῦ ὁ αὐτὸς λέγει, ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος, τὴν παντελῆ ἀπὸ τοῦ αἴσχους καθαρό‐
5τητα, ὅ ἐστιν ἡ τῶν παθῶν ἀπαλλαγή, καὶ τὴν πλήρη τῆς θείας τοῦ Πνεύματος δυνάμεως ἄρρητον καὶ μυστικὴν ἐν ἁγιασμῷ κοινωνίαν ἐν καρδίαις Ἁγίων ἐνεργουμένην, καινοτέρας ὑπὲρ τὴν φύσιν πνευματικῆς ἐν ἀρεταῖς ἀπολαύσεως καταξιουμένων; Ταύτην εἶναι τὴν καινὴν ἐν Χριστῷ κτίσιν ὁ Ἀπόστολος ἐδίδαξεν, ἀλλὰ
10καὶ τό, ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καὶ τό, ἑορτάζω‐ μεν μὴ ἐν ζύμῃ παλαιᾷ, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας, τὸν αὐτὸν
σκοπὸν παρίστησι. Καὶ διὰ τὸ μὴ ἱκανοὺς εἶναι πρὸς 〈τὰσ〉 ἀρχὰς καὶ τὰς ἐξου‐323

324

σίας, καὶ τὴν πρὸς τὰ πνευματικὰ τῆς πονηρίας πάλην, ἀναλαβεῖν τὴν πανο‐ πλίαν τοῦ Θεοῦ ἡμᾶς προτρέπεται· τὸν θώρακα τῆς δικαιοσύνης ἐνδύσασθε, ὑποδήσασθε τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, καὶ περιζώ‐ σασθε τὴν ὀσφὺν ἐν ἀληθείᾳ· ἐπὶ πᾶσι δὲ τούτοις τὸν θυρεὸν τῆς πίστεως ἀναλα‐
5βόντες, δι’ ἧς, φησί, δυνήσεσθε πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι, ἅπερ εἰσὶν αἱ τῶν μιαρῶν παθῶν ἐνέργειαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν ἁγίαν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ὅπως διὰ τῶν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν προειρημένων πνευματικῶν ὅπλων ἰσχύσωμεν στῆναι πρὸς τὰς χαλεπὰς μεθοδείας τοῦ Διαβόλου.
10 Τὸν δὲ τρόπον δι’ οὗ ταῦτα κτήσασθαι δυνάμεθα, ἀκριβῶς ὑπεσημειώσατο εἰπών· διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν Πνεύματι καὶ εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες καὶ ἀγρυπνοῦντες ἐν πάσῃ δεή‐ σει. Διὸ καὶ ἐπεύχεται τοῖς πᾶσι λέγων· ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐
στοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος324

325

μετὰ πάντων ὑμῶν εἴη. Καὶ πάλιν· ὁλόκληρον τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἰδοὺ κατὰ πολλοὺς τρόπους εἰς φανερὸν τέθηκε τὴν εὐθεῖαν τῆς δικαιοσύνης ὁδὸν καὶ τὸν ἄκρον τοῦ χριστιανισμοῦ σκοπόν, πάντας προτρεπόμενος καὶ ἐπι‐
5θυμῶν φθάσαι εἰς αὐτόν, εἰς ὃν οἱ φιλαλήθεις ἀποβλέποντες καὶ παντελῶς ἀκμητὶ ἀγωνιζόμενοι, πίστει καὶ ἐλπίδι καὶ πάσῃ ἀρετῆς καταστάσει εὔχονται, καὶ ἐπιθυμοῦσιν εἰς αὐτὸν καταντῆσαι. Οὗτοι γὰρ δυνήσονται καὶ τὰς μεγάλας ἐντολάς, εἰς ἃς ὁ νόμος καὶ οἱ Προφῆται κρέμανται, ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς καρδίας σου, καὶ τὸν πλησίον σου
10ὡς σεαυτόν, πάσης κακίας ἀπαλλαγέντες, καθαρῶς καὶ τελείως καὶ ἀμώμως ἀποπληρῶσαι ταύτας. Εἰ δὲ καὶ ἐδόξαμεν ἐπὶ πλεῖον παρατεῖναι τὴν διήγησιν περὶ τοῦ σκοποῦ τῆς εὐσεβείας, ὁποῖον ἡμῖν ὁ Κύριος καὶ οἱ Ἀπόστολοι καὶ πᾶσαι αἱ θεόπνευ‐ στοι Γραφαὶ παραδιδόασι, διὰ πολλῶν μαρτυρίων παριστῶντες, οὐκ ἀγνῶς πε‐
15ποιηκέναι ἡγούμεθα, ἵνα ἐκ παντὸς τρόπου ἀναμφισβητήτως καὶ ἀδιστάκτως325

326

πεπληροφορημένοι ὦμεν, τίς ἡμῶν ἐλπὶς τῆς πίστεως, καὶ τίς ὁ σκοπός, καὶ ὁποῖος ἡμῖν ὁ δρόμος πρόκειται· μάλιστα οἱ τὸν μονήρη βίον ἀναδεξάμενοι, καὶ δεσμῶν κοσμικῶν καὶ σαρκικῆς κοινωνίας ἑαυτοὺς ἄραντες, καὶ παρθένοι μένειν ἐν Κυρίῳ ᾑρημένοι, ἵνα προσέχωμεν ἕκαστος καὶ ἑκάστη ποῦ κέκληται, καὶ εἰς
5οἷον μέτρον φθάσαι ὀφείλῃ. Πάσης μὲν οἰήσεως διά τινα γεγενημένα κατορθώματα παυσώμεθα, ὄν‐ τως μηδὲν εἶναι ἑαυτοὺς ἡγούμενοι διὰ τὴν ὑπερβολὴν τοῦ τελείου τῆς κλήσεως μέτρου καὶ τοῦ ἀνεξιχνιάστου πλούτου τῆς ἀγάπης τοῦ Χριστοῦ· παντὶ δὲ τρό‐ πῳ καὶ παντὶ σθένει καὶ πάσῃ σπουδῇ ἑαυτοὺς εἰς τὸ ἀγαθὸν πάντοτε προθύμως
10ἐπιδιδόντες, καὶ κατὰ τὸν λόγον τοῦ Κυρίου, μετὰ πάντων τῶν τοῦ αἰῶνος τού‐ του, ἔτι καὶ τὴν ἑαυτῶν ψυχὴν ἀρνούμενοι, τὸν σταυρὸν καθ’ ἡμέραν αἴροντες μετὰ ἀγαλλιάσεως καὶ ἀκολουθοῦντες αὐτῷ· αὐτὸν ἔχοντες τὸν Κύριον ἐν πᾶσι
τύπον καὶ ὑπογραμμὸν καὶ σκοπὸν ἡμῖν γεγενημένον κατὰ τὸ εἰρημένον· μιμη‐326

327

ταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Καὶ πάλιν· δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελει‐ ωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονῶν, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικε.
5 Μή ποτε γὰρ ἐμπληροφορούμενοι καὶ ἐπαναπαυόμενοι ἐπί τισι τοῦ Πνεύ‐ ματος χαρίσμασιν, ἢ ἐπ’ ὀλίγοις τισὶ κατορθώμασι, καὶ ὡς ἤδη εἰς τὸ τέλειον καταντήσαντες πανουργίᾳ κακίας, οἰήσει δικαιοσύνης ἀπατηθῶμεν, ἀπομείναντες ἐκ τῶν μειζόνων τοῦ Πνεύματος προκοπῶν. Ἀλλ’ ὡς φιλαλήθεις μέχρι τέλους τὸν πόνον καὶ τὴν θλῖψιν καὶ ἀγῶνα καὶ δρόμον ἄπαυστον ἔχωμεν, ὁσημέραι
10ἐπὶ τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι πάντοτε, καὶ τὰ ὄπισθεν ἐπιλανθανόμενοι, πεινῶντες ἀεὶ καὶ διψῶντες τὴν δικαιοσύνην, συντετριμμένην ἔχοντες τὴν καρ‐ δίαν, ἅτε δὴ μηδέπω φθάσαντες εἰς ἣν ἐκλήθημεν κλῆσιν, μηδὲ κατειληφότες τὸ τέλειον τοῦ χριστιανισμοῦ μέτρον, μηδὲ φθάσαντες ἀκμὴν εἰς τὴν τελείαν τοῦ
Χριστοῦ ἀγάπην.327

328

Οἱ γὰρ ὄντως ἐπιθυμοῦντες τυχεῖν τοῦ προκειμένου καὶ προδηλωθέντος ἀκροτάτου σκοποῦ, τέτρωνται ἀεὶ τῷ πόθῳ εἰς ἐκείνην τὴν τῆς ἀνεκλαλήτου τε‐ λειότητος κλῆσιν, ἐν μηδενὶ τῶν ἐν τοῖς ἐλάττοσι καλῶν δικαιοσύνης, νηστειῶν, ἢ ἀγρυπνιῶν, ἢ ἐλεημοσυνῶν, ἢ χαρισμάτων τοῦ Πνεύματος μετοχῇ πληροφο‐
5ρούμενοι καὶ ἐναπομένοντες ἕως ἐσχάτης ἀναπνοῆς· ἀλλ’ ἐν πᾶσιν ἀγαθοῖς καὶ καλοῖς καὶ πάσαις ἀρεταῖς ὁλοτελῶς ἑαυτοὺς ἀποδιδόντες, καὶ οὕτως ἐνδεεῖς διαμένοντες ἕνεκεν ἀρετῆς, οὐδέποτε δόξουσι πληροῦν νόμον σοφίας, ἀλλὰ καί‐ περ ὄντες παρὰ Θεῷ τίμιοι ἑαυτοὺς ἀναξίους ἡγοῦνται, καὶ ὄντες ἐν πνευματικῇ προκοπῇ παρ’ ἑαυτοῖς ὡς ἀρχόμενοι τυγχάνουσι, καὶ ὄντες μεγάλοι ἑαυτοὺς
10ἐξουθενοῦσι καὶ ὡς μηδὲν ὄντας κρίνουσι· καὶ οὕτω καθὼς ἐπίστευσαν καὶ καθό‐ σον ἠγάπησαν, τὰς ἀμοιβὰς τῶν ἐπαγγελιῶν τῆς βασιλείας ἀπολήψονται. Αἱ τοιαῦται ψυχαὶ εὐαρεστῆσαι τῷ Θεῷ δυνήσονται καὶ τῆς βασιλείας κληρονόμοι γενέσθαι, αἱ συντετριμμένην ἔχουσαι τὴν καρδίαν καὶ πτωχαὶ τῷ πνεύματι,
πεινῶσαι καὶ διψῶσαι τὴν δικαιοσύνην, τῶν τελείων ἐφιέμεναι τιμῶν. Διὰ τὴν328

329

ἄκραν αὐτῶν πρὸς Θεὸν ἀγάπην ἄκροις δώροις ἀμειφθήσονται. Καὶ περὶ μὲν τῆς ἐλπίδος τοῦ σκοποῦ, ὁποῖον ὀφείλουσιν ἔχειν μάλιστα οἱ τὸν μονήρη βίον ἐπανῃρημένοι καὶ παρθενίαν ἀσπασάμενοι, αὐτάρκως εἴρηται· [καὶ] περὶ δὲ τῆς συναγωγῆς καὶ τῆς ἱερᾶς συγκροτήσεως τῶν μοναστηρίων
5τῆς ἀδελφότητος, πῶς τε ὀφείλουσι συνδιάγειν καὶ συνδιατελεῖν ἀλλήλοις, δι’ ὁποίων τε πόνων καὶ ἱδρώτων καὶ ἐπιτηδεύσεων τοῦ προειρημένου σκοποῦ τῆς εὐσεβείας ἐπιτυχεῖν οἱ φιλαλήθεις δύνανται, ἀναγκαῖον διαλαλῆσαι, ὅπως καὶ τὴν ἀπάγουσαν ὁδὸν εἰς τὴν οὐράνιον πόλιν προθύμως οἱ σπουδαῖοι καὶ ἑδραῖοι ταύτης ἐπιβάντες, οὕτω τρέχωσιν, ἕως οὗ καταλάβωσι.
10 Πρῶτον πάντων ὁ τῷ σκοπῷ τῆς εὐσεβείας τρέχων καὶ τοῖς ἴχνεσι τοῦ Κυρίου βαίνειν ἐπιθυμῶν, ἀναχωρήσας τε τοῦ βίου καὶ τῶν κοσμικῶν ἡδονῶν, καὶ ἑαυτὸν τῇ ἀδελφότητι ἔκδοτον δεδωκώς, ἀρνησάμενος κατὰ τὸ Εὐαγγέλιον πατέρα, μητέρα, γυναῖκα, τέκνα, ἀδελφούς, συγγένειαν, πλοῦτον, δόξαν, εὐγέ‐ νειαν, καὶ ἐν τῷ μοναστηρίῳ γενόμενος, ὡς ἐπιμέστωμα πάντων τῶν καλῶν,
15τοῦτο προσθῇ· ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν. Τίς δέ ἐστιν ἡ ἄρνησις τῆς ἑαυτοῦ329

330

ψυχῆς; Τὸ ἔκδοτον ἑαυτὸν ὁλοτελῶς τῇ ἀδελφότητι δοῦναι καὶ ἴδια θελήματα μὴ ἐκτελεῖν ὅλως, ἀλλὰ τῷ λόγῳ τοῦ Θεοῦ ἐκκρεμάσαντα ἑαυτόν, ἐκεῖθεν ταῖς ἁγίαις καὶ καθαραῖς τῶν δεσποτικῶν ἐντολῶν ἐννοίαις τὴν ψυχὴν κατακο‐ σμεῖσθαι, καὶ ταύτας σωτηριώδεις καὶ οἰκείας ἡγεῖσθαι· μὴ ἔχειν δὲ ὅλως τι ἐν
5ἰδίᾳ ἐξουσίᾳ, ἐκτὸς οὗ φορεῖ ἐνδύματος, ἵνα πάντοθεν ἀμέριμνος εἶναι δύναται, τὰ ἐπιτασσόμενα αὐτῷ μόνον ἐπιτελῶν μετὰ χαρᾶς πάντοτε· καὶ ὡς ἠγορασμέ‐ νος τιμίῳ αἵματι Χριστοῦ, καὶ ὡς δοῦλος εὐγνώμων, πάντας τοὺς ἀδελφούς, μάλιστα δὲ τοὺς προεστῶτας κατὰ πάντα ὡς κυρίους καὶ δεσπότας ἡγείσθω, καθὼς αὐτὸς ὁ Κύριος εἶπεν· ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος καὶ μέγας, ἔστω
10πάντων ἔσχατος καὶ πάντων διάκονος καὶ πάντων δοῦλος. Μὴ δόξαν καὶ τιμὴν ἢ ἔπαινον, ὅσον τὸ ἐν αὐτῷ, τῆς διακονίας ἢ τῆς πολιτείας παρ’ αὐτῶν τῶν ἀδελφῶν θηρεύων, κατὰ τὸ εἰρημένον· διακονοῦντες μετὰ πάσης εὐνοίας, μὴ ἐν ὀφθαλμοδουλίᾳ ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ὡς δοῦλοι Χριστοῦ· καὶ τῷ Κυρίῳ ἑ‐
αυτὸν ἐκδεδωκὼς τῇ στενῇ ὁδῷ καὶ τεθλιμμένῃ ὁδευέτω, καὶ ὡς τῆς βασιλείας330

331

ἐραστὴς τὸν ἐλαφρὸν καὶ χρηστὸν τοῦ Κυρίου ζυγὸν προθύμως καὶ μετὰ ἀγαλ‐ λιάσεως ὑπεισερχέσθω· ἅτε δὴ μεγάλης σωτηρίας πρόξενος ἑαυτῷ γινόμενος, ἐὰν μετὰ μακροθυμίας καὶ ὑπομονῆς ἕως τέλους ἐμμείνῃ ἐν τῇ καλῇ ταύτῃ καὶ ψυχωφελεῖ δουλείᾳ. Πάντας δὲ κυρίους ὡς Χριστοῦ οἰκείους καὶ τῆς βασιλείας
5κληρονόμους κατανοείτω, καὶ πᾶσαν ὑποταγὴν ἑκάστῳ, μάλιστα δὲ τοῖς προε‐ στῶσι τῶν ἀδελφῶν καὶ τὰ βάρη τῶν φροντίδων τῆς μονῆς ἀναδεδεγμένοις ἀποπληρῶν, πάντοτε χρεώστην ἡγούμενος ἑαυτὸν τῆς μετὰ ἀγάπης καὶ ἁπλό‐ τητος πρὸς τοὺς ἀδελφοὺς διακονίας, κατὰ τὸ εἰρημένον· διὰ τῆς ἀγάπης δου‐ λεύετε ἀλλήλοις. Καὶ πάλιν· μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν.
10 Ἀλλὰ καὶ ὑμεῖς οἱ ἀσκηταί, οἱ προεστῶτες τῆς ἀδελφότητος, ὡς μεγά‐ λου ἔργου ἐπιλαβόμενοι, οὕτως ἀγωνίσασθε διὰ τῆς ταπεινοφροσύνης πρὸς τὰς τῆς κακίας ἐντέχνους μεθοδείας, ἵνα μὴ πάθει ὑπερηφανίας, ὡς κατεξουσιάζον‐ τες τῶν ἀδελφῶν καὶ ἀντεπαιρόμενοι αὐτῶν, ἀντὶ μεγίστου κέρδους ζημίαν τῇ
ψυχῇ καὶ βλάβος μέγιστον προξενήσητε, ἀλλ’ ὡς εὔσπλαγχνοι πατέρες δουλεύειν331

332

ἑαυτοὺς διὰ τὸν Θεὸν ἐκδεδωκότες τῇ ἀδελφότητι, ἤπερ κυριεύειν, καὶ πάντα ὑπὲρ αὐτῶν φροντίζοντες σωματικῶς καὶ πνευματικῶς, καὶ ἑκάστου τὸ ὄφελος τῆς ψυχῆς σπουδάζοντες, ὡς τέκνων Θεοῦ τὴν ἐπιμέλειαν ποιεῖσθε· ἵνα οὕτω πᾶν τὸ ἱερὸν συγκρότημα τῆς ἀδελφότητος εἰς πνευματικὸν κέρδος περιποιούμενοι
5καὶ περιθάλποντες, τὸν ἐπουράνιον μισθὸν παρὰ Χριστοῦ ἀπολήψεσθε. Καὶ εἰς μὲν οὖν τὸ προφανὲς τὴν τάξιν τοῦ προεστῶτος φυλάττετε· οἷον τὸ διατάξασθαι, ἢ ἐπιτάξαι, ἢ συμβουλεῦσαι τοῖς δοκιμωτέροις τῶν ἀδελφῶν, ἢ ἐπιτιμῆσαί τινι, ἢ ἐλέγξαι ὅπου χρή, ἢ παρακαλεῖσθαι ὅπου δέοι, κατὰ τὸ ἀποστολικὸν παράγ‐ γελμα· ἵνα μὴ προφάσει ταπεινώσεως ἢ πρᾳότητος δι’ ἄγνοιαν ἐν συγχύσει ᾖ
10τὰ μοναστήρια, τὴν τάξιν τῆς ἀκολουθίας τῶν προεστώτων καὶ τῶν ὑπερβεβη‐ κότων μὴ ἀποσῳζόντων. Εἰς δὲ τὸ κρυπτόν, κατὰ τὸν νοῦν, ὡς δούλους ἀναξί‐ ους πάντων τῶν ἀδελφῶν ἑαυτοὺς ἡγεῖσθε· καὶ ὡς παιδαγωγοὶ καλοὶ δεσποτικὰ τέκνα ἐμπιστευθέντες, μετὰ πάσης εὐνοίας καὶ φόβου Θεοῦ ἕκαστον τῶν ἀδελ‐
φῶν καταρτίζειν εἰς πᾶν ἀγαθὸν σπουδάζετε, ὡς εἰδότες ὅτι μέγας καὶ ἀναφαί‐332

333

ρετος μισθὸς ὑπὲρ τοῦ τοιούτου καμάτου παρὰ Θεῷ τετήρηται ὑμῖν. Καὶ ὥσπερ οἱ παιδαγωγοῦντες τοὺς παῖδας, πολλάκις τοὺς ἰδίους δεσπότας μαθημάτων χάριν, ἢ κατάστασιν ἠθῶν, μὴ φειδόμενοι, καὶ μάστιξι παιδεύουσι, πολλὴν ἔννοιαν καὶ σπουδὴν εἰς αὐτοὺς ἐνδεικνύμενοι, ἐλπίδι τοῦ γενέσθαι φρονίμους
5καὶ ἐνδόξους ἐν κόσμῳ· οὕτω καὶ οἱ προεστῶτες ἀσκηταὶ μὴ πάθει θυμοῦ καὶ ὑψηλοφροσύνης ἀμύνεσθε τοὺς ἀπαιδευτοῦντας καὶ νηπιάζοντας ἀδελφούς, ἀλλ’ εὐσπλαγχνίᾳ Χριστοῦ, καὶ σκοπῷ πνευματικῆς ὠφελείας, καὶ ἐλπίδι τοῦ χρησι‐ μεῦσαι τοὺς ὑφ’ ὑμῶν παιδαγωγουμένους τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἐν τοιούτῳ φρονήματι καταρτίζειν σπουδάζετε τὴν τῶν ἀδελφῶν νηπιότη‐
10τα, ἑκάστῳ πρὸς τὸ συμφέρον, ὡς προείρηται. Εἴτε παρακλήσει, εἴτε ἐπιτιμήσει προφερόμενοι, μόνον ζήλῳ Θεοῦ καὶ σπλάγχνοις Χριστοῦ τὴν ἐπιστροφὴν ποι‐ εῖσθε, καὶ μὴ πάθει κακίας ὡς ἑαυτοὺς ἐκδικοῦντες ἀμύνεσθε, ἵνα τέλειον ὑμῶν
ὅνπερ διὰ τὸν Θεὸν ἀναδέχεσθε κάματον ἀποδείξαντες, τῆς οὐρανίου βασιλείας333

334

κληρονόμοι γένησθε· οὗτος γάρ ἐστιν ἀληθῶς ἀγγελικὸς βίος· ὅταν τοιούτῳ φρονήματι κατηρτισμένοι ὦσιν οἱ προεστῶτες καὶ οἱ ὑπερβεβηκότες, ὅταν ἀλλή‐ λους πάντες οἱ ἀδελφοὶ μετὰ πάσης χαρᾶς ὑποτασσόμενοι ἀλλήλων κυρίους ἡγήσωνται, καὶ τῇ τιμῇ ἀλλήλους προηγούμενοι.
5 Ἁπλότητι οὖν καὶ ἀκεραιότητι καὶ ὁμονοίᾳ καὶ εἰρήνῃ καὶ ἀφελότητι καρ‐ δίας συνεῖναι ἀλλήλοις ὀφείλουσι. Μηδεὶς κατὰ τοῦ ἑτέρου ἐπαιρόμενος, ἑαυτὸν κρείττονα ἢ μείζονα κἂν τοῦ τυχόντος ἡγείσθω, ἀλλὰ τοὐναντίον ἐνδεέστερον πάντων ἀνθρώπων ἑαυτὸν ἡγούμενος ὡς μαθητὴς Χριστοῦ, καθὼς αὐτὸς ὁ Κύ‐ ριος εἶπεν· ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
10Καὶ πάλιν· ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος καὶ πάντων διάκονος· καθὼς ὁ Υἱὸς τοῦ Θεοῦ οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Καὶ ὁ Ἀπόστολος· οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν
διὰ Ἰησοῦν.334

335

Παρακαλοῦμεν οὖν ὑμᾶς, ὡς μιμηταὶ Χριστοῦ εἶναι βουλόμενοι, εἰς ἀνά‐ παυσιν καὶ ὑποταγὴν ἀλλήλων καὶ χρηστὴν δουλείαν, εἰ δυνατὸν καὶ τὸ ὑπερα‐ ποθανεῖν τοῦ πλησίον ἑαυτοὺς εὐτρεπίσωμεν, ἔχοντες τὸν Κύριον τύπον καὶ ὑπογραμμὸν καὶ ἐν πᾶσιν ἀγαθοῖς συνεργοῦντα ἡμῖν, κατὰ τὸ εἰρημένον· τοῖς
5ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν· ἵνα διὰ τῆς ἀγάπης καὶ ἁπλότητος καὶ ἀζηλίας καὶ ἀτυφίας ὁ σύνδεσμος τῆς εἰρήνης ἐν ἑνὶ σώματι καὶ πνεύματι τοῦ Χριστοῦ ἐν τῇ ἀδελφότητι φυλάσσεσθαι δύνηται, ὑποτασσομένων ἀλλήλοις ἐν φόβῳ Κυρίου. Ἕκαστος τοίνυν ἐν τοιούτοις ἤθεσιν εἶναι βουλόμενος, πρὸ πάντων καὶ
10πανταχῶς τὴν ἱερὰν ἀγάπην καὶ φόβον Θεοῦ, ἥτις ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή, ἐν τῇ ἑαυτοῦ καρδίᾳ σπουδαζέτω καὶ ζητείτω παρὰ Θεοῦ ἀδιαλείπτως ἔχειν, καὶ διὰ τῆς συνεχοῦς, μᾶλλον ἀδιαλείπτου μνήμης Κυρίου καὶ ἔρωτος
οὐρανίου, ταύτην ὁσημέραι κατὰ προκοπὴν διὰ τῆς χάριτος ἐπαυξάνων προσ‐335

336

κτάσθω· διὰ γὰρ πολλῆς σπουδῆς καὶ μερίμνης, καὶ πόνου καὶ ἀγῶνος νοὸς τὴν πρὸς Θεὸν ἀγάπην κτᾶσθαι δυνάμεθα, χάριτι καὶ δωρεᾷ Χριστοῦ ἐν ἡμῖν μορ‐ φουμένην, καθὼς ἐν τῇ Σοφίᾳ εἴρηται· ἐὰν γὰρ ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις φόβον Κυρίου καὶ ἐπίγνωσιν.
5 Τὴν πρὸς τὸν πλησίον ἀγάπην εὐχερῶς καὶ καθαρῶς κατορθῶσαι δυνά‐ μεθα· τὰ γὰρ πρῶτα ταττέσθω ὡς πρῶτα, καὶ τὰ δεύτερα τοῖς πρώτοις ἑπόμενα ἀκολούθως τελεσθήσεται. Ἐὰν γάρ τις ἀμελήσῃ τῆς πρώτης καὶ μεγάλης ἐντο‐ λῆς τῆς πρὸς τὸν Θεὸν ἀγάπης, ἥτις ἀπὸ τῆς ἔνδοθεν διαθέσεως καὶ συνειδήσεως ἀγαθῆς καὶ ὑγιῶν τῶν πρὸς Θεὸν ἐννοιῶν μετὰ θείας δυνάμεως συνίσταται, τῆς
10δὲ δευτέρας, τῆς ἔξωθεν μόνον διακονίας, τὴν ἐπιμέλειαν ποιεῖσθαι βούλεται, ἀδύνατον, εἰ καθαρῶς καὶ ὑγιῶς ταύτην ἐπιτελεῖν δυνήσεται· ἡ γὰρ τῆς κακίας μέθοδος εὑρίσκουσα ἔξω ἀπὸ τῆς μνήμης καὶ ἀγάπης καὶ ζητήσεως τοῦ Θεοῦ τὸν νοῦν, ἢ δυσχερῆ καὶ βαρέα ποιοῦσα τὰ θεῖα ἐντάλματα, γογγυσμοὺς καὶ
μέμψεις τῆς εἰς τοὺς ἀδελφοὺς γινομένης διακονίας τῇ ψυχῇ ἐνεργάζεται, ἢ336

337

οἰήσει δικαιοσύνης ἀπατήσασα φυσιοῖ, καὶ ἑαυτὸν ἡγήσασθαι ποιεῖ ὡς τίμιον καὶ μέγαν, καὶ ὡς ἄκρως κατορθοῦντα τὰς ἐντολάς. Ὅταν δὲ οἰηθῇ ἐν ἑαυτῷ ὁ ἄνθρωπος ὅτι καλὰ ἐργάζεται καὶ ἐντολὰς φυλάσσει, ἥμαρτε κρίνας ἑαυτόν, καὶ μὴ ἐκδεξάμενος τὸν κρίνοντα ἀληθῶς· ἐπὰν γὰρ συμμαρτυρῇ τῷ πνεύματι ἡ‐
5μῶν τὸ Πνεῦμα τοῦ Θεοῦ, κατὰ τὸ λόγιον Παύλου, τότε ἀληθῶς Χριστοῦ ἄξιοι καὶ τέκνα Θεοῦ τυγχάνομεν, καὶ οὐχ ὅταν ἰδίᾳ οἰήσει ἑαυτοὺς δικαιώσωμεν· οὐ γάρ, φησίν, ὁ ἑαυτὸν συνιστάνων, ἐκεῖνος δόκιμος, ἀλλ’ ὃν ὁ Κύριος συνίστησιν. Ἐπὰν γὰρ μνήμης καὶ φόβου Θεοῦ ἐκτὸς εὑρίσκηται ἄνθρωπος, ἀνάγκῃ καὶ δόξαν ἐπιζητεῖ καὶ ἔπαινον θηρεύει παρὰ τῶν διακονουμένων ὑπ’ αὐτοῦ· ὁ γὰρ
10τοιοῦτος καὶ ἄπιστος παρὰ τοῦ Κυρίου ἀπελέγχεται. Πῶς γάρ, φησίν, ὑμεῖς δύ‐ νασθε πιστεύειν, δόξαν παρ’ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; Ὁ τοιοῦτος ἐστί, κατὰ τὸ Εὐαγγέλιον, ὁ τὸ ἔξωθεν τῆς παροψίδος καὶ τοῦ ποτηρίου πλύνων· οὗτος ἐντὸς γέμει ἁρπαγῆς καὶ ὑπο‐
κρίσεως. Ἐπὰν δὲ αὐτὸς ὁ νοῦς καὶ ἡ διάθεσις τῆς ψυχῆς εἰς τὴν μελέτην καὶ337

338

ἐπιπόθησιν τοῦ Θεοῦ ἀπασχολῆται, καὶ τὰς ἐννοίας τῇ μνήμῃ τῶν καλῶν, ὅσα ἐστὶν ἀληθῆ καὶ δίκαια καὶ εὔφημα καὶ σεμνά, καὶ τῇ ἀγάπῃ τοῦ Θεοῦ πάντοτε κατὰ κόσμον τελείαν κατόρθωσιν λαμβάνει. Μετὰ ἀγῶνος δὲ καὶ καμάτου νοὸς τοῦτο κατορθοῦται διὰ τὸ τὸν Ἐναντίον ἀεὶ τοῖς καλοῖς ἐμποδίζειν καὶ δελεάζειν
5ἢ ἁρπάζειν τὸν νοῦν, τοῦ μὴ τῶν καλῶν μνήμῃ ἐρᾶν τῶν ἄνω, ἀλλὰ διὰ τῶν γηΐνων ἐννοιῶν ἢ ἐπιθυμιῶν τινων τὴν προαίρεσιν δελεάζειν. Οὗτος γάρ ἐστι τοῦ Πονηροῦ ὁ θάνατος καὶ ἧττα, ὅσον ἐξ ἡμετέρας σπουδῆς· ὅταν εἰς ἀγάπην καὶ μνήμην Θεοῦ ἀσχολούμενος ὁ νοῦς εὑρίσκηται· ἐντεῦθεν συστῆναι δύναται καὶ ἡ πρὸς τὸν ἀδελφὸν ἀγάπη εἰλικρινής, ὁμοίως καὶ ἀληθὴς ἁπλότης, καὶ ἡ
10πρᾳότης, καὶ ἡ ταπείνωσις, καὶ ἡ ἀκεραιότης, καὶ ἡ ἀγαθότης, καὶ ἡ εὐχή, καὶ πᾶσα ἀκολουθία τῶν ἁγίων ἐντολῶν διὰ τῆς μιᾶς καὶ μόνης καὶ πρώτης ἐντο‐ λῆς τῆς πρὸς τὸν Θεὸν ἀγάπης ἐξ ἀληθείας τὴν ἀκριβῆ συμπλήρωσιν λαμβάνει. Ἀγῶνος οὖν πολλοῦ καὶ πόνου κρυπτοῦ 〈καὶ〉 ἀοράτου χρεία, λογισμῶν
ἔρευναν ἀεὶ ποιεῖσθαι· καὶ τὰ ἠσθενηκότα δὲ τῆς ψυχῆς ἡμῶν αἰσθητήρια γυ‐338

339

μνάζειν πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ δέοι πάντοτε, καὶ ἀναζωπυρεῖν διὰ τῆς τοῦ νοῦ πρὸς Θεὸν ἐμπήξεως καὶ σπουδῆς τὰ ἐξησθενηκότα τῆς ψυχῆς μέλη. Ἐκεῖ τοῦ νοῦ ἡμῶν διαπαντὸς προσκολλουμένου, ἵνα διὰ θείας χάριτος γένηται μετὰ τοῦ Κυρίου εἰς ἓν πνεῦμα κατὰ τὸ ἀποστολικὸν λόγιον. Τοῦτον δὲ
5τὸν κρυπτὸν ἀγῶνα καὶ μελέτην Κυρίου καὶ πόνον, νυκτὸς καὶ ἡμέρας ἔχειν πάντας ἡμᾶς χρή, καὶ εἰς πᾶσαν ἐπιτήδευσιν ἐντολῆς· ἤτοι εὐχομένους, ἤτοι διακονοῦντας, ἤτοι ἐσθίοντας, ἤτοι πίνοντας, ἢ ὁτιοῦν ποιοῦντας· καὶ πᾶν ὃ γί‐ νεται ἀγαθὸν ἀρετῆς ἐπιτήδευμα, εἰς δόξαν τοῦ Θεοῦ γίνηται, καὶ μὴ εἰς δόξαν ἡμετέραν ἐπιτελούμενον εὑρίσκηται· ἁγιάζεται γὰρ πᾶσα ἡ τῶν ἐντολῶν ἀκο‐
10λουθία καὶ καθαρῶς ὑφ’ ἡμῶν ἐπιτελεῖται διὰ τῆς ἀδιαλείπτου μνήμης Κυρίου καὶ φόβου καὶ ἀγάπης τῆς πρὸς τὸν Θεόν, καὶ οὕτως ἐκτὸς γινόμεθα τοῦ ἀντι‐ κειμένου τοῦ μιαίνοντος τὴν ἐντολήν, σπιλοῦντος καὶ τὸν κάματον ἡμῶν, εἰς ἑαυτὸν περισπᾶν βουλομένου· καὶ τότε εὐχερῆ καὶ εὔκολα ἡμῖν πάντα τῶν ἐντο‐
λῶν παραγγέλματα καταφανήσεται, τῆς τοῦ Θεοῦ ἐν ἡμῖν ἀγάπης ἐξευμαριζού‐339

340

σης τὰς ἐντολάς, καὶ τὸ ἐπίπονον αὐτῶν περὶ τὴν τήρησιν ἐκλυούσης· ὥστε καὶ ἡ τῶν ἐντολῶν εὐμάρεια καὶ εὐκολία διὰ τῆς πρὸς Θεὸν ἀγάπης ἐγγενήσεται· ὅλος γὰρ ὁ ἀγὼν καὶ ἡ σπουδὴ τοῦ ἀντικειμένου ἐστὶν αὕτη, ὥσπερ εἴρηται, ἵνα δυνηθῇ τὸν νοῦν ἀπὸ τῆς πρὸς Θεὸν μνήμης καὶ φόβου καὶ ἀγάπης τοῦ Κυ‐
5ρίου περισπᾶσαι, δελεάσμασι γηΐνοις χρώμενος, ἤ τισιν εὐλογοφανέσιν ἐννοίαις τὸν νοῦν ἀπὸ τοῦ ὄντως καλοῦ τῆς πρὸς Θεὸν ἀγάπης παρεκτρέπων ἐπὶ δοκήσει ὄντα καλά. Πᾶν γὰρ ὃ ἂν καλὸν ποιῇ ἄνθρωπος, σπιλοῦν καὶ μιαίνειν ὁ Πο‐ νηρὸς βούλεται, καὶ τὴν ἰδίαν ἐπισπορὰν τῆς κενοδοξίας, ἢ οἰήσεως, ἢ γογγυ‐ σμοῦ, ἢ τοιούτοις τισὶ τῇ ἐντολῇ συμμίσγειν ἀγωνίζεται, ἵνα μὴ διὰ τὸν Θεὸν
10μόνον ταπεινοφρόνως καὶ προθύμως τὸ γινόμενον ἀγαθὸν καὶ καλὸν γίνηται. Γνώσεως οὖν καὶ διακρίσεως ἑκάστῳ πολλῆς χρεία, ἵνα δυνηθῇ ὁ νοῦς τὰς μεθοδείας καὶ τέχνας τοῦ Πονηροῦ ἐπιγινώσκειν καὶ παντελῶς τῆς κακίας ἀπαλλοτριοῦσθαι· ἵνα δὲ μὴ δόξωμεν ἀφ’ ἑαυτῶν τι λέγειν, ἐκ τῶν ἁγίων Γρα‐ φῶν ταῦτα παραστήσωμεν. Γέγραπται γὰρ ὅτι Ἄβελ προσήνεγκε θυσίαν τῷ
15Θεῷ ἀπὸ τῶν στεάτων καὶ ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων, καὶ Κάϊν340

341

ὁμοίως προσήνεγκε δῶρα ἀπὸ τῶν καρπῶν τῆς γῆς, ἀλλ’ οὐκ ἀπὸ τῶν πρώτων καρπῶν. Καὶ ἐπεῖδεν ὁ Θεός, φησίν, ἐπὶ ταῖς θυσίαις τοῦ Ἄβελ, ἐπὶ δὲ τοῖς δώροις τοῦ Κάϊν οὐ προσέσχεν· ὥστε καὶ ἐκ τούτου μανθάνομεν ὅτι ἐστί τι καλὸν ἐπιτήδευμα ποιῆσαι ἀμελῶς ἢ καταπεφρονημένως ἢ διά τι, καὶ μὴ εἶναι
5εὐπρόσδεκτον τῷ Θεῷ, καὶ ἔστι ποιῆσαι κατὰ τὸ θέλημα τοῦ Θεοῦ σπουδαίως καὶ νηφόντως διὰ τὸν Θεὸν καὶ πιστῶς, καὶ εὐάρεστον εὑρεθῆναι ἔμπροσθεν τοῦ Θεοῦ· καὶ γὰρ ὁ πατριάρχης Ἀβραὰμ ἐκ τῶν ἀκροθινίων τῷ ἱερεῖ τοῦ Θεοῦ Μελχισεδὲκ προσήνεγκε, καὶ οὕτω τὰς εὐλογίας ἐδέξατο παρ’ αὐτοῦ. Τί δὲ διὰ τούτων αἰνίττεται τὸ Πνεῦμα, ὑψηλοτέραν θεωρίαν ἐμφαῖνον,
10ἀλλ’ ἢ τὰ ἄκρα καὶ τὰ πρῶτα καὶ τὰ στέατα ὅλου τοῦ συγκρίματος ἡμῶν, του‐ τέστιν αὐτὸν τὸν νοῦν, αὐτὴν τὴν διάθεσιν, αὐτὸν τὸν ὀρθὸν ἡμῶν λογισμόν, αὐτὴν τὴν ἀγαπητικὴν ἡμῶν δύναμιν τῆς ψυχῆς, τὴν ἀπαρχὴν τοῦ ὅλου ἡμῶν ἀνθρώπου τῷ Θεῷ προσκομίζειν δέοι πάντοτε· τὴν τῆς καρδίας θυσίαν ἱεράν,
τά τε ἀκροθίνια καὶ πρῶτα τῶν ὀρθῶν λογισμῶν, εἰς τὴν αὐτοῦ μνήμην καὶ με‐341

342

λέτην καὶ ἀγάπην διὰ παντὸς ἀπασχολοῦντας; Οὕτω γὰρ δυνάμεθα εἰς ἔρωτα θεῖον ὁσημέραι αὔξησιν λαμβάνειν, βοηθούμενοι ὑπὸ τῆς θείας δυνάμεως [τοῦ Θεοῦ]· καὶ τὸ φορτίον τῶν τῆς δικαιοσύνης ἐντολῶν ἐλαφρὸν ἡμῖν οὕτω κατα‐ φανήσεται, καὶ καθαρῶς καὶ ἀμώμως ταύτας ἐπιτελέσομεν, συνεργοῦντος ἡμῖν
5αὐτοῦ τοῦ Κυρίου διὰ τὴν πρὸς αὐτὸν ἡμῶν διὰ πίστεως καὶ ἀγάπης ζέουσαν ὁρμήν, καὶ πασῶν τῶν ἐντολῶν αὐτοῦ ἐπιπόθησιν. Περὶ δὲ τῆς φαινομένης ἀσκήσεως, οἷον ἀγαθὸν ἐπιτήδευμα πρῶτον καὶ μεῖζον τυγχάνει, τοῦτο γινώσκετε, ἀγαπητοί, ὅτι ἀλλήλοις πᾶσαι αἱ ἀρεταὶ ἐκ‐ δέδενται καὶ ἀλλήλων ἐκκρέμανται. Ὥσπερ ἱερά τις πνευματικὴ ἅλυσις μία ἀπὸ
10τῆς μιᾶς ἀπήρτηνται· ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πρᾳότητος, ἡ πρᾳότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίτις ἀπὸ τῆς ὑπακοῆς, ἡ ὑπα‐ κοὴ ἀπὸ τῆς ἁπλότητος. Ὥσπερ καὶ τὸ ἐναντίον μέρος ἓν ἀφ’ ἑνὸς τὰ κακὰ ἐκδέδενται· τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ τῆς ὑπερηφανίας, ἡ ὑπερηφανία
15ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία ἀπὸ τῆς ἀμελείας,
ἡ ἀμέλεια ἀπὸ τῆς χαυνώσεως, ἡ χαύνωσις ἀπὸ τῆς ὀλιγωρίας, ἡ ὀλιγωρία342

343

ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς ἀνυπομονησίας, ἡ ἀνυπομονησία ἀπὸ τῆς φιληδονίας, καὶ τὰ λοιπὰ τῆς κακίας μέλη εἰσὶν ἀλλήλων ἐκκρεμαμένα. Οὕτω καὶ ἐν τῷ καλῷ μέρει ἀλλήλων εἰσὶν αἱ ἀρεταὶ ἀπηρτημέναι. Κεφάλαιον δὲ πάσης ἀγαθῆς σπουδῆς καὶ κορυφαῖον τῶν κατορθωμάτων
5ἐστὶν ἡ τῆς προσευχῆς προσκαρτέρησις, δι’ ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ Θεοῦ αἰτήσεως ὁσημέραι προσκτᾶσθαι δυνάμεθα, ἐπειδὴ πρὸς μόνον Θεὸν ἀγαθότης, καὶ κοινωνία τις μυστικὴ πνευματικῆς ἐνεργείας, καὶ συνάφεια τῆς διαθέσεως καὶ αὐτοῦ τοῦ νοῦ, ἐν ἀγάπῃ ἀρρήτῳ πρὸς Κύριον, ἐν εὐχῇ, διὰ θείας ἐπισκέψεως τοῖς καταξιουμένοις γίνεται· καὶ εἰς οὐράνιον ἔρωτα καὶ πόθον ἔκ‐
10πυρον ὑπὸ τῆς πνευματικῆς ἀγάπης πρὸς Θεὸν ἕλκεται ὁσημέραι ὁ ἑαυτὸν ταῖς προσευχαῖς προσκαρτερεῖν ἀναγκάζων, καθὼς εἴρηται· ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. Καὶ ὁ Κύριος· ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι. Τὸ δὲ ἐντὸς εἶναι τὴν βασιλείαν, τί ἄλλο σημαίνει, ἢ τὴν τοῦ Πνεύματος οὐράνιον εὐφροσύνην τῆς ἀξίας ψυχῆς ἐνεργῶς γινομένην; Ἥνπερ γὰρ ἀπόλαυ‐
15σιν καὶ χαρὰν καὶ εὐφροσύνην πνευματικὴν ἐν φωτὶ αἰωνίῳ οἱ Ἅγιοι ἐν τῇ βα‐343

344

σιλείᾳ τῶν οὐρανῶν μέλλουσιν ἔχειν, τούτων τὸν ἀρραβῶνα καὶ τὴν ἀπαρχὴν ἐντεῦθεν ἤδη αἱ ἅγιαι καὶ πισταὶ ψυχαὶ διὰ τῆς τοῦ Πνεύματος ἐνεργοῦς κοινω‐ νίας τυχεῖν καταξιοῦνται. Ὁ παρακαλῶν γάρ, φησίν, ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν εἰς τὸ δύνασθαι παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως,
5ἧς παρακαλούμεθα καὶ αὐτοὶ ἀπὸ τοῦ Θεοῦ. Ἀλλὰ καὶ τό, ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα· καί, ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ τὰ τούτοις ὅμοια, τὴν ἐνεργῆ τοῦ Πνεύματος εὐφροσύνην καὶ παράκλησιν ἁγιασμοῦ διὰ τούτων αἰνίττεται. Τὰ δὲ ἀκόλουθα πασῶν τῶν ἐντολῶν παραγγέλματα, ὥσπερ μέλη τῆς κεφαλῆς τυγχάνει. Ἅπερ
10οἱ ἑαυτοὺς ὁλοτελῶς ἀποδεδωκότες τῷ Θεῷ κατὰ δύναμιν ἐπιτελεῖν ὀφείλουσι, προκειμένου δηλαδὴ τοῦ τῆς εὐσεβείας σκοποῦ πᾶσιν ἑνός, ὅπερ διὰ πλειόνων προείπαμεν, διὰ τῶν γραφικῶν μαρτυρίων παραστήσαντες, τοῦ καταξιωθῆναι
ἡμᾶς διὰ τῆς πίστεως καὶ πολλῆς ἐν πάσαις ἀρεταῖς σπουδῆς πληρώσεως Ἁγίου344

345

Πνεύματος καὶ παντελῆ τῶν παθῶν ἀπαλλαγὴν κτήσασθαι, ὅ ἐστιν ὁ τῆς καρ‐ δίας καθαρισμὸς διὰ τοῦ ἁγιαστικοῦ Πνεύματος ταῖς πισταῖς καὶ εὐλαβέσι ψυχαῖς ἐγγινόμενος. Ἕκαστος οὖν ἑαυτὸν ἐκδότω εἰς τὸ ἀγαθόν, ὅσον καὶ ὁ πρὸς Θεὸν ἔρως
5τῆς ψυχῆς ἐπεκτείνεται. Καὶ λοιπὸν εἴ τις βούλεται ἀδιαλείπτως προσεύχεσθαι, καὶ τῇ προσευχῇ προσκαρτερείτω. Καὶ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· πόσῳ μᾶλλον ποιήσει ὁ Θεὸς τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέ‐ ρας; Ἔλεγε γάρ, φησί, καὶ παραβολὴν πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν. Καὶ τῶν ἐπουρανίων δὲ ὅπλων τοῦ Πνεύματος τὴν ἔνδυσιν, ὡς
10προείρηται, δι’ ὁποίου τρόπου καταξιωθήσονται οἱ ἐπιθυμοῦντες καὶ τυχεῖν πι‐ στεύοντες, ὁ Ἀπόστολος εἶπε· διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν Πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσ‐ καρτερήσει καὶ δεήσει. Εἴ τις τοίνυν τῶν ἀδελφῶν τὸν διὰ τῆς προσευχῆς ἀγῶνα ἀναδέξασθαι
15ἐπιποθεῖ, ἐρῶν τῶν ἐπουρανίων ἀγαθῶν, ἀποδεκτέος καὶ πάντῃ ἐπαινετὸς345

346

οὗτος καὶ παρ’ ἀνθρώποις καὶ παρὰ Θεῷ· διὸ ἀφιέσθω ὑπὸ τῶν συμμελῶν ἀδελφῶν μετὰ χαρᾶς τῇ προσευχῇ προσκαρτερεῖν ὁ τοιοῦτος, ἵνα καὶ αὐτοὶ μι‐ σθὸν διὰ τὴν πρὸς τὸν ἀδελφὸν σύμπνευσιν καὶ συνέργειαν ἀγαθὴν ἐπὶ Θεῷ ἔχωσι, μόνον ἵνα μετὰ πάσης νήψεως τὴν κατὰ συνείδησιν ἔρευναν ποιῇ, καὶ
5ἀδιάλειπτον μνήμην καὶ ἄπαυστον ἀγῶνα ὁ εὐχόμενος ἔχειν, πάντοτε ἐναντιού‐ μενος πάσῃ τῇ τῆς κακίας τῶν πολλῶν καὶ περισσῶν λογισμῶν ὕλῃ, πρὸς Κύ‐ ριον τὸν νοῦν βιαζόμενος ἐν ἐπιποθήσει, καὶ παρ’ αὐτοῦ τὴν ἀντίληψιν τῆς χάριτος ἐκδεχόμενος, ἵνα οὕτως οἱ καρποὶ εἰς οἰκοδομὴν ὁσημέραι πᾶσι φανεροὶ γίνων‐ ται. Ὁ γὰρ ἔχων ἀγάπην Κυρίου, τρῶσιν καὶ ἔρωτα θεῖον ἐν τῇ προσευχῇ κἂν
10μηδέπω ἔχῃ, βιάζεται δὲ καὶ ἀγωνίζεται καὶ ἀναγκάζει τὴν προαίρεσιν, εἰς τοῦτον κάματον ἑαυτὸν ἔκδοτον διδούς, τὸν οὐράνιον ἔρωτα καὶ τὴν ἀληθινὴν καὶ πνευματικὴν εὐχὴν παρὰ τοῦ Θεοῦ ζητῶν κτήσασθαι, κατὰ τὸ εἰρημένον, ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ· μετὰ χαρᾶς ὑπὸ τῶν λοιπῶν ἀδελφῶν ἀφιέσθω, καὶ ὡς βοηθοὶ αὐτοῦ μᾶλλον συνεργείτωσαν, ἴδιον ἡγούμενοι κέρδος τὴν ἐπὶ τὰ
15κρείττονα τοῦ ἀδελφοῦ προκοπήν, καὶ μὴ κατ’ ἐρίθειαν ἢ ζῆλον ποιείτωσαν346

347

ὑποσυρόμενοι, μηδὲ ἐμποδιζέτωσαν καὶ ἐκκοπτέτωσαν τὴν ἀγαθὴν αὐτοῦ πρὸς Θεὸν ὁρμὴν καὶ τοῦ ἀγῶνος τῆς καλῆς σπουδῆς τὴν ἀρχήν, ἵνα ὁ Θεὸς ὁρῶν τὸν πρὸς ἀλλήλους τῆς ἀγάπης παροξυσμὸν ἀνταποδώσῃ πᾶσι τὰ αἰτήματα, πληροφορῶν ἕκαστον διὰ τὴν εὐθεῖαν καὶ ἀγαθὴν πρὸς ἀλλήλους προαίρεσιν.
5 Ταῦτα δὲ σπουδαίως ποιεῖν ἐν πολλῇ διακρίσει μάλιστα οἱ προεστῶτες τῶν ἀδελφῶν ὀφείλετε, καὶ ἑαυτοὺς καὶ τοὺς σὺν ὑμῖν ἀδελφοὺς τοιούτῳ φρονή‐ ματι καταρτίζειν σπουδάζετε, ἵνα μηδεὶς ἐγκοπὴν λαμβάνῃ, εἰς ὃν προῄρηται ἀγωνίζεσθαι ἀγῶνα. Ὥσπερ οὖν τὸ κεφαλαιωδέστερον ὁ ἐν τῇ εὐχῇ προσκαρ‐ τερῶν ἐπέλαβε τὸ ἔργον, οὕτω καὶ ἀγῶνα περισσότερον καὶ πόνον πολὺν καὶ
10σπουδὴν ἀδιάλειπτον ἀναλαβεῖν ὀφείλει, διὰ τὸ πολλὰ ἐν τῇ προσκαρτερήσει τῆς εὐχῆς εἶναι τῆς κακίας ἐμπόδια, ὕπνος, ἀκηδία, βάρησις σώματος, λογι‐ σμῶν ῥεμβασμός, νοὸς ἀκαταστασία, ὀλιγωρία, ἀνυπομονησία, ἔκλυσις, καὶ τὰ λοιπὰ τῆς κακίας λεπτὰ ἐνεργήματα. Εἶτα θλῖψις καὶ ἐπανάστασις αὐτῶν τῶν
πονηρῶν πνευμάτων, πολεμούντων καὶ ἀνταγωνιζομένων μέχρις αἵματος τῇ347

348

κατὰ ἀλήθειαν τὸν Θεὸν ἀδιαλείπτως ἐπιζητούσῃ ψυχῇ, κωλυόντων αὐτὴν μὴ προσεγγίζειν Θεῷ. Πάσῃ οὖν νήψει καὶ πάσῃ σπουδῇ καὶ παντὶ ἀγῶνι ψυχῆς καὶ σώματος, ἐν πάσῃ ὑπομονῇ, ὁ τῇ εὐχῇ προσκαρτερῶν ἀνδρίζεσθαι ὀφείλει· καὶ ὡς τὸν
5σταυρὸν ὄντως βαστάζων ἐν ἀγῶνι καὶ πόνῳ πολλῷ καὶ πένθει καὶ θλίψει διὰ τὴν βασιλείαν ἀδιαλείπτως ἔστω· μὴ χαυνούμενος καὶ ἐπιδιδοὺς ἑαυτὸν τοῖς τῆς κακίας λογισμῶν ῥεμβασμοῖς, ἢ ὕπνῳ, ἢ ἀκηδίᾳ, ἢ ἐκλύσει, ἢ συγχύσει νοός, ἢ ταραχώδεσι καὶ ἀπρεπέσι φωναῖς χρώμενος, ἤ τισι τοιούτοις παραδιδοὺς τὴν διάνοιαν ἀδιακρισίας αἰτίᾳ, ἐμπληροφορούμενος εἰς τὴν σωματικὴν μόνον γονυ‐
10κλισίαν, τοῦ νοὸς ἐν συγχύσει ἢ ῥεμβασμῷ καθεστῶτος. Δύναται γάρ τις, ἐὰν μὴ ἀκριβῶς νήφειν ἑαυτὸν παρασκευάζῃ καὶ πάντοτε τὴν ἔρευναν καὶ προσοχὴν τοῦ νοὸς ποιῆται, ἐπιποθῶν ἀεὶ τὸν Κύριον, ὑπὸ τῆς κακίας ποικίλως κατὰ τὸ κρυπτὸν ἀποβουκολούμενος ἐπαίρεσθαι ἢ φυσιοῦσθαι κατὰ τῶν λοιπῶν, μηδέπω οὕτως ἐν τῇ εὐχῇ δυναμένων προσκαρτερεῖν· καὶ οὕτω διὰ τῶν τοιούτων τῆς
15κακίας πανουργευμάτων τὴν καλὴν ἐργασίαν καταπροδιδοὺς ταύτην τῷ ἀντικει‐348

349

μένῳ. Ἀλλ’ ὥσπερ 〈τὸ〉 μεῖζον ἔργον τῆς εὐχῆς ἀνεδέξατο, οὕτω καὶ πόνον καὶ [τὴν] μέριμναν καὶ ἀγῶνα μείζονα τῶν λοιπῶν κεκτῆσθαι ὀφείλει, μήπου κλοπήν τινα παρὰ τῆς κακίας πάθῃ· τοῖς γὰρ μείζονος ἐπιλαμβανομένοις ἀγα‐ θοῦ, ἐπιτηδεύματος μείζονος ὁ ἀντικείμενος ἀνταγωνίζεται, ὑποσκελίζειν βου‐
5λόμενος. Δεῖ οὖν καρποὺς ἀγάπης καὶ ταπεινώσεως καὶ ἁπλότητος καὶ διακρίσεως τῆς ψυχῆς ἡμῶν ἐκφύεσθαι, ὅπως φανεροὶ ὦμεν τὴν ἐπὶ τὰ κρείττω προκοπὴν λαμβάνοντες, ἵνα καὶ τοὺς μηδέπω οὕτω δυναμένους διὰ τὴν νηπιότητα τῇ εὐχῇ προσκαρτερεῖν, τῶν ἀγαθῶν καρπῶν ἡμῶν φανερῶν αὐτοῖς ὄντων, ἐρεθί‐
10σωμεν, καὶ εἰς ἐπιθυμίαν ἐνέγκωμεν προθύμως καὶ σπουδαίως ἐπὶ τὸν ἀγῶνα τοῦτον ἑαυτοὺς ἀποδοῦναι. Ἐὰν μὴ γὰρ ἡ ταπεινοφροσύνη καὶ ἡ ἀγάπη, ἡ ἁπλότης καὶ ἡ ἀγαθότης τὴν εὐχὴν ἡμῶν κατακοσμήσῃ, ἡ εὐχή, μᾶλλον δὲ τὸ σχῆμα τῆς εὐχῆς, οὐδὲν ἡμᾶς ὠφελήσει. Οὐ μόνον δὲ τοῦτο περὶ τῆς εὐχῆς λέ‐ γομεν, ἀλλ’ ἐπὶ παντὸς καμάτου καὶ πόνου παρθενίας ἢ εὐχῆς ἢ ἀναγνώσεως ἢ
15νηστείας ἢ ἀγρυπνίας ἢ ψαλμῳδίας ἢ διακονίας ἢ οὗ δήποτε καμάτου καὶ ἐρ‐ γασίας ἀρετῆς ἕνεκεν ὑφ’ ἡμῶν τελουμένης. Ἐὰν μὴ τοὺς καρποὺς τῆς ἀγάπης
καὶ τῆς εἰρήνης καὶ χαρᾶς καὶ πρᾳότητος καὶ ταπεινώσεως καὶ ἁπλότητος καὶ349

350

ἀφελότητος καὶ πίστεως καὶ μακροθυμίας καὶ ἀφθονίας ἐν ἑαυτοῖς εὑρίσκωμεν, καὶ πᾶσι τοιούτους καρποὺς εἰρήνης προσφέρωμεν, εἰκῆ καὶ μάτην οἱ πόνοι καὶ οἱ κάματοι γεγόνασι· πᾶσα γὰρ ἐκείνη ἡ ἐργασία καὶ οἱ κάματοι διὰ τοὺς καρ‐ ποὺς τούτους γίνεσθαι ὀφείλουσι. Τῶν δὲ καρπῶν τῆς εἰρήνης καὶ ἀγάπης μὴ
5εὑρισκομένων ἐν ἡμῖν, εἰκῆ καὶ μάτην ὅλη ἡ ἐργασία γεγένηται· οἱ γὰρ τοιοῦ‐ τοι κατὰ τὰς πέντε μωρὰς παρθένους ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυνται, αἵτινες διὰ τὸ μὴ ἐντεῦθεν ἐπικομίσασθαι ἐν τοῖς τῆς καρδίας ἀγγείοις τὸ πνευματικὸν ἔλαιον, ὅπερ ἐστὶν ἡ τῶν προκειμένων ἀρετῶν διὰ τοῦ Πνεύματος ἐνέργεια, μωραὶ ὀνομασθεῖσαι τοῦ πνευματικοῦ τῆς βασιλείας ἀπεκλείσθησαν νυμφῶνος·
10καὶ ὁ τῆς παρθενίας κάματος διὰ τὴν τῶν ἀρετῶν ἔλλειψιν καὶ ὑστέρησιν τῆς ἐνεργοῦς ἐνοικήσεως τοῦ Πνεύματος Ἁγίου εἰς οὐδὲν ἐλογίσθη. Ὥσπερ γὰρ ἐν τῇ γεωργίᾳ, εἰ τύχοι, τῆς ἀμπέλου, πᾶσα ἡ ἐπιμέλεια καὶ κάματος διὰ τὴν μέλλουσαν τῶν καρπῶν ἀπόλαυσιν γίνεται· καρπῶν δὲ μὴ εὑρισκομένων ἐν τῇ ἀμπέλῳ εἰκῆ καὶ μάτην πᾶσα ἡ ἐμπόνησις τῆς ἐργασίας
15γεγένηται· οὕτως, ἐὰν μὴ διὰ τῆς ἐνεργείας τοῦ Πνεύματος καρποὺς ἀγάπης350

351

καὶ εἰρήνης καὶ χαρᾶς καὶ ταπεινώσεως, μακροθυμίας τε καὶ πίστεως, καὶ τὰ λοιπὰ ὅσα ὁ Ἀπόστολος διηγόρευσεν, ἐν πάσῃ πληροφορίᾳ καὶ αἰσθήσει πνευ‐ ματικῇ ἐν ἑαυτοῖς ἐπιγνῶμεν, εἰκαῖος ὁ τῆς παρθενίας κάματος, εὐχῆς, νηστείας καὶ ἀγρυπνίας πόνος μάταιος ἀποδείκνυται· οὗτοι γὰρ κάματοί εἰσι ψυχῆς καὶ
5σώματος ἐπ’ ἐλπίδι πνευματικῶν καρπῶν ἐπιτελεῖσθαι ὀφείλοντες. Ἡ δὲ τοῦ Πνεύματος ἐν ταῖς ἀρεταῖς καρποφορία, ἀπόλαυσίς ἐστι πνευματικὴ ἐν ἡδονῇ ἀφθάρτῳ ἐν καρδίαις πισταῖς καὶ ταπειναῖς ὑπὸ τοῦ Πνεύματος ἐνεργουμένη. Ἐν πολλῇ γὰρ διακρίσει συνέσεως ἡ ἐργασία τε καὶ οἱ πόνοι καὶ κάματοι τῆς ἀνθρωπίνης φύσεως ἡγείσθωσαν, καὶ οἱ καρποὶ καρποὶ λογιζέσθωσαν διὰ πίστε‐
10ως καὶ ἐλπίδος ὑπὸ τοῦ Ἁγίου Πνεύματος τοῖς ἀξίοις ἐνεργούμενοι. Ἐὰν γάρ τις διὰ γνώσεως ἔλλειψιν τὴν ἰδίαν ἐργασίαν καὶ κάματον τοὺς καρποὺς τοῦ Πνεύματος εἶναι νομίζῃ, πολλὴν οἴησιν ματαιότητος κέκτηται, καὶ ἀπὸ μεγάλων ἀγαθῶν πνευματικῶν ἐκπίπτει, μὴ διὰ πνευματικῆς ἐνεργείας ἐν πάσαις ταῖς προειρημέναις ἀρεταῖς κατευθυνθῆναι ἐλπίζων· ὁ γὰρ ὁλοτελῶς ἑαυτὸν τῷ Θεῷ
15ἀφιερῶν πάντοτε, καὶ τὴν ἐξ ἰδίας δυνάμεως σπουδὴν καὶ πόνον, σὺν ταῖς λοι‐351

352

παῖς ἀνθρωπίναις καὶ τρεπταῖς ἀρεταῖς, ἐν μηδενὶ ἐλλείπων, παρ’ αὐτοῦ δὲ τὴν λύτρωσιν δι’ ἀντιλήψεως τῆς χάριτος τοῦ Χριστοῦ, ἐν πληροφορίᾳ πίστεως, διὰ παντὸς ἐκδεχόμενος, εἰς αὐτὴν τὴν ἀκρότητα τῆς ἀπτώτου ἀρετῆς καὶ ἀγάπης δι’ ἀγαθότητος καταντῆσαι καταξιοῦται. Ὥσπερ γὰρ ἐν τῷ βίῳ ὁ ἡδυπαθῶς δι‐
5αιτώμενος καὶ τῇ ἁμαρτίᾳ ὁλοτελῶς ἑαυτὸν ἀποδεδωκὼς τὰ παρὰ φύσιν τῆς ἀτιμίας πάθη ἐν ἡδονῇ πολλῇ ἐπιτελεῖ· ἀσωτίαν καὶ πορνείαν, μέθην, πλεονε‐ ξίαν καὶ τὰ λοιπὰ τῆς κακίας ἐνεργήματα, ἐν ἀπολαύσει καὶ ἡδονῇ πολλῇ ὡς φυσικὰ διὰ τὴν χρονίαν συνήθειαν κατεργάζεται· οὕτω καὶ ὁ τέλειος Χριστιανὸς πάσας τὰς ἀρετὰς καὶ πάντας τοὺς ὑπὲρ τὴν ἡμετέραν φύσιν τελείους καρποὺς
10τοῦ Πνεύματος, τουτέστι τὴν ἀληθινὴν καὶ ἄτρεπτον ἀγάπην καὶ εἰρήνην, τὴν μακροθυμίαν καὶ ἀγαθότητα, τὴν πρᾳότητα καὶ ὑπομονήν, τὴν πίστιν καὶ τα‐ πεινοφροσύνην, καὶ τὰ λοιπὰ τῆς ὄντως ἀρετῆς ἔργα ἐν ἀπολαύσει καὶ ἡδονῇ πνευματικῇ ἐπιτελεῖ ὡς φυσικὰ καὶ οἰκεῖα, ἀκαμάτως λοιπὸν καὶ εὐχερῶς, μηκέτι πρὸς τὰ πάθη τῆς κακίας πολεμῶν, ἅτε δὴ λελυτρωμένος ὑπὸ Κυρίου
15τελείως, καθαρὸν οἰκητήριον αὐτοῦ γενέσθαι καταξιωθεὶς καὶ ἐνεργούμενος δυ‐
νάμει θείᾳ ἐν ταῖς ἀρεταῖς, ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ ὑπὸ τοῦ ἁγίου καὶ352

353

προσκυνητοῦ Πνεύματος, τὴν τελείαν τοῦ Χριστοῦ εἰρήνην βραβεύουσαν ἐν τῇ καρδίᾳ κεκτημένος. Οὐ μόνον δὲ τὴν τοιαύτην τῶν ἀρετῶν ἐργασίαν ἐν πολλῇ ἀπολαύσει ὁ τοιοῦτος διὰ τὴν ἐνεργῆ ἐνοίκησιν τοῦ Ἁγίου Πνεύματος ἀκαμάτως λοιπὸν ἐπι‐
5τελεῖ, ἀλλὰ τὸ δυσχερέστερον, ὅπερ ἐστὶ τὰ παθήματα τοῦ Χριστοῦ, εὐχερῶς καὶ εὐκόλως ἀναλαμβάνει, δυναμούμενος ὑπὸ τοῦ Πνεύματος καὶ ἐν πολλῇ ἐπι‐ θυμίᾳ τὸ συμπαθῆσαι τῷ Χριστῷ εὐχόμενος· καὶ ὥσπερ οἱ λοιποὶ ἐν βίῳ ἄνθρω‐ ποι κατὰ σάρκα ζῶντες τὸ τιμηθῆναι καὶ δοξασθῆναι, τὸ προσκυνηθῆναι καὶ τὸ πλουτῆσαι καὶ τρυφῆσαι καὶ ἄρξαι, καὶ τὰς λοιπὰ τοῦ βίου τούτου ἀπολαύσεις
10ἐν ἡδονῇ πολλῇ καὶ εὐφροσύνῃ δι’ ἐπιθυμίας ἔχουσιν, οὕτως οἱ εἰς τὰ προειρη‐ μένα τοῦ χριστιανισμοῦ μέτρα φθάσαι καταξιωθέντες, τὸ γυμνητεῦσαι καὶ λιμῶξαι καὶ πᾶσαν κακοπάθειαν ὑπομεῖναι διὰ τὸν Κύριον· τὸ μισηθῆναι καὶ ἀτιμασθῆναι καὶ λοιδορηθῆναι· τὸ μαστιχθῆναι, καὶ ὡς περικάθαρμα τοῦ κό‐ σμου τούτου γενέσθαι, τὸ δὲ ὅλον καὶ σταυρωθῆναι καὶ πάσῃ τιμωρίᾳ ὑπο‐
15βληθῆναι, ἐν ἡδονῇ καὶ ἀπολαύσει πνευματικῇ, μετὰ χαρᾶς καὶ εὐφροσύνης διὰ
τὴν μακαρίαν τῆς ἀναστάσεως ἐλπίδα ἀκαμάτως καταδέχονται· μᾶλλον δὲ διὰ353

354

πολλῆς ἐπιθυμίας ἔχουσι. Χριστιανῶν γὰρ ἡ δόξα καὶ ὁ πλοῦτος καὶ ἡ τρυφὴ καὶ ὁ θησαυρὸς καὶ ἡ καύχησις, τὰ παθήματα τοῦ Χριστοῦ τυγχάνει, κατὰ τὸ ἀποστολικὸν λόγιον· οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι. Καὶ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον· μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν
5ὑμᾶς οἱ ἄνθρωποι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν ὁ μακάριος Παῦλος ὅσην ἡδονὴν ἐν τοῖς ὑπὲρ Χριστοῦ παθήμασιν εἶχε βοᾷ, λέγων· ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν
10στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. Καὶ πάλιν· ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ· ἡ γὰρ τοῦ Ἁγίου Πνεύματος εἰς αὐτοὺς πληρεστάτη ἐνοίκησις καὶ ἄφθαρτος ἐνεργὴς παράκλησις τὰ παθήματα τοῦ Χριστοῦ ἐν ἡδυτάτῃ πληροφορίᾳ καὶ ἀπολαύσει πολλῇ καταδέχεσθαι παρα‐
σκευάσει διὰ τὴν μέλλουσαν τῆς ἀναστάσεως ἐλπίδα ἀθάνατον.354

355

Οὗτός ἐστιν ἀληθῶς ὁ κολληθεὶς τῷ Κυρίῳ καὶ γενόμενος μετ’ αὐτοῦ εἰς ἓν πνεῦμα· διὰ γὰρ τῆς τοῦ Πνεύματος ἐνεργείας καὶ ἁγιότητος τῶν ἀρετῶν, πάθη μιαρὰ καὶ ἐνεργείας κακίας κατασκευασθῆναι δύναται, καὶ πάθη Χριστοῦ εὐχερῶς καὶ εὐκόλως ἀναλαβεῖν ἐστιν, ἅπερ οἱ μηδέπω δι’ ἐνεργείας Πνεύματος
5ἀναλαβεῖν καταξιωθέντες, διὰ ἰδίας σπουδῆς καὶ ἐπιθυμίας, ἐλπίδι καὶ πίστει ἐν ταῖς ἐντολαῖς καὶ ἐν τοῖς παθήμασι τοῦ Κυρίου, ἀδιαλείπτως ἐμμελετάτωσαν, καὶ τῇ ἐργασίᾳ, ὅση δύναμις, ἑαυτοὺς βιαζόμενοι ἐγγυμναζέσθωσαν, ἐλπίζοντες διὰ τοῦ Πνεύματος τελείως ἐν αὐτοῖς κατευθυνθῆναι, ἵνα κατὰ τὴν ἐργασίαν τῆς ἐλπίδος, ἐπιθυμίαν τε καὶ μελέτην τοῦ νοὸς ἐνεργῆσαν τὸ Πνεῦμα ἐν δυνάμει,
10μεθ’ ἡδονῆς ἀναλάβωμεν καὶ τὴν τῶν εὐαγγελικῶν ἐντολῶν ἐργασίαν καὶ τῶν παθημάτων τοῦ Χριστοῦ μετὰ χαρᾶς ὑπομονήν, καὶ οὕτω τέλειοι Χριστιανοὶ διὰ τῆς ἐνεργοῦς ἐνοικήσεώς τε καὶ κοινωνίας τοῦ Πνεύματος γενέσθαι κατα‐ ξιωθέντες, τῆς αἰωνίου ζωῆς κληρονόμοι γενώμεθα. Οὕτως οὖν ἀγωνιάζεσθε καὶ οὕτως ἑαυτοὺς εἰς πᾶν ἀγαθὸν παρασκευάζετε
15ὁμοῦ πάντες οἱ τῷ σκοπῷ τῆς εὐσεβείας τρέχοντες· μάλιστα δὲ οἱ ταῖς εὐχαῖς355

356

προσκαρτερεῖν ἑαυτοὺς ἀναγκάζοντες, ὡς τηλικούτων ἀγαθῶν ἐλπίδας ἔχοντες, ἵνα καὶ ἑαυτῶν καὶ τῶν πλησίον οἰκοδομὴ καὶ ὠφέλεια γένησθε, καὶ μὴ βλάβην καὶ ἑαυτοῖς καὶ ἄλλοις δι’ ἀμελείας καὶ ἀπροσεχίας ἐμποιήσητε. Οἱ δὲ μηδέπω δυνάμενοι ἄκρως ἐπὶ τῷ τῆς εὐχῆς ἔργῳ ἑαυτοὺς ἀποδοῦναι, τῇ διακονίᾳ καὶ
5ὑπηρεσίᾳ, ἢ ἔργῳ τινί, ἢ τῇ λοιπῇ ἀναπαύσει τῶν ἀδελφῶν μετὰ πίστεως καὶ εὐλαβείας καὶ φόβου Θεοῦ ἑαυτοὺς εὐτρεπίζετε, ὡς ἐντολὴν Κυρίου ἐπιτε‐ λοῦντες καὶ ὡς πνευματικὸν ἔργον κατεργαζόμενοι, καὶ οὐχ ὡς παρ’ ἀνθρώπων τὸν μισθὸν ἐκδεχόμενοι, τιμὴν ἢ εὐχαριστίαν παρ’ αὐτῶν ἀναμένετε. Ἀλλ’ ὡς ἔργῳ Θεοῦ πιστῶς καὶ νηφόντως προσέχετε, καὶ ὡς δοῦλοι Κυρίου μετὰ χαρᾶς
10διακονεῖτε, μὴ διδόντες ὅλως χώραν τῇ κακίᾳ δι’ ἀνθρωπαρεσκείας, ἢ γογγυ‐ σμοῦ, ἢ ὑψηλοφροσύνης, ἢ χαυνότητος, ἢ ἀμελείας καὶ καταφρονήσεως, τὸ ἀγαθὸν ὑμῶν ἔργον σπιλοῦν καὶ τῷ ἰδίῳ τῆς δολιότητος ἰῷ καταρρυποῦν καὶ μολύνειν· ἀλλ’ ἵνα διὰ τῆς εὐλαβείας καὶ ἀγάπης τῆς πρὸς τὸν Θεὸν τὸ καλὸν ὑμῶν ἐπιτήδευμα ἁγιάζηται, καὶ εὐπρόσδεκτον ἐπὶ Θεὸν γίνηται. Τοσαύτῃ γὰρ
15φιλανθρωπίᾳ καὶ ἀπείρῳ ἀγαθότητι ὁ Κύριος συγκατέβη τῷ ἀνθρωπίνῳ γένει,356

357

ὡς μηδένα ἐᾶσαι ἀργὸν ἀπὸ ἀρετῆς ἢ ἀγαθοῦ ἔργου ἀπομεῖναι, ἀλλ’ ἑκάστῳ ἔδωκεν ἐργασίαν κατὰ τὴν δύναμιν τῆς προαιρέσεως αὐτοῦ, ἕλκων πάντας ὁση‐ μέραι ἐπὶ τὰς μείζονας τῶν ἐντολῶν ἀρετάς. Ὃς ἄν, φησί, ποτίσῃ ποτήριον ψυ‐ χροῦ ὕδατος μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσει 〈τὸν〉
5μισθὸν αὐτοῦ. Ἴδε ἕως ποῦ εὐκολίαν ἐντολῶν ἔδωκεν ὁ Κύριος, ἵνα μή τις ἄμοιρος, οἷος ἂν ἀσθενὴς ὑπάρχῃ καὶ ἄτονος τὴν προαίρεσιν, ἀπὸ τοῦ ἀγαθοῦ ᾖ. Καὶ πά‐ λιν· ἑνὶ τούτων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Μόνον τὸ γινόμενον κατὰ Θεὸν καὶ μὴ κατὰ δόξαν ἀνθρώπων γίνηται· προσέθηκε γάρ, μόνον εἰς ὄνομα μαθητοῦ·
10τουτέστι φόβῳ καὶ ἀγάπῃ Χριστοῦ τὸ ἀγαθὸν ἔργον ἵνα γένηται· τοὺς γὰρ κατὰ δόξαν καὶ ἔπαινον ἀνθρώπων ἐπιδεικτικῶς ἀγαθόν τι ἐργαζομένους μεμφόμενος ὁ Κύριος, ἀπόφασιν ἔδωκεν εἰπών· πάντα ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώ‐ ποις· καὶ διεξελθὼν ἐπάγει μεθ’ ὅρκου, λέγων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν
μισθὸν αὐτῶν. Διὸ καὶ παραγγέλλει τοῖς ἑαυτοῦ μαθηταῖς· βλέπετε μὴ ποιήσητε357

358

τὴν ἐλεημοσύνην ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Τὴν παρ’ ἀνθρώπων δόξαν καὶ τιμὴν καὶ ἐπαίνους προσεχομένους ἀπω‐ θεῖσθαι, καὶ μὴ προσίεσθαι καθόλου τῷ νῷ παρῄνεσεν, ἀλλὰ παρὰ τῷ Θεῷ
5μόνῳ τὴν ἀληθῆ δόξαν καὶ ἔπαινον ἐκδέχεσθαι, ὡς προείρηται. Οὐχ οἷον γὰρ μὴ γνωσθῆναι ἀγαθόν τι παρ’ ἡμῶν ἐπιτελούμενον τοῖς ἀνθρώποις, ὁ Κύριος ἐδίδαξε. Πῶς γὰρ ἦν δυνατόν, ὁπότε ἐν ἄλλοις ὡς φῶς λάμψαι ἡμῶν τὰ ἀγαθὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων παρῄνεσεν εἰς δόξαν Θεοῦ γινόμενα; Ὅπως γάρ, φησίν, ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν
10τοῖς οὐρανοῖς. Καὶ οἱ Ἀπόστολοι δὲ διὰ Πνεύματος νομοθετήσαντες, μηδὲν τοῖς ἀπὸ τῶν ἐθνῶν παρενοχλεῖν, εἰ μὴ ἅπτεσθαι τῶν ἐπάναγκες, πορνείας καὶ εἰδωλοθύτου καὶ πνικτοῦ καὶ αἵματος, τὴν πολλὴν τῶν ἐντολῶν ὕλην παρασιω‐ πήσαντες κατὰ πολλὴν καὶ ἀμέτρητον ἀγαθότητα καὶ συμπάθειαν, ὅπως ἐλα‐
φρύναντες τῆς νοητῆς αὐτῶν καὶ νηπιαζούσης ἡλικίας τὸν ζυγόν, εἰς τὴν πίστιν358

359

εἰσελθεῖν αὐτοὺς πρῶτον ἐκ τῆς εἰδωλολατρίας προτρέψωνται, ἵνα κατὰ μέρος ὑπακούοντες τῷ λόγῳ τῆς ἀληθείας οἱ πιστεύοντες, ἐπὶ τὰ μείζονα τῶν ἐντολῶν παραγγέλματα καὶ τὴν πνευματικὴν αὔξησιν φθάσαι καταξιωθῶσιν. Εἰ δέ τις καὶ ἐν τῇ εὐχῇ ὀκνηρὸς τυγχάνει, καὶ ἐν τῇ διακονίᾳ καὶ λοιποῦ οἱουδήποτε
5ἔργου ὑπηρεσίᾳ εἰς ἀνάπαυσιν ἀδελφῶν γινομένῃ χαύνως καὶ ἀμελῶς καὶ κατα‐ φρονητικῶς διάκειται, καὶ οὐκ ἀνδρίζεται σπουδαίως καὶ πιστῶς ποιεῖν πᾶν ὃ ἐπιτάσσεται, οὗτος ὑπὸ τοῦ Ἀποστόλου ἀργὸς ὀνομαζόμενος, οὐδὲ τοῦ ἄρτου ἄξιος ἀποπέφανται, εἰπόντος· ὁ δὲ ἀργὸς μηδὲ ἐσθιέτω. Καὶ ἀλλαχοῦ που· τοὺς ἀργοὺς καὶ ὁ Κύριος μισεῖ· καί, ὁ ἀργὸς πιστὸς οὐ δύναται εἶναι· καὶ ἡ Σοφία
10λέγει· πολλὴν κακίαν ἐδίδαξεν ἡ ἀργία. Ὀφείλει γὰρ ἄνθρωπος ἐν οἱῳδήποτε ἔργῳ διὰ τὸν Θεὸν γινομένῳ καρποφορεῖν, καὶ σπουδαίως, καὶ ἐν ἑνὶ καλῷ εἶναι, ἵνα μὴ ὁλοτελῶς ἄκαρπος εὑρισκόμενος ἐκτὸς τῆς αἰωνίου ζωῆς γένηται. Ἑνὸς οὖν προκειμένου τοῖς πᾶσιν ὁμοτρόποις ἀδελφοῖς τοῦ προειρημένου
σκοποῦ, τὸ λοιπὸν ἀγωνιζέσθω κατὰ δύναμιν ἕκαστος, καὶ πιστευέτω ἀψευδεῖ359

360

Θεῷ ὡς φθάσαι εἰς τὸ τέλειον τῆς υἱοθεσίας τοῦ χριστιανισμοῦ μέτρον, ἐν πάσῃ ἀγαθῇ σπουδῇ καὶ ἀρετῆς ἐπιτηδεύσει. Ἡ ἁπλότης δὲ καὶ ἡ ἀφελότης καὶ ἡ πρὸς ἀλλήλους ἀγάπη καὶ χαρὰ καὶ ταπεινοφροσύνη ἐξ ἅπαντος, ὥσπερ θεμέ‐ λιος ἐν τῇ ἀδελφότητι ἑδραῖος, διὰ παντὸς ἔστωσαν, ἵνα μὴ ἐπαιρόμενοι κατ’
5ἀλλήλων, ἢ φυσιούμενοι, ἢ γογγύζοντες, εἰκαῖον ὑμῶν τὸν κάματον ἀποδείξητε, ἀλλὰ μᾶλλον τῇ ταπεινοφροσύνῃ ἑαυτῶν ὑπερέχοντας καὶ κυρίους τοὺς πλησίον ἡγούμενοι, τοῦ δι’ ἡμᾶς πτωχεύσαντος μιμηταὶ γενώμεθα. Καὶ μήτε ὁ ἀδιαλεί‐ πτως ταῖς προσευχαῖς προσκαρτερῶν κατὰ τοῦ μηδέπω οὕτω δυναμένου προσ‐ καρτερεῖν κατεπαιρέσθω, ἵνα δυνηθῇ τὸ ἔργον αὐτοῦ ἐπὶ Θεῷ καὶ ἀνθρώποις
10προκοπὴν λαμβάνειν, μήτε ὁ ἐν τῇ διακονίᾳ ἢ τῇ λοιπῇ ὑπηρεσίᾳ ἑαυτὸν δι‐ δούς, ὑποβολῇ κακίας γογγυζέτω ἢ καταλαλείτω κατὰ τοῦ σχολάζοντος ταῖς προσευχαῖς καὶ νηστείαις, ἵνα χάριν ἐπὶ Θεῷ κτήσηται, καὶ τὸ ἔργον αὐτοῦ εὐπρόσδεκτον γένηται· ἀλλ’ ὡς μέλη ἀλλήλων ὄντες, καὶ ἀλλήλους ἀναπαύειν
ὀφείλοντες, μηδὲν κατὰ ἐρίθειαν ἢ κενοδοξίαν ποιούμενοι κατὰ τὸ ἀποστολικὸν360

361

παράγγελμα. Ὥσπερ γὰρ τὰ μέλη τοῦ σώματος ὑπὸ τῆς μιᾶς ψυχῆς διοικούμενα τὴν διακονίαν ἀφθόνως ἀλλήλοις παρέχει, καὶ 〈οὐ〉 δύναται, φησίν, εἰπεῖν ὁ ὀφθαλμὸς τῇ χειρί, χρείαν σου οὐκ ἔχω, ἢ ἡ κεφαλὴ τοῖς ποσί, χρείαν ὑμῶν οὐκ ἔχω· ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα
5ὑπάρχειν τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν. Οὕτω καὶ ἡμεῖς μέλη ἀλλή‐ λων ὄντες, καθὼς εἴρηκεν, ὁ δὲ καθεὶς ἀλλήλων μέλη, ὑπὸ τοῦ ἑνὸς Πνεύματος κυβερνώμενοι, καὶ ὑπὸ τοῦ ἑνὸς τοῦ τῆς ἀληθείας Λόγου ζῶντος τρεφόμενοι, διὰ τῆς ἀγάπης καὶ ἁπλότητος, ἀγαθότητός τε καὶ χαρᾶς, εἰς ἀνάπαυσιν ἀλλή‐ λων συναρμοσθῆναι ὀφείλομεν· εἰς τοῦτο γὰρ καὶ ἐκτίσθημεν, καθὼς εἴρηται·
10αὐτοῦ γὰρ ἐσμὲν ποίημα, κτισθέντες ἐν Χριστῷ ἐπ’ ἔργοις ἀγαθοῖς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Καὶ οὕτως ὁ Θεὸς ἐπὶ ταῖς τοιαύταις προαιρέσεσι χαίρει ἑκάστου, τὸ δι’ αὐτὸν μόνον γινόμενον ἀποδεχόμενος. Τοιαύτην γὰρ διάθεσιν ἁπλότητος εἰς ἀλλήλους ἡμῶν σῳζόντων, γίνεται
τὸ περίσσευμα τῶν ταῖς εὐχαῖς σχολαζόντων ἐπὶ τὸ ὑστέρημα τῶν διακονούντων361

362

καὶ ἀναπαυόντων. Καὶ πάλιν τὸ περίσσευμα τῶν διακονούντων ἐπὶ τὸ ὑστέρημα τῶν ταῖς εὐχαῖς προσκαρτερούντων, ὅπως γένηται ἰσότης, καθὼς γέγραπται· ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησε. Μόνον ὡς προειρήκαμεν, ἁπλότης καὶ ἀγάπη καὶ ταπεινοφροσύνη καὶ ἀφθονία ἐν μέσῳ τῶν ἀδελφῶν
5ἑδραιωμένως ἕστωσαν. Καὶ λοιπὸν ἕκαστος μετὰ χαρᾶς τὸν καλὸν δρόμον τρε‐ χέτω καὶ τὸν καλὸν ἀγῶνα ἀγωνιζέσθω εἰς τὴν ἀπλανῆ τῆς θεοσεβείας ὁδόν· οὕτω γὰρ καθ’ ὅσον πιστεύει, καὶ καθ’ ὅσον ἀγαπᾷ, καὶ καθ’ ὅσον κάμνει, ὁση‐ μέραι τὴν προκοπὴν λαμβάνων, τῆς βασιλείας ἀξιωθήσεται. Οὗτος ἀληθῶς ἀγγελικός ἐστι βίος, τουτέστι τὸ γενηθήτω τὸ θέλημά
10σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὅταν μὴ κατεπαιρώμεθα ἀλλήλων, ὅταν 〈δι’〉 ἀφθονίας καὶ ἁπλότητος καὶ ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς συνηρμοσμένοι ὦμεν ἀλλήλοις, τὴν τῶν πλησίον προκοπὴν ἴδιον κέρδος ἡγούμενοι, καὶ τὴν ἀτονίαν ἢ ἐλάττωσιν ἢ θλῖψιν ἰδίαν ζημίαν νομίζοντες. Μὴ γάρ, φησί, τὰ
ἑαυτῶν σκοποῦντες, ἀλλὰ καὶ τὰ τῶν πλησίον ἕκαστος· οὕτω γὰρ ἀλλήλοις συμ‐362

363

πάσχοντες, μάλιστα οἱ δυνατοὶ τῶν ἀδυνάτων καὶ οἱ ἰσχυροὶ τῶν ἀσθενεστέρων, ἀναπληρῶσαι τὸν τοῦ Χριστοῦ νόμον δυνάμεθα, κατὰ τὴν παραίνεσιν Παύλου. Τοιούτῳ δὲ τρόπῳ ἐπὶ τὸ αὐτὸ τυγχάνοντες, ἀληθῶς δυνησόμεθα πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ, καὶ διὰ
5τῆς ὁμονοίας καὶ τῆς χάριτος τοῦ Χριστοῦ κεφαλὰς δρακόντων πνευματικῶν πονηρίας συνθλᾶν, ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνοντες, καὶ καταπατοῦντες λέοντα καὶ δράκοντα. Ἐπὰν γάρ, ὡς προείπαμεν, ἀγάπῃ καὶ ἁπλότητι συνῶσιν ἀλλήλοις οἱ ἀδελφοί, τότε καὶ ὁ ἐν μέτροις μεγάλης πνευματικῆς προκοπῆς τυγχάνων καὶ τῇ εὐχῇ προσκαρτερῶν, ἐπὶ τὰ μείζονα διὰ τῆς συνεργείας καὶ
10συμπνοίας τῶν ἀδελφῶν τὴν αὔξησιν καὶ προκοπὴν λαμβάνει· ὁμοίως δὲ καὶ ὁ μικρότερος διὰ τῆς τῶν μειζόνων ἐν ἀγάπῃ προτροπῆς ὁσημέραι βελτιοῦται, τῇ προθυμίᾳ ἐπὶ τὰ ἔμπροσθεν ἐπεκτεινόμενος.
Ἐὰν δὲ μὴ οὕτω πρὸς ἀλλήλους ἦτε διακείμενοι, ἀλλὰ γογγυσμοὶ καὶ363

364

μέμψεις καὶ καταλαλιαὶ καὶ φυσιώσεις κατ’ ἀλλήλων ἐπεγείρονται, οὔτε οἱ δο‐ κοῦντες σχολάζειν εὐχαῖς καὶ νηστείαις, διὰ τὴν τῶν ἑταίρων αὐτῶν πρὸς αὐ‐ τοὺς ἀσυμφωνίαν καὶ βλάβην καὶ τὴν αὐτῶν ἔπαρσιν, κρείττους ἑαυτῶν γενέσθαι δύναται, οὔτε οἱ διακονοῦντες ἀνάπαυσίν τε σωματικῶς δυνήσονται καὶ χάριν
5ἐν τῇ διακονίᾳ αὐτῶν ἔχειν διὰ τὸν κατὰ τῶν σχολαζόντων γογγυσμόν, καὶ οὕτω σχίσματος ὄντος ἐν τῷ σώματι, ἀδύνατον οἰκοδομὴν πνευματικὴν λαμβά‐ νειν καὶ τὸ θέλημα τοῦ Θεοῦ γίνεσθαι ἐν ὑμῖν. Ἀλλὰ μᾶλλον, καθὼς ὁ μακάριος Παῦλος τὴν τῶν πολλῶν χαρισμάτων τοῦ Πνεύματος διανομὴν εἰς μίαν ἕνωσιν καὶ συμφωνίαν ἄγων, ὡς ἑνὸς σώματος ὄντα μέλη· φησὶ γάρ· ἔχοντες δὲ χαρί‐
10σματα κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, εἴτε ὁ παρα‐ καλῶν ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ,
ὁ ἐλεῶν ἐν ἱλαρότητι. Ἡ ἀγάπη ἀνυπόκριτος, καὶ τὰ ἑξῆς. Καὶ πάλιν· τί οὖν364

365

ἐστιν; Ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, ἀποκάλυψιν ἔχει, γνῶσιν ἔχει, ἑρμηνείαν ἔχει, πάντα πρὸς οἰκοδομὴν γινέσθω, τουτέστιν ἀπολάβετε ἕκα‐ στος τῶν χαρισμάτων ἀλλήλων διὰ τῆς ὁμονοίας καὶ πρὸς ἀλλήλους ἐν ἀγάπῃ συμφωνίας.
5 Οὕτω καὶ οἱ ἐν τοῖς μοναστηρίοις ἀδελφοί, ἐκδεδωκότες ἑαυτοὺς ἐν Κυ‐ ρίῳ ἀλλήλοις, οἱ ἰσχυρότεροι, ἤτοι σώματι, ἤτοι φρονήματι, τῶν ἀσθενεστέρων τὰ βάρη βαστάζετε διὰ τὴν τοῦ Χριστοῦ μακαρίαν ἐλπίδα, καὶ ἕκαστος ὅπερ ἔχει, ἤτοι ἐν τῇ φύσει ἀγαθόν, ἢ ἰσχύν, ἢ σύνεσιν, ἢ ἀνδρείαν, ἢ σπουδήν, ἢ ἐπίνοιάν τινα, ἑαυτοὺς ὁλοτελῶς ἐκδῶμεν· ἤτοι πνευματικῶν χαρισμάτων διὰ
10τῆς τοῦ Χριστοῦ χάριτος ἀξιούμεθα, ἀλλήλοις κοινωνήσωμεν ἐν πᾶσιν ἀγαθοῖς, εἰς οἰκοδομὴν καὶ ὠφέλειαν καὶ ἑαυτῶν καὶ τῶν πλησίον καὶ πάντων ἀνθρώπων· οὕτω γὰρ ἀναπληροῦντες τὸν νόμον τοῦ Χριστοῦ, τῆς αἰωνίου ζωῆς ἄξιοι γινόμεθα. Ὅτι δὲ τῆς εὐχῆς καὶ τοῦ λόγου τοῦ Θεοῦ ἁρμοζόντως ἐπιτελοῦμεν τῷ
ἔργῳ πάσης ἐντολῆς καὶ ἀρετῆς, προτέτακται, καὶ αὐτὸς ὁ Κύριος μαρτυρεῖ.365

366

Ὅτε γὰρ ἦλθεν εἰς τὴν οἰκίαν Μάρθας καὶ Μαρίας, καὶ Μάρθας μὲν περὶ τῆς διακονίας ἀσχολουμένης, Μαρίας δὲ παρὰ τοὺς πόδας τοῦ Κυρίου καθεζομένης καὶ 〈διὰ〉 τῆς σωτηριώδους διδασκαλίας τὴν ψυχὴν τρεφομένης, μεμψαμένης δὲ τῆς Μάρθας τὴν ἀδελφὴν αὐτῆς, ὅτι οὐ συμβοηθεῖ αὐτῇ, εἴρηκε πρὸς τὸν Κύ‐
5ριον· Κύριε, εἰπὲ ἵνα ἡ ἀδελφή μου ἐλθοῦσα συναντιλάβηταί μου, ὅτι μόνην με κατέλιπε διακονεῖν. Ὁ δὲ Κύριος τὸ πρῶτον καὶ κεφαλαιωδέστερον τοῦ δευτέρου προέκρινεν, εἰρηκώς· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά, ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο. Μεῖζον καὶ πρῶτον τοῦ λόγου καὶ τῆς εὐχῆς τὸ ἔργον ὑπέδειξεν ὁ Κύριος
10εἰπὼν οὕτως, οὐδὲ γὰρ ὡς οὐδὲν τὸ τῆς διακονίας Μάρθας μετελάμβανε. Καὶ οὕτω τὸ ἔργον δι’ ἑαυτοῦ ἐπετέλεσε νίψας τῶν μαθητῶν τοὺς πόδας, καὶ παρῄ‐ νεσεν εἰπὼν αὐτοῖς· εἰ οὖν ἐγὼ ὁ Κύριος καὶ ὁ Διδάσκαλος ἔνιψα ὑμῶν τῶν μα‐ θητῶν τοὺς πόδας, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα καὶ ὑμεῖς ποιῆτε. Καὶ πάλιν· ὁ θέλων
15ἐν ὑμῖν πρῶτος εἶναι, ἔστω πάντων διάκονος, καὶ πάντων δοῦλος· καθὼς καὶ ὁ366

367

Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Καί· ὃς ἂν ποιήσῃ ἑνὶ τούτων, ἐμοὶ ἐποίησεν. Ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται. Ἀλλὰ καὶ οἱ Ἀπόστολοι ἐν ταῖς Πράξεσι, περὶ τὴν σωματικὴν διακονίαν τῶν τραπεζῶν
5ἀσχολούμενοι, τὸ μεῖζον προέκριναν, τῆς εὐχῆς καὶ τοῦ λόγου μεταδιώκειν τὸ ἔργον· οὐ δίκαιον γάρ, φησίν, ἡμᾶς καταλιπόντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις, ἀλλ’ ἐκλεξάμενοι ἄνδρας πλήρεις Πνεύματος Ἁγίου, καταστήσωμεν ἐπὶ τῆς χρείας ταύτης· ἡμεῖς δὲ τῇ διακονίᾳ τοῦ λόγου καὶ τῇ προσευχῇ προσ‐ καρτερήσωμεν.
10 Ὁρᾷς πῶς τὰ πρῶτα ἀπὸ τῶν δευτέρων διέκρινε, καίπερ ἀμφότερα μιᾶς ὄντα ἀγαθῆς ῥίζης βλαστήματα, ὥστε ἡ εὐχὴ προτετιμήσθω καὶ σπουδαζέσθω καὶ προκρινέσθω ἡμῖν τῶν λοιπῶν ἐντολῶν; Μόνον ἀγάπῃ Θεοῦ πάντα γινέ‐ σθω, καὶ σκοπῷ τοῦ φθάσαι διὰ τῆς χάριτος εἰς τὴν ἀπαθῆ καθαρότητα, μὴ
σωματικῶς, ὡς ἔτυχεν, ἁπλῶς, ἀδιακρίτως καὶ τοῖς ἔξωθεν σχηματισμοῖς,367

368

ἤτοι εὐχῆς γονάτων μόνον, ἢ ψαλμῳδίας διὰ ψιλῆς γλώσσης, ἢ νηστείας, ἢ διακονίας, μὴ διὰ τὸν Θεὸν μόνον γινομένης, καὶ τοῖς λοιποῖς ἐξωτέροις κατορ‐ θώμασιν ἐμπληροφορούμενοι, αὐτὴν τὴν ἀλήθειαν, ἥτις ἐστὶν ἡ τοῦ Θεοῦ ἀγά‐ πη, ἐν τῷ ἔσω ἀνθρώπῳ ὑπὸ τοῦ Θεοῦ ἐπιζητουμένη καὶ ὑπὸ τοῦ Πνεύματος
5ἐνεργουμένη, ἀφ’ ἑαυτῶν ἀποκρύψωμεν δι’ ἄγνοιαν, ἐν σωματικοῖς μόνον δι‐ καιώμασι τὴν πεποίθησιν ἔχοντες. Ἀλλ’ ὁ σκοπὸς ἡγείσθω τῆς πρὸς Θεὸν ἀγάπης ἀπὸ συνειδήσεως γνησίας καὶ εἰλικρινοῦς διαθέσεως πασῶν ἐντολῶν. Ὅταν γὰρ ἐκεῖνος κυρίως καὶ καθό‐ λου προηγῆται, καὶ ἐν ἡμῖν ἐνεργεῖσθαι ὑπὸ τοῦ Πνεύματος σπουδάζηται, ἀκο‐
10λούθως καὶ ἡ εὐχὴ τὴν γονυκλισίαν καταρτίζεται, καὶ ἡ διακονία εὐπροσέκτως πληροῦται, καὶ ἡ πασῶν ἐντολῶν ἐπιτήδευσις καθαρῶς καὶ εἰλικρινῶς ὑφ’ ἡμῶν διὰ τὴν τοῦ Πνεύματος ἐνέργειαν ἐπιτελεῖσθαι δύναται. Τότε γὰρ τέκνα Θεοῦ καταξιωθήσεσθε γενέσθαι, καὶ κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χρι‐ στοῦ ἀποδειχθῆναι, καὶ υἱοὶ ἐπουρανίου νυμφῶνος εἶναι, καὶ ἀδελφοὶ Χριστοῦ
15θείᾳ χάριτι προσαγορευθῆναι, κατὰ τὰς ἀρρήτους ἐπαγγελίας πασῶν τῶν θεο‐368

369

πνεύστων καὶ ἁγίων Γραφῶν· ὅς ἐστι σκοπὸς καὶ ἐλπὶς τῶν Χριστιανῶν. Δι’ ὁποίων γὰρ κατορθωμάτων ἔσται τούτων τυχεῖν, εἰ μὴ δι’ ὧν προειρή‐ καμεν, παραθέμενοι διὰ πλειόνων ἅμα καὶ τὰς γραφικὰς μαρτυρίας, τὸν ἄκρον καὶ τέλειον σκοπὸν τῆς εὐσεβείας δεικνύντες, ἀγάπῃ καὶ ἐλπίδι καὶ πάσῃ ἀρετῇ
5καὶ σπουδῇ, πιστεύοντες [ὡς] Θεῷ ἀψευδεῖ καὶ ἀληθινῷ, τὰ ὑπὲρ τὴν ἡμετέραν φύσιν καὶ δύναμιν εὐδοκίᾳ καὶ ἀγαθότητι Θεοῦ ἐπαγγελθέντα ἡμῖν καταξιω‐ θῆναι; Ὁσημέραι αὐξανομένων ἡμῶν ἐν Κυρίῳ, καὶ τῆς προκοπῆς ἡμῶν ἐν ταῖς ἀρεταῖς φανερᾶς οὔσης, πᾶσι τυχεῖν ἔσται ἡμῖν τοῦ πνεύματος τῆς υἱοθε‐ σίας ὁλοκλήρως καὶ τελείως, ἀδιστάκτῳ καὶ ὁλοκλήρῳ πίστει, ἡμῶν ἐλπιζόν‐
10των· δι’ οὗ καὶ τῶν παθῶν τῆς ἀτιμίας, φανερῶν τε καὶ κρυπτῶν, πρακτικῶν τε ἁμαρτημάτων καὶ λογισμῶν ἐπιτελουμένων ἀπαλλαγῆναι δυνάμεθα. Καὶ οὕτω καρδίαν καθαράν, κατὰ τὸν μακαρισμὸν τοῦ Κυρίου, καταξιούμεθα κτή‐ σασθαι, τὸν ἀγῶνα μέντοι τὸν ἐξ ἰδίας προαιρέσεως, ὃν ὑπεθέμεθα, τελείως
ἡμῶν παριστώντων.369

370

Οὕτω τέκνα Θεοῦ καὶ υἱοὶ τῆς βασιλείας καὶ ἀδελφοὶ Χριστοῦ, διὰ τὴν τοῦ Πνεύματος συμπαρουσίαν καὶ κοινωνίαν καταξιωθέντες γενέσθαι, σὺν αὐτῷ εἰς τοὺς ἀπεράντους αἰῶνας ἀναπαυόμενοι συμβασιλεύσομεν. Αὐτῷ ἡ δόξα, εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.370