TLG 4138 098 :: EPHRAEM SYRUS :: De conuersatione fratrum mutua in concordia et dilectione EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De conuersatione fratrum mutua in concordia et dilectione Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 314c–316. Citation: Page — (line) | ||
276(1t) | Περὶ τοῦ ἐν ὁμονοίᾳ καὶ ἀγάπῃ συνδιάγειν | |
2t | μετ’ ἀλλήλων οἱ ἀδελφοί | |
---|---|---|
1 | Οἱ ἀδελφοὶ ὀφείλουσιν ἐν ἀγάπῃ πολλῇ συνεῖναι ἀλλήλως· εἴτε εὔχονται, εἴτε ἀναγινώσκουσι Γραφάς, εἴτε ἕτερόν τι ποιοῦσιν, ὀφείλουσι τὸ θεμέλιον τῆς ἀγάπης ἔχειν πρὸς ἀλλήλους· καὶ οὕτω δύναται εὐδοκία Κυρίου γενέσθαι εἰς ἐκείνας τὰς προαιρέσεις. Καὶ οἱ ἐργαζόμενοι, καὶ οἱ εὐχόμενοι, καὶ οἱ ἀναγινώ‐ | |
5 | σκοντες, πάντες δύναται ἐν ἁπλότητι καὶ ἀκεραιότητι διάγοντες μετ’ ἀλλήλων ὠφεληθῆναι. Τί γὰρ γέγραπται; Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἵνα ὃν τρόπον οἱ Ἄγγελοι, συνόντες ἐν ὁμονοίᾳ πολλῇ 〈καὶ〉 ἐν ἀγάπῃ, ἐν εἰρήνῃ διάγουσι, καὶ οὐκ ἔστιν ἐκεῖ ἔπαρσις ἢ φθόνος ἢ ἔρις, ἀλλὰ | |
ἀγάπη καὶ εἰλικρίνεια μετ’ ἀλλήλων, οὕτω καὶ οἱ ἀδελφοὶ ἵνα ὦσι μετ’ ἀλλή‐ | 276 | |
277 | λων· συμβαίνει γάρ τινας εἶναι τριάκοντα· ὑπὸ τὸ ἓν ὅλην τὴν ἡμέραν καὶ τὴν νύκτα οὐ δύνανται προσκαρτερεῖν, ἀλλά τινες αὐτῶν σχολάζουσι τῇ εὐχῇ ὥρας ἕξ, καὶ βούλονται ἀναγνῶναι· ἄλλοι ἐξ αὐτῶν προθύμως διακονοῦσιν· ἄλλοι ἐξ αὐτῶν ἐργάζονταί τι ἔργον. | |
5 | Λοιπὸν ὀφείλουσιν, εἴ τι ποιοῦσιν οἱ ἀδελφοί, ἐν ἀγάπῃ καὶ χαρᾷ εἶναι μετ’ ἀλλήλων. Καὶ ὁ ἐργαζόμενος ὑπὲρ τοῦ εὐχομένου οὕτως εἴπῃ, ὅτι ὁ ἀδελ‐ φός μου οὐ κτᾶται τὸν θησαυρόν, ἐπικοινῶν ἐστι, καὶ ἔχω κἀγώ· καὶ ὁ εὐχόμε‐ νος ὑπὲρ τοῦ ἀναγινώσκοντος εἴπῃ, ὅ, τι ἐκεῖνος ὠφελεῖται εἰς τὴν ἀνάγνωσιν, εἰς ἐμὸν κέρδος προχωρεῖ· καὶ ὁ ἐργαζόμενος οὕτως εἴπῃ, ὅτι τὴν διακονίαν, | |
10 | ἣν ποιῶ, κοινή ἐστιν ὠφέλεια· ὥσπερ γὰρ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστι σῶμα, καὶ βοηθεῖ ἀλλήλως· εἰ καὶ ἕκαστον ἴδιον ἔργον ἐκτελεῖ, πλὴν ὁ ὀφθαλμὸς ὑπὲρ ὅλου τοῦ σώματος βλέπει, καὶ ἡ χεὶρ ὑπὲρ ὅλων τῶν μελῶν ἐρ‐ γάζεται, καὶ ὁ ποὺς περιπατεῖ ὅλα τὰ μέλη περιφέρων, καὶ ἀλλήλοις συμπάσχει. | |
Οὕτω καὶ οἱ ἀδελφοὶ μέλη ἀλλήλων εἰσίν, καὶ μήτε ὁ εὐχόμενος κρίνει | 277 | |
278 | τὸν ἐργαζόμενον, διὰ τί οὐκ εὔχεται, μήτε ὁ ἐργαζόμενος κρίνει τὸν εὐχόμενον, ὅτι ἐκεῖνος παραμένει, καὶ ἐγὼ ἐργάζομαι, μήτε ὁ διακονῶν τὸν ἕτερον κρίνει, ἀλλ’ ἕκαστος εἴ τι ποιεῖ, ὁ ἀναγινώσκων τὸν εὐχόμενον, ἵνα ἔχῃ ἐν ἀγάπῃ καὶ χαρᾷ, τοῦτο λογιζόμενος, ὅτι καὶ ὑπὲρ αὐτοῦ εὔχεται. Ὁ δὲ εὐχόμενος περὶ | |
5 | τοῦ ἐργαζομένου τοῦτο εἴπῃ, ὅτι ὃ ποιεῖ, εἰς κοινὴν ὠφέλειαν ποιεῖ. Καὶ οὕτω δύνανται ὁμοφωνίᾳ πολλῇ ἐν τῷ συνδέσμῳ τῆς ἀγάπης καὶ τῆς εἰρήνης κρατεῖν ἀλλήλους, καὶ συνδιάγειν μετ’ ἀλλήλων ἐν ἀκεραιότητι, καὶ οὕτω γίνεται εὐδο‐ κία Κυρίου. Τὸ δὲ κεφαλαιωδέστερον ὅλων δηλονότι αἱ προσκαρτερήσεις τῆς εὐχῆς ἐστι, πλὴν ἓν ζητείσθω, ἵνα τις ἔχῃ τὸν θησαυρὸν τῆς ψυχῆς αὐτοῦ καὶ | |
10 | τὴν ζωήν, ἥτις ἐστὶν ὁ Χριστός, ἐν τῷ νῷ, εἴτε ἐργάζεται, εἴτε εὔχεται, εἴτε ἀναγινώσκει· ἵνα ἔχῃ ἐκεῖνο τὸ κτῆμα τοῦ πνεύματος, τὸ μὴ παρερχόμενον. Εἰσὶ δέ τινες λέγοντες τοῦτο, ὅτι ὁ Θεὸς μόνον καρποὺς φανεροὺς ἀπαιτεῖ παρὰ τοῦ ἀνθρώπου· τὰ δὲ κρυπτὰ ὁ Θεὸς φανεροῖ. Οὐχ οὕτω δέ ἐστι τὰ πράγμα‐ τα, ἀλλ’ ὥσπερ εἰς τὸν ἔξω ἄνθρωπον ἀσφαλίζεταί τις, οὕτως ὀφείλει καὶ ἐν | |
15 | τοῖς λογισμοῖς ποιεῖν ἀγῶνα καὶ πόλεμον· ἀπαιτεῖ γάρ σε ὁ Θεὸς ἵνα ὀργισθῇς | 278 |
279 | σεαυτῷ, καὶ μάχην ποιήσῃς μετὰ νοός σου, καὶ μήτε συμφωνήσῃς, μήτε συνη‐ δυνθῇς τοῖς λογισμοῖς τῆς κακίας. Λοιπὸν τὸ ἐκριζῶσαι τὴν ἁμαρτίαν καὶ τὸ συνὸν κακόν, καὶ τῷ ἀντιπαλαίοντι μάχεσθαι, Θεοῦ ἐστιν· εἰ γὰρ σὺ ἐδύνω τοῦ‐ το ποιῆσαι, τίς χρεία λοιπὸν τῆς ἐλεύσεως τοῦ Κυρίου; Ὡς γὰρ οὐκ ἔστι τοῖς | |
5 | ὀφθαλμοῖς ἰδεῖν ἄνευ φωτός, ἢ λαλεῖν ἄνευ γλώσσης, ἢ ἀκούειν ἄνευ ὠτός, ἢ περιπατεῖν ἄνευ ποδός, ἢ ἐργάζεσθαι ἄνευ χειρῶν, οὕτως οὐ δύναταί τις ἄνευ Κυρίου Ἰησοῦ σωθῆναι, ἢ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἰ δὲ λέγεις ἐν τοῖς φαινομένοις, οὐ πορνεύω, οὐ μοιχεύω, οὐκ εἰμὶ φι‐ λάργυρος, τὸ λοιπὸν δίκαιός εἰμι, πεπλάνησαι ἐπὶ τούτῳ, νομίσας ὅτι πάντα | |
10 | ἐξετέλεσας. Οὐκ εἰσὶν οὖν μόνον τρία μέλη τῆς ἁμαρτίας, εἰς ἃ ὀφείλει τις ἀσφαλίσασθαι, ἀλλὰ μυρία. Εἰπὲ γάρ μοι· ἡ ἀφοβία, ἡ τύφλωσις, ἡ ἀπιστία, τὸ μῖσος, ὁ φθόνος, ἡ δολιότης, ἡ ὑπόκρισις, πόθεν εἰσίν; Οὐκ ὀφείλεις πρὸς ταῦτα ἔχειν τὴν πάλην ἐν τοῖς λεληθόσι καὶ ἐν τοῖς λογισμοῖς; Ὥσπερ γάρ, ἐὰν ᾖ λῃστὴς ἐν σκηνῇ, λοιπὸν ὑποθλίβει σε καὶ οὐκ ἀφίει σε ἀμεριμνεῖν· ἄρχεις δὲ | |
15 | καὶ σὺ ἀντιπίπτειν αὐτῷ, λοιπὸν δέρεις· δέρειν καὶ αὐτὸς ἐπιχειρεῖ· οὕτω καὶ ἡ | 279 |
280 | ψυχὴ ὀφείλει ἀντιπίπτειν καὶ δέρειν καὶ ἀντιμάχεσθαι. Λαμβάνει πληγὰς καὶ δίδωσι· κρούεται καὶ ἀντικρούει. Λοιπὸν ἡ προαίρεσις [καὶ] ἀντιμαχομένη καὶ ἔχουσα πόνον καὶ θλῖψιν, ἄρχεται περικόπτειν, καὶ μετὰ πολλοῦ καμάτου ἄρχεται ἡ ψυχὴ ἀνωτέρα γίνεσθαι. Πίπτει, ἐγείρεται. Οἰκοδομεῖ Σατανᾶς κατὰ | |
5 | τῆς ψυχῆς, καταστρέφει καὶ ἡ ψυχή. Πάλιν συμβαίνει ὅτι ἡ ἁμαρτία εἰς δέκα καὶ εἴκοσιν ἀγῶνας νικᾷ τὴν ψυχήν, καὶ ῥίπτει· ὁμοίως καὶ ἡ ψυχὴ διὰ χρόνον εἰς μίαν διαγωγὴν νικᾷ τὴν ἁμαρτίαν. Πάλιν, ἐὰν ὑπομείνῃ ἡ ψυχὴ καὶ μὴ χαυνωθῇ, κατὰ μέρος ἄρχεται πλεονάζειν καὶ αὐξάνεσθαι καὶ ἀποφέρεσθαι τὰ νικητήρια κατὰ τῆς ἁμαρτίας. Ἀλλ’ ὅμως εἰ καὶ ἐν τούτοις ἐξετάζεται ἀκμὴν ἡ | |
10 | ἁμαρτία, ἀλλ’ οὖν οὐ καταστρέφει τὸν ἄνθρωπον, ἕως ἂν φθάσῃ εἰς ἄνδρα τέ‐ λειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ νικήσῃ τὸν θάνατον· γέγραπται γάρ· ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Καὶ οὕτως ἀνώτερος γίνεται καὶ νικητὴς τοῦ θανάτου. Εἰ δέ, καθὼς προείπαμεν, λέγει τις, οὐ πορ‐ | |
νεύω, οὐ μοιχεύω, οὐ φιλαργυρῶ· ἀρκεῖ μοι· οὗτος τρία μέρη ἠγωνίσατο, καὶ | 280 | |
281 | εἴκοσιν ἀπέχεται. Ἡ ἁμαρτία κατὰ πάσης τῆς ψυχῆς οὐκ ἠγωνίσατο, ἀλλ’ ἡτ‐ τήθη πολλάκις. Ὀφείλει οὖν εἰς πάντα ἀγωνίζεσθαι καὶ ἀθλεῖν· ὁ γὰρ νοῦς, καθὼς πολ‐ λάκις εἴπαμεν, ἀντίπαλός ἐστι καὶ ἔχει ἔσωθεν δύναμιν πρὸς τὴν ἁμαρτίαν ἀντι‐ | |
5 | λέγειν, καὶ ἐναντιωθῆναι τοῖς λογισμοῖς. Εἰ δὲ λέγεις ἰσχυροτέραν εἶναι τὴν ἐναντίαν δύναμιν, καὶ βασιλεύειν τὸ ὅλον κατὰ τοῦ ἀνθρώπου, ἄδικον ποιεῖς τὸν Θεὸν κατακρίνοντα τὴν ἀνθρωπότητα. Διατί ὑπήκουσας τῷ Σατανᾷ, ὁπότε ἰσχυρότερος [ἐστι], καὶ ἀναγκαστική τις δύναμις, ὑπόστασιν μειζονοτέραν καὶ ἰσχυροτέραν αὐτὸν τῆς ψυχῆς ἐποίησας, | |
10 | καὶ ἐντέλλῃ μοι τούτῳ με ὑπακούειν; Ὅσπερ ἦν νεανίσκος καὶ ἔχει μάχην * κα‐ τακρίνεται σπουδίον, διότι ἡττήθῃ; Τοῦτο πολλῆς ἀδικίας ἐστίν! Ὅθεν ἡμεῖς λέγομεν ἀντίπαλον εἶναι τὸν νοῦν καὶ ἰσόρροπον· καὶ ἡ ψυχὴ ἐπιζητοῦσα τὸν Θεὸν τυγχάνει βοηθείας καὶ ἀντιλήψεως, καὶ καταξιοῦται ἀπο‐ μετρώσεως· ἡ γὰρ πάλη καὶ ὁ ἀγὼν ἐπὶ τῇ ἰσοδυναμίᾳ κεῖται. | |
15 | Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν. | 281 |