TLG 4138 096 :: EPHRAEM SYRUS :: De monachis EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De monachis Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 150e–152b. Citation: (Line) | ||
t | Περὶ μοναχῶν | |
---|---|---|
1 | Τί δὲ ὁ Προφήτης τρυγόνα χηρεύουσαν ἀπείκασέ [χῆρον] σε, ὦ μοναχέ; Διότι ἡ τρυγὼν ὄρνις ἐστὶ σώφρων, μὴ διγαμοῦσά ποτε, μηδὲ ἐν ὑγροῖς κλά‐ δοις καθεζομένη, μᾶλλον δὲ τὰς ἀοικήτους ἐρήμους διώκει, κἀκεῖ ἐπιτελεῖ τὰς ἡμέρας αὐτῆς. Τούτου χάριν ἀπείκασεν ὁ Προφήτης τρυγόνα χηρεύουσαν. Μη‐ | |
5 | δὲ σὺ ἐπιστρέψῃς ἐν τῷ κόσμῳ εἰς τὰ ὀπίσω· μηδὲ πόλεις καὶ κώμας διατρίβῃς· μήτε μετὰ κοσμικῶν συναυλίζῃ· μήτε μάθῃς τὰς ὁδοὺς αὐτῶν, καὶ ἀποστῇ ἡ ψυχή σου ἀπὸ Κυρίου Θεοῦ αὐτῆς, τοῦ ἀληθινοῦ τῶν ψυχῶν ἡμῶν Νυμφίου, καὶ λάβῃς βρόχους ἐν τῇ σῇ ψυχῇ· μήτε εἰς πλοῦτον καὶ ἡδονὰς τοῦ βίου ἀνα‐ στρέφῃ· οὐ δύνασαι γὰρ καὶ ἄγγελος καὶ ἄνθρωπος εἶναι· οὐ δύνασαι Θεῷ δου‐ | |
10 | λεύειν καὶ μαμωνᾷ. Μηδὲ προφασίζεσθε, ὦ μοναχοὶ πεπλανημένοι, ἐντολὰς καὶ εὐποιΐας, γηροκομίαν τε καὶ ξενοδοχίαν. Οὐ γὰρ χρῄζει ὁ Θεὸς ἐξ ἀγγέλων τὰ τοιαῦτα, εἰ μὴ τὸ ὑμνεῖν καὶ δοξολογεῖν καὶ δοξάζειν αὐτὸν διαπαντός, καθὰ καὶ συνετάξασθε. Ταύτην δὲ τὴν παραβολὴν χρήσομαι ὑμῖν. Μοναχὸς φιλοκτήμων καὶ | 251 |
15 | πλούσιος κοσμικὸς κτήτωρ· μοναχὸς δὲ πένης οὐράνιος πολίτης. Ὅσοι μοναχοὶ ἐν πλούτῳ καὶ τρυφῇ διάγουσιν, οὐδὲν διαφέρουσι τῶν ἐν τῷ βίῳ κοσμικῶν τρυφητῶν καὶ σπαταλιστῶν. Ἔτι δὲ ξένοι τῆς ἀγγελικῆς διαγωγῆς εἰσιν, ἀλλὰ καὶ ψεῦσται εὑρίσκονται. Καὶ ἤδη μὲν τὸν κόσμον ἀποταξάμενοι, καὶ πάλιν ἐν τῷ βίῳ καὶ τῷ πλούτῳ καὶ τοῖς ἰδίοις συγγενέσιν ἀναστρεφόμενοι. Οὐδὲ μονα‐ | |
20 | χικὸν σχῆμα ἔτι δύνανται φορεῖν οἱ ἐν τῷ βιωτικῷ πλούτῳ ἀναστρεφόμενοι· οὐ δυνατὸν γὰρ δουλεύειν Θεῷ καὶ μαμωνᾷ, φησὶν ὁ Κύριος. Καὶ αὐτοὶ οἱ Ἀπό‐ στολοι ἐρωτήσαντες τὸν αὐτῶν Διδάσκαλον καὶ εἰπόντες, ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, οὐκέτι αὐτὸν ἀφέντες ἀπῆλθον εἰς τὸν κόσμον, | |
οὐδὲ ἐστράφησαν εἰς ὀπίσω, ἤγουν ἐν πλούτῳ. | 252 | |
25 | Ἐὰν γοῦν ἴδῃς μοναχὸν πλούσιον καὶ φιλήδονον, φιλάργυρόν τε καὶ ἀσυμ‐ παθῆ, διώκοντα πλοῦτον βιωτικόν, ἀγαπῶντα τρυφὴν καὶ κέρδη κοσμικά, ἄφες τὰ κατὰ σὲ καὶ κλαῦσον αὐτόν, ὅτι ἐν νυκτὶ καὶ ἐν σκότει πορεύεται ὁ τοιοῦτος· οὐδὲ γὰρ βούλεται ὁ Θεὸς μοναχὸν τὸν οἱονοῦν ἀφεῖναι τὰ πνευματικὰ καὶ φρον‐ τίζειν τὰ κοσμικά, κἂν δοκεῖ εὔλογόν τινα ἀφορμὴν ἔχειν· χλεύη γάρ ἐστιν | |
30 | αὕτη τοῦ Διαβόλου, καὶ πειρᾶται αὐτὸν ἀπολέσαι. Οἱ γὰρ διὰ τὰ σωματικὰ καὶ βιωτικὰ πράγματα καταμελοῦντες καὶ παρεκκλίνοντες τῶν πνευματικῶν, μεγά‐ λην καὶ διηνεκῆ ζημίαν ὑφίστανται, μὴ νοοῦντες, μηδὲ εἰς νοῦν λαβεῖν δυνάμε‐ νοι τὴν θείαν φωνήν, τό, οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ’ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. | |
35 | Τί δὲ ἄρα, ὦ μοναχέ, ἐπισπᾶσαι τὸν ψυχοφθόρον πλοῦτον, τὸν ἀλαζόνα, τὸν ὑπερήφανον, τὸν ἄσπλαγχνον, τὸν ἀσυμπαθῆ, τὸν ἄπληστον; Ὅσον γὰρ πλουτεῖ τις, τοσοῦτο μᾶλλον ἀνελεὴς καὶ ἀπάνθρωπος γίνεται, καὶ πλεῖον τὰς χεῖρας συστέλλει τοῦ μὴ δοῦναι ἐλεημοσύνην. Σὺ δέ, ὦ μοναχέ, τοῦτον τὸν | |
πλοῦτον μὴ ἐπιθυμήσῃς· μὴ κτήσῃ, μηδὲ ἐπισπάσῃ· τοῦ μοναχοῦ γὰρ ἡ πρώτη | 253 | |
40 | καὶ μεγάλη ἐντολὴ ἡ κατὰ Θεὸν πτωχεία ἐστί. Κολλήθητι δὲ μᾶλλον τῷ Χρι‐ στῷ, ἀπερισπάστως καθεζόμενος ἐν τῷ τόπῳ, ἐν ᾧ καὶ ἀπετάξω τῷ Θεῷ, τῷ | |
ζῶντι εἰς τοὺς αἰῶνας. | 254 |