TLG 4138 095 :: EPHRAEM SYRUS :: Quod ludicris rebus abstinendum sit christianis

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Quod ludicris rebus abstinendum sit christianis

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 5. Thessalonica: Το περιβόλι της Παναγίας, 1994: 239–250.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 3 Rome (1732) 51b–56b.

Citation: Page — (line)

239

(t)

Ὅτι οὐ δεῖ παίζειν Χριστιανούς
1 Ὅτι μὲν οὐ δεῖ παίζειν Χριστιανοὺς πάντες γινώσκομεν, ἐκ τῶν θείων Γραφῶν ἀκούοντες καὶ μάλιστα τοῦ Κυρίου λέγοντος ἐν τῷ Εὐαγγελίῳ μετὰ ἀπειλῆς· οὐαὶ ὑμῖν οἱ γελῶντες νῦν, ὅτι ἐκεῖ πενθήσετε καὶ κλαύσετε. Καὶ πά‐ λιν λέγει· μὴ μετεωρίζεσθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη ποιοῦσιν. Ἠσαΐας δὲ ὁ
5προφήτης, μᾶλλον δὲ ὁ Θεὸς διὰ τοῦ προφήτου λέγει· οὐαὶ οἱ μετὰ τυμπάνων καὶ αὐλῶν καὶ κιθαρῶν τὸν οἶνον πίνοντες. Ὁ δὲ μακάριος Δαυΐδ, ὡς βδελυσ‐ σόμενος τὸν μετεωρισμὸν καὶ καυχώμενος ἐν Κυρίῳ, ἔλεγε· Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου. Ἰάκωβος δὲ ὁ τοῦ Κυ‐
ρίου ἀδελφὸς λέγει· πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μετα‐239

240

στραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν. Ὁ δὲ μακάριος Παῦλος ὁ ἀπόστολος εἰδωλολάτρας καλεῖ τοὺς παίζοντας, λέγων· μὴ γίνεσθε εἰδωλολάτραι, καθὼς γέγραπται. Καὶ πάλιν λέγει· πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλὰ μᾶλλον λόγος ἀγαθός. Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι
5ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καὶ πάλιν ὁ αὐτὸς λέγει· ἀδελφοί, γίνε‐ σθε μιμηταὶ τοῦ Θεοῦ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ. Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν· ἢ αἰσχρότης ἢ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία. Καὶ πολλὰ ἕτερα ἐν ταῖς θείαις Γραφαῖς περὶ τούτου εἴρηται· καὶ οὐκ ἔστιν ὁ συνιών, ἀλλ’ εἰς ἡμᾶς
10ἐπληρώθη ὁ λόγος τοῦ Δεσπότου, ὅτι πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφάς. Πε‐ πλήρωται δὲ εἰς ἡμᾶς καὶ ἡ προφητεία Παύλου ἡ λέγουσα· ἔρχεται καιρός, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας
ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, καὶ ἀπὸ μὲν τῆς240

241

ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. Ταῦτα εἰς ἡμᾶς ἔφθασεν, ὦ ἀγαπητοί, καὶ ἰδοὺ θεωροῦμεν ὅτι οἱ λόγοι ἔργον γεγόνασι. Τίς γὰρ ἀνέχεται σήμερον τῶν θείων Γραφῶν; Τίς προσέχει σπουδαίως πρὸς τὰς ἐντολὰς τοῦ Χριστοῦ; Τίς σοφός, καὶ φυλάξει ταῦτα; Τίς
5ἀποδείξει ὅτι οὐκ ἐσμὲν παραβάται νόμου; Πολλοὶ δυνατοί, πολλοὶ σοφοὶ κατὰ σάρκα, φησί, πολλοὶ εὐγενεῖς, πολλοὶ ἐπιστήμονες, γραμματεῖς καὶ νομικοὶ καὶ διδάσκαλοι, πλούσιοι καὶ πένητες, δοῦλοι καὶ ἐλεύθεροι, μονάζοντες καὶ παρθένοι καὶ μιγάδες καὶ πρεσβῦται καὶ νέοι. Τίς ἐκ πάντων τούτων δύναται ἀποδεῖξαι ὅτι ἁρμόζει Χριστιανοῖς κιθαρίζειν, ἢ ὀρχεῖσθαι, ἢ βαλλίζειν, ἢ χοραυλεῖν, ἢ
10ἐπιφωνεῖν, ἢ μαντεύεσθαι, ἢ ποιεῖν τὰ λεγόμενα φυλακτήρια, ἢ φορᾶν αὐτά, ἢ ἐπερωτᾶν δαίμοσιν, ἢ μεθύσκεσθαι, ἢ ἀνέχεσθαι τῶν τὰ τοιαῦτα παράνομα ποι‐ ούντων ἔργα; Τίς ἀποδείξει, ὡς προεῖπον, ὅτι ταῦτα Χριστιανῶν εἰσι; Ποῖος Προφήτης, ποῖον Εὐαγγέλιον, ποία τῶν Ἀποστόλων βίβλος; Εἰ ὅλως ταῦτα
Χριστιανοῖς ἁρμόζει ποιεῖν, πάντα μάταια καὶ πλάνη, καὶ νόμος, καὶ οἱ Προ‐241

242

φῆται, καὶ οἱ Ἀπόστολοι, καὶ τὰ Εὐαγγέλια. Εἰ δὲ ταῦτα θεόλεκτα καὶ ἀλη‐ θινὰ καὶ θεόπνευστα εἰσίν, ὥσπερ καὶ εἰσίν, οὐχ ἁρμόζει Χριστιανοῖς οὐδὲν τῶν προειρημένων ποιεῖν. Ἰδοὺ γὰρ ἀπὸ ἀνατολῶν καὶ μέχρι δυσμῶν, καὶ ἀπὸ πε‐ ράτων τῆς οἰκουμένης ἡ θεία Γραφὴ ἐν ταῖς ἐκκλησίαις καὶ ἐν παντὶ τόπῳ ἀνα‐
5γινώσκεται, ὁ νόμος καὶ οἱ Προφῆται καὶ οἱ Ἀπόστολοι, ὁ Δεσπότης τῶν ὅλων, καὶ πάντες οἱ θεοφόροι Πατέρες, καὶ οὐδαμοῦ εὑρίσκεται ὅτι ἁρμόζει Χριστιανοῖς ταῦτα ποιεῖν. Ἀλλὰ καθὼς γέγραπται· ἕκαστος ἡμῶν τῇ ἰδίᾳ ὁδῷ ἐπλανήθη, καὶ παρέβη, καὶ ἐστὶ παραβάτης καὶ ψεύστης καὶ ἄθεος, καὶ διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζει. Καὶ μὴ σκληρὸν ὑμῖν φανῇ, ὅτι
10εἶπον ἄθεος. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ τοῦ Θεολόγου Ἰωάννου, οὕτω λέγοντος· πᾶς ὁ παραβαίνων, καὶ μὴ μένων ἐν τῇ διδασκαλίᾳ τοῦ Θεοῦ, Θεὸν οὐκ ἔχει. Τίς τούτου ἀθλιώτερος καὶ βδελυκτότερος, τοῦ ἀτιμάζοντος τὸν Θεόν, τὸν διαταξάμενον καὶ λαλήσαντα διὰ νόμου καὶ Προφητῶν καὶ Ἀποστόλων, καὶ τὸ οὐαὶ κομιζομένου, τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου διὰ τοῦ Προφήτου· οὐαὶ
15δι’ οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Μή, ἀδελφοί μου, παρα‐242

243

καλῶ, μὴ οὕτως ἀναλώσωμεν τὰς ἡμέρας τῆς μετανοίας ἡμῶν, ἀλλὰ ἀκούσω‐ μεν τοῦ προφήτου Δαυῒδ βοῶντος καὶ προτρεπομένου ἡμᾶς καὶ λέγοντος· δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Καὶ ἐπισπεύδων ἔλεγε· προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Προφθάσωμεν πρὸ τοῦ λυθῆναι τὴν πανήγυριν· προ‐
5φθάσωμεν πρὶν αὐτὸς ἐμφανῶς ἥξει καὶ εὑρήσει ἡμᾶς ἀργοῦντας ἐν ἀμελείᾳ· πρὶν γενέσθαι τὴν κραυγὴν ἐκείνην· ἰδοὺ ὁ Νυμφίος ἔρχεται. Τότε ἕτοιμοι χαί‐ ρουσι, τότε ἀγαλλιῶνται οἱ εὔσπλαγχνοι, καὶ οἱ ταπεινοὶ σκυθρωπάζουσι, καὶ οἱ ἄξιοι χαίρουσι χαρᾷ ἀνεκλαλήτῳ. Ἀλλὰ προφθάσωμεν, ἀδελφοί, καὶ δράμωμεν ὡς καιρὸν ἔχομεν, πρὶν
10τεθῶσιν οἱ θρόνοι, πρὶν ἀφορίσῃ ἡμᾶς ἀπ’ ἀλλήλων. Προφθάσωμεν τὸ πρόσω‐ πον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Εἶπεν ἐν ψαλ‐ μοῖς, οὐχὶ ἐν γελοίοις· ἐν ψαλμοῖς, οὐχὶ ἐν ᾄσμασι δαιμονικοῖς. Εἶπε· δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν, οὐχὶ δὲ βαλλίσωμεν ἢ
κιθαρίσωμεν, ἀλλὰ κλαύσωμεν ἐν ψαλμοῖς καὶ ὕμνοις.243

244

Ψαλμὸς δαιμόνων φυγαδευτήριον. Ψαλμὸς ὅπλον ἐν φόβοις νυκτερινοῖς. Ψαλμὸς ἀνάπαυσις κόπων ἡμερινῶν. Ψαλμὸς νηπίοις ἀσφάλεια. Ψαλμὸς πρε‐ σβυτέρων παρηγορία, γυναικῶν κόσμος ἁρμοδιώτατος. Οὗτος τὰς ἑορτὰς φαι‐ δρύνει, οὗτος τὴν κατὰ Θεὸν λύπην δημιουργεῖ· ψαλμὸς γὰρ καὶ ἐκ λιθίνης
5καρδίας δάκρυον ἐκκαλεῖται. Ψαλμὸς τὸ τῶν Ἀγγέλων ἔργον, τὸ οὐράνιον πο‐ λίτευμα, τὸ πνευματικὸν θυμίαμα. Οὗτος τὸν νοῦν φωτίζει, οὗτος εἰς οὐρανοὺς ἀνάγει, οὗτος ποιεῖ τοὺς ἀνθρώπους προσομιλεῖν τῷ Θεῷ. Τὴν ψυχὴν χαρο‐ ποιεῖ, τὴν ἀργολογίαν παύει, τὸν γέλωτα ἐξορίζει, τὴν κρίσιν ὑπομιμνῄσκει, ἐχθραίνοντας εἰρηνεύει. Ὅπου ψαλμὸς μετὰ κατανύξεως, ἐκεῖ καὶ ὁ Θεὸς μετὰ
10τῶν Ἀγγέλων· ὅπου δὲ τὰ τοῦ ἐναντίου ᾄσματα, ἐκεῖ ὀργὴ τοῦ Θεοῦ, καὶ οὐαί, ἡ ἀντιμισθία τοῦ γέλωτος. Ὅπου αἱ ἱεραὶ βίβλοι καὶ ἀναγνώσματα, ἐκεῖ εὐφροσύνη δικαίων, καὶ σωτηρία ἀκροατῶν, καὶ τοῦ Διαβόλου ἐντροπή· ὅπου δὲ κιθάραι καὶ χοροὶ καὶ χειρῶν κρότοι, ἐκεῖ σκοτισμὸς ἀνδρῶν, καὶ γυναικῶν
ἀπώλεια, καὶ τῶν Ἀγγέλων λύπη, καὶ τοῦ Διαβόλου ἑορτή.244

245

Ὢ τῆς κακῆς ἐπινοίας τοῦ Διαβόλου! Πῶς ἕκαστον διὰ τέχνης ὑποσκελί‐ ζει, καὶ ἀπατᾷ, καὶ πείθει ποιεῖν τὰ κακὰ ὡς τὰ καλά! Σήμερον τῷ δοκεῖν ψάλ‐ λουσιν ὡς προσέταξεν ὁ Θεός, καὶ αὔριον μετὰ σπουδῆς χορεύουσιν ὡς ἐδίδαξεν ὁ Σατανᾶς. Σήμερον ἀποτάσσονται τῷ Σατανᾷ, καὶ αὔριον αὐτῷ ἀκολουθοῦσι.
5Σήμερον συντάσσονται τῷ Χριστῷ, καὶ αὔριον ἀποτάσσονται καὶ ἀρνοῦνται καὶ ἀτιμάζουσι. Σήμερον χριστιανοί, καὶ αὔριον ἐθνικοί. Σήμερον εὐσεβεῖς, καὶ αὔ‐ ριον ἀσεβεῖς. Σήμερον πιστοὶ καὶ δοῦλοι Χριστοῦ, καὶ αὔριον ἀποστάται καὶ ἐχθροὶ τοῦ Θεοῦ. Μὴ πλανᾶσθε, ἀδελφοί μου, μὴ πλανᾶσθε. Οὐδεὶς οἰκέτης δύναται δυσὶ
10κυρίοις δουλεύειν, καθὼς εἶπεν ὁ Δεσπότης Χριστός· ὅτι οὐδεὶς δύναται Θεῷ δουλεύειν καὶ μαμωνᾷ, καὶ τῷ Διαβόλῳ συγχορεύειν. Κατ’ εἰκόνα Θεοῦ πλα‐ σθέντες, μὴ ἀτιμάσωμεν τὴν εἰκόνα τοῦ Θεοῦ, ἀλλ’ ὡς Χριστοῦ στρατιῶται αὐτῷ ἀκολουθήσωμεν, αὐτῷ δουλεύσωμεν. Μὴ σήμερον ψάλλῃς μετὰ Ἀγγέ‐ λων, καὶ αὔριον χορεύσῃς μετὰ δαιμόνων. Μὴ σήμερον ἀναγνωσμάτων θείων
15ἀκούσῃς, ὡς ἀκροατὴς φιλόχριστος, καὶ αὔριον κιθάρᾳ προσχῇς, ὡς παραβά‐245

246

της καὶ μισόχριστος. Μὴ σήμερον μετανοήσῃς ἐπὶ ταῖς ἁμαρτίαις σου, καὶ αὔριον ὀρχήσῃ ἐπ’ ἀπωλείᾳ σου. Μὴ σήμερον νηστεύσῃς καὶ ἐγκρατεύσῃ, καὶ αὔριον ἔλθῃς μεθύων καὶ περιφερόμενος ὧδε κἀκεῖ, καὶ καταγελώμενος ὑπὸ πάντων.
5 Μή, ἀδελφοί μου, παρακαλῶ, μὴ οὕτως ἀναλώσωμεν τὸν καιρὸν τῆς με‐ τανοίας, ὃν ἔδωκεν ἡμῖν ὁ Θεὸς εἰς μετάνοιαν καὶ σωτηρίαν. Μνημονεύσωμεν τοῦ Κυρίου λέγοντος μετὰ ἀπειλῆς· οὐαὶ οἱ γελῶντες νῦν· πενθήσετε γὰρ μετὰ ταῦτα. Καὶ πάλιν λέγοντος· μακάριοι οἱ πενθοῦντες. Μηδεὶς πλανάτω ὑμᾶς, ἀδελφοί μου φιλόχριστοι. Οὐκ ἔστιν αὕτη τῶν Ἀποστόλων διδαχὴ τῶν λεγόν‐
10των· εἴ τις ὑμᾶς διδάσκει τοιαῦτα, ἃ ἡμεῖς οὐκ ἐδιδάξαμεν, ἀνάθεμα ἔστω! Οὐ γάρ ἐστι ταῦτα Χριστιανῶν, ἀλλὰ τῶν ἀπίστων ἐθνῶν τῶν μὴ ὑπακουσάντων τῷ Εὐαγγελίῳ, καθὼς εἶπεν ὁ Δεσπότης· ὅτι πάντα ταῦτα τὰ ἔθνη ποιοῦσιν, οἷς οὐκ ἔστιν οὐδεμία ἐλπὶς σωτηρίας. Οἴδατε, ἀδελφοί μου, ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, Χριστὸν ἐνεδυ‐
15σάμεθα. Πῶς οὖν τὸν Χριστὸν ἐκδυσάμενοι τῷ Ἀντιχρίστῳ δουλεύετε; Ἐντολὴν246

247

ἔχομεν παρὰ τοῦ Ἀποστόλου, ἀδιαλείπτως προσεύχεσθαι, καὶ πάντα εἰς δόξαν Θεοῦ ποιεῖν. Σὺ δὲ πρὸς ταῦτα οὐ βλέπεις, ἀλλὰ τὴν ἀκοὴν ἀποστρέφεις, καὶ τοὺς ὀφθαλμοὺς καμμύεις· ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημέ‐ νον μᾶλλον μαχαίρας διστόμου. Πάλιν λέγω· μὴ πλανᾶσθε, ἀδελφοὶ φιλόχρι‐
5στοι· οὐκ ἔστι ταῦτα Χριστιανῶν, ἀλλὰ τῶν ἐθνῶν, τῶν μὴ ἐχόντων Θεόν. Ἐννοηθῶμεν, ἀδελφοί, ὅτι ἄνθρωπος ματαιότητι ὡμοιώθη· αἱ ἡμέραι αὐτοῦ ὡς ἄνθος χόρτου, οὕτω παρελεύσονται· μιᾷ καιροῦ ῥοπῇ, καὶ πάντα ἔπαυσαν. Τί μάτην ταράσσῃ, ἄνθρωπε; Μία πυρετοῦ προσβολὴ παύσει σου τὰ πη‐ δήματα καὶ τὰ σκιρτήματα. Μία ὥρα ἐχώρισέ σε τῶν συγχορευόντων. Μία
10νύξ, καὶ μαρανθήσονταί σου αἱ σάρκες, καὶ οἱ πόδες σου οἱ εἰς κακίαν τρέχοντες παύσονται, καὶ αἱ χεῖρές σου παραλυθήσονται, καὶ οἱ ὀφθαλμοί σου τακήσον‐ ται, καὶ ἡ γλῶσσα ἡσυχάσει ἀπροθέτως, καὶ ἡ ἄτακτός σου φωνὴ ἐκλείψει, καὶ ὁ στεναγμός σου πλεονάσει, καὶ τὰ ἀνωφελῆ σου δάκρυα προστρέχουσι, καὶ οἱ
διαλογισμοί σου ἀπολοῦνται, καὶ οὐδεὶς ὁ βοηθῆσαι δυνάμενος, Θεὸς γὰρ ὁ πε‐247

248

ριφερόμενος καὶ ἀτιμαζόμενος· καὶ πάντες ἀφέντες σε ἀπελεύσονται, καὶ οὐδεὶς παραστήσεταί σοι, εἰ μὴ οἱ θεραπευθέντες ὑπὸ σοῦ ἀόρατοι δαίμονες· ὁ δὲ ἀπο‐ σταλεὶς ἀπότομος Ἄγγελος μακρόθεν ἑστὼς κατηφὴς ἐκδέχεται τοῦ Δεσπότου τὸ νεῦμα, ἵνα ἁρπάξας σου τὴν ἀθλίαν ψυχὴν ἀπαγάγῃ εἰς τὸν ἡτοιμασμένον
5αὐτῇ τόπον, ἵνα θερίσῃ ἃ ἔσπειρεν· ὅπου γεωργεῖται καὶ εὐθηνεῖ καὶ περισσεύει κλαυθμός, θλῖψις, στενοχωρία, καὶ βρυγμὸς ὀδόντων καὶ οὐαί. Τί μάτην ταράσσῃ, ἄθλιε; Ἐκεῖ τακήσονται ὀφθαλμοὶ μεθυόντων. Ἐκεῖ μαρανθήσονται σάρκες τῶν χορευόντων. Ἐκεῖ ὀδυνηθήσονται καὶ οἰμώξουσι οἱ μετὰ κιθάρας καὶ αὐλῶν τὸν οἶνον πίνοντες. Ἐκεῖ μετὰ μεγάλου πόνου κλαύ‐
10σουσι, καὶ τοὺς ὀδόντας τρίσουσι, καὶ τὴν ὄψιν πλήξουσι, πόρνοι, μοιχοί, κλέ‐ πται, ἀνδροφόνοι, μάντεις, φαρμακοί, ἐπαοιδοί, πλαστογράφοι, ἀρρενοφθόροι, παιδοφθόροι, ἅρπαγες, αἱμοβόροι. Οὗτοι πάντες καὶ οἱ τούτων ὅμοιοι, ἀμετα‐ νόητα ἁμαρτάνοντες μέχρι τέλους καὶ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν βαδί‐
ζοντες, τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν, ἐπιτήδειον ἐκεῖ εὑρήσουσι πάντως καὶ248

249

τὸ κατάλυμα· οὐδὲ γὰρ ἐνδέχεται, καὶ ὧδε μετὰ δαιμόνων χορεῦσαι, καὶ ἐκεῖ μετὰ Ἀγγέλων σκιρτῆσαι, καθὼς εἶπεν ὁ Κύριος· οὐαὶ οἱ γελῶντες νῦν, ὅτι ἐκεῖ πενθήσετε καὶ κλαύσετε. Οὐκ ἔστι δυνατόν, ἀδελφοί, ποτὲ μὲν Χριστιανὸν εἶναι, ποτὲ δὲ ἐθνικὸν γενέσθαι.
5 Οὐδαμοῦ οὖν, καθὼς προείρηται, ἐπετράπη Χριστιανοῖς ποιεῖν τοιοῦτον· ἐλθὼν γὰρ ὁ Κύριος ἡμῶν καὶ Σωτὴρ πάντα ἐκεῖνα κατήργησε, τουτέστι τὰ τοῦ Διαβόλου διδάγματα, ἅπερ κακῶς ἐμαθήτευσεν ὁ ἄνθρωπος παραβὰς τὴν ἐν‐ τολὴν τοῦ Θεοῦ τοῦ πλάσαντος αὐτόν, καὶ τοῦ παραδείσου ἐξόριστος γενόμενος, καὶ μαθὼν πᾶν κακὸν ὀνομαζόμενον ὑπὸ τὸν οὐρανόν. Ταῦτα τοίνυν πάντα, ὡς
10προείρηται, ἐλθὼν ὁ Κύριος ἔπαυσε καὶ ἐξώρισε, καὶ δι’ ἑαυτοῦ, καὶ διὰ τῶν αὐτοῦ μαθητῶν, λέγων· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτούς, καὶ διδάσκοντες τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· τουτέστι, λέγετε αὐτοῖς ὅτι μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· οὐχὶ μεθύσκεσθε,
οὐχὶ χορεύετε, ἀλλὰ μετανοεῖτε, πενθεῖτε, γρηγορεῖτε καὶ προσεύχεσθε· ἀεὶ ἐστὲ249

250

ἕτοιμοι, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικεν, ἡ βασιλεία τῶν οὐρανῶν ἐπὶ θύραις. Γενώμεθα ἕτοιμοι καὶ ἄξιοι, ἵνα ἐλθὼν ὁ Κύριος ἡμῶν εὑρήσῃ ἡμᾶς ἐν τῇ μετανοίᾳ ἑτοίμους, καὶ μηδένα ἡμῶν καταδικάσῃ, ἀλλὰ κληρονόμους τῆς βασι‐
λείας αὐτοῦ ἀναδείξῃ· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.250